ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Κόλπους μὴ λιπὼν τοὺς πατρικούς, ὤφθης ἐπὶ γῆς σαρκοφόρος δι' εὐσπλαγχνίαν Χριστέ, πάθος τε καὶ θάνατον καταδεξάμενος ἐξανέστης τριήμερος, θυρῶν κεκλεισμένων ἔνδον εἰσελήλυθας, ὡς παντοδύναμος· ὅθεν, τὴν πλευράν σου τὴν θείαν, χαίρων ὁ Θωμᾶς ψηλαφήσας, Κύριον καὶ κτίστην σε ἐδόξασεν.
Ἦχος β'
Ἥλοις προσηλώθης τῷ Σταυρῷ, λόγχῃ τὴν πλευρὰν ἐκεντήθης, χολῆς ἐγεύσω Χριστέ, θάνατον ὑπέμεινας, τάφῳ τεθεὶς ὡς νεκρός, ὡς Θεὸς δὲ συνέτριψας, δεσμοὺς τούς τοῦ ᾍδου καὶ συνεξανέστησας τοὺς ἀπ' αἰῶνος νεκρούς· ὅθεν, τὰς σφραγῖδας μὴ λύσας, σοῦ τοῖς Μαθηταῖς ἐνεφάνης, τὴν σὴν ἐξανάστασιν πιστούμενος.
Ἦχος β'
Πάσχα ἡ παροῦσα Ἑορτή, Πάσχα μυστικόν, Πάσχα θεῖον Πάσχα σωτήριον, Πάσχα πρὸς ἀθάνατον ζωὴν μετάγον ἡμᾶς, Πάσχα πᾶσαν κατήφειαν ἐξαῖρον ἐκ μέσου, Πάσχα τὴν εὐφρόσυνον χάριν διδὸν Μαθηταῖς· ὅθεν, ὁ Θωμᾶς ἀνεβόα· Κύριος Θεός μου ὑπάρχεις ὁ σκυλεύσας ᾍδου τὰ βασίλεια.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ὧ τοῦ παραδόξου θαύματος! ἀπιστία πίστιν βεβαίαν ἐγέννησεν· εἰπὼν γὰρ ὁ Θωμᾶς· Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω, ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τὸν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ· ἐγνώρισεν ὡς πεπονθότα σαρκί, ἐκήρυξε τὸν ἀναστάντα Θεόν, καὶ ἐβόησε λαμπρᾷ τῇ φωνῇ· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀναστάσιμον
Ἦχος α'
Τῷ πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε δόξα σοι.
Ἀποστολικὸν
Ἦχος α'
Ἡ τῶν Ἀποστόλων παναρμόνιος λύρα ἐξ Ἁγίου Πνεύματος κινουμένη τὰς τῶν στυγηρῶν Δαιμόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν εἰδώλων καὶ προσκυνεῖν ἐδίδαξε, Τριάδα Ὁμοούσιον.
Μαρτυρικὸν
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύσατε δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ὢ τοῦ παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἁψάμενος σέσωσται· βαλὼν γὰρ ὁ Θωμᾶς ἐν τῇ πυρίνῃ πλευρᾷ τὴν χεῖρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ οὐ κατεφλέχθη τῇ ψηλαφήσει· τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς, ἐκέκραξεν ἀπὸ βαθέων ψυχῆς, ὁ Δεσπότης· σύ μου εἶ καὶ Θεὸς ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Ἀναστάσιμον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, ἐγείρας τὸν Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν, ἐβόων σοι ζωοδότα· Δόξα τῷ θείῳ πάθει σου Χριστέ, δόξα τῇ Ἀναστάσει σου. δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.
Ἀποστολικὸν
Οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νῦν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε, σῶσον τοὺς Βασιλεῖς, καὶ τὴν Πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων τὰς ψυχὰς ἡμῶν.
Μαρτυρικὸν
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦσι καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι Δαιμόνων, ὡς φύλακες τῆς πίστεως.
Θεοτοκίον
Προφῆταί σε τρανῶς, προκατήγγειλαν Κόρη, Μητέρα τοῦ Θεοῦ, καὶ Ἀπόστολοι θεῖοι, ἐν κόσμῳ ἐκήρυξαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν· ὅθεν ἅπαντες, εὐσεβοφρόνως τιμῶντες, ἀνυμνοῦμέν σε, καὶ Θεοτόκον κυρίως, ἀεὶ ὀνομάζομεν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἰδών μου τὴν πλευράν, μὴ ἀπίστει μοι πλέον, ὁ Λόγος τῷ Θωμᾷ, ἀπιστοῦντι ἐβόα· δακτύλῳ με ψηλάφησον, καὶ χειρὶ ἐξερεύνησον, καὶ γνωρίσας μου, τὰς ὠτειλάς τῶν τραυμάτων, κόσμῳ κήρυττε, τὴν ζωηφόρον μου ταύτην, ἐκ τάφου Ἀνάστασιν.(Δίς)

Κανών α', ᾨδὴ α', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ' ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς
Ἦχος πλ. β'
Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ'
Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλ' ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν δι' ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας,

Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἐορτῆς
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος α'
Ἀναστάσιμον
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ. Ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρὸν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον Κύριε, δόξα σοι.
Ἦχος α'
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ. Ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρὸν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον Κύριε, δόξα σοι.
Ἦχος α', Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἀποστολικὸν
Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν, Θωμᾶν, Βαρθολομαῖον, Σίμωνα τὸν Κανανίτην, Ἰάκωβον, Φίλιππον, καὶ τὴν ὁμήγυριν πᾶσαν τῶν Μαθητῶν, ἐπαξίως εὐφημήσωμεν.
Ἦχος α'
Μαρτυρικὸν
Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἑπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, τῷ Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ὢ τοῦ παραδόξου θαύματος! Ἰωάννης στήθει τοῦ Λόγου ἀνέπεσε, Θωμᾶς δὲ τὴν πλευρὰν προσψηλαφῆσαι κατηξιώθη· ἀλλ' ὁ μέν, ἐκεῖθεν φρικτῶς θεολογίας βυθὸν ἀνέλκει, τὴν οἰκονομίαν ὁ δέ, ἠξίωται μυσταγωγῆσαι ἡμᾶς· παρίστησι γὰρ τὰς ἀποδείξεις τρανῶς, τῆς Ἐγέρσεως αὐτοῦ ἐκβοῶν· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Κατήφεια παθῶν, καὶ λογισμῶν ἡ ζάλη, μακρὰν ἐξοριζέσθω, καὶ οὕτως ἐξανθήσει τὸ ἔαρ τὸ τῆς πίστεως.
Ἦχος β'
Ὤφθης τοὶς ἱεροῖς, σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων, δι' αὐτῶν ἐγκαινίζων, τὸ θεῖον Πνεῦμα σήμερον.
Ἦχος β'
Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Ἰησοῦ Βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ, τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Κοινωνικὸν
Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.