Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Σεργίου καὶ Βάκχου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Βάκχε καὶ Σέργιε ὑμᾶς, ὁ τῆς δόξης Κύριος, κατακοσμήσας ταῖς χάρισι, ταῖς τῶν ἰάσεων, θαυμαστοὺς ἐν κόσμῳ , εὐκλεῶς ἀνέδειξε, νοσοῦντας δι' ὑμῶν θεραπεύων ἀεί· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Βάκχε καὶ Σέργιε ὑμεῖς, ἐπὶ γῆς ἀθλήσαντες, ἐν οὐρανοῖς συγχορεύετε, σὺν Ἀσωμάτοις γάρ, ἀεὶ παρεστῶτες, τῇ Τριάδι Ἅγιοι, καὶ δόξῃ ἐντρυφῶντες ἀγάλλεσθε· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Βάκχε καὶ Σέργιε ὑμεῖς, τοῦ ἐχθροῦ τὴν ἔνστασιν, ἀνδρείως ἄμφω ἐλύσατε· καὶ τῶν εἰδώλων δέ, ὀλεθρίαν πλάνην, εὐσεβῶς ἀπώσασθε, Χριστὸν τὸν Βασιλέα κηρύξαντες· ὃν ἱκετεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος δ'
Σέργιος καὶ Βάκχος, ἡ φαιδρὰ τῶν Μαρτύρων καὶ τερπνὴ λαμπηδών, τῶν μὲν τυράννων τὸ θράσος κατέβαλε, τῶν δὲ εἰδώλων τὴν πλάνην κατήργησε· καὶ τῆς θεογνωσίας τὸ τέλειον μυστήριον, λαμπρᾷ τῇ φωνῇ, ὑψηγοροῦντες ἀνεκήρυττον. Ὧν ταῖς πρεσβείαις Χριστέ, ὁ τούτων νομοδότης, ἀγωνοθέτης τε καὶ στεφανοθέτης, καὶ ἡμᾶς ἀξίωσον, κατὰ τῶν ἀοράτων καὶ ὁρατῶν δυνάμεων, τὸ κράτος ἀναδήσασθαι.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἥλιον κυήσασα, δικαιοσύνης πανάμωμε, τὸ ζοφῶδες διάλυσον, παθῶν τῶν θλιβόντων με, καὶ τὸν ἀπατῶντα, τὴν ψυχήν μου ὄφιν, καὶ καταθέλγοντά με νῦν, φιληδονίαις καὶ ματαιότησι, πόρρωθεν ἀποδίωξον, τῆς ταλαιπώρου καρδίας μου, ἐν γαλήνῃ φυλάττουσα, ἀπαθείας τὸν δοῦλόν σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς, καὶ σπεύδεις με ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἐκραταιώθη τῶν τοῦ Χριστοῦ Μαρτύρων, κατ' ἐχθρῶν τὸ σύστημα, ἐν οἷς ὡς φωστῆρες κοσμικοὶ διαλάμπουσιν, οἱ εὐσθενεῖς καὶ ἄριστοι Ἀθλοφόροι, Σέργιός τε καὶ Βάκχος. Τούτοις ἔκλινε τὰ νῶτα ἡ πονηρὰ φάλαγξ τῶν δαιμόνων. Τούτους ἐξεπλάγησαν τύραννοι, καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντες τὸν ἀσώματον, ὑπὸ σαρκὸς πατούμενον, τῶν δὲ πιστῶν ἡ Ἐκκλησία, πανέορτον ἑορτὴν καὶ κοσμικὴν χαρμονήν, ἐπιτελοῦσα βοᾷ· ὁ ἀσθενείᾳ σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου ΤΟ ΑΚΟΥΤΕ
Πῶς σου τὴν χάριν ὑμνήσαιμι, καὶ τὴν πολλὴν πρὸς ἐμέ, τὸν ἀνάξιον δοῦλόν σου, καθ' ἑκάστην πρόνοιαν, ἣν σαφῶς ἐπιδείκνυσαι; πῶς δέ σου φράσω τὴν ἀγαθότητα, καὶ τὴν ποικίλην ὄντως κυβέρνησιν; σὺ οὖν καὶ ἔτι νῦν, εἰς ἀεί μου πρόστηθι, παντὸς κακοῦ, ζῶντα καὶ θανόντα με, ἐκλυτρουμένη Σεμνή.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ θεωροῦσά σε, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν. Ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος. Σταυρῷ προσήλωσεν;

Ἀπολυτίκιον τῶν Ἁγίων Μαρτύρων
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Σέργιον ἀθλοφόρον καὶ Βάκχον ἀοίδιμον ᾄδω.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».

Σέργιε θεράπον τοῦ Χριστοῦ, συμπεσβευτὴν προσλαβὼν καὶ συλλήπτορα, Βάκχον τὸν ἀοίδιμον, μεθ' οὗ τοὺς ἄθλους θεοφρόνως ἤνυσας, λόγον μοι σοφίας, ἡμᾶς ὑμνοῦντι βραβεύσατε.

Ἐπὶ τὴν ἀσάλευτον Χριστοῦ, πέτραν τῆς πίστεως Ἅγιοι Μάρτυρες, θέντες τὸν θεμέλιον, ἐπ' ἀσφαλοῦς ἐρηρεισμένοι βάσεως, πρόβολοι καὶ πύργοι, τῆς εὐσεβείας ἐδείχθητε.

Ῥήμασι πιστεύσαντες Χριστοῦ, καὶ πρὸς αὐτὸν ἀκλινῶς ἀτενίζοντες, πᾶσαν διεπτύσατε, παρερχομένην εὐδοξίαν Ἅγιοι, δόξης ἀϊδίου, κατασχεθέντες τῷ ἔρωτι.

Γένους καὶ πατρίδος καὶ τιμῆς, διὰ Χριστὸν γυμνωθέντες ἠγάλλεσθε, καὶ περιβαλλόμενοι, θηλυπρεπὲς ἀνδρειοφρόνως ἔνδυμα τὴν τῆς ἀφθαρσίας, καταστολὴν ἠμφιάσασθε.
Θεοτοκίον
Ἵλεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σε γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα.

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ
Ὁ μόνος γινώσκων ὡς Θεός, τὰ πάντα πρὶν γενέσεως, τὴν πρὸς αὐτὸν ὁρῶν ὑμῶν πρόθεσιν, σοφίας λόγων καὶ θείας γνώσεως, καὶ στερροῦ φρονήματος, δαψιλῶς ἐνέπλησεν, ὡς αὐτοῦ στρατιώτας Μακάριοι.

Νομίμως θεράποντες Χριστοῦ, ἀθλῆσαι προελόμενοι, τὴν φθειρομένην δόξαν καὶ ῥέουσαν, καὶ κόσμον πάντα καὶ κοσμοκράτορα, λογισμῷ θεόφρονι, ἀθλοφόροι Μάρτυρες, ἑβδελύξασθε πόθῳ τοῦ κτίσαντος.

Ἀχράντοις νοὸς ἐπιβολαῖς, Θεῷ νῦν παριστάμενοι, καὶ τῆς ἐκεῖθεν αἴγλης πληρούμενοι, καὶ τῆς ἀφράστου μακαριότητος, σαφῶς ἀπολαύοντες, πειρασμῶν τοὺς ἡμᾶς γεραίροντας, Ἀθλοφόροι λυτρώσασθε.
Θεοτοκίον
Θανάτῳ κρατούμενος τὸ πρίν, Ἀδὰμ νῦν ἠλευθέρωται, τῇ σῇ γεννήσει μόνη Θεόνυμφε· ζωὴν γὰρ ὄντως τὴν ἐνυπόστατον, ἑνωθεῖσαν σώματι, Ἁγνὴ καθ' ὑπόστασιν, ὑπέρ φύσιν καὶ λόγον ἐκύησας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης φιλάνθρωπε».

Κάθισμα τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. δ'
Τὴν σοφίαν καὶ λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὰ τῆς πίστεως ἄνθη, τοὺς νοητοὺς μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Σέργιον τιμήσωμεν, καὶ τὸν Βάκχον τοὺς Μάρτυρας, ὡς τοῦ ἐχθροῦ τὴν πλάνην, ἐνθέως πατήσαντας, καὶ τῶν εἰδώλων πᾶσαν ἰσχὺν ἐδαφίσαντας· ὅθεν ἐπαξίως, οὐρανόθεν τὸ στέφος, τῆς νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσι· διὸ πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ταπεινός, ἄξια καὶ δέομαι, Θεοτόκε πανύμνητε· Πρὶν τὰς πύλας φθάσω, θανάτου ἐπίστρεψον, πρὸς τήν τῆς μετανοίας, ὁδὸν ὁδηγοῦσά με, ἵνα εὐχαρίστως, προσκυνῶν ἀνυμνῶ σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ οὗ αἰτοῦμαί σε δοθῆναί μοι, ἱλασμὸν ἁμαρτιῶν, καὶ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἐν Σταυρῷ παρεστῶσα Μήτηρ ἡ σή, καὶ Θεὸν σε εἰδυῖα ὑπὲρ βροτῶν, σαρκὶ προσιέμενον, τὸν ἑκούσιον θάνατον, ὡς μὲν μήτηρ ῥομφαίᾳ, καρδίαν ἐτέτρωτο, καὶ οὐχ ἧττον ὀδύναις, καὶ πόνοις προσήλωτο, ὡς δὲ βουλομένη, τὴν βροτῶν σωτηρίαν, καὶ κόσμου τὴν λύτρωσιν, εὐχομένη ἀνύμνει σε, καὶ σὺν δάκρυσιν ἔλεγεν· Ἀνάστηθι καὶ σῶσον Υἱέ, τοὺς τὰ πάθη πίστει σου δοξάζοντας, ὁ ὑπὲρ πάντων ἐκχέας, σὸν αἷμα τὸ ἅγιον.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Ὄρος σε τῇ χάριτι ΤΟ ΑΚΟΥΤΕ
Λαμπτῆρες διττοί, ἀπὸ δυσμῶν ἐξανέτειλαν, τὴν ἐναντίαν τῷ τῆς γῆς, τότε κρατοῦντι δυσσεβεῖ, ποιούμενοι κίνησιν, καὶ πρὸς τὴν σὴν ἀνατολὴν ἐπειγόμενοι, τήν φωτοφόρον Χριστὲ καὶ σωτήριον.

Οὐ ξίφος οὐ πῦρ, οὐ διωγμὸς οὐδὲ μάστιγες, τῆς εὐσεβοῦς περὶ Θεόν, γνώμης ἐχώρισαν ὑμᾶς· ζωὴν γὰρ ἡγήσασθε, τὴν τελευτὴν τὴν δι' αὐτὸν Ἀξιάγαστοι, καὶ μακαρίαν τρυφὴν καὶ ἀνώλεθρον.

Φωστῆρες οἱ ὄντως, ἀπλανεῖς τὸ στερέωμα, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, περιαυγάζουσι φωτί, τῆς θείας ἐλλάμψεως, καὶ τὰς ψυχὰς τῶν εὐσεβῶν κατευφραίνουσι, τάς τῶν θαυμάτων ἀκτῖνας ἐκπέμποντες.

Ὁ Βάκχος ὁ θεῖος, καὶ πανάριστος Σέργιος, ἐνιαυτῶν περιτροπαῖς, τοὺς εὐσεβείας ἐραστάς, καὶ τοὺς φιλομάρτυρας, πνευματικῶς πρὸς εὐωχίαν προτρέπονται, τάς ἀριστείας αὐτῶν προτιθέμενοι.
Θεοτοκίον
Ῥομφαία τὰς πύλας, τῆς Ἐδὲμ ἡ φυλάττουσα, παραχωρεῖ νῦν τοῖς πιστοῖς, καὶ ὑποδέχεται φαιδρῶς, τιμίῳ ἐν αἵματι, τοῦ ἐκ τῆς σῆς γαστρὸς τεχθέντος Πανάμωμε, σημειωθέντας ὁρῶσα καὶ χάριτι.

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Ὁ φωτίσας τῇ ἑλλάμψει ΤΟ ΑΚΟΥΤΕ
Οἱ τὴν πλάνην ἀληθείας ἐν ὅπλῳ ἐλάσαντες, καὶ τυράννων καρτερῶς ἀικισμοὺς ὑπομείναντες, νικηταὶ γεγόνατε, παρὰ Χριστοῦ στεφανωθέντες, καὶ νῦν ἀξίως ἀγάλλεσθε.

Νευρούμενοι ἀηττήτῳ δυνάμει καὶ χάριτι, τῆς Τριάδος, ἡ δυὰς τῶν Μαρτύρων κατέβαλε, τὸν τοῦ σκότους ἄρχοντα, καὶ τοὺς αὐτῷ δεδουλωμένους, τῆς τούτου πλάνης ἐρρύσατο.

Καρτερίᾳ καὶ ἀνδρείᾳ ψυχῆς καὶ στερρότητι, διανοίας ξυνωρίς, τῶν Μαρτύρων ἡ ἔνδοξος, ὑπερέβη ἅπασαν, τῶν διωκτῶν πικρὰν μανίαν, καὶ σὺν Ἀγγέλοις αὐλίζεται.
Θεοτοκίον
Ἀνέτειλας Θεομῆτορ ὡς ὄρθρος τὸν Ἥλιον, τὸν ἄδυτον ἡνωμένον σαρκὶ καθ' ὑπόστασιν, ἐν ἀγκάλαις φέρουσα, τῆς ἀληθοῦς δικαιοσύνης· διὸ σε πάντες δοξάζομεν.

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Ἐκύκλωσεν ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἰάσεων πηγὰς Μαρτύρων λείψανα, πλουσίως ἀναβρύουσιν, ἀρυσώμεθα προθύμως οὖν πιστοί, καὶ τοὺς Ἀθλοφόρους μακαρίσωμεν, τὸν εὐκλεῆ, Σέργιον καὶ Βάκχον τόν ἀοίδιμον.

Βαρούμενοι τὴν μετ' ἀνόμων σκήνωσιν, καὶ πλάνῃ δυσχεραίνοντες, τὴν οὐράνιον πορείαν εὐσταλῶς, Σέργιος καὶ Βάκχος ἐπορεύοντο, καὶ πρὸς Χριστόν, λιμένα ἔφθασαν τὸν ἀχείμαστον.

Ἀνοίγονται τοῖς ἀθλοφόροις Μάρτυσιν, αἱ πύλαι αἱ οὐράνιαι, εὐλαβούμεναι τὸ πάθος τὸ σεπτόν, τὸ τῇ ἐκτιμήσει τοῦ Θεοῦ ἡμῶν, χαριτωθέν, καὶ φυγαδεῦον δαιμόνων φάλαγγας.
Θεοτοκίον
Κυρίως σε Θεοῦ Μητέρα Πάναγνε, φρονοῦντες καταγγέλλομεν· τὸν γὰρ ἄναρχον Υἱὸν μονογενῆ, τὸν πρὸ τῶν αἰώνων ἀναλάμψαντα, ἐκ τοῦ Πατρός, ἀνερμηνεύτως Παρθένε τέτοκας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».

Κοντάκιον τῶν Ἁγίων Μαρτύρων
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὸν νοῦν πρὸς ἐχθροὺς ἀνδρείως παρατάξαντες, τὴν πᾶσαν αὐτῶν ἀπάτην κατελύσατε, καὶ τὴν νίκην ἄνωθεν, εἰληφότες Μάρτυρες πανεύφημοι, ὁμοφρόνως ἐκράζετε· Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.
Ὁ Οἶκος
Ἐν οὐρανοῖς Χριστέ, κατοικοῦντες, Σέργιός τε καὶ Βάκχος, καὶ τοῦ θείου φωτὸς τοῦ παρὰ σοῦ ἐμφορούμενοι, ἐμὲ τὸν ἐν σκότει τῆς ἀγνωσίας πορευόμενον, προφθάσειαν διὰ τάχους, καὶ τῶν παθῶν ἀφαρπάσειαν, μόνε ἀθάνατε, στολὴν μοι τῆς ἀφθαρσίας καταπέμποντες· ὅπως λευχειμονῶν, τὴν φωτοφόρον αὐτῶν ἑορτὴν ἀνυμνῶ, καὶ κραυγάζω σοι Κύριε·Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μεγάλων Μαρτύρων, Σεργίου καὶ Βάκχου.
Στίχοι
Χαλκᾶ σὰ νεῦρα, Βάκχε, πρὸς νεύρων βίαν,
Καὶ πρὸς ξίφος, Σέργιε, πῦρ σὴ καρδία.
Σέργιον ἑβδομάτῃ ξίφος ἔκτανε, νεῦρα δὲ Βάκχον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰουλιανοῦ Πρεσβυτέρου, καὶ Καισαρίου Διακόνου.
Στίχοι
Σάκκῳ δοθείσι καὶ βυθῷ, Θεὸς Λόγος,
Διττοῖς Ἀθληταῖς, σάκκον εἰς χαρὰν στρέφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυχρονίου.
Στίχοι
Κτείνουσι πολλὰ Πολυχρόνιον ξίφη.
Πρὸς τὰ ξίφη δὲ λήψεται, καὶ τὰ γέρα.

Ὁ Ἁγιος Λεόντιος ὁ Ὑπατικός, τῷ Χριστῷ πιστεύσας καὶ ἐπευξάμενος, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ ἅγιοι Μάρτυρες Εὐσέβιος Πρεσβύτερος καὶ Φῆλιξ ξίφει τελειοῦνται.
Οἱ Ὅσιοι ἐνενήκοντα ἐννέα πατέρες, οἱ ἐν τῇ νήσῳ Κρήτη ἀσκήσαντες, ἐν εἰρήνῃ τελειοῦνται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Σὲ νοητήν, Θεοτόκε ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε δυάς, Ἀθλοφορων ἔνδοξε, χαῖρε νικήσασα λαμπρῶς, τῶν τυράννων τὰς ἀπειλάς, χαῖρε ἡ ἀνύσασα, δρόμον τὸν μακάριον, χαῖρε τρυφῆς ἀεὶ ἔνδον μένουσα, χαῖρε τρανῶς, παρεστῶσα Θεῷ θεομακάριστε.

Ὁλολαμπεῖς, ἐπὶ γῆς βαδίζοντες, τὰς τῶν δαιμονων μηχανάς, καὶ τὰς ὄψεις τῶν διωκτῶν, Μάρτυρες ἠμβλύνατε, φέγγει τῷ τῆς χάριτος, καὶ ταῖς αὐγαῖς τῆς ἀθλήσεως, τὸν αἰνετὸν ἀνυμνοῦντες, Θεὸν τὸν ὑπερένδοξον.

Ναοὶ Θεοῦ, πεφηνότες ἔνδοξοι, ζῶντος καὶ ζῶντες Ἀθληταί, τῇ δυνάμει τῇ τοῦ Σταυροῦ, ὄντως δυναμούμενοι, στῖφος ἐτροπώσασθε, τῶν δυσμενῶν παμμακάριστοι, τὸν κραταιὸν ἐν πολέμοις, Θεὸν ὕμνοις γεραίροντες.
Θεοτοκίον
Ἄχραντε σύ, ναὸς ἐχρημάτισας, καὶ Παναγία κιβωτός, δεξαμένη τὸν Ποιητήν, τὸν ἀπερινόητον, καὶ τὸν ἀπερίληπτον, ἐν τῇ γαστρί σου χωρήσασα, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Ἐν καμίνῳ Παῖδες ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῇ δρόσῳ πάλαι τοῖς Παισί, τὴν φλόγα καταψύξας, ἑστῶτας ἐν τοῖς ἀγῶσιν, ἐδυνάμωσεν αὐτοῦ, τοὺς Μάρτυρας ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἰοβόλους καὶ ψυχοβλαβεῖς, θωπείας τῶν τυράννων, ἐμφρόνως οἱ, Ἀθλοφόροι, διεκρούσαντο, Χριστῷ, βοῶντες καὶ ψάλλοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δραστηρίους φύλακας ἡμῖν, τὸν Σέργιον καὶ Βάκχον, τοὺς ὄντως στεφανηφόρους, ἐπεστήσατο Χριστός, φρουροῦντας τοὺς ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἴθυνὸν μοι Δέσποτα Χριστέ, πρεσβείαις τῶν Μαρτύρων, τὴν τρίβον τῆς ἀρετῆς μοι, κατευμαρίζων καὶ σοί, κραυγάζειν ἀξίωσον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Μακαρίζω σε τὴν ἀληθῆ, Θεοῦ ἡμῶν Μητέρα, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ, προσκομίζων σοι ἁγνή, πανάμωμε Δέσποινα· σὲ γὰρ ὄντως πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Τύπον τῆς ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ
Ὅλον τὸν Χριστὸν ἐκτήσασθε· κόσμον γὰρ ὅλον δι' αὐτὸν κατελίπετε. Καὶ νῦν Μάρτυρες, τοὺς οὐρανοὺς ἐμβατεύοντες, τὰς χορείας τῶν ἄνω Δυνάμεων, ἀνδρῶν τε μακαρίων, κατανοεῖτε τὰς λαμπρότητας.

Νέμοις ξυνωρὶς πανάριστε, τῷ τοὺς ἐπαίνους πόθῳ σοι προσκομίζοντι, χάριν ἄνωθεν, καὶ τῶν πταισμάτων συγχώρησιν, δυσωποῦσα τὸν μόνον οἰκτίρμονα, πρὸς ὅν ἐπειγομένη, τῶν χαμαιζήλων κατεφρόνησας.

Αἴγλῃ τριλαμποῦς θεότητος, πεφωτισμένοι οἱ ἀήττητοι Μάρτυρες, τὴν πολύθεον ἀπατηλὴν ἀθεότητα, καὶ τυράννων τὸν φόβον ἀπώσαντο, καὶ νῦν τῆς ἀκηράτου, κατατρυφῶσιν ἀπολαύσεως.

Δρόμον τὸν καλὸν τελέσαντες, τὴν εὐσεβῆ τε πίστιν σῴζειν σπουδάσαντες, τὴν ἀσάλευτον παραλαβεῖν ἠξιώθητε, βασιλείαν πανένδοξοι Μάρτυρες, διάδημα τοῦ κάλλους, καὶ εὐπρεπείας περικείμενοι.
Θεοτοκίον
Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! τὸν τοῦ Θεοῦ γὰρ Λόγον σάρκα γενόμενον, μόνη τέτοκας, ὑπερφυῶς Μητροπάρθενε, τὸν τὰ σύμπαντα θείῳ βουλήματι, σοφῶς διακρατοῦντα, καὶ κυβερνῶντα καὶ συνέχοντα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος. Καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».

Ἐξαποστειλάριον τῶν Ἁγίων Μαρτύρων
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Ἀδελφικῇ συνδούμενοι, τῇ στοργῇ καὶ τῇ πίστει, οἱ ἀθλοφόροι Μάρτυρες, Σέργιος ὁ θεόφρων, καὶ Βάκχος ὁ ἀοίδιμος, σὲ Χριστὲ δυσωποῦσιν, εἰρήνην σὴν δωρήσασθαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, καὶ Βασιλεῖ, κατ' ἐχθρῶν βαρβάρων τρόπαια νίκης, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν.
Θεοτοκίον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἀχρείων σου δούλων, ὅπως εὔρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρα ᾗ κρίνῃ, γένος βροτῶν, ὡς Θεὸς παρέχων τὰ κατ' ἀξίαν· σὲ γὰρ προστάτιν ἅπαντες, ἔχομεν ἐν ἀνάγκαις.


Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ παρόντα τρία ἰδιόμελα, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Γερμανοῦ
Δαυϊτικῶς ἀνεβόων, Σέργιος καὶ Βάκχος οἱ Μάρτυρες. Ἰδοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν Ἀδελφοὺς ἐπὶ τὸ αὐτό, οὐ δεσμούμενοι φύσεως σχέσει, ἀλλὰ πίστεως τρόπῳ. Ὅθεν οἱ Ἅγιοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τὸν σταυρὸν ἀράμενοι, τῷ Χριστῷ ἠκολούθησαν, καὶ πρεσβεύουσι τῷ Βασιλεῖ καὶ Θεῷ, δωρηθῆναι ταῖςψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος γ'
Εἰ τὶ καλόν, εἰ τὶ τερπνόν, ἡ αὐτάδελφος γνώμη τῶν Μαρτύρων σου Κύριε· οὓς γὰρ ἡ φύσις σαρκικοὺς ἀδελφοὺς οὐκ ἐγνώρισε, τούτους ἡ πίστις ἀδελφὰ φρονεῖν μέχρις αἵματος κατηνάγκασεν, ὁ Θεός, ταῖς εὐχαῖς αὐτῶν, ἐλέησον ἡμᾶς.
Ἦχος δ'
Ἀνατολίου
Προφητικῶς τοῖς Ἁγίοις συνελθόντες, τὸν ὕμνον βοήσωμεν· Ἰδοὺ δὴ τὶ καλον, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, οὐ φύσεως ἀκολουθίᾳ, ἀλλά, πίστεως ἑνώσει τοῦ Ἁγίου Πνεύματος· τὰ γὰρ φθαρτὰ βδελυξάμενοι πάντα, ἦραν τὸν σταυρὸν ἐπ' ὤμων, καὶ ἠκολούθησαν τῷ Χριστῷ, Σέργιος καὶ Βάκχος οἱ γενναῖοι Μάρτυρες, καὶ παρρησίαν ἐν οὐρανοῖς κεκτημένοι, πρεσβεύουσιν αὐτῷ ὑπὲρ ἡμῶν, τοῦ καταπεμφθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος δ'
Ὑποδησάμενος Σέργιος, ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὰ τῶν ἣλων ὑποδήματα, τῷ αἵματι τῷ τῶν ποδῶν ἀπορρέοντι, τὸν ὄφιν τὸν ἐπιτηροῦντα τὴν πτέρναν ἡμῶν ἐξετύφλωσε, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Διὸ εὐχαῖς αὐτοῦ Χριστὲ ὁ Θεός, καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ ἡμᾶς ἐλέησον.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης φιλάνθρωπε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

Μεγάλη Δοξολογία

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος β'
Ἀνατολίου
Καθορῶσα πάλαι ἡ Ἐκκλησία τοῦ Θεοῦ, τοὺς ὑμῶν ἀγῶνας, Μάρτυρες παγκόσμιοι, σήμερον φαιδρῶς στολίζεται, καὶ πιστῶς ἑορτάζει ἐν τῇ μνήμῃ ὑμῶν, ὡς κόσμον βασίλειον περιφέρουσα τὴν αἰσχύνην, τὴν ἐπὶ τοῖς θείοις ὑμῶν αὐχέσιν, ἐπιτεθεῖσαν παικτικῶς, δι' ἧς δόξης κατηξιώθητε τῆς ἐπουρανίου, καὶ τῆς ἀτελευτήτου μακαριότητος.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὅλην, τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην Ἁγνή, πάσης ὄντως ἔρημος, ἀγαθῆς πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον οἴμοι! τρέμω τὸ κριτήριον τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ· οὗπερ, ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον καὶ σῶσον με.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Πόνους, ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ὀλολύζουσα· Οἴμοι τέκνον γλυκύτατον! ἀδίκως πῶς πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι; ὁ πᾶσαν γῆν ἐκπληρῶν; Ὅθεν, Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.