ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΤΡΙΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Μεσοπεντηκοστῆς
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ ποιητὴς τῶν ἁπάντων, καὶ τῆς ζωῆς χορηγός, ὁ τῷ Πατρὶ τῷ θείῳ συναΐδιος Λόγος, ἑκὼν ἐκ τῆς Παρθένου, σάρκα λαβών, καὶ γενόμενος ἄνθρωπος, τὰ τῆς ἀρρήτου σοφίας ὡς ἀγαθός, πᾶσιν ἔβλυσε διδάγματα.
Ἦχος α'
Τῆς ἑορτῆς μεσαζούσης, τῶν Ἰουδαίων Χριστέ, τῷ ἱερῷ ἐπέστης, ὁ τοῦ νόμου Δεσπότης, διδάσκων ἐξουσίᾳ, καὶ Γραμματεῖς διελέγχων ὡς γέγραπται, καὶ καταπλήττων σοφίᾳ λόγων τῶν σῶν, καὶ θαυμάτων ἐπιδείξεσιν.
Ἦχος α'
Ὁ χορηγὸς τῆς σοφίας καὶ τῶν καλῶν παροχεὺς ὁ χέων θεῖα ῥεῖθρα ἐκ πηγῆς ἀενάου. Δεῦτε πρός με κράζει, ὕδωρ ζωῆς, οἱ διψῶντες ἀρύσασθε καὶ ποταμοὶ ἐκ κοιλίας ὑμῶν, φησί, χαρισμάτων θείων ῥεύσουσι.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ὅτε παρεγένου ἐν ἱερῷ Χριστὲ ὁ Θεός, μεσούσης τῆς ἑορτῆς, τότε τοῖς λαοῖς ἐδίδασκες βοῶν· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται. Οἱ δὲ Ἰουδαῖοι διεπρίοντο, μετὰ τῶν Φαρισαίων, καὶ Σαδδουκαίων, καὶ Γραμματέων, λέγοντες· Τίς ἐστιν οὗτος, ὃς λαλεῖ βλασφημίας; μὴ λογιζόμενοι, ὅτι σὺ ὑπάρχεις, ὁ πρὸ πάντων αἰώνων, σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος, Θεὸς ἡμῶν. Δόξα σοι.

Ἀναστάσιμον
Ἦχος β'
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ, ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν δυνατέ, τοῦ θανάτου τὰ δεσμὰ ὡς Θεός διέρρηξας· διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.
Κατανυκτικὸν
Ἦχος β'
Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῶ τούτῳ, οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Μαρτυρικὸν
Ἦχος β'
Ὁ τῶν ἁγίων Μαρτύρων δεξάμενος τὴν ὑπομονὴν καὶ παρ΄ ἡμῶν δέχου τὴν ὑμνῳδίαν φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις τὸ ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος γ'
Μεσούσης τῆς ἑορτῆς, δοξάζομεν τὸν ἐν μέσῳ τῆς γῆς, σωτηρίας ἐργασάμενον· μέσον γὰρ δύο λῃστῶν ἡ ζωὴ ἐν ξύλῳ ἐκρέματο, καὶ τῷ μὲν βλασφημοῦντι ἐσιώπα, τῷ δὲ πιστεύοντι ἐβόα· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ. Κατῆλθεν ἐν τάφῳ, ἐσκύλευσε τὸν ᾍδην, καὶ ἀνέστη τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος δ'
Ἀναστάσιμον, Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθείς, ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾍδη ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ Ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Κατανυκτικὸν
Ἀναλόγισαι ψυχή, πῶς παραστῶμεν τῷ κριτῇ, ἐπὶ βήματος φρικτοῦ, τίθενται θρόνοι φοβεροὶ καὶ τῶν ἀνθρώπων αἱ πράξεις διελέγχονται. Τότε ὁ κριτὴς ἀδυσώπητος. Ἐκεῖ τὸ πῦρ δεινῶς συμπαρίσταται ὥσπερ ἀγρία θάλασσα, σὺν ἤχῳ κατακαλύψαι τοὺς πταίσαντας. Ἀναλογίζου, ταῦτα ψυχή μου, καὶ τὰ ἔργα σου εὔθυνον.
Μαρτυρικὸν
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Φοβερὸν τὸ μυστήριον καὶ τὸ θαῦμα παράδοξον! πῶς ἡ Παρθένος σὲ τὸν Κτίστην τῶν ἁπάντων ἐβάστασε, καὶ μετὰ τόκον πάλιν σῴα καὶ Παρθένος διέμεινεν; ὁ τεχθείς ἐξ αὐτῆς, τὴν πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, καὶ τὸν κόσμον εἰρήνευσον, ὡς φιλάνθρωπος.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς, ἀναβλύζων τῷ κόσμῳ πάντας Σωτήρ, καλεῖς τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα· τὸν γὰρ θεῖον νόμον σου, δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τους ἄνθρακας· ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ ληξει, τοῦ κόρου σου Δέσποτα, Βασιλεῦ ἐπουράνιε· διὰ τοῦτο δοξάζομεν τὸ κράτος σου Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου. (Δίς)

Κανών α', ᾨδὴ α', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι.

Ἐπέστης μαρμαρυγὰς Θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς· ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος.

Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος.
Θεοτοκίον
Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ' ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθίᾳ φύσεως ὑπερουσίως μὴ δουλεύσασα.

Κανών α', ᾨδὴ γ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας· Εἴ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ.

Ἐκ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες· ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον.
Θεοτοκίον
Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος.

Κανών α', ᾨδὴ δ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ῥήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας, πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι· Δόξα τῇ δυνάμει σου, Κύριε.

Τὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν· Τῶν θείων θεόφρονες, δεῦτε δωρεῶν ἀπολαύσατε.

Ὡς Θεὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν, ὡς δυνατὸς τὸ κράτος καθελὼν τοῦ θανάτου πέμπειν ἐπηγγείλω Χριστέ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ Πατρὸς προερχόμενον.
Θεοτοκίον
Νέμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα προαιωνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις αἰτουμένη πανάχραντε.

Κανών α', ᾨδὴ ε', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Τῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες.

Ὡς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις· μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν.
Θεοτοκίον
Νοῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε.

Κανών α', ᾨδὴ ς', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Μεσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα, θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι.

Ἐλάλεις, ἐν τῷ ναῷ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα.
Θεοτοκίον
Γενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων, λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα.

Κανών α', ᾨδὴ ζ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ἰσχύϊ Σῶτερ τὴν τοῦ θανάτου λύσας δύναμιν τρίβον τῆς ζωῆς ἐγνώρισας τοῖς θνητοῖς, εὐχαρίστως σοι κραυγάζουσιν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Σάρκα φοροῦντα, τεθεαμένοι οὐκ ἐπέγνωσαν, δῆμοι τῶν Ἑβραίων Λόγε σε τοῦ Θεοῦ, ἀλλ' ἡμεῖς σοι ἀναμέλπομεν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.
Θεοτοκίον
Τὸ τοῦ ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

Κανών α', ᾨδὴ η', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ὡραῖος ἐκ τάφου ἀναστάς, τῇ τῆς Θεότητος δόξῃ κοσμούμενος, τοῖς, Ἀποστόλοις σου Κύριε, ἐπεφάνης, τὴν τοῦ Πνεύματος, ἐπαγγελλόμενος αὐτοῖς, πέμπειν ἐνέργειαν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Νεκρώσας τὸν ᾍδην ὡς Θεός, ζωαρχικώτατε, πᾶσιν ἐπήγασας ζωὴν αἰώνιον, ἥνπερ νῦν , εἰκονίζουσι φανότατα, τῶν λαμπροφόρων ἡμερῶν τούτων αἱ χάριτες, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἀκτῖνας ὡς ἥλιος Χριστέ, δικαιοσύνης φανείς, κόσμῳ ἀπέστειλας, τοὺς Ἀποστόλους σου φέροντας, σὲ τὸ φῶς τὸ ἀκατάληπτον, καὶ τῆς ἀγνοίας τὴν ἀχλὺν ἀποδιώκοντας, καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ἰδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς ἄρχων ἡγούμενος· σὺ γὰρ πανάμωμε τέτοκας, τὰ αὐτῷ πρὶν ἀποκείμενα, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών α', ᾨδὴ θ', τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ'
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Νέαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν.

Σύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον.

Εἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν.
Θεοτοκίον
Ὡς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος δ΄
Ἀναστάσιμον
Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας. Διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Ἦχος δ΄
Ἀναστάσιμον
Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας. Διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Ἦχος δ΄
Κατανυκτικὸν
Πλῦνόν με, τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις· διὸ καὶ προσπίπτω σοι, ἐλεῆμον· Ἥμαρτον, ἐλέησόν με ὁ Θεός.
Ἦχος δ΄
Μαρτυρικὸν
Ἀγγέλων συμμέτοχοι γεγόνατε, ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες· πάντα γὰρ τὰ ἐν κόσμῳ κατελίπετε τερπνά, ὡς ἀνύπαρκτα, τὴν πίστιν δέ, ὡς ἄγκυραν ἀσφαλῆ ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Κύριε, πρὸ τοῦ ἀχράντου σου Σταυροῦ, τῆς ἑορτῆς μεσούσης, ἐν τῷ ἱερῷ ἀνῆλθες, Ἰουδαίους παρρησίᾳ διδάσκων τὰ Μωσέως, καὶ ἐν νόμῳ διὰ σοῦ νομοθετηθέντα· ἐκπληττόμενοι δὲ Χριστέ, τῆς σῆς σοφίας τὸ ἄφραστον μυστήριον, τὴν κατὰ σοῦ σκευωρίαν ἐν ἑαυτοῖς φθόνῳ ἐμελέτων. Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Στιχηρὰ Προσόμοια τῆς Μεσοπεντηκοστῆς
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Τέλος ὢν καὶ ἀρχή, μεσότης τε ἐν μέσῳ, τῆς ἑορτῆς ἐπέστης, τῷ ἱερῷ Χριστέ μου, πηγάζων μοι τὴν ἄφεσιν.
Ἦχος β'
Ἤκουσεν ἡ Σιὼν τῆς, Ἀναστάσεώς σου, τὸ θεῖον κράτος Λόγε, καὶ χαίρει σὺν τοῖς τέκνοις, ὑμνοῦσά σε τὸν εὔσπλαγχνον.
Ἦχος β'
Σέλας τὸ ἐκ Πατρός, ἐξέλαμψας ὁ Λόγος· ἀλλ' ἐπ' ἐσχάτων χρόνων, ἐφάνης ὡς βροτός μοι, πταισμάτων νέμων ἄφεσιν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες τοῦ ἱεροῦ, ὁ Σωτὴρ ἡμῶν, καὶ στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παρρησίᾳ, καὶ ἔλεγες· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἐμοὶ ἀκολουθῶν, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ἀθανάτου ζωῆς.

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν».

Κοινωνικὸν
Ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, εἶπεν ὁ Κύριος.