ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΚΥΡΙΑΚΗ
ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ, Γ' ΗΧΟΣ



ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ
Ἦχος γ'
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.
Ἦχος γ'
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.
Ἦχος γ'
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
Ἦχος γ'
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.
Δόξα...
Ἦχος πλ. α'
Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων· Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην. Ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασιν.
Τὸ Δογματικὸν Καὶ νῦν...
Ἦχος γ'
Μέγιστον θαῦμα! Παρθένος τεκοῦσα καὶ τὸ τεχθέν, Θεὸς πρὸ αἰώνων, προφανὴς ὁ τόκος, καὶ τὸ τελούμενον ὑπὲρ φύσιν. Ὢ μυστηρίου φρικώδους! ὃ καὶ νοούμενον, ἄφραστον μένει, καὶ θεωρούμενον, οὐ καταλαμβάνεται. Μακαρία σὺ εἶ, ἄχραντε Κόρη, Ἀδὰμ τοῦ γηγενοῦς θυγάτηρ, καὶ Θεοῦ τοῦ Ὑψίστου φανεῖσα Μήτηρ· αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρὸν
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.
Καὶ Στιχηρὰ τῆς Θεοτόκου.
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μεγάλης διὰ σοῦ εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Ἀγγέλοις, τὸν τόκον σου δοξάζομεν, τὸν καταξιώσαντα, ἐν μήτρᾳ σου τεχθῆναι, δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα τῶν ἀνθρώπων τὸ γένος.
Ἦχος γ'
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Σὲ πάντες καταφύγιον, καὶ θείαν σκέπην ἁγνή, ἁμαρτωλοὶ ἐν βίῳ, κεκτήμεθα Παρθένε· ἱκετεύομεν οὖν πάντες σὴν εὐσπλαγχνίαν. Μὴ ἀποστῇς ἀφ' ἡμῶν δεόμεθα, ἀλλ' ἐλέει καὶ σῷζε.
Ἦχος γ'
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Τὸ Χαῖρε Θεοτόκε, Μήτηρ ἀειπάρθενε, οἱ χοϊκοί σου δοῦλοι προσφέρομεν ἀξίως, σὺν τῷ Γαβριὴλ τῷ θείῳ ταξιάρχῃ· καὶ γὰρ χαρᾶς πρόξενος, καὶ ἀγαλλίαμα, σὺ ἐγένου τῷ κόσμῳ.
Θεοτοκίον
Δόξα... Καὶ νῦν... Ἦχος α΄
Ἐν τῇ Στοᾷ τοῦ Σολομῶντος, ἐκεῖ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, καὶ μεσούσης τῆς Ἑορτῆς, εὗρεν ὁ Χριστὸς ὀκτὼ καὶ τριάκοντα ἐτῶν παράλυτον κείμενον· δεσποτικῇ φωνῇ λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ὁ δὲ λέγει πρὸς αὐτόν· Ἆρόν σου τὴν κλίνην, ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Τῆς Θεοτόκου πρεσβείαις Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον
Ἦχος γ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος γ΄
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος γ΄
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.
Ἦχος γ΄
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.
Ἦχος γ΄
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
Ἕτερα Στιχηρά, Ἀνατολικά. - Ὀκτώηχος
Ἦχος γ΄
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν• τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.
Ἦχος γ΄
Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα• δι' ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ΄
Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.
Ἦχος γ΄
Οἱ ἀναξίως ἑστῶτες, ἐν τῷ ἀχράντῳ σου οἴκῳ, ἑσπερινὸν ὕμνον ἀναμέλπομεν, ἐκ βαθέων κραυγάζοντες• Χριστὲ ὁ Θεός, ὁ φωτίσας τὸν κόσμον τῇ τριημέρῳ Ἀναστάσει σου, ἐξελοῦ τὸν λαόν σου, ἐκ χειρὸς τῶν εχθρῶν σου Φιλάνθρωπε.
Στιχηρὰ Ἰδιόμελα τοῦ Παραλύτου
Ἦχος α'
Ὁ τῇ παλάμῃ τῇ ἀχράντῳ, πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε, τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ κολυμβήθρᾳ, διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἐλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες· διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι.
Ἦχος α'
Ὁ τῇ παλάμῃ τῇ ἀχράντῳ, πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε, τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ κολυμβήθρᾳ, διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἐλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες· διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι.
Ἦχος α'
Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῆς κολυμβήθρας· οὐ γὰρ ἐστί μοι τίς ὁ ἐμβάλλων με, ταραττομένων τῶν ὑδάτων· ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κᾀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. α'
Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην. Ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασιν.
Θεοτοκίον - Ὀκτώηχος
Ἦχος γ΄
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Προκείμενον. Ἦχος πλ. β’.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Εἰς τὴν Λ ι τ ὴ ν
Τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς
Δόξα... Ἦχος πλ. α'
Ποίημα τοῦ Κουμουλᾶ

Ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ, καὶ ἰδών σε Κύριε ἐβόα· Ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με ἐν αὐτῷ· ἐν ᾧ δὲ πορεύομαι, ἄλλος προλαμβάνει με, καὶ λαμβάνει τὴν ἴασιν, ἐγὼ δὲ ἀσθενῶν κατάκειμαι, καὶ εὐθὺς σπλαγχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν· Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι, καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω; ἆρόν σου τὸν κράββατον καὶ περιπάτει. Πάντα σοι δυνατά, πάντα ὑπακούει, πάντα ὑποτέτακται, πάντων ἡμῶν μνήσθητι, καὶ ἐλέησον Ἅγιε, ὡς φιλάνθρωπος.
Καὶ νῦν ... Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου, Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν. Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων, οὓς ἔπλασε κατ΄ εἰκόνα ἰδίαν, χειρὶ τῇ ἑαυτοῦ. Διὸ πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὸν Ἀναστάσιμον.
Ἦχος γ΄
ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἐν τῇ Στοᾷ τοῦ Σολομῶντος, ἐκεῖ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, καὶ μεσούσης τῆς Ἑορτῆς, εὗρεν ὁ Χριστὸς ὀκτὼ καὶ τριάκοντα ἐτῶν παράλυτον κείμενον, δεσποτικῇ φωνῇ λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ὁ δὲ λέγει πρὸς αὐτόν· Ἆρόν σου τὴν κλίνην, ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Τῆς Θεοτόκου πρεσβείαις Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀπολυτίκιον
Ἦχος γ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος γ΄
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.


ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ

Κανὼν Τριαδικός
ᾨδὴ α'

Ἦχος γ'
Ὁ τὰ ὕδατα ΤΟ ΑΚΟΥΤΕ
Ἀκατάληπτε μόνη Κυριαρχία, καὶ μία τριαδικὴ θεαρχία, τριλαμποῦς αἴγλης με τῆς σῆς ἀξίωσον νῦν, ὅπως ἀνυμνήσω σε, τὴν ὑμνουμένην ἀπαύστως, τρισαγίοις ᾄσμασιν, Ἀγγέλων στόμασιν.

Ἱερῶς τῶν Ἀΰλων πᾶσαι, αἱ τάξεις ὑμνοῦσι, ποιητικὴν ὡς αἰτίαν, ἑνικὴν τρίφωτον, ἀρχικωτάτην σαφῶς, αἷς συμφώνως μέλψωμεν, καὶ τῶν ἀνθρώπων τὰ πλήθη, καὶ πιστῶς δοξάσωμεν, πηλίνοις στόμασι.

Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, οἱ θεολόγοι προσφόρως, συμβολικῶς σε καλοῦσιν, ἀπαθῆ γέννησιν, ἐξ ἀγεννήτου Πατρός, τοῦ Υἱοῦ σημαίνοντες, Θεὲ μονάρχα τῶν ὅλων, ἅμα καὶ τοῦ Πνεύματος, θείαν ἐκπόρευσιν.
Θεοτοκίον
Ὡς φιλάνθρωπος φύσει, τὴν τῶν ἀνθρώπων οὐσίαν, προσειληφὼς Θεοῦ Λόγε, τὸ τρισσὸν ἔλαμψας, μοναρχικώτατον φῶς, τῆς μιᾶς Θεότητος, δεδοξασμένην τοῖς πᾶσι, δείξας τὴν τεκοῦσάν σε, Παρθένον ἄχραντον.

ᾨδὴ γ'
Ἦχος γ'
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα ΤΟ ΑΚΟΥΤΕ
Τρισσεῦσαι πάλαι τὸ ὕδωρ προστεταχώς, Ἠλίας ταῖς σχίδαξι, τυπικῶς παρενέφηνε, τὴν τριττὴν ὑπόστασιν τῆς ἑνιαίας Θεοῦ Κυριαρχίας.

Ζοώδης φύσις ὑμνεῖ σε τῶν γηγενῶν, τὸν ἕνα καὶ τρίφωτον, Πλαστουργόν, ἀναλλοίωτον, καὶ βοᾷ σοι· Δέσποτα, παντοδαπῆς με τροπῆς ῥῦσαι, καὶ σῶσόν με.

Ἰσηγοροῦντες τοῖς Λόγοις τῶν Προφητῶν, κλεινῶν Ἀποστόλων τε, καὶ κηρύκων τῆς Πίστεως, ἰσουργὸν Τριάδα σε, δοξολογοῦμεν πιστοί, Θεὲ τῶν ὅλων.
Θεοτοκίον
Ἀπὸ τοῦ θρόνου κατῆλθε τοῦ ὑψηλοῦ, ὁ Χριστὸς τὸν ἄνθρωπον, ἀνυψῶν ὡς φιλάνθρωπος, διὰ σοῦ Πανάχραντε, καὶ τὸ τρισήλιον φῶς ἔλαμψε πᾶσι.

Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὑπερούσιος, καὶ μόνος Κύριος, Χριστὸς ἀπαύγασμα, τοῦ προανάρχου Πατρός, καὶ Πνεῦμα τὸ θειότατον, ἐλέησον τοὺς δούλους σου· πάντες γὰρ ἡμάρτομεν· ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, Τρισυπόστατε Κύριε, ὡς ἔχων ἐξουσίαν, τὸ πλάσμα σου, σῶσον ἐκ πάσης περιστάσεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁ ὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι' ἀγαθότητα, τὸ καθ' ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

ᾨδὴ δ'
Ἦχος γ'
Ἔθου πρὸς ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Στέλεχος διττόν, ἐκ Πατρὸς ὡς ῥίζης ἐβλάστησεν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ εὐθές, οἱ συμφυεῖς βλαστοὶ καὶ θεόφυτοι, καὶ ἄνθη συνάναρχα, ὡς τρία εἶναι φῶτα τῆς Θεότητος. (Δίς)

Στίφη νοερῶν, οὐσιῶν ἀπαύστως ὑμνοῦσί σε, τὸν ἀπερινόητον Θεόν, μεθ' ὧν ἡμεῖς δοξάζομεν λέγοντες· Τριὰς ὑπερούσιε, τοὺς σοὺς οἰκέτας σῶσον ὡς φιλάνθρωπος.
Θεοτοκίον
Ἔθελξας ἡμᾶς, εἰς ἀγάπην σήν, πολυέλεε, Λόγε τοῦ Θεοῦ, ὁ δι' ἡμᾶς σωματωθεὶς ἀτρέπτως, καὶ τρίφωτον τὴν μίαν Θεότητα, μυσταγωγήσας· ὅθεν σε δοξάζομεν.

ᾨδὴ ε'
Ἦχος γ'
Ὡς εἶδεν Ἡσαΐας ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἕνα Κυριάρχην εἰκονικῶς, ὡς εἶδεν Ἡσαΐας Θεόν, ἐν τρισὶ προσώποις δοξολογούμενον, ἀχράντοις φωναῖς Σεραφείμ, ἀπεστάλη τοῦ κηρῦξαι παρευθύς, τρίφωτον οὐσίαν, καὶ Μονάδα τρισήλιον. (Δίς)

Ἁπάντων ἀοράτων καὶ ὁρατῶν, τὴν φύσιν ἐξ οὐκ ὄντων τὸ πρίν, ὑποστησαμένη, Μονὰς τρισήλιε, τοὺς ἕνα Θεόν σε πιστῶς, εὐφημοῦντας, ἐκ παντοίων πειρασμῶν, ἐκλυτρωσαμένη, τῆς σῆς δόξης ἀξίωσον.
Θεοτοκίον
Νυμφῶνα φωτοφόρον καὶ καθαρόν, Παρθένε γεγονυῖαν Θεοῦ, σὲ ὑμνοῦμεν πόθῳ καὶ μακαρίζομεν· ἐκ σοῦ γὰρ ἐτέχθη Χριστός, ἐν οὐσίαις καὶ θελήσεσι διτταῖς, ὁ εἷς τῆς Τριάδος, καὶ τῆς δόξης ὢν Κύριος.

ᾨδὴ ς'
Ἦχος γ'
Ἄβυσσος ἐσχάτη ΤΟ ΑΚΟΥΤΕ
Μέτοικος ὑπάρχων ὁ Ἀβραάμ, κατηξιώθη τυπικῶς ὑποδέξασθαι, ἑνικὸν μὲν Κύριον, ἐν τρισὶν ὑποστάσεσιν, ὑπερούσιον, ἀνδρικαῖς δὲ μορφώσεσιν. (Δίς)

Ἴθυνον καρδίας σῶν οἰκετῶν, πρὸς φῶς τὸ ἀπρόσιτον, ὦ τρισήλιε Κύριε, καὶ σῆς δόξης ἔλλαμψιν, παράσχου ταῖς ψυχαῖς ἡμῶν, τοῦ φαντάζεσθαι, τὸ σὸν κάλλος τὸ ἄρρητον.
Θεοτοκίον
Ἄνοιξον τὰς πύλας μοι τοῦ φωτός, τοῦ κυηθέντος ἐκ νηδύος σου, Ἄχραντε, ἵνα βλέπω τρίφωτον, ἀκτῖνα τῆς Θεότητος, καὶ δοξάζω σε, τὴν ὁλόφωτον Δέσποιναν.

Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείας φύσεως ὁμοουσίου, τὸ τρισήλιον ὑμνοῦμεν κράτος, καὶ τρισαγίαις φωναῖς ἐκβοήσωμεν· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ προάναρχος, Ἅγιος εἶ, ὁ Υἱὸς ὁ συνάναρχος, Πνεῦμα Ἅγιον, ὁ εἷς ἀμερὴς Θεὸς ἡμῶν, καὶ πάντων ποιητὴς καὶ φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν, ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

ᾨδὴ ζ'
Ἦχος γ'
Ὡς πάλαι τοὺς εὐσεβεῖς ΤΟ ΑΚΟΥΤΕ
Ναόν με δεῖξον τῆς σῆς, Θεότητος Δέσποτα, τῆς τριλαμποῦς, ὅλον φωτεινόν, ἁμαρτητικῆς ἀμαυρώσεως δεινῆς, καὶ παθῶν ἀνώτερον, ταῖς φωτουργαῖς σου λάμψεσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεότητος τὴν μορφήν, μίαν καταγγέλλομεν, ἐν τρισὶν ὑποστατικαῖς, καὶ διαιρεταῖς ἰδιότησι, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος· Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Ἐφάνη τῷ Ἀβραάμ, Θεὸς τρισυπόστατος, ἐν τῇ δρυῒ πάλαι τῇ Μαμβρῇ, τῆς φιλοξενίας μισθόν, τὸν Ἰσαὰκ ἀντιδοὺς δι' ἔλεον, ὅν περ νῦν δοξάζομεν, ὡς Θεὸν τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἐφάνη ἐπὶ τῆς γῆς, γενόμενος ἄνθρωπος, ὁ Παντουργὸς ἀγαθοπρεπῶς, ἐκ παρθενικῆς καὶ ἀχράντου σου γαστρός, καὶ ἡμᾶς ἐθέωσεν, εὐλογημένη Πάναγνε, Θεοτόκε πανάχραντε.

ᾨδὴ η'
Ἦχος γ'
Ἀστέκτῳ πυρὶ ἑνωθέντες ΤΟ ΑΚΟΥΤΕ
Ἀνάρχου Πατρὸς ὡς ἐκ ῥίζης, Λόγος καὶ τὸ Πνεῦμα συνανάρχως πεφυκότες, ὡς βλαστοὶ τῆς ὑπερουσίου θεαρχίας, ἔδειξαν τῆς Τριάδος, δόξαν μίαν τε καὶ δύναμιν, ἣν ὑμνοῦμεν πάντες, πιστοὶ εἰς τοὺς αἰῶνας. (Δίς)

Ῥυθμίζεις ταῖς σαῖς φρυκτωρίαις, Τάξεις οὐρανίους, ἀναμέλπειν ἀσιγήτως, τρισαγίοις, ᾄσμασι θείοις, Πάτερ Λόγε σύμμορφε, καὶ τὸ Πνεῦμα τρίφωτον, κράτος καὶ ἰσόρροπον· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Χρησμοὶ Προφητῶν τὸν σὸν τόκον, πόρρωθεν ἰδόντες, Θεοτόκε ἀνευφήμουν, ὡς ἀσπόρως καὶ ὑπερφυῶς, γεννηθέντα Δέσποινα, καὶ συμφώνως τοῦτον ὑμνοῦμεν, ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ἦχος γ'
Καινὸν τὸ θαῦμα ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν τὴν δόξαν τὴν τρισσολαμπῆ, αἱ θεοειδεῖς τῶν Ἀσωμάτων τάξεις, σαφῶς ἀνιέναι, πτέρυξιν ἐφίενται ἄνω, ἀλλ' εὐλαβοῦνται σφόδρα, τὸ ἀπρόσιτον φῶς, καὶ ὕμνον ἀπαύστως ἐκβοῶσι, ταύταις συμφώνως, μοναδικὴ Τριάς, σὲ δοξάζομεν. (Δίς)

Ἀπλέτῳ πόθῳ καὶ οἱ ἐπὶ γῆς, νοερὰν ψυχὴν ἐκ σοῦ λαβόντες καὶ λογικήν, σὲ ὑμνοῦμεν Δέσποτα Θεὲ τῶν ἁπάντων, τὴν ἑνιαίαν φύσιν ἀληθῶς, καὶ τριττὴν προσώποις, ἐξ ὅλης τῆς καρδίας· διὸ Οἰκτίρμον, ὡς πολυέλεος ἡμᾶς οἴκτειρον.
Θεοτοκίον
Ναόν με δεῖξον τῆς μοναρχικῆς, καὶ τριφεγγοῦς σου θεαρχίας φωτοειδῆ, καθαρῶς λατρεύειν σοι τῷ Κτίστῃ τῶν ὅλων, καὶ τῆς ἀφράστου δόξης νοερὸν θεωρόν, πρεσβείαις τῆς μόνης Θεοτόκου, ἣν ἐπαξίως, ὡς ὑπερένδοξον μεγαλύνομεν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος γ΄
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος γ΄
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Πάντα ἀνθρώπινα, καταδεξάμενος, πάντα ἡμέτερα, οἰκειωσάμενος, προσηλωθῆναι ἐν Σταυρῷ, εὐδόκησας ποιητά μου, θάνατον ἑλόμενος, ὑπομεῖναι ὡς ἄνθρωπος, ἵνα τὸ ἀνθρώπινον, ἐκ θανάτου λυτρώσῃς ὡς Θεός· διὸ ὡς ζωοδότῃ βοῶμέν σοι· Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Θεοτοκίον
Τὰ ἐπουράνια, πόθῳ ἠγάλλοντο, καὶ τὰ ἐπίγεια, τρόμῳ ἐξίσταντο, ὅτε ἡ ἄχραντος φωνή, ἐπῆλθέ σοι Θεοτόκε· μία γὰρ πανήγυρις, ἀμφοτέροις ἐπέλαμψεν, ὅτι τόν Πρωτόπλαστον, ἐκ θανάτου ἐρρύσατο· διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἁγνὴ Παρθενομῆτορ.

Ἡ Ὑπακοὴ
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ Ἦχος γ΄
Ἀντίφωνον Α΄

- Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κἀμὲ ἐκ τῶν παθῶν, πρὸς ζωὴν ἕλκυσον Λόγε.
- Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τᾷ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β΄
- Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
- Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν, αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ΄
- Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.
- Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάση τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Κανών α', ᾨδὴ α', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανών β', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος α'
Ἀναστάσεως ἡμέρα ΤΟ ΑΚΟΥΤΕ
Θανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.

Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.

Κανών γ', ᾨδὴ α', τοῦ Παραλύτου
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ».

Ἐνεργῶν σημεῖα, ποιῶν τέρατα, μόνε Βασιλεῦ, σταυρὸν ἐθελουσίως ὑπέστης, ὡς οἰκτίρμων, καὶ θάνατον θανάτῳ θανατώσας, ἐζωοποίησας ἡμᾶς.

Τῇ Χριστοῦ Ἐγέρσει, λαοὶ σήμερον, χορεύσωμεν πιστῶς, ἐσκύλευται ὁ ᾍδης, δεσμίους οὓς κατεῖχεν, ἀπέδωκε σπουδαίως, ἀνυμνοῦντας τὰ μεγαλεῖα τοῦ Θεοῦ.

Ὁ δυνάμει θείᾳ ποτὲ Παράλυτον, λόγῳ σου Χριστέ, συσφίγξας καὶ προστάξας, αὐτῷ τὴν κλίνην ἆραι, χρονίως ἀσθενοῦντι, τὴν ψυχήν μου νοσοῦσαν, ἴασαι δεινῶς.

Ἐν τῇ κολυμβήθρᾳ, ποτὲ Ἄγγελος, τῇ Προβατικῇ, κατήρχετο, καὶ ἕνα ἰᾶτο κατὰ χρόνον· Βαπτίσματι δὲ θείῳ νῦν καθαίρει, ἄπειρα πλήθη ὁ Χριστός.

Ἀρχηγὲ Ἀγγέλων, Ἀρχιστράτηγε τῶν ἄνω λειτουργῶν, τοὺς συναθροιζομένους, ἐν τῷ σεπτῷ ναῷ σου, καὶ τὸν Θεὸν ἀνυμνοῦντας, σκέπε, φρούρει, ἀπὸ παντοίων πειρασμῶν.
Δόξα...
Ἐν τρισὶ προσώποις, μιᾷ φύσει δέ, ἄναρχον Θεόν, ὑμνήσωμεν ἀπαύστως μετὰ τῶν ἀσωμάτων, Πατέρα, Λόγον, Πνεῦμα, βασιλείαν ἔχουσαν, καὶ κράτος ἀμερές.
Καὶ νῦν ... Θεοτοκίον
Τὴν τιμῶσαν ταύτην, Ἁγνὴ πόλιν σου πάντοτε πιστῶς, περίσῳζε κινδύνων, ἁλώσεως βαρβάρων, πολέμου ἐμφυλίου, καὶ μαχαίρας, καὶ πάσης ἄλλης ἀπειλῆς.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Κανών α', ᾨδὴ γ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Κανών β', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος α'
Δεῦτε πόμα πίωμεν καινόν ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.

Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγάλυνε.

Κανών γ', ᾨδὴ γ', τοῦ Παραλύτου
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθη ἡ καρδία μου, οὐκ ἔστιν ἅγιος, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

Ὁρῶν σε πάλαι ἥλιος, ξύλῳ κρεμάμενον, Λόγε τὸ φῶς συνέστειλε, καὶ ἐδονεῖτο ἡ γῆ ἅπασα, νεκροὶ ἐξανίσταντο, νεκροῦ γενομένου σου, παντοδύναμε.

Μετὰ ψυχῆς ἐλθόντος σου, ἐν τῇ κοιλίᾳ τῆς γῆς, ψυχὰς ἅσπερ ἐκέκτητο, ἐναπεδίδου ᾍδης σπουδῇ, βοώσας τῷ κράτει σου, ᾠδὴν χαριστήριον, μόνε Κύριε.

Τὴν ἐπὶ χρόνους πλείονας, ἐξασθενοῦσαν δεινῶς, ψυχήν μου ὑπεράγαθε, ὡς τὸν Παράλυτον πρίν, ὑγίωσον, ὡς ἂν βηματίζω σου, τὰς τρίβους, ἃς ἔδειξας τοῖς ποθοῦσί σε.

Μετὰ τῶν ἄνω τάξεων, Θεοῦ Ἀρχάγγελε, ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε φρουρῶν, συντηρῶν ἡμᾶς τοῦ βίου τοῖς πάθεσι περιπίπτοντας.
Δόξα...
Δόξα, Πατρὶ βοήσωμεν, Υἱῷ, καὶ Πνεύματι· εἷς γὰρ ὑπάρχει φύσει Θεός, ὃν αἱ δυνάμεις πᾶσαι τῶν οὐρανῶν, ἐν φόβῳ δοξάζουσι, τό, Ἅγιος, Ἅγιος, Ἅγιος, κράζουσι.
Καὶ νῦν ... Θεοτοκίον
Ἄσπορον ἔσχες σύλληψιν, καὶ ὑπὲρ νοῦν τοκετόν, Παρθενομῆτορ ἄχραντε, ἔργον φρικῶδες, θαῦμα μέγιστον, Ἀγγέλοις τιμώμενον, βροτοῖς δοξαζόμενον, Κόρη Δέσποινα.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ῥῆμα Παράλυτον, μόνον συνέσφιγξεν, ὡς ὁ παγκόσμιος, λόγος ἐφθέγξατο, τοῦ δι' ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθέντος δι' εὐσπλαγχνίαν· ὅθεν καὶ τὸν κράββατον, ἐπιφέρων διήρχετο, κἂν οἱ Γραμματεῖς ὁρᾶν, τὸ πραχθὲν οὐχ ὑπέφερον, κακίας κατεχόμενοι φθόνῳ, τῷ ψυχὰς παραλύοντι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι, Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην, βοῶ σοι· Χαῖρε ἡ κεχαριτωμένη.

Κανών α', ᾨδὴ δ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Κανών β', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος α'
Ἐπὶ τῆς θείας φυλακῆς ΤΟ ΑΚΟΥΤΕ
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι' ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.

Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.

Κανών γ', ᾨδὴ δ', τοῦ Παραλύτου
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὄρους, κατασκίου δασέος».

Τῶν Ἑβραίων ὁ δῆμος, φθόνῳ τηκόμενος, ξύλῳ ἐσταύρωσέ σε, Κύριε, καὶ λύσας τὸ κατάκριμα, τὸ τοῦ θανάτου ὡς κραταιὸς ἐξεγήγερσαι, τὸν κόσμον σεαυτῷ συνεγείρας.

Μετὰ μύρων Γυναῖκες, τί τὸ ἀκένωτον μύρον, ζητεῖτε; ἐξεγήγερται, ταῖς Μυροφόροις ἔφησεν, ὁ καθεζόμενος ἐν λευκοῖς, τὴν ὑφήλιον πληρώσας, νοητῆς εὐωδίας.

Δούλου φέρων εἰκόνα, ὑπερβολῇ εὐσπλαγχνίας, βαδίζων παραγέγονας, καὶ ὑγιῆ ἀπέδειξας, τὸν ἐπὶ χρόνοις Λόγε πολλοῖς, κατακείμενον, κελεύσας, καὶ τὸν κράββατον ἆραι.

Ἄγγελος μὲν Κυρίου, κατὰ καιρὸν καταβαίνων, τὸ ὕδωρ ἐν τῇ Προβατικῇ ἐτάρασσε, τελῶν ὑγιῆ ἕνα καὶ μόνον, ὁ δὲ Χριστός, πλήθη ἄπειρα, τῷ θείῳ Βαπτισμῷ διασῴζει.

Ἀρχηγὲ τῶν Ἀγγέλων, καὶ ὁδηγὲ πλανωμένων, Κυρίου Ἀρχιστράτηγε, τῇ ὥρᾳ ταύτῃ, μέσον ἡμῶν παραγενοῦ, καὶ τὰς προσευχὰς πάντων προσάγαγε, τῷ μόνῳ ποιητῇ καὶ Δεσπότῃ.
Δόξα...
Ἑνουμένη τῇ φύσει, διαιρουμένη προσώποις, ὑπάρχει ἡ ἁγία Τριάς, Πατὴρ ὁ ὑπερούσιος, ὁ συναΐδιός τε Υἱός, καὶ τὸ ἅγιον καὶ μόνον, παντοδύναμον Πνεῦμα.
Καὶ νῦν ... Θεοτοκίον
Ἡ Ἁγνὴ πῶς θηλάζεις; πῶς δὲ ἐγέννησας βρέφος, τοῦ Ἀδὰμ ἀρχαιότερον; πῶς ἐν ἀγκάλαις φέρεις Υἱόν, τὸν ἐπὶ ὤμων χερουβικῶν; ὡς ἐπίσταται, ὡς οἶδεν, ὁ τὸ πᾶν οὐσιώσας.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Κανών α', ᾨδὴ ε', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Κανών β', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος α'
Ὀρθρίσωμεν ὄρθρου βαθέος ΤΟ ΑΚΟΥΤΕ
Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ ὁμήγυρις.

Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκοῦσθαι· μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως· ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.

Κανών γ', ᾨδὴ ε', τοῦ Παραλύτου
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Φωτὶ τῷ ἀνεσπέρῳ σου Χριστέ, καταύγασον τὴν ταπεινήν μου ψυχήν, καὶ ὁδήγησον εἰς τὸν φόβον σου· διότι φῶς τὰ προστάγματά σου».

Ὑψώθης ἐπὶ ξύλου τοῦ Σταυροῦ, καὶ κόσμον ἅπαντα συνανύψωσας, καὶ γενόμενος ἐν νεκροῖς ὁ Θεός, νεκροὺς ἐγείρεις τοὺς ἀπ' αἰῶνος.

Ἀνέστη καθὼς εἶπεν ὁ Χριστός, κενώσας ἅπαντα ᾍδου τὰ βασίλεια, καὶ ὀπτάνεται Ἀποστόλοις, χαρᾶς μεταδιδοὺς διαιωνιζούσης.

Λευκείμων καθωράθη γυναιξίν, ἀστράπτων Ἄγγελος, φάσκων· Μὴ κλαίετε, ἡ ζωὴ ἡμῶν ἐξεγήγερται, τοὺς ἐν τοῖς τάφοις νεκροὺς ζωώσας.

Παράλυτον ὡς ἤγειρας Χριστέ, τὴν παρειμένην μου ψυχὴν ὑγίωσον, παραβάσεσι, καὶ βαδίζειν με τὰς σὰς ὀρθὰς εὐόδωσον τρίβους.

Ἀγγέλων ἀρχηγέτα Μιχαήλ, τὸν ἀθροιζόμενον ἐν τῷ τεμένει σου λαὸν σήμερον, καὶ κηρύττοντα τὰ τοῦ Θεοῦ, σῷζε μεγαλεῖα.
Δόξα...
Ἰσότιμος τρισάριθμος μονάς, διαιρουμένη μὲν πιστῶς ταῖς ὑποστάσεσιν, ἑνουμένη δὲ φύσει πέφυκε, Πατήρ, Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα.
Καὶ νῦν ... Θεοτοκίον
Τὴν ἄσπορον λοχείαν σου Ἁγνή, τὴν ἀκατάληπτον ὑμνοῦμεν γέννησιν, μακαρίζοντες ὡς Μητέρα σε, τοῦ ποιητοῦ πάντων καὶ Δεσπότου.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Κανών α', ᾨδὴ ς', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Κανών β', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος α'
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς ΤΟ ΑΚΟΥΤΕ
Ἀνῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Κανών γ', ᾨδὴ ς', τοῦ Παραλύτου
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων· ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην».

Ὑψώθης ἑκουσίως ἐν ξύλῳ, ἐτέθης ὡς νεκρὸς ἐν μνημείῳ, καί τοὺς ἐν ᾍδῃ νεκρούς, πάντας ὁμοῦ ζωώσας Χριστέ, ἀνέστησας θεϊκῇ δυναστείᾳ.

Ὁ ᾍδης συναντήσας σοι κάτω, οἰκτίρμον ἐπικράνθη, δεσμώτας, ἀποδιδοὺς ἐν σπουδῇ, σοῦ τὴν φρικτὴν ὑμνοῦντας Σωτὴρ Ἀνάστασιν, ἐν φωναῖς ἀσιγήτοις.

Οἱ θεῖοι Μαθηταὶ κατιδόντες ἐκ τάφου, τὴν ζωὴν τῶν ἁπάντων, ἐγηγερμένον Χριστὸν πόθῳ πολλῷ, καὶ γνώμῃ εὐθεῖ, καὶ θυμηδίᾳ ψυχῆς προσεκύνουν.

Ὁ πάλαι ἐπὶ κλίνης ὀδύνης, ἐν χρόνοις κατακείμενος πλείστοις, τῇ σῇ προστάξει Χριστέ, ἀρτιωθεὶς δοξάζει, ὑμνῶν τὴν εὐπλαγχνίαν, τὴν σὴν ζωοδότα.

Ἀγγέλων Μιχαὴλ ἀρχηγέτα, τῷ θρόνῳ παρεστὼς τοῦ Δεσπότου, πάρεσο μέσον ἡμῶν, καθοδηγῶν πρὸς τρίβους ζωῆς, τοὺς σὲ προστάτην, θερμὸν κεκτημένους.
Δόξα...
Τριάδα τοῖς προσώποις σε σέβω, μονάδα τῇ οὐσίᾳ κηρύττω, ἄναρχε Πάτερ, Υἱέ, Πνεῦμα εὐθές, Θεὲ τοῦ παντός, μετὰ τῶν ἄνω φρικτῶν στρατευμάτων.
Καὶ νῦν ... Θεοτοκίον
Ὁ πάντα θείῳ νεύματι φέρων, κρατεῖται Θεοτόκε Παρθένε, ἐν ταῖς ἀγκάλαις ταῖς σαῖς, πάντας ἡμᾶς ἁρπάζων χειρός, δουλείας τοῦ πονηροῦ, ὡς οἰκτίρμων.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.
Ὁ Οἶκος
Ὁ χειρί σου δρακὶ περικρατῶν τὰ πέρατα, Ἰησοῦ ὁ Θεός, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ Πνεύματι ἁγίῳ συνδεσπόζων ἁπάντων, σαρκὶ ἐφάνης, νόσους ἰώμενος, καὶ πάθη ἀπήλασας, τυφλοὺς ἐφώτισας, καὶ τὸν Παράλυτον λόγῳ θεϊκῷ σὺ ἐξανέστησας, περιπατεῖν ἀθρόως προστάξας, καὶ τὴν βαστάσασαν αὐτὸν κλίνην ἐπὶ τῶν ὤμων ἆραι· ὅθεν πάντες σὺν τούτῳ ἀνυμνοῦμεν καὶ ἐκβοῶμεν· Οἰκτίρμον δόξα, Χριστὲ τῷ κράτει σου.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ ἀπὸ τοῦ Πάσχα, τοῦ Παραλύτου μνείαν ποιούμεθα, καὶ ὡς εἰκὸς τὸ τοιοῦτον ἑορτάζομεν θαῦμα.
Στίχοι
Τὸ ῥῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ.
Οὕτως ἴαμα τοῦτο ῥῆμα καὶ μόνον.

Τῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

Κανών β', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος ΤΟ ΑΚΟΥΤΕ
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενουσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.

Κανών γ', ᾨδὴ ζ', τοῦ Παραλύτου
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ἁπλωθέντα σε ξύλῳ ὡς ἑώρα, φῶς συνέστειλεν ἥλιος μὴ σθένων, τῷ κόσμῳ φαίνειν, σοῦ ἑκουσίως δύναντος Παμβασιλεῦ, εἰς φαῦσιν πάντων ἐθνῶν.

Ἐξανέστης κενώσας τὰ μνημεῖα, καὶ σκυλεύσας τὸν ᾍδην δυναστείᾳ παντοδυνάμῳ· διὸ ὑμνοῦμεν τὴν σεπτήν σου Χριστὲ καὶ θείαν Ἔγερσιν.

Ὡς νεκρὸν τί τὸν ζῶντα ἐκζητεῖτε; ἐξηγέρθη, οὐκ ἔστιν ἐν τῷ τάφῳ, ταῖς Μυροφόροις ἐβόα πάλαι, ἐξαστράπτων μορφῇ ὁ θεῖος Ἄγγελος.

Κατακείμενον χρόνοις ἐπὶ πλείστοις, τὸν Παράλυτον λόγῳ ὑγιώσας, ἐβόας· Ἆρον τὸν κράββατόν σου, καὶ πορεύου ὑμνῶν τὰ μεγαλεῖα τοῦ Θεοῦ.

Μιχαὴλ Ἀρχιστράτηγε Κυρίου, τοὺς πιστῶς ἐν τῷ θείῳ σου τεμένει, ἀθροιζομένους Θεοῦ εἰς αἶνον. Ὁδήγει, σκέπε, ἐκ παντοίων κακῶν τῇ μεσιτείᾳ σου.
Δόξα...
Ὦ Τριάς, τοὺς πίστει σε ὑμνοῦντας, ὡς Θεὸν τῶν ἁπάντων καὶ Δεσπότην ἀπὸ παντοίων κινδύνων σῷζε, καὶ τῶν σῶν ἀγαθῶν μετόχους ποίησον.
Καὶ νῦν ... Θεοτοκίον
Παρθενεύεις τεκοῦσα ὑπὲρ λόγον, τὸν πρὸ πάντων αἰώνων γεννηθέντα, ἐκ τοῦ ἀνάρχου Πατρὸς ἀρρεύστως· διὰ τοῦτο Ἁγνή σε μακαρίζομεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν· ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Κανών α', ᾨδὴ η', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος α'
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα ΤΟ ΑΚΟΥΤΕ
Ἦλθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαρρήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο· διὸ εὐλογοῦμεν αὐτόν εἰς τοὺς αἰῶνας.

Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.

Κανών γ', ᾨδὴ η', τοῦ Παραλύτου
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς κτίστην καὶ λυτρωτὴν εὐλογεῖτε».

Τὸ καταπέτασμα ἐσχίσθη, σταυρωθέντος σου ὁ Σωτὴρ ἡμῶν, καὶ ἀπεδίδου τοὺς νεκρούς, οὓς κατέπιεν ὁ θάνατος, καὶ ᾍδης ἐγυμνοῦτο, σὲ καθορῶν ἐν κατωτάτοις τῆς γῆς γεγονότα.

Ποῦ σου τὸ κέντρον ἐστὶ θάνατε; ποῦ σου ᾍδη νῦν τὸ νῖκος; τῷ ἀναστάντι Βασιλεῖ ἐνεκρώθης καὶ ἀπόλωλας, οὐκ ἔτι βασιλεύεις· ὁ κραταιὸς ἀφείλετο γὰρ οὕς εἶχες δεσμίους.

Δράμετε τάχος ἀπαγγείλατε, Ἀποστόλοις τὴν ἀνάστασιν, ταῖς μυροφόροις, ὁ φανεὶς νεανίας ἀπεφθέγγετο· Ἀνέστη ὁ Δεσπότης, καὶ σὺν αὐτῷ, οἱ ἀπ' αἰῶνος νεκροὶ παραδόξως.

Ἔτεσι πλείστοις κατακείμενος ὁ Παράλυτος, ἐκραύγαζεν· Ἐλέησόν με λυτρωτὰ ἀπορίᾳ συνεχόμενον, ὁ δὲ προστάττει τούτῳ ἆραι σπουδῇ τὸν κράββατον, καὶ ὀρθῶς βηματίζειν.

Ὡς τῶν ἀΰλων προηγούμενος, Ἀρχιστράτηγε Δυνάμεων, σὺν ταύταις αἴτησαι ἡμῖν τῶν πταισμάτων ἀπολύτρωσιν, διόρθωσίν τε βίου, καὶ τῶν ἐκεῖ ἀπόλαυσιν ἀγαθῶν αἰωνίων.
Δόξα...
Ἄκτιστον, ἄτμητον οὐσίαν, τρισυπόστατον Θεότητα, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, ὑμνήσωμεν συμφώνως, τῶν Σεραφὶμ κραυγάζοντες τὴν φρικτήν μελῳδίαν.
Καὶ νῦν ... Θεοτοκίον
Τόμον σε πάλαι ἐθεάσατο, Ἡσαΐας Ἀειπάρθενε, ἐν ᾧ δακτύλῳ τοῦ Πατρός, Λόγος ἄχρονος ἐγέγραπτο, ἐκ πάσης ἀλογίας σῴζων ἡμᾶς, τοὺς λόγοις σε ἱεροῖς ἀνυμνοῦντας.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ἄγγελος ἐξαστράπτων ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, ὅτι Χριστὸς ἀνέστη.
῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὅτι Χριστὸς ἀνέστη τὸν θάνατον πατήσας καὶ τοὺς νεκροὺς ἐγείρας, λαοί, ἀγαλλιᾶσθε.
῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.
Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί· Χαῖρε πύλη Κυρίου· χαῖρε πόλις ἔμψυχε· χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Καὶ νῦν...
Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε, εὐλογημένη· χαῖρε, δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Κανών β', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος α'
Φωτίζου, φωτίζου ΤΟ ΑΚΟΥΤΕ
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Κανών γ', ᾨδὴ θ', τοῦ Παραλύτου
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, δεξαμένην ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.

Ἰησοῦ ἐπὶ ξύλου ὑψούμενος, συνανύψωσας ἡμᾶς, καὶ τεθεὶς ἑκουσίως ἐν μνήματι, ἐκ μνημάτων τοὺς νεκρούς, ἐξανέστησας πάντας, ὑμνοῦντας τὸ κράτος σου τὸ ἀκατάληπτον, καὶ τὴν δυναστείαν τὴν σὴν τὴν ἀήττητον.

Ὡραιότατος τάφου ἀνέτειλας, ὡς νυμφίος ἐκ παστοῦ, ὡραιότατε Λόγε, καὶ ἔλυσας τὸ τοῦ ᾍδου ἀμειδές, καὶ δεσμώτας ἐξῆρας, συμφώνως κραυγάζοντας· Δόξα τῇ δόξῃ σου, δόξα Ἰησοῦ ὁ Θεὸς τῇ Ἐγέρσει σου.

Στεναγμούς τε καὶ δάκρυα φέρουσαι, μετὰ μύρων ἐν σπουδῇ, τὸ πανάγιον μνῆμα κατέλαβον αἱ γυναῖκες, καὶ Χριστοῦ ἐδιδάσκοντο πίστει τὴν ἔνδοξον Ἔγερσιν, ἥν ἑορτάζομεν, ἐν ἀγαλλιάσει ψυχῆς εὐφραινόμενοι.

Ἠκολούθει ἡ ῥῶσις τοῦ σώματος, τῇ προστάξει σου Χριστέ, καὶ ὡρᾶτο ὁ πρῴην Παράλυτος, διερχόμενος σπουδῇ, καὶ τὸν κράββατον φέρων ἐφ' ὃν κατεκλίνετο, ἔτεσι πλείοσιν, ἀνυμνολογῶν τὴν πολλὴν δυναστείαν σου.

Φωτισμὸν ἡμῖν αἴτησαι μέγιστε, Ἀρχιστράτηγε, ἀεὶ τῷ μεγάλῳ φωτὶ παριστάμενος, καὶ εἰρήνευσον ἡμῶν, τὴν ζωὴν ἐπηρείαις, πάντοτε τοῦ ὄφεως, καὶ περιστάσεσι, βίου δονουμένην ἀεὶ ἀξιάγαστε.
Δόξα...
Φῶς καὶ φῶτα ζωήν τε δοξάζω σε, καὶ ζωὰς πανευσεβῶς, Πάτερ Λόγε, καὶ Πνεῦμα τὸ ἅγιον, τρισυπόστατε μονάς, ἀδιαίρετον κράτος, Θεότης ἀσύγχυτε, Ἅγιος, Ἅγιος, Ἅγιος, βοῶν, σὺν ταῖς ἄνω δυνάμεσι.
Καὶ νῦν ... Θεοτοκίον
Φωτοφόρου προῆλθε νηδύος σου, μέγας Ἥλιος Χριστός, καὶ τὸν κόσμον ἐφώτισεν ἄχραντε, ἐπιλάμψεσι φαιδραῖς, καὶ τὸ σκότος ἐξῆρε, τὸ τῆς παραβάσεως· ὅθεν ὑμνοῦμέν σε, πάντων ὡς αἰτίαν καλῶν Θεονύμφευτε.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάριον τοῦ Πάσχα
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Ἐξαποστειλάριον τοῦ Παραλύτου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐπέστη ὁ φιλάνθρωπος, καὶ πανοικτίρμων Κύριος, Προβατικῇ κολυμβήθρᾳ, τοῦ θεραπεῦσαι τὰς νόσους, εὗρε δὲ κατακείμενον, ἄνθρωπον πλείστοις ἔτεσι, καὶ πρός αὐτὸν ἐβόησεν· Ἆρον τὸν κράββατον, ἴθι, πρὸς τὰς ὁδοὺς τὰς εὐθείας.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος γ΄
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν• Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
Ἦχος γ΄
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
Ἦχος γ΄
Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα• Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.
Ἦχος γ΄
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε• ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
Ἕτερα Στιχηρά, Ἀνατολικά.
Ἦχος γ΄
Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε• εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνῆμά σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι, Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο• Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος γ΄
Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνῆμά σου τὸ ζωοποιόν, ταῖς Μυροφόροις ἔλεγεν• Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ᾅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.
Ἦχος γ΄
Εἰς τὸ μνῆμά σε ἐπεζήτησεν, ἐλθοῦσα τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ• μή εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθμῷ βοῶσα• οἴμοι Σωτήρ μου, πῶς ἐκλάπης πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα• Τί κλαίεις ὧ Γύναι; Κλαίω φησίν, ὅτι ᾖραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδέ σε, εὐθέως ἐβόα• ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοι.
Ἦχος γ΄
Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφῳ τὴν ζωήν, Λῃστὴς δὲ ἀνέῳξεν ἐν τῇ γλώσσῃ τὴν τρυφήν, κραυγάζων καὶ λέγων• ὁ μετ' ἐμοῦ δι' ἐμὲ σταυρωθείς, συνεκρέματό μοι ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοι ἐπὶ τοῦ θρόνου, τῷ Πατρὶ συγκαθήμενος• αὐτὸς γάρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ' ὁ σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέρριψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι.
Καὶ νῦν... Ἦχος πλ. α'
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3)

Μεγάλη Δοξολογία


ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Μεγαλυνάριον
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Κοινωνικὰ
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.