ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ


Ψάλλομεν τὴν παροῦσαν Ἀκολουθίαν, τὴν γεγονυῖαν παρὰ κυρίου Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου, εἰς τὴν Ὑπεραγίαν καὶ Κυρίαν Δέσποιναν Θεοτόκον, τὴν Ζωοδόχον Πηγὴν· οὐ γὰρ εὕρομεν ὑπὸ τυπικοῦ τὴν τοιαύτην Ἀκολουθίαν, ἀλλ' ἐτέθη δι' ἀγάπην τῆς Ὑπεραγίας Θεοτόκου.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος πλ. β'
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος· ὁ πηγάζων ζωήν, ἐξ οἰκείου φωτός, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Ἦχος πλ. β'
Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν, ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.
Ἦχος πλ. β'
Σὲ Κύριε, τὸν ὄντα, ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.
Ἕτερα Στιχηρά, Ἀνατολικά. - Ὀκτώηχος
Ἦχος πλ. β'
Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Ἦχος πλ. β'
Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.
Ἦχος πλ. β'
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσεν.
Στιχηρὰ τῆς Ζωοδόχου Πηγῆς
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν, πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προρρέουσαν ἅπασιν ἀφθόνως, τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος.
Στιχηρὰ τῆς Ζωοδόχου Πηγῆς
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν, πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προρρέουσαν ἅπασιν ἀφθόνως, τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος.
Ἦχος πλ. β'
Μάννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα προσφυέστατα· τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον γίνεται τὸ ὕδωρ πινόμενον· ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμόν ἀρυόμενοι, πάντοτε γλυκύρροον.
Ἦχος πλ. β'
Ῥεῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, θεονύμφευτε· δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην τοῖς νοσοῦσι τὰ Ἰάματα, τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι, χωλοὺς πολλοὺς ἀνώρθωσας καὶ τοὺς παρειμένους συνέσφιγξας, τὸν δὲ νεκρωθέντα, ἐζώωσας προσχύσει τῇ τριττῇ, ὑδρωπικῶν καὶ δυσπνόων τε, πάθη ἐθεράπευσας.
Δόξα... Ἦχος πλ. δ'
Τίς λαλήσει τὰς δυναστείας σου Πηγὴ; ἥτις ἐξ ἀκενώτων θαυμάτων πλημμυροῦσα, πολλὰ καὶ ὑπὲρ φύσιν ἐνεργεῖς διὰ ἰάσεων. Βαβαὶ τῶν μεγαλείων, ὧν τοῖς πάσιν ἐπιρρέεις! οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἀπήλασας, τῶν προσιόντων μετὰ πόθου, ἀλλὰ καὶ τὰ τῶν ψυχῶν πάθη ἐκπλύνεις καθαρίζουσα πανάσπιλε, σὺν πᾶσι βραβεύουσα καὶ μέγα ἔλεος.
Καὶ νῦν... Ἦχος πλ. β'
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Προκείμενον Ἦχος βαρὺς
Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
Στίχ. Ὁ Θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ' αὐτόν.
Στίχ. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον.
Στίχ. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου.

Ἦχος πλ. β'
Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
ΤΟ ΑΚΟΥΤΕ
Χαίροις ἡ ζωηφόρος Πηγή, κατὰ θαλάσσας πελαγίζουσα θαύματα, πρὸς πᾶσαν τὴν οἰκουμένην Ὠκεανὲ νοητέ, τὰ Νειλῷα ῥεῖθρα ὑπερβαίνουσα, τῇ χύσει τῆς χάριτος, Σιλωὰμ ἐκ πέτρας ἄλλος δεύτερος, ὕδωρ πηγάζων, ὡς παράδοξον, Ἰορδάνου τε δεξαμένη ἐνέργειαν, μάννα σωτηριῶδές τε ἐναργῶς τὸ γινόμενον πρὸς τοῦ ζητοῦντος τὴν χρείαν· πλούσιον ὄντως καὶ ἄφθονον, Χριστοῦ Μῆτερ Κόρη ἡ προχέουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Ὕμνοις ἐν ἐξαισίοις, Πιστοὶ, τὴν ἐπουράνιον νεφέλην ὑμνήσωμεν, σταγόνα τὴν οὐρανίαν, τὸν ζωοδότην Χριστόν, ἐπὶ γῆς ἀρρεύστως ὑετίζουσαν, τὸ ζῶν, τὸ ἁλλόμενον, καὶ πηγάζον ἀθάνατα, ὕδωρ τὸ θεῖον, τὴν ἀμβροσίαν τοῦ νέκταρος τοῦ μηδέποτε μετὰ πόσιν ἐκρέοντος, δίψαν δὲ τὴν συντήκουσαν ψυχὰς ἀπελαύνοντος, οὗπερ πιόντες ἐμφρόνως, ῥεύματα θεῖα προβάλλονται, κοιλίας ἐκ νόου, ἑπομβρίζοντα τοῖς πᾶσι, χάριν τὴν ἄφθονον.
Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Χαίροις ἡ ζωοδόχος Πηγή, ἡ ἀενάως ἀναβλύζουσα χάριτας, ἡ βρύσις τῶν ἰαμάτων ἡ πᾶσαν νόσων ἰσχύν, ἀσθενῆ καὶ φαύλην ἀπελέγχουσα, τυφλῶν ἡ ἀνάβλεψις, καὶ λεπρῶν θεία κάθαρσις, ἡ πηγάζουσα, νοσημάτων πᾶν φάρμακον, ἅπασι τοῖς προστρέχουσι, πιστῶς τῷ τεμένει σου, μέγα κοινὸν ἰατρεῖον ἄμισθον ὄντως καὶ ἕτοιμον, Χριστοῦ Μῆτερ Λόγου, τοῦ πηγάζοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. α'
Σαλπίσωμεν φιλέορτοι ἐν ὕμνοις, σκιρτήσωμεν ἐν ὕδασι καὶ χορεύσωμεν εὐφραινόμενοι, τοῖς ἀενάως πλημμυροῦσι τῆς ζωηφόρου Πηγῆς. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ Πηγῆς τὴν χάριν προχείτωσαν ἀφθόνως· Βασιλεῖς γὰρ ἔσωσε, τοὺς ἐν κλίνῃ συσχεθέντας δέ, τῇ προσψαύσει ἐξανέστησε. Ποιμένες τε καὶ σύμπαντες, τὴν ὀμβροφόρον νεφέλην, τὸ σωτήριον συνελθόντες ἀρυσώμεθα, οἱ ἐν νόσοις ἀπαλλαγὴν, οἱ ἐν κινδύνοις τὴν ῥῶσιν, τὴν ἀναψυχὴν οἱ ἐν δίψει· τὰ ὄμματά τε οἱ τυφλοί, οἱ κωφεύοντες τήν εὐηκοΐαν, τὴν ἰατρείαν οἱ καχεκτοῦντες, οἱ ἐν θανάτοις τὴν ζωηφόρον, οἱ πάντες τὴν πανταχοῦ πιστοῖς προρρέουσαν, ὕδατα σωτηρίας, ἀνακροτήσαντες, οὕτω κράξωμεν· Ἀείζωα προχέουσα νάματα, ἐκ Πηγῆς ἁγνή, μὴ διαλίπῃς Παρθένε πρεσβεύουσα πάντοτε ὑπὲρ τῶν δούλων σου.
Καὶ νῦν... Ἦχος α'
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Ἀπολυτίκιον τοῦ Πάσχα
Ἦχος πλ. α' ΤΟ ΑΚΟΥΤΕ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανών β', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος α'
Ἀναστάσεως ἡμέρα ΤΟ ΑΚΟΥΤΕ
Θανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.

Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.
Καταβασία
«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ

Κανών α', ᾨδὴ γ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Κανών β', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος α'
Δεῦτε πόμα πίωμεν καινόν ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.

Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγάλυνε.
Καταβασία
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ

Κοντάκιον τοῦ Πάσχα
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος. Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. 

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀέναον κρήνην καὶ ζωηράν, τὴν πηγάζουσαν ῥεῖθρα θείαν Πηγήν, συμφώνως αἰνέσωμεν, οἱ τὴν χάριν αἰτούμενοι· καθ' ἑκάστην βρύει, καὶ γὰρ τὰ ἰάματα, ὡς ποταμῶν τὰ ῥεύματα, δεικνῦσα ἐλάχιστα. Ὅθεν κατὰ χρέος προσιόντες ἐν πόθῳ, πιστῶς ἀρυσώμεθα, ἐκ Πηγῆς ἀνεξάντλητον, ῥῶσιν ὄντως ἀθάνατον, δροσίζουσαν σαφῶς τῶν εὐσεβῶν, τὰς καρδίας, καὶ χείλεσιν ἐκβοήσωμεν. Σὺ εἶ τῶν πιστῶν τὸ παραμύθιον.

Κανών α', ᾨδὴ δ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Κανών β', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος α'
Ἐπὶ τῆς θείας φυλακῆς ΤΟ ΑΚΟΥΤΕ
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι' ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.

Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.
Καταβασία
«Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ

Κανών α', ᾨδὴ ε', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Κανών β', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος α'
Ὀρθρίσωμεν ὄρθρου βαθέος ΤΟ ΑΚΟΥΤΕ
Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ ὁμήγυρις.

Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκοῦσθαι μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως· ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.
Καταβασία
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ

Κανών α', ᾨδὴ ς', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Κανών β', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος α'
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς ΤΟ ΑΚΟΥΤΕ
Ἀνῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Καταβασία
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ

Κοντάκιον
Ἦχος πλ. δ'
Τῇ ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Ἐξ ἀκενώτου σου Πηγῆς θεοχαρίτωτε ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσαν ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.
Ὁ Οἶκος
Ἄχραντε Θεοτόκε, ἡ τεκοῦσα ἀρρήτως, Πατρὸς τὸν προαιώνιον Λόγον πλάτυνόν μου τὸ στόμα σεμνή, συνεισφέρουσά με πρὸς τὸν σὸν ἔπαινον, ὡς ἂν ἀνευφημήσω σε, κραυγάζων τῇ πηγῇ σου ταῦτα.
Χαῖρε πηγή, χαρμονῆς ἀλλήκτου, χαῖρε ῥοή, καλλονῆς ἀρρήτου.
Χαῖρε, νοσημάτων παντοίων κατάλυσις, χαῖρε, παθημάτων ποικίλων κατάκλυσις.
Χαῖρε ῥεῖθρον διειδέστατον, ὑγιάζον τοὺς πιστούς, χαῖρε ὕδωρ χαριέστατον τοῖς νοσοῦσι πολλαπλῶς.
Χαῖρε νᾶμα σοφίας, ἀγνωσίαν ἐξαῖρον, χαῖρε κρᾶμα καρδίας, ἀμβροσίαν προρρέον.
Χαῖρε κρατὴρ τοῦ μάννα ζωήρρυτε, χαῖρε λουτὴρ καὶ νέκταρ θεόρρευστε.
Χαῖρε, πορθμὸν ἀσθενείας δεικνῦσα·χαῖρε, φλογμὸν ἀρρωστίας σβεννῦσα.
Χαῖρε ὕδωρ σωτήριον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ θεομήτορος, τῆς Ζωηφόρου Πηγῆς, ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς Θεομήτορος.
Στίχοι
Μάννα Σιλωάμ, καὶ Στοὰν Σολομῶντος
Πηγὴν Κόρη σὴν ἐμφανῶς πᾶς τις βλέπει.

Ταῖς τῆς σῆς Μητρὸς πρεσβείαις, Χριστε ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. γ'.

Κανών α', ᾨδὴ ζ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

Κανών β', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος ΤΟ ΑΚΟΥΤΕ
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενουσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται· ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.
Καταβασία
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ

Κανών α', ᾨδὴ η', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος α'
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα ΤΟ ΑΚΟΥΤΕ
Ἦλθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαρρήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο· διὸ εὐλογοῦμεν αὐτόν εἰς τοὺς αἰῶνας.

Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Καταβασία
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ

Κανών α', ᾨδὴ θ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ἄγγελος ἐξαστράπτων ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, ὅτι Χριστὸς ἀνέστη.
῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὅτι Χριστὸς ἀνέστη τὸν θάνατον πατήσας καὶ τοὺς νεκροὺς ἐγείρας, λαοί, ἀγαλλιᾶσθε.
῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.
Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί· Χαῖρε πύλη Κυρίου· χαῖρε πόλις ἔμψυχε· χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Καὶ νῦν...
Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε, εὐλογημένη· χαῖρε, δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Κανών β', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος α'
Φωτίζου, φωτίζου ΤΟ ΑΚΟΥΤΕ
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί. Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Καταβασία
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ

Ἐξαποστειλάριον τοῦ Πάσχα
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Ἐξαποστειλάριον τῆς Θεοτόκου
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Πηγὴ ὑπάρχεις ἀληθῶς, ὕδατος ζῶντος Δέσποινα· ἐκπλύνεις οὖν νοσήματα, ψυχῶν σωμάτων χαλεπά, ἐν τῇ προσψαύσει μόνη σου ὕδωρ τῆς σωτηρίας, Χριστὸν ἡ προχέουσα.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος πλ. β'
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ΄ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα Θεὸν ἡμῶν ὑμνοῦμεν, Ἐλέησον ἡμᾶς.
Ἦχος πλ. β'
Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα Θεὸν ἡμῶν ὑμνοῦμεν, Ἐλέησον ἡμᾶς.
Ἦχος πλ. β'
Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις ἡμῶν καὶ ἀνάστασις, Ἐλέησον ἡμᾶς.
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου, καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
Στιχηρὰ τῆς Θεοτόκου
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Ὕδωρ τὸ τῆς Πηγῆς, σωτήριον ὑπάρχει, πᾶσι τοῖς ἀσθενοῦσι· προσέλθωμεν οὖν πίστει, καὶ χάριν ἀρυσώμεθα.
Ἦχος β'
Φρέαρ τὸ ζωηρόν, Πηγῆς τῆς ἀθανάτου τοῖς προσιοῦσι πόθῳ, ἰάσεων παρέχει, πλημμυραν ἀνεξάντλητον.
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Ῥώννυσι τὰς ψυχάς, τὸ ὕδωρ τῆς Παρθένου, οἱ τῶν παθῶν ἐν ῥύποις, προσδράμωμεν τῇ Κόρῃ, καὶ τούτους ἀποπλύνωμεν.
Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Στάμνος ἡ ἱερά, τὸ μάννα νῦν ἀφθόνως, Πηγῆς ἐξ ἀενάου, προχέει τοῖς αἰτοῦσι, τὴν χρείαν πᾶς ἀντλήσωμεν.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.(3)


Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Πρὸς τὸ Τὴν τιμιωτέραν
Ὕδωρ τὸ ζωήρρυτον τῆς Πηγῆς μάννα τὸ προχέον τὸν ἀθάνατον δροσισμόν, τὸ νέκταρ τὸ θεῖον, τὴν ξένην ἀμβροσίαν τὸ μέλι τὸ ἐκ πέτρας, πίστει τιμήσωμεν.

Κοινωνικὰ
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.