ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Προκαταλύσας τὸ κράτος τοῦ θανάτου, Χριστὲ τῷ θανάτῳ σου, ζωὴν παρέσχες βροτοῖς, ἐν τῇ ἐνδόξῳ Ἐγέρσει σου, συνεξεγείρας, γένος ἀνθρώπων τῇ καταβάσει σου. Ὅθεν χαριστήριον, αἶνόν σοι ᾄδομεν, τὴν ἑορτὴν ἑορτάζοντες, τῆς τριημέρου, καὶ λαμπροφόρου σου Ἀναστάσεως, ἐν ᾗ τὸ μέσον τῶν πανσέπτων νῦν, ἡμερῶν ἡμῖν πᾶσιν ἐπέλαμψεν, Ἰησοῦ ζωοδότα, εὐεργέτα τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Πρὸ τοῦ τιμίου σταυροῦ σου καὶ τοῦ Πάθους, θαυμάτων τὰ ἔνδοξα, ἐπιτελῶν τοῖς λαοῖς, τῆς ἑορτῆς καθὼς γέγραπται, ἐν μέσῳ ἔστης, τῆς νομικῆς Χριστὲ Παντοδύναμε, καὶ πᾶσιν ἐβόησας· Εἴ τις διψᾷ, πρὸς ἐμὲ αὐτομολείτω, καὶ ὕδατος τοῦ θείου πόμα, ἀπαντλησάτω καὶ ζωῆς νάματα· ὕδωρ ζωῆς γὰρ καὶ δυνάμεως καὶ σοφίας ἐγὼ πᾶσι δίδωμι, ὅτι θέλων ἀνθρώποις, ὡμοιώθην ὡς φιλάνθρωπος.
Ἦχος δ'
Ὡς ἐπὶ κλίνης με κείμενον ὀδύνης, Χριστὲ πολυέλεε, τῶν ἐγκλημάτων μου καὶ παρειμένον τοῖς μέλεσιν, ὡς διὰ μέγα, φιλανθρωπίας πέλαγος ἄνθρωπος, θελήσει γενόμενος, νῦν ἀοράτως με, ὡς τὸν παράλυτον ἔγειρον, καὶ τρίβους θείας, τῶν ἐντολῶν σου τρέχειν εὐόδωσον, ὁ πρὸ τοῦ Πάθους, τοῖς λαοῖς Σωτήρ, τῶν Ἑβραίων θαυμάτων τοῖς πλήθεσι, παριστάμενος ὅτι, Θεὸς ὤν, βουλήσει πάσχεις σαρκί.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ὅτε παρεγένου ἐν ἱερῷ Χριστὲ ὁ Θεός, μεσούσης τῆς ἑορτῆς, τότε τοῖς λαοῖς ἐδίδασκες βοῶν· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ ζήσεται· οἱ δὲ Ἰουδαῖοι διεπρίοντο, μετὰ τῶν Φαρισαίων, καὶ Σαδδουκαίων, καὶ Γραμματέων, λέγοντες· Τίς ἐστιν οὗτος, ὃς λαλεῖ βλασφημίας; μὴ λογιζόμενοι, ὅτι σὺ ὑπάρχεις ὁ πρὸ πάντων αἰώνων, σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος, Θεὸς ἡμῶν, δόξα σοι.

Ἀναστάσιμον
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν τὸν ἑσπερινὸν ὕμνον φιλάνθρωπε.
Ἀποστολικὸν
Ἦχος γ'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, ἅγιοι Ἀπόστολοι, εἰδώλων πλάνην ἐλύσατε θεογνωσίαν κηρύξαντες, οὗτος ὁ καλὸς ἀγών, ὑμῶν ὑπάρχει μακάριοι· διὸ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν ὑμῶν τὰ μνημόσυνα.
Μαρτυρικὸν
Ἦχος γ'
Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες τῇ ἀγάπῃ τοῦ σταυροῦ σου ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος γ'
Γερμανοῦ
Μεσούσης τῆς Ἑορτῆς, δοξάζομεν τὸν ἐν μέσῳ τῆς γῆς, σωτηρίαν ἐργασάμενον. Μέσον μὲν δύο λῃστῶν ἡ ζωὴ ἐν ξύλῳ ἐκρέματο, καὶ τῷ μὲν βλασφημοῦντι ἐσιώπα, τῷ δὲ πιστεύοντι ἐβόα· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ. Κατῆλθεν ἐν τάφῳ, ἐσκύλευσε τὸν ᾍδην, καὶ ἀνέστη τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος γ'
Ἀναστάσιμον, Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Πάντα ἀνθρώπινα, καταδεξάμενος, πάντα ἡμέτερα, οἰκειωσάμενος, προσηλωθῆναι ἐν Σταυρῷ, ηὐδόκησας ποιητά μου, θάνατον ἑλόμενος, ὑπομεῖναι ὡς ἄνθρωπος, ἵνα τὸ ἀνθρώπινον, ἐκ θανάτου λυτρώσῃ ὡς Θεός· διὸ ὡς ζωοδότῃ βοῶμέν σοι· Δόξα Χριστε τῇ Ἀναστάσει σου.
Ἀποστολικὸν
Τῶν Ἀποστόλων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ Πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γάρ, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου τῷ λαῷ σου.
Μαρτυρικὸν
Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ καὶ ἐνδυσάμενοι ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀνδρικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων, πρὶν ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ καρτερόψυχοι.
Θεοτοκίον
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν, Θεοτόκον σε κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν τὸν τόκον σου τὸν ἄφραστον.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἑστηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς Ἑορτῆς, ὁ διψῶν ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου μου νάματος, ποταμοὺς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μετ' ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου. (Δίς)

Κανών α', ᾨδὴ α', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι.

Ἐπέστης μαρμαρυγὰς Θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς· ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος.

Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος.
Θεοτοκίον
Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ' ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθίᾳ φύσεως ὑπερουσίως μὴ δουλεύσασα.

Κανών α', ᾨδὴ γ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας· Εἴ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ.

Ἐκ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες· ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον.
Θεοτοκίον
Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος.

Κανών α', ᾨδὴ δ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ῥήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας, πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι· Δόξα τῇ δυνάμει σου, Κύριε.

Τὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν· Τῶν θείων θεόφρονες, δεῦτε δωρεῶν ἀπολαύσατε.

Ὡς Θεὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν, ὡς δυνατὸς τὸ κράτος καθελὼν τοῦ θανάτου πέμπειν ἐπηγγείλω Χριστέ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ Πατρὸς προερχόμενον.
Θεοτοκίον
Νέμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα προαιωνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις αἰτουμένη πανάχραντε.

Κανών α', ᾨδὴ ε', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Τῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες.

Ὡς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις· μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν.
Θεοτοκίον
Νοῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε.

Κανών α', ᾨδὴ ς', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Μεσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα, θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι.

Ἐλάλεις, ἐν τῷ ναῷ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα.
Θεοτοκίον
Γενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων, λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα.

Κοντάκιον
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας· ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.

Κανών α', ᾨδὴ ζ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ἰσχύϊ Σῶτερ τὴν τοῦ θανάτου λύσας δύναμιν τρίβον τῆς ζωῆς ἐγνώρισας τοῖς θνητοῖς, εὐχαρίστως σοι κραυγάζουσιν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Σάρκα φοροῦντα, τεθεαμένοι οὐκ ἐπέγνωσαν, δῆμοι τῶν Ἑβραίων Λόγε σε τοῦ Θεοῦ, ἀλλ' ἡμεῖς σοι ἀναμέλπομεν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.
Θεοτοκίον
Τὸ τοῦ ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

Κανών α', ᾨδὴ η', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ὡραῖος ἐκ τάφου ἀναστάς, τῇ τῆς Θεότητος δόξῃ κοσμούμενος, τοῖς, Ἀποστόλοις σου Κύριε, ἐπεφάνης, τὴν τοῦ Πνεύματος, ἐπαγγελλόμενος αὐτοῖς, πέμπειν ἐνέργειαν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Νεκρώσας τὸν ᾍδην ὡς Θεός, ζωαρχικώτατε, πᾶσιν ἐπήγασας ζωὴν αἰώνιον, ἥνπερ νῦν , εἰκονίζουσι φανότατα, τῶν λαμπροφόρων ἡμερῶν τούτων αἱ χάριτες, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἀκτῖνας ὡς ἥλιος Χριστέ, δικαιοσύνης φανείς, κόσμῳ ἀπέστειλας, τοὺς Ἀποστόλους σου φέροντας, σὲ τὸ φῶς τὸ ἀκατάληπτον, καὶ τῆς ἀγνοίας τὴν ἀχλὺν ἀποδιώκοντας, καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ἰδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς ἄρχων ἡγούμενος· σὺ γὰρ πανάμωμε τέτοκας, τὰ αὐτῷ πρὶν ἀποκείμενα, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών α', ᾨδὴ θ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Νέαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν.

Σύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον.

Εἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν.
Θεοτοκίον
Ὡς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ
Ἦχος γ'
Ἀναστάσιμον
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον· Ἐλέησον ἡμᾶς.
Ἦχος γ'
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον· Ἐλέησον ἡμᾶς.
Ἦχος γ'
Ἀποστολικὸν
Τὰς τοῦ Χριστοῦ παραγγελίας, ἀμέμπτως φυλάξαντες, ἅγιοι Ἀπόστολοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· διὸ ἔχοντες παρρησίαν αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ'
Μαρτυρικὸν
Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Κύριε, πρὸ τοῦ ἀχράντου σου Σταυροῦ, τῆς ἑορτῆς μεσούσης, ἐν τῷ ἱερῷ ἀνῆλθες, Ἰουδαίους παρρησίᾳ διδάσκων, τὰ Μωσέως, καὶ ἐν νόμῳ διὰ σοῦ νομοθετηθέντα, ἐκπληττόμενοι δὲ Χριστέ, τῆς σῆς σοφίας τὸ ἄφραστον μυστήριον, τὴν κατὰ σοῦ σκευωρίαν ἐν αὐτοῖς φθόνῳ ἐμελέτων. Πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς; ἀγνοοῦντες σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Μέγας εἶ βασιλεῦ καὶ μέγα σου τὸ κράτος· μεγάλως γὰρ πτωχεύσας, μεγάλων χαρισμάτων, τὴν οἰκουμένην ἔπλησας.
Ἦχος β'
Ἔστης ἐν τῷ ναῷ, ἐκβλύζων σου τὰ ῥεῖθρα, τῆς ἑορτῆς μεσούσης, καὶ ἄρδων τοὺς διψῶντας τὴν θείαν χάριν εὔσπλαγχνε.
Ἦχος β'
Σῶσαί με βουληθείς, σαρκοῦσαι παραδόξως, ἐκ Κόρης ἀπειράνδρου, καὶ μέσον τοῦ ναοῦ σου τὴν χάριν μοι ἐπήγασας.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Ἰωάννου Μοναχοῦ
Μεσούσης τῆς ἑορτῆς πρὸ τοῦ Πάθους, καὶ τῆς ἐνδόξου Ἀναστάσεώς σου Κύριε, ἦς διδάσκων ἀγαθὲ ἐν τῷ ἱερῷ, τοὺς ἀπειθοῦντας Ἰουδαίους, καὶ Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν πρὸς αὐτούς· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω, ὁ πιστεύων εἰς ἐμέ, ὕδατος ζωῆς Πνεύματος θείου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ. Ὢ τῆς ἀρρήτου σοφίας τῆς σῆς συνέσεως! ὁ τὰ πάντα πληρῶν Θεὸς ἡμῶν δόξα σοι.

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν».

Κοινωνικὸν
Ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, εἶπεν ὁ Κύριος.