Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου
καὶ ἡ Ἀνάμνησις τοῦ γεγονότος σεισμοῦ.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, λέγομεν τὴν α' Στάσιν τοῦ, Μακάριος ἀνήρ.
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια Στιχηρὰ τοῦ Ἁγίου.

Στιχηρὰ τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! ἐν οὐρανῷ καὶ ἐν γῇ, ἀγαλλίαμα σήμερον, ἐν τῇ μνήμῃ ηὔγασται, Δημητρίου τοῦ Μάρτυρος, ἐκ τῶν Ἀγγέλων ἐπαίνοις στέφεται, καὶ ἐξ ἀνθρώπων ᾄσματα δέχεται. Ὢ οἷον ἤθλησε! πῶς καλῶς ἠγώνισται! δι' οὗ ἐχθρός, πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος! ταῖς τῶν θαυμάτων βολαῖς, τοῦ ἡλίου φανότερον, εἰς ἀεὶ Δημήτριος, διαλάμπει τοῖς πέρασιν, ἐξ ἀνεσπέρου φωτὸς λαμπόμενος, καὶ τῷ ἀδύτῳ φωτὶ τερπόμενος· οὗ ταῖς ἑλλάμψεσι, νέφη ἀπηλάθησαν βαρβαρικά, νόσοι ἐδιώχθησαν, δαίμονες ἥττηνται.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ λογχευθείς, ὁ τρισμάκαρ Δημήτριος,πρὸς ἐχθροὺς ἑκάστοτε, ῥομφαία ὤφθη δίστομος, ἀποθερίζων ἐχθρῶν γαυρίαμα, καὶ καταράσσων δαιμόνων φρύαγμα. ᾯ ἐκβοήσωμεν, Ἅγιε Δημήτριε, σκέπε ἡμᾶς, σοῦ τὴν ἀεισέβαστον, μνήμην γεραίροντας.
Ἦχος πλ. δ'
Πύργος εὐσεβείας πέφηνας, ἐρηρεισμένος στερρῶς, ἐπὶ πέτραν τῆς πίστεως, πειρασμοῖς ἀνάλωτος, καὶ κινδύνοις ἀκλόνητος· μετὰ σφοδροῦ γὰρ σάλου καὶ κλύδωνος, σοὶ προσραγέντα ἀθέων κύματα, σὴν οὐ κατέβαλον, ἀκλινῆ στερρότητα· μαρτυρικῷ στέφει γὰρ ἐπόθησας, ἐγκαλλωπίζεσθαι.
Ἦχος πλ. δ'
Πάθει τὸ πάθος μιμούμενος, τὸ ζωηφόρον Χριστοῦ, παρ' αὐτοῦ τὴν ἐνέργειαν, τῶν θαυμάτων εἲληφας, Ἀθλοφόρε Δημήτριε, καὶ διασῴζεις τοὺς σοὶ προστρέχοντας, πολλῶν κινδύνων αὐτοὺς ῥυόμενος, ἔχων εὐάρεστον, παρρησίαν ἔνδοξε πρὸς τὸν Χριστόν, ᾧ καὶ νῦν παρίστασαι, δόξης πληρούμενος.
Ἦχος πλ. δ'
Αἵματι τῷ σῷ σταζόμενος, τῷ ζωοδότῃ Χριστῷ, τῷ τὸ αἷμα τὸ τίμιον, διὰ σὲ κενώσαντι, προσηνέχθης Δημήτριε, καὶ κοινωνὸν σε δόξης εἰργάσατο, καὶ βασιλείας αὐτοῦ συμμέτοχον, ὡς ἀριστεύσαντα, κατὰ τοῦ ἀλάστορος, καὶ τὰ δεινά, τούτου μηχανήματα, τελείως σβέσαντα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Βυζαντίου
Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ Ἀθλοφόρου ἡ παγκόσμιος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, φαιδρῶς ἐκτελέσωμεν, τὴν μνήμην αὐτοῦ λέγοντες. Χαίροις ὁ τὸν χιτῶνα τῆς ἀσεβείας διαρρήξας, διὰ τῆς πίστεως, τὴν δὲ ἀνδρείαν τοῦ Πνεύματος σεαυτῷ περιθέμενος. Χαίροις, ὁ καταργήσας τὰς ἐπινοίας τῶν παρανόμων, τῇ ἰσχὺϊ τῇ δοθείσῃ σοι, παρὰ τοῦ Θεοῦ. Χαίροις, ὁ λογχευθέντων τῶν μελῶν, τὸ μακάριον πάθος πνευματικῶς ἡμῖν ἀναζωγραφήσας τοῦ Χριστοῦ. Ὃν καθικέτευε, Ἀθλητῶν ἐγκαλλώπισμα Δημήτριε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Φοβερὸς εἶ Κύριε ΤΟ ΑΚΟΥΤΕ
Παναγία Δέσποινα, τοῦ κόσμου βοήθεια, καὶ ἐλπὶς Χριστιανῶν, σὲ νῦν ἐκδυσωποῦμεν, καὶ σὲ παρακαλοῦμεν ἀγαθή, ὑπὲρ ἡμῶν ἡμαρτηκότων καὶ ἀπεγνωσμένων, τόν Υἱόν σου καὶ Κύριον, ἵλεων ποιῆσαι Θεοτόκε· ἔχεις γὰρ τὸ δύνασθαι, τῇ μητρικῇ σου πρὸς αὐτὸν χρωμένῃ παρρησίᾳ. Πρόφθασον Ἄχραντε, πρόφθασον μεσίτευσον, καὶ ῥῦσαι τὸν λαόν σου τῆς ἐνεστώσης ἀπειλῆς· διὰ σπλάγχνα ἐλέους, μὴ παρίδῃς τοὺς ὑμνοῦντάς σε.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 63, 15-19 & 64, 15 καὶ ἐκλογὴ)

Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ Ἁγίου σου καὶ δόξης σου. Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν Κύριε; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καί, Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι. Τὶ ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου, ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός, καὶ κατακαύσει πῦρ τούς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου, ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου, καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλὸς καὶ σὺ ὁ Πλάστης ἡμῶν· ἔργα χειρῶν σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν, Κύριε, ἕως σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, Κύριε, ὅτι λαός σου πάντες ἡμεῖς.
Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα
(Κεφ. 2, 1-12)

Τάδε λέγει Κύριος· Ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ. τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ. Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ' αὐτούς, λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ. Τάδε λέγει Κύριος. Τὶ εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ, καὶ ἀκάρπῳ, καὶ σκιᾷ θανάτου, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ, οὐδὲ κατῴκησεν υἱὸς ἀνθρώπου ἐκεῖ; Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς αὐτοῦ, καὶ τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. Διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ καὶ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3,1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ· Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα.
Ἦχος α'
Γεωργίου Σικελιώτου

Εὐφραίνου ἐν Κυρίῳ πόλις Θεσσαλονίκη, ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα, Δημήτριον τὸν πανένδοξον ἀθλητήν, καὶ Μάρτυρα τῆς ἀληθείας, ἐν κόλποις κατέχουσα ὡς θησαυρόν, ἀπόλαβε τῶν θαυμάτων τὰς ἰάσεις καθορῶσα, καὶ βλέπε καταράσσοντα τῶν Βαρβάρων τὰ θράση, καὶ εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραξον· Κύριε δόξα σοι.
Ὁ αὐτός Ἀνατολίου
Τῇ τῶν ᾀσμάτων τερπνότητι, τὴν παροῦσαν φαιδρύνωμεν ἡμέραν, καὶ ἠχήσωμεν τὰ τοῦ Μάρτυρος ἀγωνίσματα· πρόκειται γὰρ ἡμῖν εἰς εὐφημίαν ὁ μέγας Δημήτριος. Καὶ γὰρ τὰς τῶν τυράννων ἐπιφορὰς ἀνδρείως ἑλών, πρὸς τὸ στάδιον προθύμως ἥλατο, καὶ τὰ νικητήρια ἐνδόξως ἀπενεγκάμενος, τὸν Σωτῆρα δυσωπεῖ, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος β'
Γερμανοῦ

Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον· σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στερρός, λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως. Διό σου σήμερον τὴν κοίμησιν ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τὸν σὲ δοξάσαντα κύριον.
Καὶ νῦν... Θεοτοκίον ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουήλ, φύσεως μὲν πύλας ἤνοιξεν ὡς ἄνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη. Ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰ μὴ Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ ἰδιόμελα τοῦ σεισμοῦ.
Ποίημα Συμεων τοῦ θαυμαστορείτου
Ἦχος β'

Τῆς γῆς συνταρασσομένης τῷ τῆς ὀργῆς σου φόβῳ, βουνοὶ καὶ τὰ ὄρη συσσείονται Κύριε, ἀλλ' εὐσπλαγχνίας ὄμματι ἐφ' ἡμᾶς ἐπιβλέψας, μὴ τῷ θυμῷ σου ὀργισθῇς ἡμῖν, ἀλλὰ σπλαγχνισθεὶς ἐπὶ τὸ πλάσμα τῶν χειρῶν σου, τῆς φοβερᾶς ἡμᾶς τοῦ σεισμοῦ ἀπειλῆς ἐλευθέρωσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἦχος πλ. β'
Στίχ.
Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν.
Φοβερὸς εἶ Κύριε, καὶ τὶς ὑποστήσεται τὴν δικαίαν σου ὀργήν, ἢ τὶς σὲ δυσωπήσει, ἢ τὶς παρακαλέσει ἀγαθέ, ὑπὲρ λαοῦ ἡμαρτηκότος καὶ ἀπεγνωσμένου; τὰ οὐράνια τάγματα Ἄγγελοι, Ἀρχαὶ καὶ Ἐξουσίαι, θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ὑπὲρ ἡμῶν σοὶ βοῶσιν· Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς ἀγαθέ, διὰ σπλάγχνα ἐλέους, σῷζε πόλιν κινδυνεύουσαν.
Στίχ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν.
Νινευῖται τοῖς παραπτώμασι, τὴν διὰ τῆς τοῦ σεισμοῦ ἀπειλῆς κατάχωσιν ἤκουον· ἐν δὲ τῷ μεσιτεύοντι σημείῳ τοῦ κήτους, τὴν διά του Ἰωνᾶ ἀνάστασιν, ἡ μετάνοια παρακαλεῖ, ἀλλ' ὡς ἐκείνους, βοῇ λαοῦ σου μετὰ νηπίων καὶ κτηνῶν, οἰκτείρας προσεδέξω, καὶ ἡμᾶς παιδευομένους, διὰ τῆς τριημέρου Ἀναστάσεως, φεῖσαι καὶ ἐλέησον.
Δοξαστικὸν, Τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἀνατολίου
Ἔχει μὲν ἡ θειοτάτη σου ψυχὴ καὶ ἄμωμος, ἀοίδιμε Δημήτριε, τὴν οὐράνιον Ἱερουσαλὴμ κατοικητήριον, ἧς τὰ τείχη, ἐν ταῖς ἀχράντοις χερσὶ τοῦ ἀοράτου Θεοῦ ἐζωγράφηνται. Ἔχει δὲ καὶ τὸ πανέντιμον, καὶ ἀθλητικώτατόν σου σῶμα, τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς, ταμεῖον ἄσυλον θαυμάτων, νοσημάτων ἀλεξητήριον, ἔνθα προστρέχοντες, τὰς ἰάσεις ἀρυόμεθα. Φρούρησον πανεύφημε, τὴν σὲ μεγαλύνουσαν πόλιν, ἀπὸ τῶν ἐναντίων προσβολῶν, παρρησίαν ὡς ἔχων, πρὸς Χριστὸν τόν σὲ δοξάσαντα.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος γ'
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ σεισμοῦ
Ἦχος πλ. δ'
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἡ μνήμη σου ἔνδοξε, Μάρτυς Δημήτριε, ἐφαίδρυνε σήμερον, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ πάντας συνήγαγεν, ᾄσμασιν ἐπαξίως, εὐφημεῖν σε θεόφρον, ὡς ὄντως στρατιώτην, καὶ ἐχθρῶν καθαιρέτην· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.
Δόξα... Ὅμοιον
Ἀθλήσεως καύχημα, Μάρτυς Δημήτριε, Χριστὸν ἐνδυσάμενος, κατεπολέμησας, ἐχθρὸν τὸν ἀνίσχυρον· πλάνην γὰρ τῶν ἀνόμων, ἐν αὐτῷ καταργήσας, γέγονας τοῖς ἐν πίστει, εὐσεβείας ἀλείπτης· διό σου καὶ τὴν μνήμην, σεπτῶς πανηγυρίζομεν.
Καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς ἀκαταίσχυντε, τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν· τοῦτον σὺν τοῖς Ἁγίοις, Ἀποστόλοις δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν καὶ εἰρήνην, καὶ πᾶσιν ἡμῖν πρὸ τέλους, βίου διόρθωσιν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον ΤΟ ΑΚΟΥΤΕ
Ἀδιστάκτῳ τῇ πίστει ὁ Ἀθλοφόρος Χριστοῦ, τῶν τυράννων τὰ θράση καταβαλὼν ἀνδρικῶς, ἀθλητικῶς τὸν πονηρὸν κατεπάλαισε, καὶ τῶν βασάνων ἀμοιβήν, τὴν τῶν θαυμάτων παροχήν, ἐδέξατο ἐκ τοῦ μόνου, Θεοῦ τοῦ ἀγωνοθέτου, ᾧ καὶ πρεσβεύει ἐλεηθῆναι ἡμᾶς.
Δόξα... Τὸ αὐτὸ
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τὸν συμπαθέστατον, Κυρίου Μάρτυρα, ἐκδυσωποῦμέν σε πιστῶς Δημήτριε, ῥῦσαι ἡμᾶς παντοδαπῶν, κινδύνων ἐπερχομένων, ἴασαι ψυχῶν ἡμῶν, καὶ σωμάτων τὰ τραύματα, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε· εἰρήνευσον ἡμῶν τὴν ζωήν, ὅπως ἀεὶ σε δοξάζωμεν.
Δόξα... Τὸ αὐτὸ
Καὶ νῦν... Θεοτοκίον
Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι πολλοῖς, ἐν πταίσμασι Θεοτόκε· ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου· Δέξαι με πανάχραντε, τὸν πολλὰ ἁμαρτήσαντα, ἵνα ἐν παρρησίᾳ κραυγάζω σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Προκείμενον, Ἦχος δ'
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.

Δόξα... ταῖς τοῦ Ἀθλοφόρου
Καὶ νῦν... ταῖς τῆς Θεοτόκου
Στίχ. Ἐλέησόν με ὁ Θεός...
Καὶ τὸ ἰδιόμελον, Ἦχος β'
Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον· σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στερρός· λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως. Διό σου σήμερον, τὴν κοίμησιν ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.

Ὁ Κανὼν τοῦ σεισμοῦ, οὗ ἡ Ἀκροστιχίς.
Ὦ Χριστέ, τῆς γῆς τὸν κλόνον παῦσον τάχος.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».

Ὡς φοβερὰ ἡ ὀργή σου, ἐξ ἧς ἡμᾶς, ἐλυτρώσω Κύριε, μὴ συγχώσας ἐν τῇ γῇ, ἄπαν τὸ ἀνάστημα ἡμῶν· εὐχαρίστως σε διὸ ἀεὶ δοξάζομεν.

Χαίρων ἀεὶ καθ' ἑκάστην τῇ παντελεῖ, διορθώσει Δέσποτα, ὥς περ φύλλον εὐτελές, διασείεις ἅπασαν τὴν γῆν, εἰς τὸν φόβον σου πιστοὺς στηρίζων ἡμᾶς.

Ῥῦσαι σεισμοῦ βαρυτάτου πάντας ἡμᾶς, καὶ μὴ δώῃς Κύριε, ἀπολέσθαι παντελῶς, τήν κληρονομίαν σου πολλοῖς, παροργίζουσαν κακοῖς σὲ τὸν μακρόθυμον.
Θεοτοκίον
Ἱκετευτικῶς σοι βοῶμεν Μῆτερ Θεοῦ, τὰ συνήθη σπλάγχνα σου, ἐπὶ πόλιν καὶ λαόν, συμπαθῶς δεικνύουσα σεισμοῦ, βαρυτάτου καὶ φθορᾶς ἡμᾶς ἀπάλλαξον.

Ὁ πρῶτος Κανὼν τοῦ Ἁγίου Μεγαλομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Τῷ καλλινίκῳ προσλαλῶ Δημητρίῳ
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Τὸν θεῖον, τοῦ μαρτυρίου στέφανον, ἀναδησάμενος, περὶ Θεὸν χορεύεις ἀστραπαῖς, ταῖς ἐκεῖθεν λαμπόμενος, καὶ φωτισμοῦ πληρούμενος, Μάρτυς ἀοίδιμε Δημήτριε.

Ὡς ὄντα, τῆς ἀληθείας Μάρτυρα, καὶ μέχρις αἵματος, ἠγωνισμένον Μάκαρ καρτερῶς, σταθηράν τε τὴν ἔνστασιν, πρὸς τοὺς ἀγῶνας δείξαντα, σὲ ὁ Δεσπότης προσεδέξατο.

Κακίας, τὸν εὑρετὴν κατέρραξας, πρὸς γῆν Δημήτριε, μαρτυρικῇ σου λόγχῃ καθελών, θεϊκῆς ἀγαθότητος, ταῖς ὑπὲρ νοῦν δυνάμεσιν, εἰς τοῦτο Μάκαρ δυναμούμενος.
Θεοτοκίον
Ἀμήτωρ, καθ' ὃ Θεὸς τὸ πρότερον, ὑπάρχων γέγονε, τὸ καθ' ἡμᾶς ἀπάτωρ ὁ ἐκ σοῦ, Θεοτόκε πανύμνητε, σάρκα λαβὼν καθ' ἕνωσιν, τὴν ὑπὲρ λόγον καὶ διάνοιαν.

Ὁ Δεύτερος Κανὼν τοῦ Ἁγίου Μεγαλομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Μύρῳ νοητῷ προσπλακείς, μύρον γίνῃ
Ἐν δὲ τοῖς Θεοτοκίοις
Φιλοθέου

Ποίημά ἐστιν οὗτος τοῦ Ἁγιωτάτου καὶ οἰκουμενικοῦ Πατριάρχου κυρίου Φιλοθέου, ὑπόθεσιν ἔχων ἐγκωμίων ὁμοῦ καὶ δεήσεως τὸ ἱερὸν αὐτοῦ μύρον.

ᾨδὴ α'
Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Μερίς μου Δημήτριε, καὶ δόξα θεία γεγένησαι· τῆς μάνδρας γὰρ πρόβατον, κἀγὼ τῆς φίλης σου· διὸ δέξαι μου, τὸν ὕμνον στεφηφόρε, κροτοῦντα τοῦ μύρου σου, τὴν χάριν σήμερον.

Ὑπῆλθες Δημήτριε, λαμπρῶς Μαρτύρων τὸ στάδιον, ἐλαίῳ ἀλείψας σου, τῶν ἀρετῶν τὴν ψυχήν, καινῷ τρόπῳ δέ, πεσὼν νικᾷς γενναῖε, καὶ μύρου τὸ σῶμά σου, κρήνην ἀνέδειξας.

Ῥευμάτων βορβόρου με, καὶ δυσωδίας Δημήτριε, ἀπόσμηξον δέομαι, τῶν ἀκαθάρτων παθῶν, καὶ τῷ μύρῳ σου, λαμπρῶς εὐωδιάσας, Χριστοῦ μύρου ποίησον, ἄξιον σκήνωμα.

Ὡς μύρον μὲν ἔφησε, Δαυῒδ ὁ θεῖος ἐν Πνεύματι, τὴν ἕνωσιν Ἔνδοξε, τῶν ἀδελφῶν τὴν τερπνήν, τὰ δὲ μύρα σου, σοφὲ τὴν νέαν κτίσιν, συνάγει πρὸς ἕνωσιν, μύρου τοῦ κρείττονος.
Θεοτοκίον
Φανεῖσαν Πανάμωμε, μύρου τοῦ θείου ἀλάβαστρον, καὶ σκεῦος ἐξαίρετον, τῆς εὐωδίας Χριστοῦ, ἱκετεύω σε, παθῶν τῆς δυσωδίας, βορβόρου τε λύτρωσαι, τῆς ἁμαρτίας με.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Κανών α', ᾨδὴ γ', τοῦ σεισμοῦ
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε Ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».

Ἡ γῆ μαστίζεται ἡμῶν, κακῶς διακειμένων, καὶ ἀεὶ τὴν ὀργήν σου, συγκινούντων καθ' ἡμῶν, οἰκτίρμον Παμβασιλεῦ, ἀλλὰ φεῖσαι, Δέσποτα τῶν δούλων σου.

Συσσείσας Κύριε τὴν γῆν, ἐστερέωσας πάλιν, νουθετῶν ἐπιστρέφων, τὴν ἀσθένειαν ἡμῶν, στηρίζεσθαι ἐν τῷ σῷ, θείῳ φόβῳ, θέλων ὑπεράγαθε.

Γεννώσας θάνατον πικρόν, καὶ σεισμοὺς βαρυτάτους, καὶ πληγὰς ἀνηκέστους, ἁμαρτίας ἀδελφοί, ἐκφύγωμεν καὶ Θεόν, μετανοίας, τρόποις ἐκμειλίξωμεν.
Θεοτοκίον
Ἡ μόνη οὖσα ἀγαθή, τὸν πανάγαθον Λόγον, ἐκτενῶς ἐκδυσώπει, τῆς παρούσης τοῦ σεισμοῦ, ῥυσθῆναι πάντας ὀργῆς, Θεοτόκε, ἄχραντε δεόμεθα.

Κανών β', ᾨδὴ γ', α' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοί ΤΟ ΑΚΟΥΤΕ
Λελόγισται παρ' οὐδέν, τὸ τῶν τυράννων παρὰ σοὶ πρόσταγμα· τὸν τοῦ Θεοῦ Λόγον γάρ, πάντων Ἀθλοφόρε προέκρινας.

Λυχνία φωτοειδής, τοῦ Μαρτυρίου ἐν σκηνῇ γέγονας, θείῳ φωτὶ λάμπουσα, Μάρτυς Ἀθλοφόρε Δημήτριε.
Θεοτοκίον
Ἰώμενος τὴν μορφήν, τὴν σαθρωθεῖσαν τῶν βροτῶν Πάναγνε, ταύτην ἐκ σοῦ ἐνδύεται, μείνας ὅπερ ἦν ὁ φιλάνθρωπος.

Κανών γ', ᾨδὴ γ', β' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Τοὺς σοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ
Ναμάτων ἐπέβης ζωηρύτων, Βαπτίσματι θείῳ καθαρθεὶς αἵματι, δὲ λουσάμενος, μαρτυρικῷ Δημήτριε, κρᾶσιν καινὴν τετέλεκας, πηγὴ τῶν μύρων γενόμενος.

Ὁ μέγας φρουρὸς Θεσσαλονίκης, ὡς μέγας Κυρίου ποταμός, τέρπεις λαμπρῶς τὴν πόλιν σου, τοῦ μύρου τοῖς ὁρμήμασιν, ὡς θεῖα δὲ σκηνώματα, καθαγιάζεις τὰ σύμπαντα.

Ἡ πόλις σου Μάρτυς ὥς περ κρήνη, ναμάτων ὁρᾶται ζωτικῶν, ὡς ῥεύματα τὰ μύρα σου, ποταμηδὸν προχέουσα, θαλάσσας τῶν αἱρέσεων, καὶ τῶν παθῶν κατακλύζοντα.

Τὸ μύρον Χριστὸς ἐν τῇ ψυχῇ σου, Δημήτριε ῥεῦσαν νοητῶς, ὡς χείλεσι σοῖς μέλεσι, μύρου πηγὴν ἐξέχεε, τῆς χάριτος τοῦ Πνεύματος, σεπτὸν δεικνύων σε σκήνωμα.
Θεοτοκίον
Ἰδοὺ ἡ Παρθένος ἀνακράζει, τῷ πάντων Δεσπότῃ καὶ Υἱῷ· Καλὸς εἶ ὁ Νυμφίος μου, ἰδοὺ καλὸς ὡραῖός τε, εἰς τὴν ὀσμὴν τοῦ μύρου σου, σπουδῇ δραμοῦμαι ὀπίσω σου.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λογον ΤΟ ΑΚΟΥΤΕ
Εὐσεβείας τοῖς τρόποις καταπλουτῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τῶν τυράννων τὰ θράση, καὶ τῷ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων τὴν πλάνην, εἰς χάος ἐβύθισας· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις ἰάματα, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Ἕτερον τοῦ Ἁγίου
Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶν, βασιλέως ἀνόμου πᾶσαν βουλήν, ἐξέκλινας Ἔνδοξε, καὶ γλυπτοῖς οὐκ ἐπέθυσας· διὰ τοῦτο θῦμα, σαυτὸν προσενήνοχας, τῷ τυθέντι Λόγῳ ἀθλήσας στερρότατα· ὅθεν καὶ τῇ λόγχῃ, τὴν πλευρὰν ἐξωρύχθης, τὰ πάθη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Τοῦ Σεισμοῦ
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῆς ἐπελθούσης σου ὀργῆς ἀφορήτου, ὅτι ἠλέησας ἡμᾶς καὶ ἐρρύσω, φιλανθρωπίας πέλαγος δεικνύων Χριστέ, νῦν εὐχαριστοῦμέν σοι, παιδευθέντες ἐκκλῖναι, ἀπὸ τῶν κακῶν ἡμῶν, τῶν ἡμᾶς θανατούντων· Ἀλλ' ἐπιβλέψας οἴκτειρον ἡμᾶς, ταῖς ἱκεσίαις Σωτὴρ τῆς τεκούσης σε.

Κανών α', ᾨδὴ δ', τοῦ σεισμοῦ
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Σαλεύεις Κύριε, τὴν γῆν βουλόμενος, ἑδρασμῷ ἀληθείας πάντας ἡμᾶς, Δέσποτα στηρίζεσθαι, σαλευομένους προσβολαῖς, τοῦ δολίου πολεμήτορος.

Τῇ θείᾳ νεύσει σου, κλονεῖς τὰ σύμπαντα, καὶ δονεῖς τὰς καρδίας τῶν ἐπὶ γῆς, κατοικούντων Δέσποτα· τῆς οὖν δικαίας σου ὀργῆς, ἄνες Κύριε τὰ κύματα.

Οὐδόλως ἔχοντας, εἰς νοῦν τὸν φόβον σου, ἐκφοβεῖς τῇ κινήσει πάσης τῆς γῆς, μόνε εὐσυμπάθητε, ἀλλὰ συνήθως ἐφ' ἡμᾶς, τὰ ἐλέη σου θαυμάστωσον.
Θεοτοκίον
Ναὸν σε Δέσποινα, Θεοῦ γινώσκοντες, ἐν ἁγίῳ ναῷ σου χεῖρας οἰκτράς, αἴρομεν εἰς δέησιν· ἴδε τὴν κάκωσιν ἡμῶν, καὶ παράσχου σὴν βοήθειαν.

Κανών β', ᾨδὴ δ', α' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Νενικηκότα τὸ ψεῦδος τῆς ἀσεβείας, ὁ τοῦ Θεοῦ πανύψιστος, θεώμενος Λόγος, δόξῃ, ἐστεφάνωσε, Δημήτριε ψάλλοντα· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰθυνόμενος παλάμῃ τῇ ζωηφόρῳ, πρὸς τοὺς λειμῶνας ἔφθασας, τοὺς γαληνοτάτους, ἔνθα νῦν γηθόμενος, κραυγάζεις Δημήτριε· Δοξα τῇ δυνάμει σου Κύριε.

Κατὰ τῆς πλάνης τὸ τρόπαιον ἀναστήσας, νικητικὸν διάδημα, τῆς δικαιοσύνης, εἴληφας Δημήτριε, κραυγάζων τῷ Κτίστῃ σου· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ὡς τῶν κτισμάτων ἁπάντων ἱερωτέρα, Μήτηρ Θεοῦ γενέσθαι, μόνη ἠξιώθης· τοῦτον γὰρ γεννήσασα, τὸν κόσμον ἐφώτισας, τῆς θεογνωσίας τῇ χάριτι.

Κανών γ', ᾨδὴ δ', β' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Τὴν ἀνεξιχνίαστον ΤΟ ΑΚΟΥΤΕ
Ὥριμον ὡς βότρυν σε μάκαρ Χριστός, θείας ἐξ ἀμπέλου δρεψάμενος, ἐναποθλίβει, Μαρτυρίου τοῖς ληνοῖς· τὸ καταρρεῦσαν γλεῦκος δέ, μύρου θείαν βρύσιν εἰργάσατο.

Ποῦ μένεις Νυμφίε μου; ποῦ τὴν σκηνήν, σοῦ ἐν μεσημβρίᾳ κατέπηξας; ὁ στεφανίτης, ἀνεβόα τῷ Χριστῷ, εἰς τὴν ὀσμὴν τῶν μύρων σου, μύρον ἐκδραμοῦμαι ληψόμενος.

Ῥεύματα Δημήτριε πλάνης δεινῆς, κλύσας τῶν ἰαμάτων σου ῥεύμασιν, ἁμαρτιῶν μου, καὶ παθῶν τοὺς ποταμούς, εἰς τέλος ἀποξήρανον, μύρων σου τοῖς ῥευμασι δέομαι.
Θεοτοκίον
Λέγε μοι Νυμφίε μου, λέγε τρανῶς· Ποῦ ποτε ποιμαίνεις τὰ πρόβατα; ἡ Νύμφη κράζει, τῷ Νυμφίῳ καὶ υἱῷ· ἡ ὀσμὴ γὰρ τῶν μύρων σου, πάντας τοὺς φιλοῦντάς σε εἵλκυσεν.
Καταβασία
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε

Κανών α', ᾨδὴ ε', τοῦ σεισμοῦ
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενος».

Καὶ σὺ καρδία σείσθητι νῦν, βλέπουσα Θεοῦ τὴν ἀπειλήν, ἐπικειμένην καὶ βόησον· Φεῖσαι τοῦ λαοῦ σου Δέσποτα Κύριε, καὶ παῦσον τὴν δικαίαν ὀργὴν σου εὔσπλαγχνε.

Λαὸν καὶ πόλιν ἣν περ τῷ σῷ, αἵματι ἐκτήσω Ἰησοῦ, μὴ παραδῷς εἰς ἀπώλειαν, ἐν τῷ συνταράσσειν τὴν γῆν σεισμῷ φοβερῷ, χορὸς τῶν Ἀποστόλων καθικετεύει σε.

Ὁδούς σου Δέσποτα τὰς ὀρθάς, γνώμῃ ὑπεκκλίνοντες στρεβλῇ, εἰς ἀγανάκτησιν τρέπομεν, σὲ τὸν συμπαθῆ τε καὶ ἀμνησίκακον, ἀλλ' ἵλεως οἰκτίρμον γενοῦ τοῖς δούλοις σου.
Θεοτοκίον
Νῦν βοηθείας ἦλθεν καιρός, νῦν καταλλαγῆς χρεία Ἁγνή, πρὸς τὸν Υἱόν σου καὶ Κύριον, ὅπως οἰκτειρήσῃ προσκεκρουκότας ἡμᾶς, καὶ τῆς ἐπικειμένης ὀργῆς λυτρώσηται.

Κανών β', ᾨδὴ ε', α' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Πῦρ πόθου θεϊκοῦ, ἐν καρδίᾳ δεξάμενος, πῦρ ἔσβεσας τῆς ἀθέου, τῶν εἰδώλων μανίας, ἀοίδιμε Δημήτριε.

Ῥυόμενος ἡμᾶς, ἐκ κινδύνων ἐπίφανον, Δημήτριε ταῖς εὐχαῖς σου, περισκέπων τοὺς πίστει, καὶ πόθῳ εὐφημοῦντάς σε.

Οἱ πίστει πρὸς τὸ σόν, ἐπειγόμενοι τέμενος, Δημήτριε νοσημάτων, καὶ παθῶν ψυχοφθόρων, συντόμως ἀπαλλάττονται.
Θεοτοκίον
Ὁ Λόγος τοῦ Θεοῦ, ὁ Πατρὶ ὁμοούσιος, σὸς γίνεται θεομῆτορ, ὑπὲρ νοῦν τε καὶ λόγον, Υἱὸς σοι ὁμοούσιος.

Κανών γ', ᾨδὴ ε', β' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Ὁ μέγας ἐν Μάρτυσι, Δημήτριος τοῖς αἵμασιν, ἱδρῶτας κεράσας τῶν ἀγώνων, μύρον τὸ θεῖον ἡμῖν ἐσκεύασε, πυρὶ τῷ τοῦ Πνεύματος καλῶς, ἑψήσας τὸ φάρμακον, εἰς ψυχῶν καινὴν κάθαρσιν.

Σωμάτων τὰ τραύματα, καὶ τῶν ψυχῶν Δημήτριε, ὥς περ ἀντιδότῳ δραστηρίῳ, μύρῳ καθαίρεις τῷ ἐκ τοῦ τάφου σου, ἰὸν ἀποπλύνων νοητόν, ζήλῳ τοῦ Δεσπότου σου, σταλαγμοῖς τῶν αἱμάτων σου.

Πυρὸς ἐνεργέστερον, τὸ μύρον σου Δημήτριε, πᾶσαν διατρέχον Ἐκκλησίαν, βλυζει πηγάζει, ζεῖ τε καὶ δρᾷ μυστικῶς, τοῖς πίστει προστρέχουσιν αὐτῷ, φλέγον τὰ νοσήματα, καὶ διῶκον τοὺς δαίμονας.
Θεοτοκίον
Ὁ Λόγος ἐν μήτρᾳ σου, Κόρη σκηνώσας εἴργασται, ταύτην μυροθήκην καινοῦ μύρου· ὅθεν Παρθένε Ἁγίων θείων ψυχαί, ὀπίσω σου ἔδραμον θερμῶς· Εἶ καλὴ βοῶσαί σοι, εἶ καλὴ Κόρη Δέσποινα.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Κανών α', ᾨδὴ ς', τοῦ σεισμοῦ
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Οὐκ ἔχοντες Δέσποτα, παρρησίαν δυσωπεῖν, οἱ ταπεινοὶ τὸ ὕψος σου, τοὺς ἐκλεκτοὺς Ἀγγέλους σου εἰς θερμήν, κινοῦμεν παράκλησιν, δι' αὐτῶν τῆς ὀργῆς σου ἐξελοῦ ἡμᾶς.

Νῦν ἔγνωμεν Κύριε, ὡς ἠθέλησας ἡμᾶς, καὶ οὐδαμῶς συνέχωσας, ὑπὸ τὴν γῆν συμπτώμασιν χαλεποῖς, πολλὰ πλημμελήσαντας· εὐχαρίστως διὸ σε μεγαλύνομεν.

Προστάττεις σαλεύεσθαι, τὰ θεμέλια τῆς γῆς, ὅπως ἡμεῖς παυσώμεθα, οἱ ταπεινοὶ σαλεύεσθαι ἀρετῶν, τῆς κρείττονος στάσεως, καὶ τῷ φόβῳ σου Λόγε στηριζώμεθα.
Θεοτοκίον
Ἁγία Θεόνυμφε, ἀπορούμενον νυνί, τὸν σὸν λαὸν οἰκτείρησον, καὶ μητρικαῖς πρεσβείαις τὴν καθ' ἡμῶν, Θεοῦ ἀγανάκτησιν, μεταποίησον τάχος δυσωποῦμέν σε.

Κανών β', ᾨδὴ ς', α' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Θύσω σοι, μετα φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Συμφώνως, συνελθόντες ὑμνοῦμεν Δημήτριε, τὴν φωτοφόρον σου μνήμην, καὶ θαυμάτων πλήρη καὶ χαρισμάτων, τοῦ Ἁγίου, καὶ σεπτοῦ παμμακάριστε Πνεύματος.

Λῦσόν μου, τὰς σειρὰς τῶν πταισμάτων πρεσβείαις σου· ὡς γὰρ ἀήττητος Μάρτυς, παρρησίαν ἔχεις πρὸς τὸν Δεσπότην, καὶ γενοῦ μοι, καταφυγὴ καὶ σκέπη Δημήτριε.
Θεοτοκίον
Ἄσπιλον, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ἐν τῇ γαστρί σου Λόγον ἐσκήνωσεν.

Κανών γ', ᾨδὴ ς', β' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Τὴν θείαν ταύτην ΤΟ ΑΚΟΥΤΕ
Λουτρὸν τοῦ θείου Βαπτίσματος, λουσάμενος ἐχρίσθης Ἀοίδιμε, μύρῳ τοῦ Πνεύματος· ὃ τηρηθὲν σοι ἀμόλυντον, τῆς σῆς πλευρᾶς τὸ αἷμα, μύρον εἰργάσατο.

Ἀνάστα δεῦρο πλησίον μου, ψυχὴ τοῦ Δημητρίου προσφθέγγεται, νυμφίος Κύριος· οἶκον τοῦ νάρδου εἰσέλθωμεν, καὶ τῆς ὀσμῆς τοῦ μύρου μου μεταλάβωμεν.

Καινὰ Δημήτριε κράζει σοι, νυμφίος ὁ Χριστὸς τὰ τελούμενα, ὁ χειμὼν λέλυται, δεῦρο, τὸ ῥόδον ἐξήνθησεν· εἰς τὴν ὀσμὴν ὡς φίλος, δράμε τῶν μύρων μου.

Ἐγὼ φησὶν ὁ ἐρώμενος, ἐγὼ Νυμφίε σπεύδω ὀπίσω σου· ὀσμὴ γὰρ μύρων σου, πάντων τῶν μύρων ὑπέρκειται, ἥτις ἡμῶν τὸ αἷμα μύρον εἰργάσατο.
Θεοτοκίον
Θανάτῳ θάνατος λέλυται, ζωὴ ἀπὸ τοῦ τάφου ἀνέτειλε, τῷ ξένῳ τόκῳ σου, νόμων λυθέντων των φύσεων· Μαρτύρων δὲ τὸ αἷμα, μύρον γεγένηται.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον
Ἦχος β'
αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τοῖς τῶν αἱμάτων σου ῥείθροις Δημήτριε, τὴν Ἐκλησίαν Θεὸς ἐπορφύρωσεν, ὁ δοὺς σοι τὸ κράτος ἀήττητον, καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Ὁ Οἶκος
Τοῦτον τὸν μέγαν, πάντες συμφώνως οἱ πιστοὶ συνελθόντες, ὡς ὁπλίτην Χριστοῦ καὶ Μάρτυρα τιμήσωμεν, ἐν ᾠδαῖς καὶ ὕμνοις ἀναβοῶντες τῷ Δεσπότῃ καὶ Κτίστῃ τῆς οἰκουμένης. Ῥῦσαι ἡμᾶς τοῦ σεισμοῦ τῆς ἀνάγκης φιλάνθρωπε, πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων Μαρτύρων· εἰς σὲ γὰρ ἐλπίζομεν, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων· ὅτι σὺ ὑπάρχεις ἡμῶν τὸ στήριγμα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ.
Στίχοι
Δημήτριον νύττουσι λόγχαι Χριστέ μου,
Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος.
Εἰκοστῇ μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται.
Στίχοι
Ἀρτεμίδωρος, ᾧ τέλους ψῆφος ξίφος,
Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη, τελειοῦται.
Στίχοι
Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων,
Ἀφῆκεν εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται.
Στίχοι
Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων,
Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ.
Στίχοι
Ἔσεισας, ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε.
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Ἰωάσαφ ξίφει τελειωθέντος ἐν Κωνσταντινουπόλει ἐν ἔτει αφλς' (1536)
Στίχοι
Μίξας ἀσκήσει τὴν ἄθλησιν, παμμάκαρ
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ σεισμοῦ
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ὑπερύμνητος εἶ Κύριε μακρόθυμε, ὅτι οὐκ ἐθανάτωσας, τοὺς οἰκέτας σου, σπαραγμῷ καὶ κλόνῳ φοβερῷ, τῆς γῆς, ἀλλ' ἐφόβησας ζητῶν, τὸ ἐπιστρέψαι τῶν κακῶν, καὶ ζῆσαι πάντας ἡμᾶς.

Στεναγμὸν ἀπὸ καρδίας ἀναπέμψωμεν, καὶ δάκρυα προχέωμεν, ὅπως ἵλεων τὸν Δεσπότην, εὕρωμεν Χριστόν, ἐκτρῖψαι σεισμῷ πάντας ἡμᾶς, διὰ πληθὺν ἁμαρτιῶν, ἐπαπειλοῦντα δεινῶς.

Οἴμοι! κράξωμεν, καὶ χεῖρας ἐκπετάσωμεν, πρὸς τὸν Θεὸν τὸν ὕψιστον, καὶ παυσώμεθα τοῦ λοιποῦ, ποιεῖν τὸ πονηρόν, ἰδοὺ ὁ Σωτὴρ ἀγανακτῶν, σαλεύει ἅπασαν τὴν γῆν, στηρίξαι θέλων ἡμᾶς.
Θεοτοκίον
Νεῦσον ἄχραντε, σωθῆναι τοὺς οἰκέτας σου, ἀπολεσθῆναι μέλλοντας, ἐν ὀργῇ Θεοῦ, καὶ θυμῷ μεγάλῳ καὶ φρικτῷ, τῆς νῦν ἐπελθούσης ἀπειλῆς, διὰ τὸ πλῆθος τῶν πολλῶν, ἁμαρτημάτων ἡμῶν.

Κανών β', ᾨδὴ ζ', α' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Λελαμπρυσμένος, τῇ θείᾳ δόξῃ καὶ τῇ χάριτι, Μάρτυς ἀθλοφόρε, λάμπεις φωτοειδῶς, καὶ φωτίζεις τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ὡς πορφυρίδι, κεκοσμημένος τῷ σῷ αἵματι, ἔχων ἀντὶ σκήπτρου Ἔνδοξε τὸν Σταυρόν, τῷ Χριστῷ συμβασιλεύεις νῦν· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
Θεοτοκίον
Δεδοξασμένη, πεφωτισμένη Μητροπάρθενε, πάντας τοὺς τιμῶντάς σε τὴν παναληθῆ, Θεοτόκον περιφρούρησον, εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχουσα Δέσποινα.

Κανών γ', ᾨδὴ ζ', β' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Οὐκ ἐλάτρευσαν ΤΟ ΑΚΟΥΤΕ
Ἱερουργήσας τὸ αἷμά σου Δημήτριε, σπείσας πανάριστε, τῷ Βασιλεῖ τοῦ παντός, πλευρὰν δὲ λελόγχευσαι, τοῦτον μιμούμενος· ὅθεν δίδωσι, τὴν ἀμοιβὴν κατάλληλον, μύρον ἄλλοις δεδειχὼς σε.

Σεσωμάτωται τὸ μύρον τὸ οὐράνιον, Χριστὸς ὁ Κύριος, διὰ φιλίαν βροτῶν, αὐτὸν δὲ Δημήτριος, φιλήσας ἄριστα, χριστὸς γίνεται, μύρῳ καινῷ χρισάμενος, καὶ σαρκός ἐκβλύζει μύρα.

Μύρῳ χρίσας με Χριστὸς ἀγαλλιάσεως, δουλείας ἔλυσε, καὶ τυραννίδος πικρᾶς· ἀλλ' αὖθις δεδούλωμαι, αἰσχίσταις πράξεσιν, ἐλευθέρωσον, αἰσχρᾶς δουλείας Ἅγιε, σοῦ τῷ μύρῳ καταχρίσας.
Θεοτοκίον
Ἐκλεξάμενος νυμφίος ὁ ὡραῖος σε, Παρθένε Δέσποινα, τῶν γηγενῶν ἐκ φυλῆς, λαμπρῶς παρεστήσατο, ἐκ δεξιῶν αὐτοῦ· Δεῦρο Νύμφη μου, ἀπὸ Λιβάνου λέγων σοι, δεῦρο Νύμφη μου καὶ Μῆτερ.
Καταβασία
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τοῦ σεισμοῦ
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Τῆς δικαίας σου ταύτης ὀργῆς φιλάνθρωπε, ἐπελθούσης ἀθρόως συνεταράχθημεν, καὶ ἀπελπισμῷ παντελεῖ συνεσχέθημεν, προσαγανακτοῦντα, ὁρῶντες καθ' ἡμῶν σε.

Ἀνατείνωμεν χεῖρας πιστοὶ καὶ ὄμματα, πρὸς τὸν μόνον Δεσπότην σῴζειν δυνάμενον, κράζοντες· Χριστέ, τὸν θυμόν σου ἀπόστρεψον, ἀφ' ἡμῶν ταχέως, φιλάνθρωπος ὑπάρχων.

Χιλιάδες Ἀγγέλων, Μαρτύρων σύλλογος, Προφητῶν Ἀποστόλων, Ὁσίων Ἱεραρχῶν, ἅγιος χορός, ἱκετεύει σε Δέσποτα· Φεῖσαι τοῦ λαοῦ σου, τοῦ τεταπεινωμένου.

Ὁ γινώσκων Οἰκτίρμον τὸ ἀσθενὲς ἡμῶν, καὶ εὐόλισθον πάντῃ καὶ ἀδιόρθωτον, ἄνες τὴν ὀργήν, καὶ τὸν τάραχον κόπασον, καὶ τῷ σῷ ἐλέει, οἰκτείρησον τὸν κόσμον.
Θεοτοκίον
Συμπαθὴς Θεοτόκε τὸν εὐσυμπάθητον, ἡ τεκοῦσα Σωτῆρα, ἴδε τὴν κάκωσιν, καὶ τὸν στεναγμὸν τοῦ λαοῦ σου, καὶ τάχυνον, τοῦ παρακαλέσαι, ἡμᾶς οἰκτειρηθῆναι.

Κανών β', ᾨδὴ η', α' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Χεῖρας ἐκπετάσας ΤΟ ΑΚΟΥΤΕ
Ἠμαύρωσας πᾶσαν τοῦ ἐχθροῦ, μανίαν ἔνδοξε, καὶ τὰ παλαίσματα, τὴν ἀκαθαίρετον δύναμιν, τοῦ Χριστοῦ περιζωσάμενος, καὶ νικηφόρος γεγονώς, Μάρτυς Δημήτριε, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Μαρτύρων εὐστάθειαν δεικνύς, Μαρτύρων εὔκλειαν ἔσχες Δημήτριε, λουτρὸν λουσάμενος ἅγιον, ὃ δευτέραις οὐ μολύνεται, ἁμαρτημάτων προσβολαῖς, λόγχῃ νυττόμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἡ τῶν θαυμασίων πληθύς, τὴν ὑπὲρ νοῦν δωρεάν, ἥν σου παρέσχε· Χριστὸς τοῖς πᾶσιν Ἔνδοξε δείκνυσι, καὶ ἡ χάρις τῶν ἰάσεων, τὴν ὑπὲρ λόγον σοι σαφῶς, χάριν κηρύττει ἡμῖν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Τὴν μόνην ἐν πάσαις ταῖς γενεαῖς, Παρθενομήτορα, καὶ Θεοτόκον Ἁγνὴν ὑμνολογήσωμεν· αὕτη γάρ, σωτηρίας ἡμῖν πρόξενος, ὡς τὸν τοῦ κόσμου Λυτρωτήν, Λόγον γεννήσαντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν κυριον.

Κανών γ', ᾨδὴ η', β' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ὑψώσας Χριστὸν ἐν Ἐκκλησίᾳ, ἀλήθειαν σοῦ ὁ λάρυγξ ἐμελέτησε· στόμα σὸν λελάληκε, σοφίας τὰ ῥήματα· τῶν ἀρωμάτων ὤφθησαν αἱ σιαγόνες σου, φιάλαι· διὰ τοῦτο Χριστὸς σε, μύρου θείου κρήνην, ἀνέδειξε τῷ κόσμῳ.

Ῥημάτων ἰσχύν σου Στεφηφόρε, ὡς βέλη τοῦ δυνατοῦ ὁ σὸς ἀντίπαλος, φρίττων ἀνὰ χεῖράς σου, πόρρωθεν στρεφόμενα, σοῦ τὴν πλευρὰν ἀνώρυξεν, μυρίῳ δόρατι· ἢ μύρων ἀναδοῦσα θαλάσσας, ὡς τοὺς Αἰγυπτίους αὐτὸν καταβαπτίζει.

Ὁ μέγας φρουρὸς Θεσσαλονίκης, ὁ ῥύστης ἐν τοῖς κινδύνοις ὁ ἐξαίρετος, πρόμαχος ὁ κράτιστος, πάσης Ἐκκλησίας τε, οἷα πατὴρ φιλόστοργος, τοῖς τέκνοις δίδωσι, θηλὴν αὐξητικὴν ψυχοτρόφον, τὴν πλευρὰν ὡς γάλα, τὸ μύρον χορηγοῦσαν.

Νόσων καὶ δεινῶν ἀρρωστημάτων, δαιμόνων ἐπιβουλῆς τε σὺ διέσωσας, μέγιστε Δημήτριε, μύρου ταῖς ἀρδείαις σου, τὴν πατρικὴν οἰκίαν μοι, ἣν περ ἐφίλησας, τιμῶν τὴν ἀρετὴν τῶν τεκόντων, οἷς ἡμᾶς συνάπτοις, ὑμνοῦντάς σου τὴν χάριν.
Θεοτοκίον
Ὄλβον σε κοινόν, ὧ Θεοτόκε, καὶ δόξαν οἱ σὲ τιμῶντες πάντες ἔχοντες, πίστει σοι προστρέχομεν, πόθῳ σου δεόμενοι, τῆς ἀδοξίας λύτρωσαι, τῆς ἐν τῷ μέλλοντι, τρυφῆς τῆς αἰωνίου καὶ δόξης, ἐν σκηναῖς Δικαίων, ἡμᾶς καταξιοῦσα.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τοῦ σεισμοῦ
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, Στρατιαῖς σε μακαρίζομεν».

Ἰδοὺ οἱ πάντες ἡμεῖς ἐπταίσαμεν, καὶ φοβερῶς ἡ γῆ μηδὲν σφαλεῖσα κολάζεται· νουθετῶν γὰρ ἡμᾶς ὁ φιλάνθρωπος, ὅλην αὐτὴν σαλεύει· λάβωμεν αἴσθησιν, καὶ τῆς σωτηρίας ἑαυτῶν ἐπιμελώμεθα.

Ὡρῶν καὶ χρόνων ὑπάρχων Κύριος, μιᾷ ῥοπῇ ἠθέλησας ἐκτρῖψαι τοὺς δούλους σου, ὑπὸ δὲ τῆς πολλῆς εὐσπλαγχνίας σου, Δέσποτα ἐκωλύθης, εὐχαριστοῦμέν σοι, οἱ ἀναπολόγητοι ἡμεῖς, μόνε φιλάθρωπε.

Σεισμοῦ μαχαίρας, πικρᾶς ἁλώσεως, καὶ ἐθνικῆς Χριστὲ ἐπιδρομῆς καὶ συμπτώσεως, καὶ λιμοῦ καὶ λοιμοῦ καὶ κακώσεως, πάσης ἄλλης οἰκτίρμον, ῥῦσαι τὴν πόλιν σου, ἅπασάν τε χώραν, τῶν πιστῶς ὑμνολογούντων σε.

Ἡ γῆ ἀγλώσσως βοᾷ στενάζουσα, τὶ με κακοῖς μιαίνετε πολλοῖς πάντες ἄνθρωποι; καὶ ὑμῶν ὁ Δεσπότης φειδόμενος, ὅλην ἐμὲ μαστίζει, λάβετε αἴσθησιν, καὶ ἐν μετανοίᾳ, τὸν Θεὸν ἐξιλεώσασθε.
Θεοτοκίον
Φθορὰν τῷ τίκτειν μὴ ὑπομείνασα, πάσης φθορᾶς Παρθένε ἐξελοῦ ἡμᾶς ἅπαντας, καὶ σεισμοῦ βαρυτάτου καὶ θλίψεως, παύουσα τοῦ Δεσπότου τὴν ἀγανάκτησιν, ταῖς σαῖς μητρικαῖς καταλλαγαῖς θεοχαρίτωτε.

Κανών β', ᾨδὴ θ', α' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Ῥῆξον τὰ δεσμὰ τῶν πταισμάτων, τῶν σὲ ὑμνούντων Ἀθλοφόρε, παῦσον τῶν παθῶν τὰς προσβολάς, τὸν σάλον λῦσον τὸν τῶν αἱρέσεων· τῶν πειρασμῶν κατεύνασον, τήν καταιγίδα ταῖς πρεσβείαις σου.

Ἴθυνον πρὸς τρίβους εὐθείας, τῆς οὐρανίου βασιλείας, τὴν ἱερωτάτην σου ποίμνην, στεφανηφόρε Μάρτυς Δημήτριε, ἐπὶ νομὴν σωτήριον, ἐπὶ τὸν τόπον τὸν αἰώνιον.
Θεοτοκίον
Ὡς ῥίζαν πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε, πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.

Κανών γ', ᾨδὴ θ', β' τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος δ'
Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ
Γῆ καὶ οὐρανός, τὸ πρᾶγμα θαυμάζουσι, τὸ σὸν Δημήτριε· τὴν γὰρ ἐν σαρκὶ ζωήν, καλῶν παντοίων κοσμήσας εἴδεσι, τὸ κατ' εἰκόνα βέλτιστε, λαμπρῶς ἀπείληφας, τὸ δὲ σῶμα, βάψας σου τοῖς αἵμασι, Βασιλεὺς ὡς λαμπρὸς μύρῳ κέχρισαι.

Ἵνα τὴν στολήν, ἐνδύσῃ Δημήτριε, ἣν ἐξεδύσατο, πρὶν ὁ παλαιὸς Ἀδάμ, Ἀδὰμ τὸν νέον καλῶς ἐνδέδυσαι, καὶ τῆς σαρκὸς τὸ κώδιον χαίρων ἀπέρριψας· διὰ τοῦτο, μύροις τε καὶ στέμμασι, βασιλεία λαμπρὰ σοι μνηστεύεται.

Νοῦς οὐκ ἐξαρκεῖ, καὶ λόγος ἀνθρώπινος ἐκδιηγήσασθαι, τὰς ὑπερφυεῖς τιμὰς, καὶ δόξας Μάρτυς, ἃς περ ἀπείληφας, συμβασιλεύων ἄληκτα, Χριστῷ μακάριε, τὸ δὲ μύρον, σύμβολον σαφέστατον, ὑπὲρ φύσιν ἐκβλύζον σῆς κόνεως.

Ἥν περ Ἀθλητά, Χριστὸς ἐξηγόρασε, ποίμνην τῷ αἵματι, λόγοις ἱεροῖς καὶ σύ, καὶ νόμοις αἵμασί τε συνέστησας, ἀλλὰ καὶ νῦν τοῖς μύροις σου τρέφων καὶ θαύμασιν, εἰς αἰῶνας, ἄτρωτον συντήρησον, χαλεπῶν ἐξ αἱρέσεων μέγιστε.
Θεοτοκίον
Ὕμνους εὐτελεῖς, δεήσεις τε πρόσδεξαι τὰς ἡμῶν Δέσποινα, λῦσον συμφορῶν πικρῶν, ἡμῖν τὸ νέφος, κοινῶν ἰδίων τε, τῆς Ἐκκλησίας κοίμισον, Ἁγνὴ τὸν κλύδωνα τῶν Βαρβάρων, σκόρπισον τὰς φάλαγγας, καὶ μελλούσης κολάσεως λύτρωσαι.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἅπας γηγενής, σκιρτάτω τῷ Πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς Χριστοῦ Δημήτριε, ὡς ποτὲ τοῦ Λυαίου, τὴν ὀφρὺν καὶ τὴν ἔπαρσιν, καὶ τὸ ἵππειον θράσος, καθεῖλες χάριτι θείᾳ, τὸν γενναῖον κρατύνας, ἐν τῷ σταδίῳ Νέστορα, τοῦ Σταυροῦ τῇ δυνάμει, οὕτω κἀμέ, ταῖς εὐχαῖς σου κράτυνον Ἀθλοφόρε, κατὰ δαιμόνων πάντοτε, καὶ παθῶν ψυχοφθόρων.
Θεοτοκίον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, ὅπως εὕρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρᾳ ἀνάγκης, γένος βροτῶν, ἀπειλῆς σεισμοῦ τε τοῦ βαρυτάτου, κινδύνων τε ἐξαίρουσα, μητρικαῖς σου πρεσβείαις.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ τοῦ Ἁγίου Μεγαλομάρτυρος
Ἦχος πλ.α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς, σοῦ δεομένους, συμπαθοῦς ἐπισκέψεως· καὶ ῥῦσαι κεκακωμένους, τυραννικαῖς ἀπειλαῖς, καὶ δεινῇ μανίᾳ τῆς αἱρέσεως· ὑφ' ἧς ὡς αἰχμάλωτοι, καὶ γυμνοὶ διωκόμεθα, τόπον ἐκ τόπου, συνεχῶς διαμείβοντες, καὶ πλανώμενοι, ἐν σπηλαίοις καὶ ὄρεσιν. Οἴκτειρον οὖν πανεύφημε, καὶ δὸς ἡμῖν ἄνεσιν, παῦσον τὴν ζάλην καὶ σβέσον, τὴν καθ' ἡμῶν ἀγανάκτησιν, Θεὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος πλ.α'
Τεῖχος ὠχυρωμένον ἡμῖν, τὰς ἑλεπόλεις τῶν ἐχθρῶν μὴ πτοούμενον, ἐδόθης τὰς τῶν βαρβάρων, ἐπιδρομὰς καταργῶν, καὶ πασῶν τῶν νόσων τὰ συμπτώματα· κρηπὶς ἀκατάβλητος, καὶ θεμέλιος ἄρρηκτος, καὶ πολιοῦχος, οἰκιστὴς καὶ ὑπέρμαχος, ἐχρημάτισας, τῇ σῇ πόλει Δημήτριε· ἣν καὶ νῦν παμμακάριστε, δεινῶς κινδυνεύουσαν, καὶ τρυχομένην ἀθλίως, ταῖς σαῖς πρεσβείαις διάσωσον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος πλ.α'
Πᾶσαν τὴν ἀρετὴν συλλαβών, τῶν Ἀθλοφόρων ὁ χορὸς ἀναδείκνυται, ἐντεῦθεν τῆς ἀκηράτου, καὶ μακαρίας ζωῆς, τὴν τρυφὴν ἀξίως ἐκληρώσαντο· ἐν οἷς ἀξιάγαστε, διαπρέπων Δημήτριε, καὶ τῇ μιμήσει, τοῦ Χριστοῦ σεμνυνόμενος, καὶ καυχώμενος, τῇ τῆς λόγχης ἰσότητι, αἴτησαι ἐκτενέστερον, ἡμᾶς τοὺς τιμῶντάς σε, τῶν παθημάτων ῥυσθῆναι, καὶ χαλεπῶν περιστάσεων, θερμῶς ἱκετεύων, τὸν περέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος δ'
Ἀνδρέου Ἱεροσολυμίτου
Τὸν λόγχαις κληρωσάμενον, τῆς σωτηρίου πλευρᾶς τὴν χάριν, τῆς νυγείσης τῇ λόγχῃ, ἐξ ἧς ἡμῖν πηγάζει ὁ Σωτήρ, ζωῆς καὶ ἀφθαρσίας νάματα, Δημήτριον τιμήσωμεν, τὸν σοφώτατον ἐν διδαχαῖς, καὶ στεφανίτην ἐν Μάρτυσι· τὸν δι' αἵματος τελέσαντα, τὸν τῆς ἀθλήσεως δρόμον, καὶ θαύμασιν ἐκλάμψαντα πάσῃ τῇ οἰκουμένῃ, τόν ζηλωτὴν τοῦ Δεσπότου, καὶ συμπαθῆ φιλόπτωχον· τὸν ἐν πολλοῖς καὶ πολλάκις κινδύνοις χαλεποῖς, τῶν Θεσσαλονικέων προϊστάμενον, οὗ καὶ τὴν ἐτήσιον μνήμην γεραίροντες, δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν ἐνεργοῦντα δι' αὐτοῦ πᾶσι τὰ ἰάματα.
Θεοτοκίον
Ἦχος δ'
Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι· Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία

Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου ἡ γ' καὶ ς' ᾨδή.

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.