Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ἑβραίων ὠμότητι τὴν σήν, ἀνδρείαν ἀντέθηκας, Μάρτυς Ἀρέθα πανεύφημε· καὶ θείᾳ χάριτι, νικηφόρος ὤφθης, καὶ χορὸν προσήγαγες, Μαρτύρων τῷ Χριστῷ στρατευόμενον, ἐκ πάσης ἔνδοξε, ἡλικίας συγκροτούμενον, καὶ ἐκ γένους, παντὸς συνιστάμενον.
Ἦχος α'
Ἀρέθα πανένδοξε τερπνήν, χορείαν στησάμενος, τῶν ἱερῶν συμμαρτύρων σου, μεθ' ὧν ἠγώνισαι, τὸν καλὸν ἀγῶνα, καὶ τὸν δρόμον ἤνυσας, τῆς σῆς ἀνδρειοτάτης ἀθλήσεως, Χριστὸν δυσώπησον, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Παρθένοι νεάνιδες Χριστοῦ, ἔρωτι πυρούμεναι, τῆς ἀσθενείας τῆς φύσεως, ἐπιλαθόμεναι, καὶ δυνάμει θείᾳ, προφανῶς ῥωννύμεναι, τὴν πλάνην τοῦ ἐχθροῦ κατεπάτησαν, μὴ δειλιάσασαι, τῶν βασάνων τὸ ἐπίπονον, καὶ καμίνου, τὸ πῦρ μὴ πτοούμεναι.
Δοξαστικὸν
Ἦχος δ'
Ἀνατολίου
ᾈσματικῶς τὸν ποιμενάρχην, σήμερον πιστοί, ὁμοφρόνως τιμήσωμεν, Ἀρέθαν τὸν ἐνδοξότατον, μετὰ τῆς συνοδίας αὐτοῦ, ὅτι ἤλεγξε βασιλέα παρανομήσαντα, καὶ τὸ αἷμα ἐξέχεεν ὑπὲρ Χριστοῦ τῆς ὁμολογίας· ὅθεν καὶ πύρινον νέφος κατέφλεγεν ἀπὸ προσώπου τῆς γῆς, διελέγχον τῶν παρανόμων τὴν ἀσέβειαν. Διὸ Χριστὲ ὁ Θεός, ὁ τοὺς σούς, Ἀθλοφόρους ἐνισχύσας πρὸς σὴν δοξολογίαν, καὶ ἡμᾶς διάσωσον ὡς τῶν ὅλων Δεσπότης, ἐκ πειρασμῶν καὶ θλίψεων, ταὶς πρεσβείαις τῶν Ἁγίων σου.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας, ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἰδὼν σε ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψε, τῆς δικαιοσύνης, Ἥλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβῳ τοῦ κράτους σου, ἡ Μήτηρ σου τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοι τῷ Ἰησοῦ ὑπεράγαθε, δόξα τῇ Εὐσπλαγχνίᾳ σου.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὴν πονηρὰν καὶ ἄπιστον, κακοβουλίαν Ἑβραίων προδιαγνόντες, ἐν τῇ τοῦ πνεύματος τόλμῃ, ὑπὲρ Χριστοῦ μαρτυρῆσαι ἠγωνίσασθε· ὡς γὰρ ἔκπαλαι ἐν νόμῳ, τὸν ἐξ Αἰγύπτου σώσαντα, ἐν ἐρήμῳ παρώργισαν, καὶ τοῦτον σταυρῷ κατεδίκασαν. Οὕτω νῦν καὶ ὑμῖν, ἔργω τὸν λόγον παρῆλθον, καὶ ἀπιστίαν ζηλώσαντες ὑμᾶς τῷ πυρὶ κατεδίκασαν. Ὑμεῖς δὲ ὁμοφρόνως, ἀνδρείως τῇ καρτερίᾳ ἐναθλήσαντες, φοβεροὶ ἐν Μάρτυσιν ἀνεδείχθητε. Παρρησίαν ἔχοντες πρὸς Θεόν, αἰτήσασθε ῥυσθῆναι, ἐκ πταισμάτων πολλῶν τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου ΤΟ ΑΚΟΥΤΕ
Ἐξάρπασόν με Δέσποινα, χειρὸς τοῦ δράκοντος τοῦ βροτοκτόνου, τοῦ πολεμοῦντός με ἐν ὑποκρίσει, καταπιεῖν ὁλοτελῶς, σύντριψον τὰς μύλας τούτου δέομαι, καὶ τὰ μηχανήματα διάλυσον, ὅπως ῥυσθεὶς τῶν τούτου ὀνύχων, μεγαλύνω τὴν δυναστείαν σου.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, καὶ θανατούμενον ἡ Θεοτόκος, οἴμοι! ἐκραύγαζε, πῶς τὰς ὀδύνας, φέρεις γλυκύτατε Υἱὲ; βάλλει τὴν καρδίαν μου ἡ λόγχη σου, φλέγει δὲ τὰ σπλάγχνα μου τὸ πάθος σου, ὅμως ὑμνολογῶ σε· θέλων γὰρ ταῦτα πάσχεις, σῶσαι τὸν ἄνθρωπον.

Ἀπολυτίκιον
Ἦχος α'
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε, δεόμεθα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἁγίου Μεγαλομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Μαρτυρικὴν σύνοδον Θεοτερπέα μέλψομεν ὕμνοις.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾌσμα ἀναπέμψωμεν ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, Ἀρέθα παμμακάριστε ταῖς ἱκεσίαις σου, καὶ τῶν σὺν σοὶ Μαρτύρων, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμῶν ὑμνήσω, τὴν φωσφόρον καὶ ἔνθεον μνήμην.

Ἄνω τὸ πολὶτευμα σαφῶς, ἐν οὐρανοῖς κτησάμενος, θεομακάριστε, Χριστοῦ τῇ ἐκμιμήσει, σαυτὸν παραδέδωκας, πόθῳ τοῦ Μαρτυρίου, τοὶς ἀνόμοις Ἑβραίοις θεόφρον.

Ῥῆμα παραβὰς τὸ τοῦ Θεοῦ, Ἑβραῖος ὁ παράνομος, καὶ ἀδικώτατος τὴν θεόλεκτον ποίμνην, Χριστοῦ ἐλυμήνατο, ὅμως εἰσπράττει δίκην, τῇ δικαίᾳ καὶ θείᾳ προνοία.

Τρίβον διοδεύων ἀληθῶς, πρὸς οὐρανὸν τὴν φέρουσαν, Χριστῷ προσήγαγες, Μαρτύρων Ἐκκλησίαν, Ἀρέθα πανεύφημε, πάσης ἐξ ἡλικίας, καὶ ἐκ γένους παντὸς ἠθροισμένην.
Θεοτοκίον
Ὕμνοις τὴν πανάχραντον πιστοί, Παρθένον εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν ἁπάντων πιστῶν σωτηρίαν.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ῥωννυμένην ὁρῶντες, τῇ τοῦ Σταυροῦ χάριτι, σοῦ τὴν Ἐκκλησίαν, Ἑβραίων παῖδες παράνομοι, φθόνῳ τηκόμενοι, ἐν αἰκισμοῖς πολυτρόποις, ἀφειδῶς ᾐκίζοντο, μόνε Φιλανθρωπε.

Ἰοβόλον τὴν γλῶσσαν, οἱ δυσσεβεῖς ἔχοντες, καὶ σὲ βλασφημοῦντες τὸν τούτων, τοὺς προγεννήτορας, ἐλευθερώσαντα, τῆς παλαιᾶς τυραννίδος, τοὺς εἰς σὲ πιστεύοντας, Σῶτερ κατέσφαξαν.

Κατὰ μόνας ὁ πλάσας, θεουργικῷ νεύματι, σὺ τὰς τῶν ἀνθρώπων καρδίας, τὶς τῆς προνοίας σου, βάθος δυνήσεται, καταλαβεῖν ὅπως ποίμνην, ἣν Χριστὲ συνήγαγες, λύκοις παρέδωκας;

Ἡ θεόφρων σου ποίμνη, βαρβαρικοῖς ξίφεσι, κατατεμνομένη προθύμως, ἐπεκαλεῖτό σε. Δέξαι τὰ πνεύματα, καὶ τὰς ψυχὰς ἡμῶν Σῶτερ, καὶ πρὸς φῶς ὁδήγησον, τῆς βασιλείας σου.
Θεοτοκίον
Νεκρωθέντα μὲ πάλαι, πρὸς τὴν ζωὴν Πάναγνε, πάλιν ἐπανήγαγες, μόνη τὴν ἐνυπόστατον, ζωὴν γεννήσασα· ᾗ προσβαλὼν διερράγη, προφανῶς ὁ θάνατος, ὁ δυσμενέστατος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Σταυροῦ τῇ δυνάμει καθοπλισθείς, καὶ τῇ πίστει τειχίσας πόλιν τὴν σήν, τοῖς ἔργοις κατῄσχυνας, τοῦ τυράννου τὸ φρύαγμα, ὑπομονῆς δὲ τύπος, ἐνθέου γενόμενος, τῷ Χριστῷ προσήγαγες, ἐν ταύτῃ τοὺς Μάρτυρας· ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀρέθα ἀείμνηστε, τὴν πανέορτον μνήμην σου. Ἀθλοφόρε μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων λύτρωσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου πανάμωμε, ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου, πρεσβείαις σου Ἄχραντε.
Ἢ Σταυροθεοτοκίον
Ἀνελκόμενον Σῶτερ ἐν τῷ Σταυρῷ, ἀγαθότητος πλούτῳ φύσει Θεόν, ὁρῶσα ἡ κτίσις σε, ἀκατάληπτε ἔτρεμε, καὶ κλονουμένη πᾶσα, τῷ φόβω συνείχετο, ἀλλ' Ἰουδαίων δῆμος, Πιλάτῳ ἐκραύγαζεν. Ἆρον ὡς κακοῦργον, καὶ σταυρῷ ἀναρτήσας, τοῖς ἥλοις καθήλωσον, καὶ τῇ λόγχη ἐκκέντησον, καὶ θανάτῳ κατάγαγε· καὶ ταῦτα πάσχοντά σε δεινῶς, καθορῶσα ἔλεγεν ἡ Μήτηρ σου·. Ὑμνολογῶ σου τὴν ἄκραν, Υἱὲ συγκατάβασιν.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Σύ μου ἰσχὺς Κύριε ΤΟ ΑΚΟΥΤΕ
Συναγωγή, κραταιουμένη τῷ Πνεύματι, καὶ χορεία, θεία καὶ ὑπέρλαμπρος, μαρτυρικὸς δῆμος καὶ στρατός, ὁ τροπαιοφόρος, Ἀρέθαν ἔχων ταξίαρχον, ὑμνείσθω φιλοτίμως, ὑπὸ τῶν μελῳδούντων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὑπὸ τῆς σῆς, συγκροτουμένη συνέσεως, ἡ θεόφρων, πόλις σου Πανόλβιε, τοῦ πολιᾷ, λάμποντος σεμνή, πρὸς τοὺς παρανόμους, ἀνδρείως διηγωνίσατο, καὶ νίκην ἀραμένη, μελῳδεῖ τῷ Σωτῆρι· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Νόμῳ καινῷ, ζωοποιοῦντι τῷ Πνεύματι, πεφραγμένη, νόμον τὸν τοῦ γράμματος, τὸν ἀναιροῦντα ἡ εὐσεβής, πόλις ὑπερέσχε, τῇ τῆς ψυχῆς καθαρότητι, καὶ τρόπων εὐγενεία, τῷ Χριστῷ μελῳδοῦσα· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὄντως Θεοῦ, πόλις ἐδείχθης Ὑπέρτιμε, καὶ Μαρτύρων, θεῖον ἐνδιαίτημα, καὶ περὶ σοῦ ᾄδεται φαιδρῶς, νῦν δεδοξασμένα, μεγάλα καὶ ἀξιάκουστα· χορὸν γὰρ μελῳδοῦντα, τῷ Δεσπότῃ προσῆγες· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον
Δαυϊτικῆς, ἐκ βασιλίδος βλαστήσασα, συγγενείας, τὸν παμβασιλεύοντα, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρός, Λόγον ἀπορρήτως, καὶ ὑπὲρ νοῦν ἀναλάμψαντα, ἐγέννησας Παρθένε, Θεοτόκον· διὸ σε, θεοφρόνως πιστοὶ μακαρίζομεν.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ὁ θεόλεκτος δῆμος, καὶ θεομακάριστος ἀγωνιζόμενος, καὶ θερμῶς ἀλλήλους, ἐνισχύοντες καὶ συνασπίζοντες, ὑπὸ τῶν ἀνόμων, ὑπὲρ Χριστοῦ σφαγιασθῆναι, εὐκλεῶς οἱ καλλίνικοι εἵλοντο.

Νευρωθέντες τῇ πίστει, καὶ τῆς εὐσεβείας τῷ ζήλῳ Σῶτερ πυρούμενοι, οἱ θεράποντές σου, παρανόμων τὸν φόβον οὐκ ἔπτηξαν, καὶ τῇ σῇ ἀγάπῃ, εἰλικρινῶς συνδεδεμένοι, ἑαυτοὺς ἑκουσίως παρέδωκαν.

Θεοῦ θείᾳ προνοίᾳ, καὶ τοῖς ἀνεφίκτοις της σοφίας κρίμασιν, ἀναθέντες πᾶσαν, τὴν ζωὴν αὐτῶν δῆμος ὁ ἔνθεος, πρὸς τὰς παρανόμους, Ἑβραϊκὰς μιαιφονίας, εὐθαρσῶς οἱ γενναῖοι ἐχώρησαν.

Ἐπὶ σοὶ πεποιθότες, καὶ πεπιστευκότες ἐν τῇ Ἀναστάσει σου, οἱ σοὶ Σῶτερ μύσται, οὐκ ἐρίζοντες οὐδὲ κραυγάζοντες, ὑπὸ τῶν ἀνόμων, ὑπὲρ τῆς σῆς ὁμολογίας, ἀνῃρέθησαν οἱ γενναιότατοι.
Θεοτοκίον
Ὁ Θεοῦ Θεὸς Λόγος, ὁ πρὸ τῶν αἰώνων Πατρὶ συναΐδιος, εὐσπλαγχνίας πλούτῳ, ἐν γαστρί σου σκηνώσας ἐπτώχευσε, καὶ βροτὸς ἐφάνη, ἐπὶ τῆς γῆς σάρξ χρηματίσας, Θεοτόκε Παρθένε πανύμνητε.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τῷ αἵματι τοῦ Χριστοῦ, σημειωθέντες οἱ Ἅγιοι, τὰ αἵματα ἑαυτῶν, προθύμως ἐξέχεον, οἱ ἔνδοξοι Μάρτυρες, καὶ νῦν βασιλεύειν, σὺν αὐτῷ κατηξιώθησαν.

Εἰρήνην προφητικῶς, ἐλάλουν γλῶσσαι ψελλίζουσαι, ἐκήρυττον τὸν Χριστόν, νηπίων ψελλίσματα, παρθένοι θεόφρονες, ὑπὲρ εὐσεβείας, ἑαυτὰς Θεῷ προσήνεγκαν.

Ῥαγήσεταί σοι τὸ φῶς, ἀνατελεῖ τὰ ἱμάτια, πλουσίως παρὰ Θεοῦ, Ἀρέθα θεσπέσιε, πρὸς ὃν ἐξεδήμησας, ἀποστάζων ἔτι, τοὺς ἱδρῶτας τῆς ἀθλήσεως.

Πληθὺς σοι Μαρτυρική, ἐνθέως Σῶτερ προσήνεκται,τὰ αἵματα διὰ σέ, προθύμως κενώσασα, καὶ αἰτεῖ τὴν ἄφεσιν, τῶν ἁμαρτημάτων, τοῖς αὐτὴν ἀεὶ δοξάζουσιν.
Θεοτοκίον
Ἐξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόβλημα τῆς σαρκός, καθ' ἕνωσιν ἄρρητον, ἐκ σοῦ Ἀπειρόγαμε, περιβεβλημένη, καὶ τὸν κόσμον κατεφώτισεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηριας μου».

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Εὐφροσύνης πρόξενος ἡμῖν ἐπέστη, ἡ φωσφόρος σήμερον, τῶν Ἀθλοφόρων ἑορτή, ἣν ἀνυμνοῦντες δοξάζομεν, τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον.
Ὁ Οἶκος
Τὸν νοῦν μου φώτισον Χριστέ, τῇ αἴγλῃ τῶν ἀγώνων, Ἀρέθα τοῦ γενναίου, καὶ πάντων τῶν ἁγίων τῶν ἀθλησάντων σὺν αὐτῷ· πρῶτος γὰρ ἁπάντων ἀνεδείχθη ὁ στερρός, φαιδρῶς παραταξάμενος κατὰ τῶν ἀθετούντων τὴν σάρκωσιν σου, τοῦ ὑπὲρ φύσιν σαρκωθέντος καὶ τεχθέντος, ἵνα ἡμᾶς λυτρώσῃς τῆς πλάνης, καὶ δείξῃς ἀπλανῶς τοῖς βουλομένοις διοδεύειν τὴν ὁδὸν τοῦ μαρτυρίου, ἣν οἱ Ἀθληταὶ ἐβάδισαν, σὲ ἀνυμνοῦντες τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ.
Στίχοι
Τμηθείς, Θεῷ προσῆξε Μάρτυς Ἀρέθας,
Πολλοὺς ὁμοίως Μάρτυρας τετμημένους.
Ἀρέθα εἰκάδι σὺν γνωστοῖσι τετάρτῃ τμήθης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη μιᾶς γυναικὸς καὶ τοῦ βρέφους αὐτῆς, ἣν ἰδὸν τὸ βρέφος ἐν τῷ πυρί, ἐπιρρῖψαν ἐν τῇ φλογὶ ἑαυτὸ τελειοῦται
Στίχοι
Τῇ μητρὶ πρὸς πῦρ ἡσύχως τεφρουμένη,
Φωναῖς ὑποψελλίζον εἵπετο βρέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεβαστιανῆς.
Στίχοι
Σεβαστιανὴ τῇ τομῇ βλύζει γάλα,
Οὐχ αἷμα καὶ σάρξ ὥς περ οὖσα πρὸς ξίφος.

Οἱ ἅγιοι Μᾶρκος, Σωτήριχος, Οὐαλεντῖνος κατὰ γῆς συρόμενοι, καὶ οἱ ἅγιοι Ἀκάκιος ὁ πρεσβύτερος καὶ Νέρδων ξίφει καὶ πυρὶ τελειοῦνται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Αἱμάτων οἱ χείμαρροι, τῶν ἀθλητῶν σου ἀναπηγάζουσι, τὰς ἰάσεις τοῖς πίστει, τὴν τούτων Μνήμην καταγεραίρουσι, καὶ σοὶ τῷ Κτίστῃ προθύμως κραυγάζουσιν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μητέρες οἰκτίρμονες, ὡς τετρωμέναι τῆς σῆς ἀγάπης Χριστέ, οὐκ ἐφείσαντο παίδων, ἀλλ' ἐν καμίνῳ καταφλεγόμεναι, σοὶ τῷ Δεσπότῃ ἐκραύγαζον λέγουσαι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐμώραναν ἅπασαν, οἱ Ἀθλοφόροι τὴν τῶν ἀνόμων βουλήν, ὡς τῇ θείᾳ συνέσει, καὶ ἀγχινοίᾳ κατακοσμούμενοι, καὶ γεγηθότες ἐσφάττοντο ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λαμπάδα ἀθλήσεως, καὶ παρθενίας φαιδρῶς ἀνάψασαι, εἰς τὸν θεῖον νυμφῶνα, αἱ νικηφόροι ἀγαλλιώμεναι, σὺν ταῖς φρονίμοις Παρθένοις κραυγάζουσιν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ψυχῶν καθαρτήριον, καὶ σωτηρίας ὑπάρχεις πρόξενος, τοῖς ἐν πίστει καὶ πόθῳ, Θεοῦ Μητέρα σε καταγγέλλουσι, καὶ τῷ Υἱῷ σου συμφώνως κραυγάζουσιν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐν τῷ νόμῳ πέφυκε, προφανῶς ἡ τελείωσις, ἀλλ' ἐν τῷ Χριστῷ, ἡ σωτηρία δέδοται, ἐβόων οἱ Μάρτυρες, τοῖς θεοκτόνοις λέγοντες· ὅθεν γεγηθότες ἀναιρούμενοι πάντες, καὶ θνῄσκομεν προθύμως, καὶ αὐτῷ μελῳδοῦμεν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Μυσταγωγεῖ τὸ νήπιον, καὶ διδάσκει τοὺς ἄφρονας, πρὸς τὴν σὴν εἰκόνα, καθορᾶν τὴν ἄχραντον, καὶ πίστιν εἰσδέξασθαι, τῆς ἐν γῇ παρουσίας σου, καὶ διαλαθόν τῶν παρανόμων τὰς χεῖρας, τὴν φλόγα ὑπεισῆλθε, τῇ τεκούσῃ συμψάλλον· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐπὶ τῆς γῆς οἱ Μάρτυρες, εὐσεβῶς ἠγωνίσαντο, καὶ ἐν οὐρανοῖς, παρὰ Χριστοῦ τὸν στέφανον ἀξίως ἐδέξαντο, χαρμονικῶς ἀπάραντες, τῶν εὐφραινομένων, ἔνθα ἡ κατοικία, τῶν πίστει μελῳδούντων, καὶ βοώντων ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νενικηκότες Ἅγιοι, τὸν δεινὸν κοσμοκράτορα, καὶ τοὺς ὑπουργοῦντας, τοῖς αὐτοῦ θελήμασι πρὸς τὸν Παντοκράτορα, καὶ τὸν τῶν ὅλων Κύριον, μετὰ παρρησίας καὶ χαρᾶς ἀνεκφράστου, μετέστησε βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου Πανάχραντε, τῶν εἰλικρινῶς καὶ καθαρῶς βοώντων σοι, καὶ σὲ Θεομήτορα ὁμολογούντων Πάναγνε, τῶν ἁμαρτημάτων, αἰτουμένη τὴν λύσιν, τυχεῖν τε σωτηρίας, τοὺς πιστῶς μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Μέτοχοι δόξης τοῦ Χριστοῦ, κοινωνήσαντες θανάτου γεγόνατε, Ἅγιοι Μάρτυρες, καὶ βασιλείας τῷ διαδήματι, κατεκοσμήθητε φαιδρῶς· Θεῷ δὲ παρίστασθε, ἡμῖν αἰτούμενοι, σωτηρίαν ψυχικὴν ἀξιάγαστοι.

Νόμιμοι ὤφθητε Χριστοῦ, στρατιῶται καὶ ἀήττητοι Μάρτυρες, Ἀρέθα πάνσοφε, καὶ σοὶ προθύμως οἱ συναθλήσαντες, σὺν Ἀθλοφόροις γυναιξί, παρθένοι νεάνιδες· διὸ δεόμεθα, ἐκτενῶς ὑπὲρ ἡμῶν ἱκετεύσατε.

Ὅμιλος πρόκειται ἡμῖν, ἐκκλησία τε Μαρτύρων θεόλεκτος, δεῦτε φιλόθεοι, μετ' ἐγκωμίων τούτους ὑμνήσωμεν, ὡς νικηφόρους Ἀθλητάς, ὡς θείους θεράποντας, ὡς ἱκετεύοντας, ἐκτενῶς ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.

Ἴθυνον Λόγε τοῦ Θεοῦ, τὴν ζωήν μου καὶ κυβέρνησον Δέσποτα, τῶν θεραπόντων σου, ταὶς ἱκεσίαις τῶν ἀγαπώντων σε, καὶ καταξίωσον αὐτῶν, γενέσθαι συμμέτοχον, τὰς ἁμαρτίας μου, παρορῶν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Θεοτοκίον
Σκήνωμα γέγονας Θεοῦ, τὸν ἀχώρητον ἐν μήτρᾳ χωρήσασα, καὶ τὸν πρὶν ἄσαρκον, σεσαρκωμένον ἡμῖν γεγέννηκας, ὃν νῦν δυσώπησον Ἀγνή, πταισμάτων συγχώρησιν, πᾶσι δωρήσασθαι, τοῖς ἐν πίστει σε ἀεὶ μεγαλύνουσιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀρέθα παναοίδιμε, σὺν τοῖς συνάθλοις πρέσβευε, Χριστῷ βραβεῦσαι τῷ κόσμῳ, ὁμόνοιαν καὶ εἰρήνην, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, Μεγαλομάρτυς ἔνδοξε, καὶ ἱλασμὸν τοῖς τελοῦσι, τὴν ἱερὰν ἡμῶν μνήμην.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Φθαρεῖσαν ἀνεκαίνισας, τὴν φύσιν τοῦ Προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Ποιητὴν τῆς κτίσεως, ὑφ' οὗ ῥωσθέντες ἤθλησαν, χοροὶ Μαρτύρων μέλποντες, σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.