ΥΜΝΟΙ ΤΡΙΑΔΙΚΟΙ
ΚΑΤ' ΗΧΟΝ

Ψαλλόμενοι ἐν ταῖς νηστίμοις ἡμέραις, ὅτε ἐστὶν Ἀλληλλούϊα.

ΗΧΟΣ Α'

Σωματικαῖς μορφώσεσι, τῶν ἀσωμάτων δυνάμεων, πρὸς νοερὰν καὶ ἄϋλον ἀναγόμενοι ἔννοιαν, καὶ τρισαγίῳ μελῳδήματι, τρισυποστάτου Θεότητος, ἐκδεχόμενοι ἔλλαμψιν, χερουβικῶς βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Μετὰ πασῶν τῶν οὐρανίων Δυνάμεων, χερουβικῶς τῷ ἐν ὑψίστοις βοήσωμεν, τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Καὶ νῦν...
Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον, βοῶμέν σοι Δυνατέ, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

ΗΧΟΣ Β'
Ἄκτισε φύσις, ἡ τῶν ὅλων δημιουργὸς τὰ χείλη ἡμῶν ἄνοιξον, ὅπως ἀναγγέλλωμεν τὴν αἴνεσίν σου βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Τὰς ἄνω δυνάμεις μιμούμενοι οἱ ἐπὶ γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι Ἀγαθέ, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Καὶ νῦν...
Τῆς κλίνης καὶ τοῦ ὕπνου, ἐξεγείρας με Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σε, Ἁγία Τριάς, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

ΗΧΟΣ Γ'
Πατέρα ἄναρχον, Υἱὸν συνάναρχον, Πνεῦμα συναΐδιον, Θεότητα μίαν χερουβικῶς δοξολογεῖν τολμῶντες λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Τριὰς ὁμοούσιε καὶ ἀδιαίρετε, Μονὰς τρισυπόστατε καὶ συναΐδιε, σοὶ ὡς Θεῷ τῶν Ἀγγέλων τὸν ὕμνον κραυγάζομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Καὶ νῦν...
Ἀθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται· ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

ΗΧΟΣ Δ'
Τὸν ἄναρχόν σου Πατέρα, καὶ σέ, Χριστὲ ὁ Θεός, καὶ τὸ πανάγιόν σου Πνεῦμα, χερουβικῶς δοξολογεῖν τολμῶντες, λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Ὡς αἱ τάξεις νῦν τῶν Ἀγγέλων ἐν οὐρανῷ, καὶ στάσεις φόβῳ ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι Ἀγαθέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Καὶ νῦν...
Τῶν νοερῶν σου λειτουργῶν, προσφέρειν, οἱ θνητοὶ τὸν ὕμνον τολμῶντες, λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

ΗΧΟΣ ΠΛ. Α'
Ὑμνῳδίας ὁ καιρός, καὶ δεήσεως ὥρα, ἐκτενῶς βοήσωμέν σοι τῷ μόνῳ Θεῷ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Εἰκονίζειν τολμῶντες, τὰ νοερά σου στρατεύματα, Τριὰς ἄναρχε, στόμασιν ἀναξίοις βοῶμέν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Καὶ νῦν...
Ὁ ἐν μήτρᾳ παρθενικῇ χωρηθείς, καὶ τῶν κόλπων τοῦ Πατρὸς μὴ χωρισθείς, σὺν Ἀγγέλοις καὶ ἡμᾶς πρόσδεξαι, Χριστὲ ὁ Θεός, βοῶντάς σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

ΗΧΟΣ ΠΛ. Β'
Ἀσωμάτοις στόμασιν, ἀσιγήτοις τὰ Ἑξαπτέρυγα ᾄδουσί σοι τὸν τρισάγιον ὕμνον, ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ἀναξίοις χείλεσιν αἶνόν σοι ἀναπέμπομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Παριστάμενα φόβῳ τὰ Χερουβείμ, ἐξιστάμενα τρόμῳ τὰ Σεραφείμ, τὸν τρισάγιον ὕμνον προσφέρει, ἀσιγήτῳ φωνῇ, μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν οἱ ἁμαρτωλοί· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Καὶ νῦν...
Τριαδικῆς μονάδος Θεότητα, ἀσυγχύτῳ ἑνώσει δοξάσωμεν, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

ΗΧΟΣ ΒΑΡΥΣ
Ὁ ὑψίστῃ δυνάμει χερουβικῶς ἀνυμνούμενος, καὶ θεϊκῇ δόξῃ ἀγγελικῶς προσκυνούμενος, πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἀναξίως τολμῶντας κραυγάζειν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Τῇ ἀπροσίτῳ Θεότητι, τὴ ἐν Μονάδι Τριάδι, τῶν Σεραφεὶμ τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, μετὰ φόβου βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Καὶ νῦν...
Ὡς ὕπνον τὸν ὄκνον, ἀποθεμένη ψυχή, διόρθωσιν πρὸς ἔγερσιν, δεῖξον τῷ Κριτῇ, καὶ ἐν φόβῳ βόησον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

ΗΧΟΣ ΠΛ. Δ'
Ὁρᾷν σε μὴ τολμῶντα τὰ Χερουβείμ, ἱπτάμενα κραυγάζει ἀλαλαγμῷ, τὸ ἔνθεον μέλος τῆς Τρισαγίας φωνῆς, μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν οἱ ἁμαρτωλοί· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Εἰς οὐρανὸν τὰς καρδίας ἔχοντες, Ἀγγελικὴν μιμησώμεθα τάξιν, καὶ ἐν φόβῳ τῷ ἀδεκάστῳ προσπέσωμεν, ἐπινίκιον ἀνακράζοντες αἶνον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Καὶ νῦν...
Κατακαμπτόμενοι τῷ πλήθει, τῶν ἡμῶν, καὶ μὴ τολμῶντες ἀτενίσαι τῷ ὕψει σου, τὴν ψυχὴν σὺν τῷ σώματι κλίναντες, μετὰ Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.