ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Ὤφθη φωτοφανὴς καὶ τερπνή, τῆς τοῦ Σωτῆρος, Ἀναστάσεως σήμερον, μεσότης ἡ παναγία, ὡς μεσημβρία φαιδρά, φρυκτωροῦσα κόσμον θείαις χάρισι, Χριστοῦ τῆς Ἐγέρσεως, λαμπαδοχοῦσα τεράστια, τῆς ἀφθαρσίας, ἀπαστράπτει τὰ σύμβολα, καὶ προδείκνυσι, τὴν εἰς ὕψος Ἀνάληψιν, φαίνει τὴν πολυέραστον, τοῦ Πνεύματος ἔλευσιν, Πεντηκοστῆς τῆς πανσέπτου, τὴν λαμπροτάτην πανήγυριν· διὸ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.
Ἦχος πλ. α'
Δόξης ὡς θεϊκῆς ποταμός, τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος, τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας, πᾶσι παρέχων βοᾷ, οἱ διψῶντες δεῦτε, καὶ ἀρύσασθε. Πηγὴ συμπαθείας γάρ, καὶ ἐλέους τὸ πέλαγος, αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν, πλύνει πταίσματα, καὶ καθαίρει νοσήματα, σῴζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας, σκέπει τοὺς πόθῳ τιμῶντας, τὴν μετὰ δόξης Ἀνάληψιν, αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.
Ἦχος πλ. α'
Μέσον τοῦ ἱεροῦ ἑστηκώς, ὁ ἀπερίγραπτος Θεός τε καὶ Κύριος· Θεὸς γὰρ ὑπῆρχε φύσει, κἂν δι' ἡμᾶς βροτωθείς, περιγεγραμμένος, ὤφθη σώματι, τοῖς πᾶσιν ἀνέβλυζε, τὰ ζωήρρυτα ῥήματα τοῖς πᾶσι λέγων· Τὰς ψυχὰς ἐκκαθάρθητε, καὶ τοῦ καύσωνος, τῶν παθῶν ἀναψύξατε, μή τις ἀποστερήσοιτο, τῆς πόσεως ἄνθρωποι· θείαν γὰρ χάριν δωροῦμαι τῆς ἀθανάτου καὶ κρείττονος, καὶ τῆς βασιλείας, συμμεθέξει μοι τῷ κτίστῃ καὶ δοξασθήσεται.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Τῆς ἑορτῆς μεσούσης, τῆς σῆς Χριστὲ Ἀναστάσεως, καὶ θείας παρουσίας τοῦ ἁγίου σου Πνεύματος, συνελθόντες τῶν θαυμάτων σου, ἀνυμνοῦμεν τὰ μυστήρια, ἐν ᾗ κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Σταυρώσιμον
Ἦχος γ'
Ξύλον παρακοῆς τῷ κόσμῳ θάνατον ἐβλάστησε, τὸ δὲ ξύλον τοῦ Σταυροῦ ζωὴν καὶ ἀφθαρσίαν· διό σε προσκυνοῦμεν, τὸν σταυρωθέντα Κύριον. Σημειωθήτω ἐφ' ἡμᾶς, τὸ φῶς τοῦ προσώπου σου, Κύριε.
Ἀποστολικὸν
Ἦχος γ'
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ Διαβόλου ἡ πλάνη κατήργηται· γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.
Μαρτυρικὸν
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Μεσούσης τῆς Ἑορτῆς, δοξάζομεν τὸν ἐν μέσῳ τῆς γῆς, σωτηρίαν ἐργασάμενον. Μέσον μὲν δύο λῃστῶν ἡ ζωὴ ἐν ξύλῳ ἐκρέματο, καὶ τῷ μὲν βλασφημοῦντι ἐσιώπα, τῷ δὲ πιστεύοντι ἐβόα· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ. Κατῆλθεν ἐν τάφῳ, ἐσκύλευσε τὸν ᾍδην, καὶ ἀνέστη τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος γ'
Ἀναστάσιμον, Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς κτίσεως, τοῦτον κατέπηξας ὅτε εὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλῶσαι, τότε καὶ ὁ ἥλιος, τὰς ἀκτῖνας ἀπέκρυψε, ταῦτα καὶ Λῃστὴς ὁρῶν, ἐν Σταυρῷ σε ἀνύμνησε. Μνήσθητι βοῶν μου ὁ Σωτήρ, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.
Ἀναστάσιμον
Τὸ ἀκατάληπτον, τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον, τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοὶ μυστήριον ἀπόρρητον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης κατήργηται, γένος δὲ τὸ βρότειον ἀφθαρσίαν ἐνδέδυται· διὸ εὐχαριστοῦντες βοῶμέν σοι· Δόξα Χριστὲ τῇ Ἐγέρσει σου.
Μαρτυρικὸν
Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος. Ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.
Σταυροθεοτοκίον
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς, ἀναβλύζων τῷ κόσμῳ, πάντας Σωτήρ, καλεῖς τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα· τὸν γὰρ θεῖον νόμον σου δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τοὺς ἄνθρακας· ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ λήξει τοῦ κόρου σου Δέσποτα, Βασιλεῦ ἐπουράνιε· διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου. (Δίς)

Κανών α', ᾨδὴ α', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι.

Ἐπέστης μαρμαρυγὰς Θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς· ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος.

Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος.
Θεοτοκίον
Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ' ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθίᾳ φύσεως ὑπερουσίως μὴ δουλεύσασα.

Κανών α', ᾨδὴ γ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας· Εἴ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ.

Ἐκ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες· ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον.
Θεοτοκίον
Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος.

Κανών α', ᾨδὴ δ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ῥήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας, πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι· Δόξα τῇ δυνάμει σου, Κύριε.

Τὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν· Τῶν θείων θεόφρονες, δεῦτε δωρεῶν ἀπολαύσατε.

Ὡς Θεὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν, ὡς δυνατὸς τὸ κράτος καθελὼν τοῦ θανάτου πέμπειν ἐπηγγείλω Χριστέ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ Πατρὸς προερχόμενον.
Θεοτοκίον
Νέμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα προαιωνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις αἰτουμένη πανάχραντε.

Κανών α', ᾨδὴ ε', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Τῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες.

Ὡς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις· μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν.
Θεοτοκίον
Νοῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε.

Κανών α', ᾨδὴ ς', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Μεσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα, θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι.

Ἐλάλεις, ἐν τῷ ναῷ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα.
Θεοτοκίον
Γενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων, λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα.

Κοντάκιον
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας· ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.

Κανών α', ᾨδὴ ζ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ἰσχύϊ Σῶτερ τὴν τοῦ θανάτου λύσας δύναμιν τρίβον τῆς ζωῆς ἐγνώρισας τοῖς θνητοῖς, εὐχαρίστως σοι κραυγάζουσιν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Σάρκα φοροῦντα, τεθεαμένοι οὐκ ἐπέγνωσαν, δῆμοι τῶν Ἑβραίων Λόγε σε τοῦ Θεοῦ, ἀλλ' ἡμεῖς σοι ἀναμέλπομεν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.
Θεοτοκίον
Τὸ τοῦ ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

Κανών α', ᾨδὴ η', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ὡραῖος ἐκ τάφου ἀναστάς, τῇ τῆς Θεότητος δόξῃ κοσμούμενος, τοῖς, Ἀποστόλοις σου Κύριε, ἐπεφάνης, τὴν τοῦ Πνεύματος, ἐπαγγελλόμενος αὐτοῖς, πέμπειν ἐνέργειαν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Νεκρώσας τὸν ᾍδην ὡς Θεός, ζωαρχικώτατε, πᾶσιν ἐπήγασας ζωὴν αἰώνιον, ἥνπερ νῦν , εἰκονίζουσι φανότατα, τῶν λαμπροφόρων ἡμερῶν τούτων αἱ χάριτες, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἀκτῖνας ὡς ἥλιος Χριστέ, δικαιοσύνης φανείς, κόσμῳ ἀπέστειλας, τοὺς Ἀποστόλους σου φέροντας, σὲ τὸ φῶς τὸ ἀκατάληπτον, καὶ τῆς ἀγνοίας τὴν ἀχλὺν ἀποδιώκοντας, καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ἰδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς ἄρχων ἡγούμενος· σὺ γὰρ πανάμωμε τέτοκας, τὰ αὐτῷ πρὶν ἀποκείμενα, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών α', ᾨδὴ θ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Νέαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν.

Σύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον.

Εἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν.
Θεοτοκίον
Ὡς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ
Ἦχος γ'
Σταυρώσιμον
Φθόνῳ τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσὼν χαλεπόν, ἀλλ' οὐ παρεῖδες Δέσποτα, ἀναλαβὼν δι' ἐμὲ τὸ κατ' ἐμέ, σταυροῦσαι καὶ σῴζεις με, εἰς δόξαν εἰσάγεις με, Λυτρωτά μου, δόξα σοι.
Ἦχος γ'
Φθόνῳ τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσὼν χαλεπόν, ἀλλ' οὐ παρεῖδες Δέσποτα, ἀναλαβὼν δι' ἐμὲ τὸ κατ' ἐμέ, σταυροῦσαι καὶ σῴζεις με, εἰς δόξαν εἰσάγεις με, Λυτρωτά μου, δόξα σοι.
Ἦχος γ'
Ἀποστολικὸν
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα· Αὐτὸν προσκυνήσωμεν.
Ἦχος γ'
Μαρτυρικὸν
Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες, τοῦ ἱεροῦ ὁ Σωτὴρ ἡμῶν, καὶ στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παρρησίᾳ, καὶ ἔλεγες· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἐμοὶ ἀκολουθῶν, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ἀθανάτου ζωῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὅλος σὺν τῷ Θεῷ, ὁ Λόγος σὺ ὑπάρχων, ὀλλύμενόν με θέλων, ἐξᾶραι τῶν πταισμάτων, ἑνοῦσαί μοι φιλάνθρωπε.
Ἦχος β'
Πέπαυται ἡ σκιά· ἰδοὺ γὰρ ὁ Μεσσίας, τῆς ἑορτῆς ἐν μέσῳ, τὴν χάριν ὥσπερ ἄλλον φωσφόρον ἐναπήστραψεν.
Ἦχος β'
Ἔρχεσθε εὐπειθῶς, οἱ τῆς ζωῆς τὸ νᾶμα, πιεῖν ἐπιποθοῦντες, ἐβόα ὁ Σωτήρ μου, καὶ πίετε τὴν χάριν, ἐνθέως ἀγαλλόμενοι.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Καθαρθῶμεν ἐννοιῶν τοὺς κευθμῶνας καὶ ψυχικὰς λαμπηδόνας διαυγάσωμεν, καὶ τὴν ζωὴν κατίδωμεν Χριστόν, ἐν ἱερῷ ἀφικόμενον, ὑπερβολῇ ἀγαθότητος, ἵνα τὸν ἐχθρόν θριαμβεύσῃ, καὶ σώσῃ τὸ γένος ἡμῶν, διὰ πάθους Σταυροῦ καὶ τῆς Ἀναστάσεως, πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα σοι.

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν».

Κοινωνικὸν
Ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, εἶπεν ὁ Κύριος.