ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Δικαιοσύνης ἐσθῆτα, περιβαλλόμενοι λευκὴν ὑπὲρ χιόνα, τῇ παρούσῃ τοῦ Πάσχα, ἡμέρᾳ εὐφρανθῶμεν, ἐν ᾗ ὁ Χριστός, δικαιοσύνης ὡς ἥλιος, ἐκ τῶν νεκρῶν ἀνατείλας πάντας ἡμᾶς, ἀφθαρσίᾳ κατεφαίδρυνεν.
Ἦχος α'
Ἡ βασιλὶς καὶ κυρία, τῶν ἑορτῶν Ἑορτή, ἡ νῦν ἐστὶν ἡμέρα ἣν ἐποίησεν ὄντως, ὁ Κύριος, ἐν ταύτῃ, ὡς ψάλλει Δαυΐδ, μυστικῶς εὐφρανθῶμεν λαοί· τῶν γὰρ θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, τὴν εἰρήνην ἐδωρήσατο.
Ἦχος α'
Ἡ τοῦ Θωμᾶ ἀπιστία τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμῶνος, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν, καὶ ποδῶν τολμηρότερον, ἐμψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι.
Δόξα... Καὶ νῦν...Ἦχος β'
Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς, ἀφοβίαν καὶ εἰρήνην ἐδίδου, εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς ὅτι ἀνέστην ἐκ νεκρῶν, φέρε ὧδε τήν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Σταυρώσιμον
Ἦχος α'
Ἄρρηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος· ἐν αὐτῷ γὰρ πεποιθότες σῳζόμεθα πάντες.
Ἀναστάσιμον
Ἦχος α'
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.
Μαρτυρικὸν
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.
Δόξα... Καὶ νῦν...Ἦχος πλ. δ'
Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον καὶ γίνου μοι πιστὸς καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε, δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Τοῦ λίθου σφραγισθέντος Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Σταυρώσιμον
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων, Παράδεισον ἠνέῳξας Σωτὴρ τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι· Μνήσθητί μου Κύριε· Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.
Ἀναστάσιμον
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν Ἀνάστασιν· Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Μαρτυρικὸν
Ἀθλήσεως καύχημα καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο, αὐτῶν ταῖς ἱκεσίαις ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με.
Σταυροθεοτοκίον
Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρὸν ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὁλολύζουσα· Πῶς ἐνέγκω σου τὴν ὑπὲρ λόγον Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια Πάθη, Θεὲ ὑπεράγαθε.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Μακάριος εἶ σὺ τὰς πληγὰς ψηλαφήσας, τῆς κρείττονος πλευρᾶς, τοῦ τὸ μέγιστον τραῦμα, τοῦ Ἀδὰμ ἰατρεύσαντος, καὶ ἡμῖν τοῖς πιστεύσασι, τὸν ἀνώλεθρον, μακαρισμόν προξενήσας, μόνοις ῥήμασι, τοῖς τῶν σεπτῶν Ἀποστόλων, τὴν τούτου Ἀνάστασιν.(Δίς)

Κανών α', ᾨδὴ α', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ' ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς
Ἦχος πλ. β'
Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ'
Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλ' ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν δι' ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας,

Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἐορτῆς
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος α'
Σταυρώσιμον
Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε, δόξα σοι.
Ἦχος α'
Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε, δόξα σοι.
Ἦχος α'
Ἀναστάσιμον
Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
Ἦχος α'
Μαρτυρικὸν
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν...Ἦχος πλ. δ'
Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, ἐπέστη ὁ Σωτὴρ οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ· Δεῦρο ψηλάφησον, καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

Ἦχος δ'
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρωθεὶς τὸν Παράδεισον, τοῖς ἀνθρώποις ἠνέῳξας, καὶ νεκροὺς συνήγειρας, ἡ ζωὴ ἡμῶν, καὶ ἐξανέστης τὸν θάνατον, ἑλὼν τῇ δυνάμει σου, καὶ συνῆψας οὐρανοῖς, ἀληθῶς τὰ ἐπίγεια καὶ ἐπλήρωσας, θυμηδίας ἀπλέτου, Θεοῦ Λόγε, τὸν χορὸν τῶν Ἀποστόλων, τούτοις εἰρήνην φθεγξάμενος.
Ἦχος δ'
Ἡ φθορὰ ἐξωστράκισται· ἀφθαρσία ἐξήνθησεν· ὁ δεσμὸς ὁ χρόνιος διαλέλυται, οἱ οὐρανοὶ εὐφραινέσθωσαν, γῆ καὶ τὰ ἐπίγεια· ἐξανέστη γὰρ Χριστός, ἐσκυλεύθη ὁ θάνατος, ἡ εὐφρόσυνος, ἐπεφάνη ἡμέρα, κεκλεισμένων, τῶν θυρῶν ἔνδον εἰσῆλθεν ὁ Ζωοδότης καὶ Κύριος.
Ἦχος δ'
Τῇ ἡμέρᾳ ὁ Κύριος, ἣν ἐποίησε σήμερον, ἀγαλλιασώμεθα εὐφραινόμενοι, ὁ Ζωοδότης ἐγήγερται, ὁ ᾍδης ἐσκύλευται, Ἀποστόλων ὁ χορὸς τὴν χαρὰν ἀκουτίζεται, ἐψηλάφησε, τὴν πλευρὰν τοῦ Δεσπότου, ἀπιστήσας, ὁ Θωμᾶς, καὶ ψηλαφήσας διπλῆν οὐσίαν ἐκήρυξε.
Δόξα... Καὶ νῦν...Ἦχος πλ. δ'
Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστὸς καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος εὔσπλαγχνε δόξα σοι.

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Κοινωνικὸν
Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.