ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ῥήματα ἀκούσασαι χαρᾶς, ἐκ τῶν ἐν τῷ τάφῳ τοῦ Λόγου, προσκαθημένων νοῶν, δρόμον ἐπεδείξαντο, σπουδαιοτέρας ὁρμῆς, καὶ τὴν τάξιν ἀφέμεναι, τῶν πρὶν Μυροφόρων, ὡς εὐαγγελίστριαι ἐθεωρήθησαν, Ἔγερσιν ἐξ ᾍδου κευθμώνων, εὐαγγελιζόμεναι Μύσταις, τοῦ ὑπὲρ ἡμῶν ἐνανθρωπήσαντος.
Ἦχος β'
Ὄρθρον προλαβοῦσαι τὸν βαθύν, φόβῳ Μυροφόροι γυναῖκες, τάφῳ παρέστησαν, μύρα προσκομίζουσαι, τῷ ζωοδότῃ Χριστῷ, ἐν νεκροῖς λογιζόμεναι, τὸν ᾍδην νεκροῦντα, ἀλλὰ θεῖος Ἄγγελος, ἐπέστη ταύταις βοῶν· Τί τὸν ζωηφόρον καὶ ζῶντα, μετὰ τῶν νεκρῶν ἐκζητεῖτε; ἄπιτε τὴν Ἔγερσιν κηρύττουσαι.
Ἦχος β'
Φέρεις τὸν ἐπ' ὤμων Χερουβίμ, ἐπαναπαυόμενον Λόγον, μακαριστὲ Ἰωσήφ· ἄλλο ὥσπερ ὄχημα, ἐπὶ τῶν ὤμων τῶν σῶν, σαρκωθέντα τὸ πρότερον, καὶ νῦν νεκρωθέντα, ὃς ἐζωοποίησε, τοὺς νεκρωθέντας ἡμᾶς, οὗ τὴν ἐξανάστασιν βλέπων, χαίρεις σὺν σεπταῖς Μυροφόροις, κἂν προεθρηνεῖτε τούτου νέκρωσιν.

Δόξα... Καὶ νῦν... Ἦχος α'
Ἦλθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν τεθνεώτων; ἀνέστη καθὼς εἶπεν, ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε, Πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ νεκρῶν, Κύριε δόξα σοι.

Ἀναστάσιμον
Ἦχος β'
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, Παντοδύναμε Κύριε, δόξα σοι.
Ἀποστολικὸν
Ἦχος β'
Ἐμεγάλυνας Σωτήρ, ἐν τῇ οἰκουμένῃ τῶν κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα, ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἁλιέων ἐθαυματούργει, καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα, δι' ὧν εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.
Μαρτυρικὸν
Ἦχος β'
Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί. Πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ἔρραναν μύρα μετὰ δακρύων ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος β'
Ἀναστάσιμον
Τὰ μύρα τῆς ταφῆς σου, αἱ γυναῖκες κομίσασαι, λαθραίως πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι τῶν Ἰουδαίων δειλιῶσαι τὴν αὐθάδειαν, καὶ στρατιωτῶν προορῶσαι τὴν ἀσφάλειαν· ἀλλὰ φύσις ἀσθενὴς τὴν ἀνδρείαν ἐνίκησεν, ὅτι γνώμη συμπαθής, τῷ Θεῷ εὐηρέστησε· προσφόρως οὖν ἐκραύγαζον· Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τοῦ ὀνόματός σου.
Ἀποστολικὸν
Ὁ σοφίσας ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάσῃ τῇ γῇ, τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, δι' αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.
Μαρτυρικὸν
Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον ἔτεκες. Διὸ κατὰ χρέος σε πάντες εὐσεβῶς μεγαλύνομεν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὰ μύρα Σωτὴρ Γυναῖκες προσκομίζουσαι ἐζήτουν σπουδῇ, μυρίσαι σε φιλάνθρωπε, ἐκ τοῦ τάφου δὲ Ἄγγελος, πρὸς αὐτὰς ἐβόα· Ἐγήγερται ὁ ζωοδότης καὶ Κύριος, πατήσας τὸν ᾍδην καὶ τὸν θάνατον. (Δίς)

Κανών α', ᾨδὴ α', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν».

Ἐσταυρώθης σαρκί, ὁ ἀπαθὴς τῇ φύσει τοῦ Πατρός, ἐκεντήθης τὴν πλευράν, πηγάσας κόσμῳ αἷμα καὶ ὕδωρ. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Τὸν Σταυρόν σου τιμῶ, καὶ τὴν Ταφὴν δοξάζω ἀγαθέ, καὶ ὑμνῶ καὶ προσκυνῶ τὴν Ἔγερσίν σου, καὶ ἀνακράζω· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Κἂν ἐγεύσω χολῆς, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, ἀλλ' ἐπήγασας ἡμῖν τὴν ἀφθαρσίαν, ἐκ τῆς πλευρᾶς σου. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Ἐλογίσθης Σωτήρ, μετὰ νεκρῶν νεκροὺς ἐγείρας· ἀπεγεύσω τῆς φθορᾶς· διαφθορὰν γὰρ ὅλως οὐκ ἔγνως. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Εὐφραινέσθω Σιών, ἀγαλλιάσθω καὶ ὁ οὐρανός, ἐξανέστη Χριστός, νεκροὺς ἐγείρας ὑμνολογοῦντας· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Ὀθονίοις εἱλήσας, Ἰωσὴφ τὸ σῶμά σου Χριστέ, ἐν μνημείῳ τῷ καινῷ, κατέθετό σε τὴν σωτηρίαν, νεκροὺς δὲ ὡς Θεὸς ἐξανέστησας.

Προλαβοῦσαι τὸν ὄρθρον, αἱ Γυναῖκες εἶδον τὸν Χριστόν, καὶ τοῖς θείοις Μαθηταῖς, ἐβόων· Ὄντως Χριστὸς ἀνέστη, δεῦτε σὺν ἡμῖν ἀνυμνεῖτε αὐτόν.
Δόξα...
Παναγία Τριάς, μία Θεότης, ἄναρχε μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ θεῖον Πνεῦμα, σῷζε τὸν κόσμον. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ἀρχαίαν ἀράν, ἐν γαστρί σου λύσασα Σεμνή, ἀνεβλάστησας ἡμῖν, τὴν εὐλογίαν, βρέφος τεκοῦσα· οὗτος γὰρ Θεός, εἰ καὶ σάρκα φορεῖ.

Κανών α', ᾨδὴ γ', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».

Τὰς παλάμας Ἰησοῦ, προσηλώσας ἐν Σταυρῷ τὰ ἔθνη πάντα, ἐκ τῆς πλάνης συλλαβών, πρὸς ἐπίγνωσιν τὴν σήν, συνεκαλέσω Σωτήρ.

Ἰουδαίων ὁ λαός, τῷ Πιλάτῳ ἐκβοᾷ· Ἀπόλυσόν μοι τὸν κακοῦργον λῃστήν, ἆρον, ἆρον, σταύρωσον τὸν ἀναμάρτητον.

Σταυρωθέντος σου Χριστέ, συνεσκότασε τὸ φῶς, ἡ γῆ ἐσείσθη, καὶ ἐκ τάφου νεκροί, ἐξανέστησαν πολλοί, φόβῳ τοῦ κράτους σου.

Παρεστῶσα τῷ Σταυρῶ, ἡ ἀμνάς σου Ἰησοῦ, κλαυθμῷ ἐβόα· Ποῦ πορεύῃ Υἱὲ; ποῦ ἀπέρχῃ ὁ ἀμνός, ὁ ὑπὲρ πάντων σφαγείς;

Προσκυνῶ σου τὸν Σταυρόν, ἀνυμνῶ καὶ τὴν ταφήν, τιμῶ τὰ Πάθη, καὶ τοὺς ἥλους τῶν χειρῶν, καὶ τὴν λόγχην Ἰησοῦ, καὶ τὴν Ἀνάστασιν.

Ἐξανέστης Ἰησοῦ, ἐσκυλεύθη ὁ ἐχθρός, Ἀδὰμ ἐρρύσθη, καὶ ἡ Εὔα σὺν αὐτῷ, τῶν δεσμῶν καὶ τῆς φθορᾶς, τῇ Ἀναστάσει σου.

Ἀναστάντος σου Χριστέ, συνετρίβησαν μοχλοί, καὶ πύλαι ᾍδου, καὶ θανάτου τὰ δεσμά, διελύθησαν εὐθύς, φόβῳ τοῦ κράτους σου.

Θεοδόχε Ἰωσήφ, δεῦρο στήθι μεθ' ἡμῶν. Ἀνέστη κράζων, Ἰησοῦς ὁ λυτρωτής, ὁ ἐγείρας τὸν Ἀδάμ, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

Εὐφραινέσθω σὺν ἡμῖν, Μαθητῶν ἡ δωδεκάς, σὺν Μυροφόροις γυναιξί, καὶ Ἰωσήφ, καὶ τοῖς ἄλλοις Μαθηταῖς, καὶ Μαθητρίαις Χριστοῦ.
Δόξα...
Σὺν Πατρὶ καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τὴν μίαν φύσιν, προσκυνῶ καὶ ἀνυμνῶ, τοῖς προσώποις διαιρῶν, καὶ τῇ οὐσίᾳ ἑνῶν.
Καὶ νῦν... Θεοτοκίον
Μακαρία εἶ Σεμνή, ἡ ἐκ ῥίζης Ἱεσσαί, ἐξ ἧς ἡ ῥάβδος, καὶ τὸ ἄνθος ὁ Χριστός, κατὰ σάρκα δι' ἡμᾶς, ἀναβλαστήσασα.

Κανών α', ᾨδὴ δ', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ».

Διὰ Σταυροῦ ᾐχμαλώτευσας, τὴν τοῦ ᾍδου γαστέρα, καὶ συνήγειρας νεκρούς, καὶ τοῦ θανάτου κατέλυσας τὴν τυραννίδα· ὅθεν οἱ ἐξ, Ἀδὰμ προσκυνοῦντες, ὑμνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν Χριστέ.

Ὁ εὐδοκήσας Σωτὴρ ἡμῶν, διὰ σπλάγχνα ἐλέους, προσπαγῆναι τῷ Σταυρῷ, καὶ τῆς πατρῴας λυτρώσασθαι ἡμᾶς κατάρας, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ δσα θέλεις ἐκπληροῦν.

Ὁ ἐν Σταυρῷ προσηλώσας μου, τὴν ἀρχαίαν κατάραν, καὶ πηγάσας μοι Σωτήρ, τὴν εὐλογίαν δι' αἵματος, ἐκ τῆς πλευρᾶς σου, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

ᾍδης Σωτὴρ συναντήσας σοι, ἐν τοῖς καταχθονίοις ἐπικράνθη, ἐνορῶν, ὅτι οὓς πάλαι κατέπιεν ἰσχύσας, ἄρτι ἄκων ἀποδιδοὺς ἐρευνᾶται τὰ κάτω, καὶ γυμνοῦται καὶ σκυλεύεται νεκρούς.

Εἰ καὶ ὁ λίθος ἐσφράγισται, μετὰ τῆς κουστωδίας, ὦ παράνομοι ἐχθροί· ἀλλ' ἐξανέστη ὁ Κύριος καθὼς προεῖπε, λύων μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύναται γὰρ ὅσα θέλει ἐκπληροῦν.

Ὁ ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ σκυλεύσας τὸν ᾍδην, καὶ ζωώσας τοὺς νεκρούς, καὶ ἀφθαρσίαν πηγάσας μοι, τῇ σῇ Ἐγέρσει, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

Ὄντως αἰσχύνθητε ἄνομοι· ὁ Χριστὸς γὰρ ἀνέστη, καὶ συνήγειρε νεκρούς, κράζων, θαρσεῖτε, νενίκηκα ἐγὼ τὸν κόσμον, πείσθητε οὖν αὐτῷ, ἢ σιγήσατε πλάνοι, ἀθετοῦντες τὴν Ἀνάστασιν αὐτοῦ.

Ὁ Μυροφόροις τό, Χαίρετε, ἀναστὰς ἐκ τοῦ τάφου, προσφωνήσας ἀγαθέ, καὶ Ἀποστόλοις, κηρύξατε τὴν Ἔγερσίν μου, λῦσόν μου τὰ δεσμά, τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

Ἰωσὴφ τὸν εὐσχήμονα, ζηλωτὴν εὐσεβείας, βουλευτὴν καὶ μαθητήν, σὺν Μυροφόροις τιμήσωμεν καὶ Ἀποστόλοις, κράζοντες σὺν αὐτοῖς, καὶ πιστῶς ἀνυμνοῦντες τοῦ Σωτῆρος τὴν Ἀνάστασιν φαιδρῶς.
Δόξα...
Ὑπερουσίου Θεότητος, τὴν ἀμέριστον δόξαν, τίς ἰσχύσει ἐξειπεῖν· ἓν γὰρ τῇ φύσει ὑπάρχουσα, Τριὰς ὑμνεῖται, ἄναρχος, συμφυής, ὡς μονὰς ἐν Τριάδι ὑμνουμένη, ὑποστάσεσιν ἁπλαῖς.
Καὶ νῦν... Θεοτοκίον
Τὸν ἐν γαστρί σου σκηνώσαντα, ἀλοχεύτως τεκοῦσα, Μητροπάρθενε ἁγνή, ἀκαταπαύστως ἱκέτευε, ὡς Θεοτόκος, λῦσαί μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις βοηθεῖν.

Κανών α', ᾨδὴ ε', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀχλὺν τὺς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου, καταύγασόν με ὡς μόνος, τῆς εἰρήνης Βασιλεύς».

Σὺ τὴν ἀρχαίαν στολήν μου, ἣν μοι ἐξύφανεν, οἴμοι! ὁ σπορεὺς τῆς ἁμαρτίας ἐξέδυσάς με Σωτήρ μου, ἐνδυσάμενος ἐμέ.

Φύλλα συκῆς ἔρραψέ μοι, ἡ ἁμαρτία μου οἴμοι! μὴ φυλάξαντι Σωτήρ μου τὴν ἄχραντον ἐντολήν σου, τῇ τοῦ ὄφεως βουλῇ.

Τὴν πληγωθεῖσαν ψυχήν μου, τοῖς λῃστρικοῖς λογισμοῖς μου, ἐπιστὰς ὁ ἐκ Μαρίας, καὶ ἔλαιον ἐπιχύσας, ἐθεράπευσε Χριστός.

Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ ἄμεμπτος Θεοτόκος, μητρικῶς ἀνεκαλεῖτο. Κατέλιπές με τὴν μόνην, Υἱέ μου καὶ Θεέ.

Σὺ τὸν ἀρχέκακον ὄφιν, τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ σου, καθελὼν τῇ σῇ Ἐγέρσει, συνέτριψας τὸ κέντρον, τοῦ θανάτου Ἰησοῦ.

Ποῦ σου θάνατε τὸ κέντρον, ποῦ σου, ᾍδη τὸ νῖκος, ὁ Ἀδὰμ συνεκβοάτω· συντέτριψαι ζωώσει, τοῦ ἐγείραντος νεκρούς.

Αἱ Μυροφόροι γυναῖκες, τὸ μνῆμα καταλαβοῦσαι, τοῦ ζωώσαντος τοὺς κάτω, φωνῆς ἤκουον λεγούσης· Ἐξανέστη ὁ Χριστός.

Τῶν εὐσεβῶν Μυροφόρων, τὴν μνήμην ἐπιτελοῦντες, καὶ πάντων τῶν Μαθητῶν σου, ἐν τῇ φαιδρᾷ σου Ἐγέρσει, ἀνυμνοῦμέν σε Χριστέ.

Τὸν εὐσχήμονα πάντες, τιμήσωμεν ἐπαξίως, ὃς τὸ σῶμα τοῦ Κυρίου, ἀπὸ τοῦ ξύλου καθεῖλε, καὶ ἐκήδευσε πιστῶς.
Δόξα...
Σὲ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, προσκυνῶ τρεῖς ὑποστάσεις καὶ ἓν τὰ τρία πιστεύω, οὐσιότητι μιᾷ.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν ἀσπόρῳ κυήσει, γεννήσασαν ὑπὲρ φύσιν, τὸν καινίσαντα τὴν φύσιν, Χριστὸν τὸν μόνον Δεσπότην, ἀνυμνοῦμεν οἱ πιστοί.

Κανών α', ᾨδὴ ς', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με».

Νεκρός ἐστιν ὁ ᾍδης, θαρσεῖτε γηγενεῖς· ὁ γὰρ Χριστὸς ἐπὶ ξύλου κρεμάμενος, ἀπέρριψε τὴν ῥομφαίαν κατ΄ αὐτοῦ, καὶ κεῖται νεκρός· οὓς εἶχε γὰρ ἐσκυλεύθη γυμνωθείς.

Ἐσκύλευται ὁ ᾍδης, θαρσεῖτε οἱ νεκροί, καὶ τὰ μνημεῖα ἠνοίχθη, ἐγείρεσθε, βοᾷ ὑμῖν ἐκ τοῦ ᾍδου ὁ Χριστός, ὁ πάντας ἐλθὼν λυτρώσασθαι, ἐκ θανάτου καὶ φθορᾶς.

Νεκροὺς οὕς περ ἰσχύσας, κατέπιες ποτέ, νῦν ἀπαιτούμενος ᾍδης, ἀπόδος μοι· βοᾷ σοι ὁ ζωοδότης καὶ Θεός, ὁ πάντας ἐλθὼν λυτρώσασθαι, τῆς ἀπλήστου σου γαστρός.

Ὁ Κύριος ἀνέστη σκυλεύσας τὸν ἐχθρὸν καὶ τοὺς δεσμίους ἐκσπάσας, ἀνήγαγε πάντας, καὶ τὸν πρωτόπλαστον Ἀδάμ, αὐτὸν ἀνιστῶν ὡς εὔσπλαγχνος, καὶ φιλάνθρωπος Θεός.

Σινδόνι σε εἱλήσας, κατέθετο Χριστέ, Ἰωσὴφ ὁ εὐσχήμων ἐν μνήματι, μυρίσας δὲ τὸν λυθέντα σου ναόν, τοῦ σώματος, προσεκύλισε, λίθον μέγαν τῇ σορῷ.

Γυναῖκες Μυροφόροι, τί σπεύδετε λοιπόν, τί δὲ τὰ μύρα τῷ ζῶντι κομίζετε; ἀνέστη καθὼς προεῖπεν ὁ Χριστός, παυσάσθω ὑμῶν τὰ δάκρυα, μετελθόντα εἰς χαράν.
Δόξα...
Τριάδα ἐν μονάδι ὑμνήσωμεν πιστοί, σὺν τῷ Υἱῷ τὸν Πατέρα δοξάζοντες, καὶ Πνεῦμα τὸ ὁμοούσιον Υἱῷ, καὶ ὃν ἐν Πατρὶ συνάναρχον, καὶ ἀΐδιον Θεόν.
Καὶ νῦν... Θεοτοκίον
Γαστρὶ ἀγεωργήτως συνέλαβες Ἁγνή, τῆς ἀφθαρσίας τὸν βότρυν ὡς ἄμπελος, ἐξ οὗ τῆς ἀθανασίας οἱ κρουνοί, ὡς οἶνον ἡμῖν πηγάζουσι, τὴν αἰώνιον ζωήν.

Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Κανών α', ᾨδὴ ζ', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ, ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας.

Σὺ ὡς φιλάνθρωπος θέλων, πάντας σῶσαι ἐκ πλάνης, οὓς ἔπλασας, ἠνέσχου, προσηλωθῆναι τῷ σταυρῷ, ἵνα τὴν συγχωσθεῖσαν εἰκόνα τοῖς πάθεσι, ταύτην τῇ σαρκὶ σου ἀνανεώσῃς Σωτήρ, καὶ ᾍδην καθελών, συνεξανέστησας, καὶ τοὺς θανόντας σεαυτῷ.

Ἐν τῷ σταυρῷ ὑψούμενος πάντας προσεκαλέσω, πρὸς σεαυτὸν οἰκτίρμον ὡς ἐπηγγείλω ἀγαθέ, ὅτι ἐν ἀληθείᾳ ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας ἡμῶν παθεῖν ηὐδόκησας· ὅθεν καὶ τῷ Λῃστῇ, τὰς τοῦ Παραδείσου πύλας ἠνέῳξας Σωτήρ.

Σὺ τὸν ναὸν τοῦ σώματος ἤγειρας τὸν λυθέντα, τριήμερον ἐκ τάφου, ὡς ἐπηγγείλω ἀγαθέ, ἵνα ἐν ἀληθείᾳ γνωρίσῃς τὴν δόξαν σου, ἣν ἡμῖν πηγάζεις διὰ τῆς πίστεως, δεσμίους ἀφελῶν οὓς κατεῖχε πάλαι ᾍδης πεπεδημένους.

Ὢ Ἰουδαίων ἄνοια! ὢ μανία ἀνόμων! Τί ἄπιστον ἰδόντες, οὐκ ἐπιστεύσατε Χριστῷ; ὅτι τοὺς ἀσθενοῦντας ἐν λόγῳ οὐκ ἤγειρεν, ἢ ὅτι πάντα κόσμον αὐτὸς οὐκ ἔσωσε; Πεισάτωσαν ὑμᾶς κἂν οἱ στρατιῶται, οἱ ἀναστάντες ἐκ νεκρῶν.

Οἱ νεκρωθέντες φύλακες, νῦν λεγέτωσαν, ὅπως ἐκλάπη ὃν οὐκ εἶδον, οἱ ἀγνώμονες παντί. Εἰ γὰρ ἐξαναστάντα οὐκ εἶδον, οὐκ ᾔσθοντο, πῶς κλαπέντα οὕτω νοῆσαι εἶχόν ποτε: Πεισάτωσαν ὑμᾶς, κἂν ὁ λίθος οὗτος, καὶ τὰ ἐντάφια Χριστοῦ.

Τί ὡς νεκρὸν φυλάττετε; τί σφραγῖδας τῷ λίθῳ τεθήκατε; Ἑβραῖοι, φόβον φοβούμενοι κλοπῆς, ἰδοὺ ἐν ἀληθείᾳ ὁ τάφος ἐσφράγισται, πῶς οὖν ἐξανέστη, εἰ μὴ Θεός ἦν ὁ Χριστός; Πεισάτωσαν ὑμᾶς οἱ ἐξαναστάντες, καὶ ὁραθέντες τοῖς πολλοῖς.
Δόξα...
Σὺν τῷ Πατρὶ δοξάζομεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, βοῶντες, ἀκαταπαύστῳ τῇ φωνῇ· Τριὰς μοναδικὴ οὐσία, ἐλέησον, σῶσον πάντας, ἡ ἐν τρισὶ προσώποις μονάς, οἰκτίρησον ἡμᾶς, ὁ δεδοξασμένος Θεὸς εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ἐν τῇ γαστρί σου Ἄχραντε, πῶς ἐχώρησας βρέφος, ὃν τρέμουσι δυνάμεις, αἱ τῶν Ἀγγέλων ὡς Θεόν; εἰ μὴ ὡς ἠβουλήθη, ὡς οἶδεν, ἐσκήνωσε, πάντας θέλων, σῶσαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς, λύσας τὸν Ἀδὰμ τῆς ἀρᾶς ἐκείνης, τῆς διὰ βρώσεως πικρᾶς.

Κανών α', ᾨδὴ η', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Αἱ τοῦ ἡλίου αὐγαί, συνεστέλλοντο φόβῳ, τῶν Χριστοῦ παθημάτων, καὶ ἀνίσταντο νεκροί, καὶ ὄρη ἐκλονεῖτο, καὶ ἐδονεῖτο ἡ γῆ, καὶ ᾍδης ἐγυμνοῦτο.

Οἱ ἐν καμίνῳ ποτέ, τρισμακάριοι Παῖδες, ἀνυψοῦντες τὰς χεῖρας, προετύπουν ἀγαθέ, τὸν ἄχραντον Σταυρόν σου, δι' οὗ καθεῖλες Χριστέ, ἐχθροῦ τὴν δυναστείαν.

Ὦ Ἰουδαῖοι τυφλοί, πλάνοι καὶ παραβάται, οἱ Χριστοῦ τῇ Ἐγέρσει, ἀπειθοῦντες ὡς ψευδεῖ; τί ἄπιστον ὁρᾶτε; ὅτι ἀνέστη Χριστός, ὁ τοὺς νεκροὺς ἐγείρας;

Ὦ Ἰουδαῖοι ἐχθροί, κἂν ἡμῖν ἀπιστεῖτε, τοὺς ὑμῶν στρατιώτας, ἐρωτήσατε ὑμεῖς, τί ἔπαθον ἐκεῖνοι; τίς ὁ κυλίσας χερσί, τὸν λίθον τοῦ μνημείου;

Τίς ὁ ξηράνας συκῆν; τίς δὲ τὴν ξηρανθεῖσαν, ἰασάμενος χεῖρα; τίς ὁ χορτάσας ποτέ, τὰ πλήθη ἐν ἐρήμῳ; εἰμὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.

Τίς ὁ φωτίσας τυφλούς, καὶ λεπροὺς ἐκκαθάρας, καὶ χωλοὺς ἀνορθώσας, καὶ πεζεύσας ὡς ξηράν, τὴν θάλασσαν ἀβρόχως; εἰ μὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.

Τίς ὁ ἐγείρας νεκρόν, τεταρταῖον ἐκ τάφου, καὶ τῆς χήρας τὸν υἱόν; τίς ὁ σφίγξας ὡς Θεός, παράλυτον ἐν κλίνῃ; εἰ μὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.

Κράζει ὁ λίθος αὐτός, αἱ σφραγῖδες βοῶσιν, ἃς ὑμεῖς ἐπιθέντες, κατεστήσατε φρουροὺς φυλάσσοντας τὸ μνῆμα. Ὄντως ἀνέστη Χριστός, καὶ ζῇ εἰς τοὺς αἰῶνας.

Ὄντως ἀνέστη Χριστός, ἐσκυλεύθη ὁ ᾍδης, ἐνεκρώθη ὁ ὄφις, ἐλυτρώθη ὁ Ἀδάμ, ἐσώθησαν οἱ κάτω. Τί ἀπιστεῖτε λοιπόν, ἐχθροὶ καὶ παραβάται;
Δόξα...
Σὺν τῷ Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν Θεότητι μιᾷ, δοξάζομεν βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ἐν τῇ γαστρί σου Ἁγνή, τὸν ἀείζωον ἄρτον, φυραθέντα ἀφύρτως, ἐν φυράματι ἡμῶν, ἐγέννησας ἀτρέπτως, ἕνα Χριστὸν τὸν Θεόν, ἐν δυσὶ ταῖς οὐσίαις.

Κανών α', ᾨδὴ θ', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ὑπερφυῶς σαρκὶ συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί».

Τὸν ἐν τῷ Σταυρῷ Λῃστήν, ἐπιγνόντα σε Θεόν, κληρονόμον εἰργάσω, νοητοῦ Παραδείσου, τὸ Μνήσθητι βοῶντα, παντοδύναμε Σωτήρ.

Ἐρραπίσθης δι' ἡμᾶς, ἐνεπτύσθης Ἰησοῦ, ὑπὸ τῶν παρανόμων, ὁ τὰς πλάκας τοῦ νόμου, χαράξας ἐν Σιναίῳ, τῷ θεράποντι Μωσεῖ.

Ὄξος καὶ χολὴν Σωτήρ, ἐποτίσθης δι' ἡμᾶς, ὁ δοὺς ἡμῖν τὸ Σῶμα, καὶ τὸ τίμιον Αἷμα, εἰς βρῶσίν τε καὶ πόσιν, αἰωνίου σου ζωῆς.

Τὴν ζωοποιὸν πλευράν, λόγχῃ κεντηθεὶς Χριστέ, τὸ ἄχραντόν σου Αἷμα, καὶ τὸ τίμιον Ὕδωρ, ἐπήγασας τῷ κόσμῳ, ὡς ἀείζωον πηγήν.

Ἑλογίσθης ἐν νεκροῖς, ὁ ζωώσας τοὺς νεκρούς, ἐν τάφῳ κατετέθης, ὁ κενώσας τοὺς τάφους, ἐσκύλευσας τὸν ᾍδην, ἀναστήσας τὸν Ἀδάμ.

Ἐξανέστης Ἰησοῦ, ἐδεσμεύθη ὁ ἐχθρός, ἐσκυλεύθη ὁ ᾍδης, ἐγυμνώθησαν τάφοι, ἠγέρθησαν οἱ κάτω, προσκυνοῦντές σε Χριστέ, ὁ κλέψας τὸν νεκρόν.

Τίς, μάλιστα δὲ καὶ γυμνόν; τί πλανᾶσθε Ἑβραῖοι; ὁ Χριστὸς ἐξανέστη, καὶ λέλυνται τοῦ ᾍδου, τὰ δεσμὰ καὶ οἱ μοχλοί.

Δόξα σοι Χριστὲ Σωτήρ, ὁ πηγάσας τὴν ζωήν, καὶ τὸ φῶς ἀνατείλας, τοῖς ἐν σκότει ἀγνοίας, καὶ πᾶσαν καταλάμψας, τῇ Ἐγέρσει σου τὴν γῆν.

Ὁ εὐσχήμων βουλευτής, ἀνυμνείσθω Ἰωσήφ, μετὰ τῶν Μυροφόρων, καὶ τῶν θείων Μαθητῶν, ὡς κήρυξ ὢν καὶ οὗτος, τῆς Ἐγέρσεως Χριστοῦ.

Ἰωσὴφ τὸν θαυμαστόν, εὐφημήσωμεν πιστοί, συνάμα Νικοδήμῳ, καὶ πισταῖς Μυροφόροις, ὁ Κύριος ἀνέστη, ἐκβοῶντες ἀληθῶς.
Δόξα...
Ἄναρχος εἶ ὁ Πατήρ, ἄκτιστος εἶ ὁ Υἱός, σύνθρονον καὶ τὸ Πνεῦμα, ἓν τὰ τρία τῇ φύσει, καὶ τρία τοῖς προσώποις, εἷς Θεὸς ἀληθινός.
Καὶ νῦν... Θεοτοκίον
Εὐφραινέσθω Ἰεσσαί, χορευέτω καὶ Δαυΐδ· ἰδοὺ γὰρ ἡ Παρθένος, ἡ θεόφυτος ῥάβδος, ἐβλάστησε τὸ ἄνθος, τὸν ἀείζωον Χριστόν.

Ἐξαποστειλάριον
Ἦχος β'

Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Γυναῖκες ἀκουτίσθητε, φωνὴν ἀγαλλιάσεως, Τύραννον ᾍδην πατήσας, φθορᾶς ἐξήγειρα κόσμον, δράμετε φίλοις εἴπατε, τοῖς ἐμοῖς εὐαγγέλια· βούλομαι γὰρ τὸ πλάσμα μου, χαρὰν ἐκεῖθεν αὐγάσαι, ἐξ ἧς προῆλθεν ἡ λύπη.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ
Ἦχος β'
Ἀναστάσιμον
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ, Ἀναστάσει ἐκύλισεν, ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν·διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν Ἁπάντων, Κύριε, δόξα σοι.
Ἦχος β'
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ, Ἀναστάσει ἐκύλισεν, ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν·διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν Ἁπάντων, Κύριε, δόξα σοι.
Ἦχος β'
Ἀποστολικὸν
Οἱ ἐξ ἀδίκων πράξεων πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν προσφέρομέν σοι λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα. Δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σῴζεις ἐκ κινδύνων, τῇ πρεσβείᾳ τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας διὰ πολλὴν ἀγαθότητα, Κύριε, δόξα σοι.
Ἦχος β'
Μαρτυρικὸν
Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Αἱ Μυροφόροι γυναῖκες ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ Κυρίου τὸν τάφον κατέλαβον· ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν, ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής, τῶν ἀγνοουσῶν Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, ἐξανέστης ὡς Θεός, τότε χαίρειν δέδωκας Λόγε ταῖς Μυροφόροις εἰπών· Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, καὶ λοιπὸν μή μου ἅπτεσθε, πορεύεσθε μόνον, εἴπατε τοῖς φίλοις μου· ἰδοὺ προάγει ὑμᾶς. Ὅθεν, μετὰ ταῦτα ὡράθης, καὶ δι' ἐμφυσήματος τούτοις, δέδωκας Σωτὴρ Πνεῦμα τὸ ἅγιον.
Ἦχος β'
Ῥήσεις, Μυροφόρων γυναικῶν, τὰς ἐκ τῶν νεκρῶν κηρυττούσας, Χριστοῦ Ἀνάστασιν, Μύσται μὴ πιστεύσαντες, ἔσπευσαν μνῆμα ἰδεῖν, καὶ σινδὼν καὶ σουδάριον, ὁρᾶται τῷ τάφῳ, ὁ δ' αὐτὸς ζητούμενος, οὐχὶ τεθέαται. Ὅθεν, τὴν Ἀνάστασιν γνόντες, κήρυκες ὁρῶνται ἐν κόσμῳ ταύτην καὶ τοῖς ἔθνεσι μηνύοντες.
Ἦχος β'
Ὤφθη, φῶς ἀπρόσιτον ἡμῖν, λάμπων ἀπὸ τάφου ὡραῖος, Χριστὸς ὁ Κύριος, ᾍδης ᾐχμαλώτισται, Σατὰν ἠφάνισται, χαίρει κόσμου τὰ πέρατα, χορεύει ἡ κτίσις, μέλπει ἑορτάζουσα, ἡ Ἐκκλησία Χριστοῦ, μνήμην Ἰωσὴφ τοῦ πανσόφου, καὶ τῶν Μυροφόρων σὺν τούτῳ, γυναικῶν γεραίρει τὴν πανήγυριν.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθορὰν τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις, ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Κοινωνικὰ
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.