ΑΚΟΛΟΥΘΙΑ τῆς Θ' ΩΡΑΣ

Τεσσαρακοστῆς



Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Ἀμήν.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.
Κύριε ἐλέησον ιβ'
Δόξα... Καὶ νῦν...
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς 83
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων
ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα
καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῶ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ Θεός μου
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε
μακάριος ἀνὴρ ᾦ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· Κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο
ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν
πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν
Κύριε ὁ Θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι ὁ Θεὸς Ἰακὼβ
ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ Θεὸς καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν
ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεὸς, χάριν καὶ δόξαν δώσει Κύριος, οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ
Κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σὲ

Ψαλμὸς 84
Εὐδόκησας Κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν
κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου
ἐπίστρεψον ἡμᾶς ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν
μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεὰν;
ὁ Θεὸς σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοὶ
δεῖξον ἡμῖν Κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν;
ἀκούσομαι τὶ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν
ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε
καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ

Ψαλμὸς 85
Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ
φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ
ἐλέησόν με Κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου
ὅτι σὺ Κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου
ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ ὅτι εἰσήκουσάς μου
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε καὶ δοξάσουσι τὸ ὄνομά σου
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος ὁ μέγας
ὁδήγησόν με Κύριε τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου
ἐξομολογήσομαί σοι Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου
ὁ Θεὸς παράνομοι ἐπανέστησαν ἐπ' ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν
καὶ σὺ Κύριε ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου
ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με

Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')

Καὶ στιχολογοῦμεν κάθισμα ἓν τοῦ ψαλτηρίου, εἰς ἕκαστον δὲ ἀντίφωνον λέγομεν Ἀλληλούϊα καὶ ποιοῦμεν μετανοίας (τρεῖς).

Εἷτα
Εἰ ἔψαλτο
«ἀλληλούϊα» τὸ πρωῒ, ἤτοι ἐν ἡμέρᾳ νηστείας, ψάλλομεν τὸ παρὸν τρίς, μετὰ τῶν στίχων, ποιοῦντες καὶ τὰς ἐν τούτοις μεγάλας μετανοίας·

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι' ἡμᾶς, σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.
Στιχ: Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου Κύριε κατὰ τὸ λόγιόν σου συνέτισόν με
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι' ἡμᾶς, σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.
Στιχ: Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου κατὰ τὸ λόγιόν σου ῥῦσαί με
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι' ἡμᾶς, σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Εἰ δὲ ἔψαλτο «Θεὸς Κύριος…», οὐ ψάλλομεν τὸ «Ὁ ἐν ἐνάτῃ ὥρᾳ…», ἀλλὰ ἀμέσως λέγομεν·

Δόξα.
Τὸ ἀπολυτίκιον τοῦ ἁγίου ἢ τῆς ἑορτῆς τῆς ἤδη ἐκκλησιατικῶς καὶ φυσικῶς ληγούσης ἡμέρας.
Καὶ νῦν
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν Τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. (ὅρα ἀνωτέρω)

Καὶ εὐθὺς λέγομεν τὸ παρὸν

Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Εἰ ἔψαλτο «ἀλληλούϊα» ἤτοι ἐν ἡμέρᾳ νηστείας, λέγομεν τὰ τροπάρια ταῦτα·
Βλέπων ὁ λῃστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς επὶ σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθεὶς, ὁ σὺν ἡμῖν σταυρωθεὶς, οὐκ ἂν ὁ ἥλιος τὰς ακτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο. Ἀλλ’ ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Δόξα...
Ἐν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης εὑρέθη ὁ σταυρός σου· τοῦ μὲν καταγομένου εἰς ᾅδην, τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων, πρὸς γνῶσιν θεολογίας, Χριστὲ ὁ Θεός, δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Τὀν ἀμνὸν καὶ ποιμένα καὶ σωτῆρα τοῦ κόσμου, ἐν τῷ σταυρῷ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα. Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

Εἰ δὲ ἔψαλτο «Θεὸς Κύριος…», ἤτοι ἐν μνήμῃ ἑορταζομένου ἁγίου, λέγομεν τὸ κοντάκιον τῆς ἑορτῆς.

Τῇ δὲ Δ΄ἑβδομάδι τῶν Νηστειῶν, λέγομεν κοντάκιον τῆς Σταυροπροσκυνήσεως.
Κοντάκιον
Αὐτόμελον. Ἦχος βαρὺς ΤΟ ΑΚΟΥΤΕ

Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδῃ΄ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.


Κύριε ἐλέησον ιβ'

Δόξα Πατρί... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
Δι’εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ εὐθὺς

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ
Ἦχος πλ. β'
ὁ α’ χορός

· Ἐν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται,
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ α’ χορός
· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν,
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται,
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ α’ χορός
· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ α’ χορός
· Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται,
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ α’ χορός
· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
· Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ α’ χορός
Δόξα Πατρί...
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
Καὶ νῦν...
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ α’ χορός
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
· Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ α’ χορός
· Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Καὶ συνεχίζει ὁ Ἀναγνώστης
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Στίχ. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Δόξα Πατρί...
Χορὸς ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων, ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Καὶ νῦν...

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ της βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
Εἰς Μίαν , Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τὰ ἐν νυκτὶ καὶ ἡμέρα, τὰ κατὰ νοῦν καὶ διάνοιαν, τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Εἰ οὐκ ἔστιν «ἀλληλοὐϊα», ἤτοι ἐν μνήμῃ ἑορταζομένου ἁγίου, λέγομεν ἐνταῦθα τὸ κοντάκιον τοῦ ἁγίου, ἢ τῆς τυχούσης ἑορτῆς.

Τῇ δὲ Δ΄ἑβδομάδι τῶν Νηστειῶν, λέγομεν κοντάκιον τῆς Σταυροπροσκυνήσεως.
Κοντάκιον
Αὐτόμελον.Ἦχος βαρὺς

Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδῃ΄ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

Κατὰ δὲ τὰς λοιπὰς ἑβδομάδας τῆς Μ. Τεσσαρακοστῆς, λέγομεν καθ’ἑκάστην τὰ ἑξῆς κοντάκια·
Τὸ τῆς Μεταμορφώσεως.
Ἦχος βαρύς.

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καί, ὡς ἐχώρουν οἱ Μαθηταί σου, τὴν δόξαν σου, Χριστὲ ὁ Θεός, ἐθεάσαντο, ἵνα, ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσι, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.


Τὸ Κοντάκιον τῆς ἡμέρας
Τῇ μὲν Δευτέρᾳ, τῶν Ἀρχαγγέλων

Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ τῶν Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Τῇ δὲ Τρίτῃ, τοῦ Προδρόμου
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν, ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

Τῇ Πέμπτῃ, τῶν Ἀποστόλων
Τοὺς ἀσφαλεῖς, καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου, Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Ἕτερον τοῦ Ἁγίου Νικολάου (τῇ αὐτῇ ἡμέρᾳ)
Κοντάκιον, Ἦχος γ´. Ἡ Παρθένος σήμερον

Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.

Τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ, Κοντάκιον τοῦ Σταυροῦ
Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεὸς εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

γ', Τὸ Κοντάκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.

δ', Τὸ Μαρτυρικὸν τοῦ Ἤχου [ὅρα ἐν τῷ τέλει τοῦ Τριῳδίου (Μαρτυρικὸν τῆς ζ' ᾨδῆς)].

Δόξα Πατρί...
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Καὶ νῦν...
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Κύριε ἐλέησον μ'

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.

Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Ἀμήν.

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου· Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναμπέπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα... Καὶ νῦν...
Κύριε ἐλέησον γ'

Ἐὰν δὲν τελεσθῇ προηγιασμένη ὁ προεστὼς ἀναγιγνώσκει τὸν προοιμιακόν καὶ ἄρχεται ὁ ἑσπερινός. Ἐὰν ὅμως πρόκειται νὰ τελεσθῇ λειτουργία τῶν Προηγιασμένων μετά τὸ
«Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς…» λέγομεν·

Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Κύριε ἐλέησον 12

ὁ Προεξάρχων τὴν Εὐχήν

Παναγία Τριὰς, τὸ ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία, εὐδόκησον δὴ καὶ ἐπ’ἐμοὶ τῷ ἁμαρτωλῷ· στήριξον, συνέτισον τὴν καρδίαν μου, καὶ πᾶσαν περίελέ μου τὴν βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διαπαντὸς δοξάζω, ὑμνῶ,προσκυνῶ,καὶ λέγω· Εἷς ἅγιος, εἷς, Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς ·ἀμήν.

Εἷτα ἡ μικρὰ ἀπόλυσις.
Καὶ ἄρχεται ὁ ἑσπερινὸς μετὰ τῆς θείας λειτουργίας τῶν Προηγιασμένων.