ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΤΕΤΑΡΤῌ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ
Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Κύριε, ἀνελθῶν ἐν τῷ Σταυρῶ ΤΟ ΑΚΟΥΤΕ
Πάρεστιν ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστῇ δὲ τῇ θείᾳ σφραγιζομένων, καὶ λάμπει τὰς λαμπρότητας, ἀμφοτέρωθεν ἔχουσα, καὶ ἑνοῦσα τὰς δύο, καὶ παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς δεσποτικῆς, Ἀναλήψεως σεμνύνεται.
Ἦχος δ'
Ἤκουσε καὶ εὐφράνθη ἡ Σιών, εὐαγγελισθείσης τῆς Χριστοῦ Ἀναστάσεως, οἱ δὲ πιστοὶ αὐτῆς γόνοι ἠγαλλιάσαντο, τοῦτον θεασάμενοι, καὶ ἐκπλύνοντα Πνεύματι ῥύπον χριστοκτονίας· εὐτρεπίζεται πανηγυρίζουσα, τὴν τῶν ἑκατέρων εὐφρόσυνον μεσότητα.
Ἦχος δ'
Ἤγγικεν ἡ τοῦ θείου δαψιλής, χύσις ἐπὶ πάντας, ὥσπερ γέγραπται, Πνεύματος ἡ προθεσμία κηρύττει, ἡμισευθεῖσα, τῆς μετὰ Χριστοῦ θάνατον, καὶ ταφὴν καὶ ἀνάστασιν, παρ΄ αὐτοῦ δεδομένης, ἀψευδοῦς μαθηταῖς ὑποσχέσεως, τὴν τοῦ Παρακλήτου δηλούσης ἐπιφάνειαν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Τῆς ἑορτῆς μεσούσης, τῆς σῆς Χριστὲ Ἀναστάσεως, καὶ θείας παρουσίας τοῦ ἁγίου σου Πνεύματος, συνελθόντες τῶν θαυμάτων σου, ἀνυμνοῦμεν τὰ μυστήρια, ἐν ᾗ κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Προφητείας Μιχαίου τὸ Ἀνάγνωσμα
(Κεφ. Δ', 2 ς', 2 Ε', 4)

Τάδε λέγει Κύριος· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρά, ἕως εἰς γῆν μακράν. Ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν, εἰς τὸν αἰῶνα, τάδε λέγει Κύριος παντοκράτωρ· Ἀκούσατε βουνοί, καὶ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ· διελεγχθήσεται γὰρ μετὰ τοῦ Ἰσραήλ, λέγων· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; ἀποκρίθητί μοι. Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωϋσῆν καὶ τὸν Ἀαρών. Λαός μου, τί ἐβουλεύσαντο κατὰ σοῦ οἱ ὑπεναντίοι; εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν, καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἤ, τοῦ ποιεῖν κρῖμα, καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; Διότι ἐν ἰσχύϊ μεγαλυνθήσεται Κύριος, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν εἰρήνῃ, ἕως ἄκρων τῆς γῆς.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΝΕ', 1)

Τάδε λέγει Κύριος· οἱ διψῶντες, πορεύεσθε ἐφ΄ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε, ἄνευ ἀργυρίου καὶ τιμῆς, οἶνον καὶ στέαρ, ὅτι, τάδε λέγει Κύριος Παντοκράτωρ ὑμῖν· Λαός μου, ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Λαός μου, ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, καὶ ἐπικαλέσεσθε, ἡνίκα δ' ἂν ἐγγίζητέ μοι, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλάς αὐτοῦ, καὶ ἐπιστράφητε πρός με καὶ ἐλεήσω ὑμᾶς καὶ ἀφήσω τὰς ἁμαρτίας ὑμῶν· οὐ γὰρ εἰσὶν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαι ὑμῶν, λέγει Κύριος, ἀλλ' ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτω απέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἐὰν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἐκεῖθεν, ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ βλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθη ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενόν, ἕως ἂν συντελεσθῇ πάντα ὅσα ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις αὐτῶν, καὶ ἀντὶ τῆς στοιβῆς, ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης, ἀναβήσεται μυρσίνη, καὶ ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, λέγει Κύριος ὁ Θεός, ὁ ἅγιος Ἰσραήλ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. θ', 1)

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά, ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· |Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσιν φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσῃ χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Στιχηρὰ ἰδιόμελα
Ἦχος α', Ἰωάννου Μοναχοῦ

Πεντηκοστῆς ἐφέστηκεν ἡ τῶν ἡμερῶν μεσότης, ἐν ᾗ Χριστός, παραγυμνώσας ἀμυδρῶς θεϊκὴν δυναστείαν, Παράλυτον συνέσφιγξε, λόγῳ αὐτὸν τῆς κλίνης ἐξαναστήσας καὶ θεοπρεπῶς θαυματουργῶν ἐν ὀστρακίνῳ σώματι, τοῖς ἀνθρώποις ἐδωρήσατο τὴν αἰώνιον ζωήν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.
Ἐν τῷ ἱερῷ ἐπέστης ἡ σοφία τοῦ Θεοῦ, μεσούσης τῆς ἑορτῆς, διδάσκων καὶ ἐλέγχων τοὺς ἀπειθεῖς Ἰουδαίους, τοὺς Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν παρρησίᾳ πρὸς αὐτούς· ὁ διψῶν, ἐρχέσθω πρός με, καὶ πινέτω ὕδωρ ζωηρόν, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ πιστεύων τῇ ἐμῇ χρηστότητι ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ζωῆς αἰωνίου. Ὢ τῆς ἀγαθότητος, καὶ τῆς εὐσπλαγχνίας σου, Χριστὲ ὁ Θεὸς ἡμῶν· Δόξα σοι.
Ἦχος β'
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ὅτε τὸ μέσον τῆς ἑορτῆς ἐπέστη, ἀνέβη ὁ Ἰησοῦς ἐπὶ τὸ ἱερόν, καὶ ἐδίδασκε λέγων τοὺς ἀπειθεῖς Ἰουδαίους· ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω, ὕδωρ ζωηρόν αἰώνιον, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ πιστεύων εἰς ἐμέ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ, καὶ ἕξει τὸ φῶς τῆς ζωῆς.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντός σου Σωτήρ, ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία, ἡ κατασκευάσασα τόν κόσμον· Δόξα σοι.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν· Τί ζητεῖτε πιάσαι, ἐμὲ τὸν ζωοδότην; ἑορτῆς μεσαζούσης, ἐκβοῶν παρρησίᾳ· Μὴ τὴν κατ' ὄψιν κρίσιν κρίνετε παράνομοι. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Δεσπότης τῶν ὅλων ἐν τῷ ναῷ ἑστηκώς, ἑορτῆς μεσαζούσης, Πεντηκοστῆς τῆς σεπτῆς, τοῖς Ἑβραίοις προσλαλῶν, διελέγχει τρανῶς, ἐν παρρησίᾳ πολλῇ, ὡς Βασιλεύς ὢν καὶ Θεός, τὴν τύραννον αὐτῶν τόλμαν, ἡμῖν δὲ πᾶσι δωρεῖται, δι' εὐσπλαγχνίαν τὸ μέγα ἔλεος. (Δίς)

Κανών α', ᾨδὴ α', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι.

Ἐπέστης μαρμαρυγὰς Θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς· ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος.

Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος.
Θεοτοκίον
Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ' ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθίᾳ φύσεως ὑπερουσίως μὴ δουλεύσασα.

Κανών β', ᾨδὴ α', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Θάλασσαν ἔπηξας ΤΟ ΑΚΟΥΤΕ
Ἔθνη κροτήσατε, Ἑβραῖοι θρηνήσατε· ὁ ζωοδότης γὰρ Χριστός, τὰ δεσμὰ διέρρηξε τοῦ ᾍδου καὶ νεκροὺς ἀνέστησε, καὶ νόσους ἐθεράπευσε τῷ λόγῳ. Οὗτος ἐστίν ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι αὐτοῦ.

Θαῦμα παρέδειξας, τὸ ὕδωρ εἰς οἶνον μετελθών, ὁ ἐν Αἰγύπτῳ ποταμούς, μετατρέψας Δέσποτα εἰς αἷμα, καὶ νεκροὺς ἀνέστησας, σημεῖον τοῦτο δεύτερον τελέσας. Δόξα Σωτὴρ τῇ ἀφάτῳ σου βουλῇ, δόξα τῇ κενώσει σου, δι' ἧς ἐκαίνισας ἡμᾶς.

Ῥεῖθρον ἀέναον, ὑπάρχων Κύριε, ζωῆς ἀληθινῆς, σὺ εἶ ἡ ἀνάστασις ἡμῶν, θέλων ἐκοπίασας Σωτήρ μου, καὶ ἑκὼν ἐδίψησας, τοῖς νόμοις τῆς φύσεως ὑπείκων, καὶ εἰς Σιχὰρ ἀφικόμενος σαρκί, τὸ ὕδωρ ἐζήτησας, τῇ Σαμαρείτιδι πιεῖν.

Ἄρτους εὐλογήσας, ἰχθύας ἐπλήθυνας, ὁ ἀκατάληπτος Θεός, καὶ λαοὺς ἐχόρτασας ἀφθόνως, καὶ πηγὴν ἀέναον σοφίας, τοῖς διψῶσιν ἐπηγγείλω· Σὺ εἶ, Σωτήρ, ὁ Θεός ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι τῷ σῷ.
Δόξα...
Τρία συνάναρχα δοξάζω καὶ σύνθρονα, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν συνάναρχον, καὶ Πνεῦμα συναΐδιον Υἱῷ, τὴν μίαν τρισυπόστατον οὐσίαν, μίαν ἀρχὴν ὑπεράρχιον ὑμνῶν, ἀνάρχου Θεότητος καὶ οὐσιότητος τιμῶ.
Καὶ νῦν ... Θεοτοκίον
Μόνη ἐχώρησας τὸν κτίστην τὸν ἴδιον, Θεογεννῆτορ ἐν γαστρί, καὶ σαρκὶ ἐκύησας ἀφράστως, καὶ Παρθένος ἔμεινας, μηδὲν τῆς παρθενίας λυμανθείσης, τοῦτον ἁγνή, ὡς Υἱόν σου καὶ Θεόν, ἀπαύστως ἱκέτευε ὑπὲρ τῆς ποίμνης σου ἀεί.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Θάλασσαν ἔπηξας, βυθίσας σὺν ἅρμασι τὸν ἀλαζόνα Φαραὼ καὶ λαὸν διέσωσας ἀβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτοὺς εἰς ὄρος ἁγιάσματος, βοῶντας· ᾌσωμέν σοι τῷ Θεῷ ἡμῶν, ᾠδὴν ἐπινίκιον, τῷ ἐν πολέμοις κραταιῷ».

Κανών α', ᾨδὴ γ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας· Εἴ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ.

Ἐκ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες· ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον.
Θεοτοκίον
Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος.

Κανών β', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ἐστερεώθη ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Μὴ τὴν κατ' ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι, διδάσκων ἔλεγεν ὁ Δεσπότης· ὡς ἐπέστη τῷ ἱερῷ, καθὼς γέγραπται, μεσούσης τῆς νομικῆς ἑορτῆς.

Μὴ τὴν κατ' ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι· Χριστὸς γὰρ ἦλθεν, ὅνπερ ἐκάλουν οἱ Προφῆται, ἐκ Σιὼν ἐλευσόμενον, καὶ κόσμον ἀνακαλούμενον.

Εἰ καὶ τοῖς λόγοις οὐ πιστεύετε Ἰουδαῖοι, τοῖς ἔργοις πείσθητε τοῦ Δεσπότου· τί πλανᾶσθε ἀθετοῦντες τὸν ἅγιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσῆς;

Εἰ τὸν Μεσσίαν πάντως δεῖ ἐλθεῖν Ἰουδαῖοι, Χριστὸς δὲ ἦλθε ὁ νῦν Μεσσίας, τί πλανᾶσθε ἀθετοῦντες τὸν Δίκαιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσῆς;
Δόξα...
Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄναρχον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα εὐσεβῶς τὸ πανάγιον, ὡς ἕνα τὰ Τρία φύσει Θεόν.
Καὶ νῦν ... Θεοτοκίον
Εἷς τῆς Τριάδος ὤν, γενόμενος σάρξ ὡράθης, οὐ τρέψας Κύριε τὴν οὐσίαν, οὐδὲ φλέξας τῆς τεκούσης τὴν ἄφθορον γαστέρα, Θεὸς ὢν ὅλος καὶ πῦρ.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθῃ ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου».

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἑστηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς ἑορτῆς, ὁ διψῶν, ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου νάματος, ποταμούς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μέτ' ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι· Δόξα σοι, Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου.
Δόξα... Καὶ νῦν ...
Τῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς ἀναβρύζων τῷ κόσμῳ, πάντας Σωτήρ, καλεῖς τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα· τὸν γὰρ θεῖον νόμον σου, δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τοὺς ἄνθρακας· ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ λήψει, τοῦ κόρου σου Δέσποτα βασιλεῦ ἐπουράνιε. Διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου, Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου.

Κανών α', ᾨδὴ δ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ῥήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας, πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι· Δόξα τῇ δυνάμει σου, Κύριε.

Τὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν· Τῶν θείων θεόφρονες, δεῦτε δωρεῶν ἀπολαύσατε.

Ὡς Θεὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν, ὡς δυνατὸς τὸ κράτος καθελὼν τοῦ θανάτου πέμπειν ἐπηγγείλω Χριστέ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ Πατρὸς προερχόμενον.
Θεοτοκίον
Νέμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα προαιωνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις αἰτουμένη πανάχραντε.

Κανών β', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Προφήτης Ἀββακοὺμ ΤΟ ΑΚΟΥΤΕ
Εἰ Μεσσίαν δεῖ ἐλθεῖν, ὁ δὲ Μεσσίας Χριστός ἐστι, παράνομοι; τὶ ἀπιστεῖτε αὐτῷ; ἰδοὺ παραγέγονε, καὶ μαρτυρεῖ ἃ αὐτὸς ποιεῖ, τὸ ὕδωρ οἶνον ἐποίησε, Παράλυτον λόγῳ συνέσφιγξεν.

Μὴ συνιέντες τὰς Γραφάς, πλανᾶσθε πάντες ὑμεῖς Ἑβραῖοι ἄνομοι· ὄντως γὰρ ἦλθε Χριστός, καὶ πάντας ἐφώτισε, καὶ ἐν ὑμῖν ἔδειξε πολλὰ σημεῖα καὶ τεράστια, καὶ μάτην ἀρνεῖσθε τὴν ὄντως ζωήν.

Ἓν ἔργον ἔδειξα ἡμῖν, καὶ πάντες ἤδη θαυμάζετε, ἀνέκραζε τοῖς Ἰουδαίοις Χριστός, ὑμεῖς περιτέμνετε, καὶ ἐν Σαββάτῳ ἄνθρωπον, φησίν, ἐμοὶ δὲ τί ἐγκαλεῖτε λοιπόν, ἐγείραντι λόγῳ Παράλυτον;

Ἔργα ἐποίησα πολλά, καὶ διὰ ποῖον ἔργον λιθάζετέ με; τοῖς Ἰουδαίοις Χριστός, ἐλέγχων ἀνέκραζεν· ὅτι ἄνθρωπον ὑγιῆ ὅλον λόγῳ ἐποίησα; μὴ κρίνετε κατ' ὄψιν ἄνθρωποι.

Ἐν Ἀποστόλοις ἐνεργῶν, καὶ ἐν Προφήταις αὐτὸς ἐπαναπαυόμενος, μετὰ τοῦ Πνεύματος, τὸ ἄχραντον γέννημα, τῆς πατρικῆς φύσεως Χριστέ, τὰ ἔθνη πρὸς σὴν ἐπίγνωσιν, ἀνῆγες τῶν σημείων σου.
Δόξα...
Τριὰς ἀμέριστε μονάς, ἄναρχε Πάτερ, Υἱέ, καὶ Πνεῦμα ἅγιον ἡ ἐν μονάδι Τριάς, ὁμότιμε, σύνθρονε, ζωοποιέ, ἄκτιστε Θεέ, σῷζε τοὺς ἀνυμνοῦντάς σε, καὶ ῥῦσαι κινδύνων καὶ θλίψεων.
Καὶ νῦν ... Θεοτοκίον
Ἡ ἐν γαστρί σου τὸν Θεόν, ἀπεριγράπτως χωρήσασα Θεόνυμφε, Παρθενομῆτορ ἁγνὴ μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν, ὅπως διὰ σοῦ ῥυσθῶμεν τῶν περιστάσεων· πρός σὲ γὰρ ἀεὶ καταφεύγομεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ὁ Προφήτης Ἀββακούμ, τοῖς νοεροῖς ὀφθαλμοῖς προεώρα Κύριε, τὴν παρουσίαν σου· διὸ καὶ ἀνέκραζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός· Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ συγκαταβάσει σου».

Κανών α', ᾨδὴ ε', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Τῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες.

Ὡς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις· μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν.
Θεοτοκίον
Νοῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε.

Κανών β', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Κύριε, ὁ Θεὸς ἡμῶν ΤΟ ΑΚΟΥΤΕ
Θαύμασι κατεκόσμησας, τούς, Ἀποστόλους σου, τέρασιν ἐμεγάλυνας τοὺς Μαθητὰς ἐν παντὶ τῷ κόσμῳ, δοξάσας Σωτὴρ ἡμῶν, καὶ δοὺς αὐτοῖς τὴν βασιλείαν σου.

Ἅπαντα κατεφώτισαν, τῆς γῆς τὰ πέρατα θαύματι καὶ διδάγμασιν οἱ Μαθηταί, καὶ ποικίλοις τρόποις, τὸν λόγον κηρύξαντες, Χριστὲ Σωτὴρ τῆς βασιλείας σου.

Αἴνεσιν ἀναπέμπομεν τῇ βασιλείᾳ σου, ὕμνον σοι δὲ προσάγομεν, τῷ δι' ἡμᾶς ἐπὶ γῆς ὀφθέντι, καὶ κόσμον φωτίσαντι καὶ τὸν Ἀδὰμ ἀνακαλέσαντι.
Δόξα...
Δόξα σοι Πάτερ ἅγιε, Θεὲ ἀγέννητε, δόξα σοι Λόγε ἄχρονε μονογενές, δόξα σοι τὸ Πνεῦμα, τὸ θεῖον καὶ σύνθρονον, καὶ ὁμοούσιον Πατρὶ καὶ Υἱῷ.
Καὶ νῦν ... Θεοτοκίον
Γέγονεν ἡ κοιλία σου ἁγία τράπεζα, ἔχουσα τὸν οὐράνιον ἄρτον, ἐξ οὗ πᾶς ὁ τρώγων, οὐ θνῄσκει, ὡς ἔφησεν, ὁ τοῦ παντὸς Θεογεννῆτορ τροφεύς.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν τὸ ὄνομά σου ὀνομάζομεν».

Κανών α', ᾨδὴ ς', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Μεσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα, θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι.

Ἐλάλεις, ἐν τῷ ναῷ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα.
Θεοτοκίον
Γενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων, λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα.

Κανών β', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὡς ὕδατα θαλάσσης ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάντα περιέπων τὰ πέρατα ἀνῆλθες Ἰησοῦ, καὶ ἐδίδασκες, ἐν τῷ ἱερῷ τοὺς ὄχλους, τὸν λόγον τῆς ἀληθείας, τῆς ἑορτῆς μεσούσης, ὡς Ἰωάννης βοᾷ.

Ἀνέπτυξας τὰ χείλη σου Δέσποτα, ἐκήρυξας τῷ κόσμῳ, τὸν ἄχρονον Πατέρα καὶ τὸ πανάγιον Πνεῦμα, τὸ συγγενὲς ἀμφοτέρων, φυλάττων, καὶ μετὰ σάρκωσιν.

Τὸ ἔργον τοῦ Πατρὸς ἐτελείωσας, τοῖς ἔργοις ἐπιστώσω τοὺς λόγους σου ἰάσεις τελῶν Σωτὴρ καὶ σημεῖα, Παράλυτον ἀνορθῶν, λεπροὺς καθαίρων, καὶ τοὺς νεκρούς ἀνιστῶν.

Ὁ ἄναρχος Υἱός, ἀρχὴ γέγονε, λαβὼν τὸ καθ' ἡμᾶς, ἐνηνθρώπησε, καὶ μέσον τῆς ἑορτῆς ἐδίδασκε λέγων· Προσδράμετε τῇ πηγῇ τῇ ἀενάῳ, ζωὴν ἀρύσασθαι.
Δόξα...
Τὴν μίαν ἐν Τριάδι Θεότητα, οὐσίαν τρισυπόστατον ἄκτιστον, ἀμέριστον πάντες δοξολογοῦμεν, Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, ὡς τρία οὖσαν καὶ ἕν.
Καὶ νῦν ... Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Παρθένον καὶ Μητέρα δοξάζομεν, σὲ μόνην ἁγνὴ Θεόνυμφε Κόρη· ἐκ σοῦ γὰρ ὄντως Θεὸς ἐσαρκώθη, ζωοποιήσας ἡμᾶς.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με· διό, ὡς Ἰωνᾶς σοι κραυγάζω Λόγε· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὔσπλαγχνε Κύριε».

Κοντάκιον
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας· ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.
Ὁ Οἶκος
Τὴν χερσωθεῖσάν μου ψυχήν, πταισμάτων ἀνομίαις, ῥοαῖς τῶν σῶν αἱμάτων κατάρδευσον, καὶ δεῖξον καρποφόρων ἀρεταῖς· σὺ γὰρ ἔφης πᾶσι, τοῦ προσέρχεσθαι πρός σὲ Λόγε Θεοῦ πανάγιε, καὶ ὕδωρ ἀφθαρσίας ἀρύεσθαι, ζῶν τε καὶ καθαῖρον ἁμαρτίας, τῶν ὑμνούντων τὴν ἔνδοξον καὶ θείαν σου Ἔγερσιν παρέχων ἀγαθέ, τὴν ἀπὸ τοῦ ὕψους ἐνεχθεῖσαν ἀληθῶς τοῖς Μαθηταῖς σου, Πνεύματος ἰσχύν, τοῖς σὲ Θεὸν γινώσκουσι· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Τετάρτῃ τοῦ Παραλύτου, τὴν τῆς Μεσοπεντηκοστῆς ἑορτάζομεν ἑορτήν.
Στίχοι
Ἑστὼς διδάσκει τῆς ἑορτῆς ἐν μέσῳ.
Χριστὸς Μεσσίας τῶν διδασκάλων μέσον.

Τῷ ἀπείρῳ ἐλέει σου, Χριστε ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ἰσχύϊ Σῶτερ τὴν τοῦ θανάτου λύσας δύναμιν τρίβον τῆς ζωῆς ἐγνώρισας τοῖς θνητοῖς, εὐχαρίστως σοι κραυγάζουσιν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Σάρκα φοροῦντα, τεθεαμένοι οὐκ ἐπέγνωσαν, δῆμοι τῶν Ἑβραίων Λόγε σε τοῦ Θεοῦ, ἀλλ' ἡμεῖς σοι ἀναμέλπομεν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.
Θεοτοκίον
Τὸ τοῦ ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

Κανών β', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Τῶν Χαλδαίων ἡ κάμινος ΤΟ ΑΚΟΥΤΕ
Σαρκικῶς ἐκοπίασας, ἡ ἀνάπαυσις πάντων, ἑκουσίως ἐδίψησας, ἡ πηγὴ τῶν θαυμάτων, τὸ ὕδωρ ἐζήτησας, ὕδωρ τὸ ζῶν Ἰησοῦ ἐπαγγειλάμενος.

Σαμαρείτιδι Κύριε, γυναικὶ προσωμίλεις, διαλέγων τὴν ἄνοιαν, τῶν ἀνόμων Ἑβραίων· ἡ μὲν γὰρ ἐπίστευσεν, Υἱόν σε εἶναι Θεοῦ, οἱ δὲ ἠρνήσαντο.

Ὕδωρ ζῶν τὸ ἁλλόμενον, ὕδωρ ἀθανασίας, ἡ πηγὴ ἡ ἀείζωος, παρέχειν ἐπηγγείλω, τοῖς πίστει τὸ Πνεῦμά σου, προσδεχομένοις Σωτὴρ τὸ προϊὸν ἐκ Πατρός.

Πέντε ἄρτοις ἐξέθρεψας, χιλιάδας πεινώντων, καὶ τοῦ κόρου τὰ λείψανα εἰς ἄλλας μυριάδας, Σωτὴρ ἐπερίσσευσας, δεικνὺς τὴν δόξαν σου τοῖς ἱεροῖς Μαθηταῖς.

Ὁ ἐσθίων τὸν ἄρτον σου, ζήσεται αἰωνίως, καὶ ὁ πίνων τὸ αἷμά σου, ἐν σοὶ μένει Σωτήρ μου, καὶ σὺ ἐν αὐτῷ μένεις, καὶ ἀναστήσεις αὐτόν, ἐν τῇ ἐσχάτῃ ῥοπῇ.

Ἐθαυμάστωσας Δέσποτα, τὴν σὴν οἰκονομίαν, πιστωσάμενος θαύμασι τὴν θείαν ἐξουσίαν, τὰς νόσους ἀπήλασας, νεκροὺς ἀνέστησας, τυφλοὺς ἐφώτισας ὡς Θεός.

Τοὺς λεπροὺς ἐκαθάρισας, τοὺς χωλοὺς ἀνωρθώσω, παραλύτους συνέσφιγξας, Αἱμόρρουν ἐθεράπευσας· ἐπέζευσας πέλαγος δεικνὺς τὴν δόξαν σου τοῖς Ἱεροῖς Μαθηταῖς.
Δόξα...
Προσκυνοῦμέν σου Κύριε τὸν ἄχρονον Πατέρα, καὶ τὴν χάριν τοῦ Πνεύματος, ἣν τοῖς σοῖς Ἀποστόλοις Θεὸς ὢν διένειμας, ἐξαποστέλλων αὐτοὺς ἐπὶ τὸ κήρυγμα.
Καὶ νῦν ... Θεοτοκίον
Ἐν γαστρί σου ἐχώρησας τὸν ἀχώρητον Λόγον, ἐκ μαζῶν σου ἐθήλασας, τοῦ κόσμου τὸν τροφέα, ἀγκάλαις ἐβάστασας, τὸν παροχέα ἡμῶν, Θεογεννῆτορ ἁγνή.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἑδροσίζετο πνεύματι, Θεοῦ ἐπιστασίᾳ, οἱ Παῖδες ὑπέψαλλον· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Κανών α', ᾨδὴ η', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ὡραῖος ἐκ τάφου ἀναστάς, τῇ τῆς Θεότητος δόξῃ κοσμούμενος, τοῖς, Ἀποστόλοις σου Κύριε, ἐπεφάνης, τὴν τοῦ Πνεύματος, ἐπαγγελλόμενος αὐτοῖς, πέμπειν ἐνέργειαν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Νεκρώσας τὸν ᾍδην ὡς Θεός, ζωαρχικώτατε, πᾶσιν ἐπήγασας ζωὴν αἰώνιον, ἥνπερ νῦν , εἰκονίζουσι φανότατα, τῶν λαμπροφόρων ἡμερῶν τούτων αἱ χάριτες, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἀκτῖνας ὡς ἥλιος Χριστέ, δικαιοσύνης φανείς, κόσμῳ ἀπέστειλας, τοὺς Ἀποστόλους σου φέροντας, σὲ τὸ φῶς τὸ ἀκατάληπτον, καὶ τῆς ἀγνοίας τὴν ἀχλὺν ἀποδιώκοντας, καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ἰδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς ἄρχων ἡγούμενος· σὺ γὰρ πανάμωμε τέτοκας, τὰ αὐτῷ πρὶν ἀποκείμενα, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών β', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ἄγγελοι καὶ οὐρανοὶ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε ἴδετε λαοί, τὸν ἐπὶ θρόνου δόξης ἀνυμνούμενον ὑπὸ λαῶν ἀνόμων βλασφημούμενον καὶ ἰδόντες ὑμνεῖτε, τὸν ἐν Προφήταις Μεσσίαν προρρηθέντα.

Σὺ εἶ ὄντως ὁ Χριστός, ὁ εἰς τὸν κόσμον τοῦτον προερχόμενος, ἐξ οὗ ἡ σωτηρία, καὶ ἡ ἄφεσις, τῶν πατρῴων σφαλμάτων, σὺ ἡ ὄντως ζωὴ τῶν σοὶ πεπιστευκότων.

Ἡ σοφία τοῦ Θεοῦ, τῆς ἑορτῆς μεσούσης, καθὼς γέγραπται, τῷ ἱερῷ ἐπέστη καὶ ἐδίδασκεν, ὅτι ὄντως αὐτὸς ἦν, ὁ Μεσσίας Χριστός, δι' οὗ ἡ σωτηρία.

Ἐν τοῖς Σάββασι Χριστός, καὶ ἐν ἡμέραις ὅλαις ἐπεδείκνυτο, τὰ τῶν σημείων ἔργα ἐξιωμενος, τοὺς ἐν νόσοις ποικίλαις, ἀλλ' ὁ πλάνος λαός, θυμῷ ἐνεκοτεῖτο.

Τὸν Παράλυτον φησί, τὸν δὲ χρόνοις πλείστοις κατακείμενον, ἐν τῷ Σαββάτῳ οὗτος ἐθεράπευσε, καὶ παρέβη τὸν νόμον, Ἰουδαῖοι Χριστῷ, πικρῶς ἐλοιδοροῦντο.

Οὐ Μωσῆς, ὑμῖν φησί, τὸν νόμον δοὺς κελεύει περιτέμνεσθαι; καὶ ἐν Σαββάτῳ ἄνδρα περιετέμνετο, ἵνα μήπως ὁ νόμος τῶν πατέρων λυθῇ, Χριστὸς τοῖς Ἰουδαίοις.

Οἱ ἀγνώμονες παντί, οἱ ἐν ἐρήμῳ πάλαι παροικήσαντες, τὸν εὐεργέτην φθόνῳ, κατενέσκηπτον βλασφημοῦντες, κινοῦντες, τὰς ἀδίκους γλῶσσας, κενὰ προσμελετῶντες.
Δόξα...
Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς Υἱότητα, οὐδε Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω, εἰς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον
Πῶς ἐγέννησας εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προεκλάψαντα, καὶ σὺν ἁγίῳ Πνεύματι ὑμνούμενον; ἢ ὡς οἶδεν ὁ μόνος εὐδοκήσας ἐκ σοῦ τεχθῆναι Θεοτόκε.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἄγγελοι καὶ οὐρανοὶ τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζομενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Νέαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν.

Σύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον.

Εἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν.
Θεοτοκίον
Ὡς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.

Κανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ἀλλότριον τῶν μητέρων ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἑορτῆς μεσαζούσης τῶν Ἰουδαίων, ἀνῆλθες ὁ Σωτήρ μου ἐπὶ τὸ ἱερόν σου, καὶ ἐδίδασκες πάντας, ἐθαύμαζον δὲ Ἰουδαῖοι, καὶ πόθεν οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἔλεγον.

Ἰάματα χαρισμάτων ὁ λυτρωτής μου πηγάζων ἐπετέλει τέρατα καὶ σημεῖα, φυγαδεύων τὰς νόσους, ἰώμενος τοὺς ἀσθενοῦντας, ἀλλ' Ἰουδαῖοι ἐξεμαίνοντο, τῷ πλήθει τῶν θαυμάτων αὐτοῦ.

Τοὺς ἀπειθεῖς Ἰουδαίους ὁ λυτρωτής μου, ἐλέγχων ἀνεβόα· Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε· καὶ γὰρ ὁ νόμος καὶ ἐν Σαββάτῳ περιτέμνεσθαι, κελεύει πάντα ἄνθρωπον.

Τὰ μείζονα τῶν θαυμάτων τοῖς Μαθηταῖς σου, Σωτὴρ ὡς ἐπηγγείλω, παρέσχες, ἀποστείλας, εἰς τὰ ἔθνη κηρῦξαι τὴν δόξαν σου· οἱ δὲ τῷ κόσμῳ, ἐκήρυττόν σου τήν Ἀνάστασιν, τὴν χάριν καὶ τὴν σάρκωσιν.

Εἰ ἄνθρωπον περιτέμνετε ἐν Σαββάτῳ, μήπως λυθῇ ὁ νόμος, νῦν ἐμοὶ τί χολᾶτε, ὅτι ἄνθρωπον ὅλον ἐποίησα ὑγιῆ λόγῳ; κατὰ τὴν σάρκα ὑμεῖς κρίνετε φησὶ τοῖς Ἰουδαίοις Χριστός!

Ὁ τὴν ξηρὰν θεραπεύσας χεῖρα τῷ λόγῳ, τὴν ξηρανθεῖσαν πάλαι γῆν τῆς ἐμῆς καρδίας, ἰασάμενος Λόγε, ἀνάδειξόν με καρποφόρον, ἵνα ἐργάσωμαι κἀγὼ Σωτήρ, καρπούς ἐν μετανοίᾳ θερμῇ.

Λεπρῶσάν μου τὴν καρδίαν ἀποκαθάρας, καὶ τῆς ψυχῆς μου Λόγε τὰ ὄμματα φωτίσας, ἐπὶ κλίνης ὀδύνης μου, κείμενον ἀνόρθωσόν με, ὡς τὸν παράλυτον ἀνέστησας, ἐν κλίνῃ κατακείμενον.
Δόξα...
Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ τὸ σέβειν, τὴν ἄναρχον Τριάδα Πατέρα καὶ Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παντοκρατορίαν, δι' ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ κράτει τῆς ἰσχύος αὐτῆς.
Καὶ νῦν ... Θεοτοκίον
Ἐχώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Ζωοδότην ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι. Αὐτὸν δυσώπει παμμακάριστε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν».

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον. (Δίς)

Εἰς τοὺς Α ἲ ν ο υ ς
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ σοφία καὶ δύναμις, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, Λόγος ὁ ἀΐδιος, καὶ Υἱὸς τοῦ Θεοῦ, ἐν ἱερῷ παρεγένετο, σαρκὶ καὶ ἐδίδασκεν Ἰουδαίων τοὺς λαούς, τοὺς δεινοὺς καὶ ἀγνώμονας καὶ ἐθαύμαζον, τῆς σοφίας τὸν πλοῦτον ἐκβοῶντες· Πόθεν γράμματα γινώσκει παρ' οὐδενὸς μὴ μεμαθηκώς;
Ἦχος δ'
Ἡ σοφία καὶ δύναμις, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, Λόγος ὁ ἀΐδιος, καὶ Υἱὸς τοῦ Θεοῦ, ἐν ἱερῷ παρεγένετο, σαρκὶ καὶ ἐδίδασκεν Ἰουδαίων τοὺς λαούς, τοὺς δεινοὺς καὶ ἀγνώμονας καὶ ἐθαύμαζον, τῆς σοφίας τὸν πλοῦτον ἐκβοῶντες· Πόθεν γράμματα γινώσκει παρ' οὐδενὸς μὴ μεμαθηκώς;
Ἦχος δ'
Γραμματεῖς ἐπεστόμιζεν, Ἰουδαίους διήλεγχεν, ὁ Μεσσίας Κύριος, ἐκβοῶν αὐτοῖς· Μὴ τὴν κατ' ὄψιν παράνομοι, ὡς ἄδικοι κρίνετε· ἐν Σαββάτῳ γὰρ ἐγώ, τὸν Παράλυτον ἤγειρα· ὅθεν Κύριος, τοῦ Σαββάτου ὑπάρχω, καὶ τοῦ νόμου, τί ζητεῖτέ με φονεῦσαι, τὸν τοὺς θανόντας ἐγείραντα;
Ἦχος δ'
Μωϋσέα ἑλίθασαν οἱ δεινοὶ καὶ παράνομοι, Ἰουδαίων σύστημα τὸ ἀχάριστον, τὸν Ἡσαΐαν δὲ ἔπρισαν, ξυλίνῳ ἐν πρίονι, ἐν βορβόρῳ τὸν σοφόν, Ἱερεμίαν ἐνέβαλον· τὸν δὲ Κύριον, ἐν Σταυρῷ ἀνυψοῦντες, ἐπεβόων· Τὸν ναὸν ὁ καταλύων, σῶσον σαυτὸν καὶ πιστεύσομεν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ἀνατολίου
Φωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα, καὶ τὴν Ἀνάληψιν ἑορτάσαι, καὶ τῆς παρουσίας τυχεῖν τοῦ ἁγίου Πνεύματος.

Δοξολογία μεγάλη

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν».

Κοινωνικὸν
Ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, εἶπεν ὁ Κύριος.