ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Παρὰ τὸ φρέαρ Χριστὸς τὴν Σαμαρεῖτιν, εὑρὼν ἐξῃτήσατο, ὕδωρ πιεῖν ἐξ αὐτῆς, διψῶν τὴν ταύτης διόρθωσιν, καὶ σωτηρίαν, ὃ καὶ ἐγνώσθη ἔργοις πληρούμενον· ταύτην γὰρ ἀνέλκουσαν πόμα τοῦ ὕδατος, αὐτὸς ἀνέλκει, καὶ πόματος, πληροῖ τοῦ ζῶντος, τοῖς συμπολίταις διαγορεύουσαν, ἰδοὺ ὁ πάλαι, ἐν τῷ νόμῳ ῥηθεὶς Μεσσίας Χριστός, ἐπεφάνη ὡς ἄνθρωπος, ἐννοιῶν κεκρυμμένων, ἐκκαλύπτων τὰ ἀπόρρητα.
Ἦχος δ'
Ἰδοὺ Μεσσίας Χριστὸς τοῖς ἐν τῇ πόλει, ἐν γῇ πεφανέρωται, ἡ Σαμαρεῖτις φησίν, ὁ γεγραμμένος ἐλεύσεσθαι, ἐν νόμῳ πάλαι, Προφήτης μέγας, Θεὸς καὶ ἄνθρωπος, ὃς καὶ τὰ πρακτέα μοι ἐπεξηγήσατο, καὶ τὰ ἐν βάθει καρδίας μου, ἐγκεκρυμμένα, πάντα μοι εἶπεν ὡς ἐπετέλεσα. Ὅθεν ἡ πόλις συνδραμοῦσα ὁρᾷ, τοὺς λόγους αὐτῆς κατὰ πᾶν ἀληθεύοντας, καὶ τὸ πρᾶγμα θαυμάζει, καὶ πιστοῦται τῷ θεάματι.
Ἦχος δ'
Σὲ τὸν ἐν ἕκτῃ τῇ ὥρᾳ ὡς Δεσπότην ποτὲ πρὸς Παράδεισον περιπατοῦντα Θεόν, ἡ τῆς Προμήτορος ἔβλεψε θυγάτηρ πάλιν, ἐν ὥρᾳ ἕκτῃ οὕτω καθήμενον, ἔνθα πηγὴ ὕδατος, καὶ φρέαρ ὤρυκτο, καὶ ἐξ αὐτῆς ἐξαιτούμενον, πιεῖν ὡς ὕδωρ, αὐτὴν ποτίσῃς ζωῆς ἁλλόμενον ὃ καὶ ἐπράχθη καὶ τοῦ ὕδατος, ζωηφόρου τοῦ σοῦ ἐκροφήσασα, τοῖς ἐν πόλει κηρύττει, τὴν τοῦ νάματος δαψίλειαν.
Δόξα... Καὶ νῦν... Ἦχος α'
Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως· Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἀναστάσιμον
Ἠχος δ'
Πύλας Ἄδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Ἄποστολικόν
Ἦχος β'
Τῶν Ἀποστόλων τὸν χορόν, Πνεύματι ἁγίῳ ἐφώτισας Χριστέ, καὶ ἡμῶν τὸν ῥύπον τῆς ἁμαρτίας, δι' αὐτῶν ἀπόπλυνον ὁ Θεός, καὶ ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
Ἦχος β'
Ἔχοντες παρρησίαν πρὸς τὸν Σωτῆρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος β'
Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι.

Ἀπολυτίκιον
Ἦχος δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος δ'
Ἀναστάσιμον, Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν ἑκουσίως, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς Ζωοδότα, καὶ ἀναστὰς τριήμερος Χριστὲ ὁ Θεὸς ἔθραυσας δυνάμει σου, τοῦ θανάτου τὸ κράτος, πάντας τῇ Ἐγέρσει σου, τοὺς ἐν ᾍδῃ ζωώσας, καὶ ἀνυμνοῦντες σέβομεν τὴν σήν, Ἔγερσιν πάντες, ἀθάνατε Κύριε.
Ἀποστολικὸν
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρας εἰς τὰ πέρατα, τοὺς Μαθητάς σου Σωτήρ, ἀνέδειξας ἐκλάμποντας, ἐν τῷ κηρύγματι, ψυχὰς καταυγάζοντας, πλάνην τὴν τῶν εἰδώλων, δι' αὐτῶν ἀμαυρώσας, δόγμασιν εὐσεβείας καταλάμψας τῷ κόσμῳ. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Μαρτυρικὸν
Σταυρῷ ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, τὴν πλάνην ἐνίκησαν τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Παρθένε πανάμωμε τὸν ὑπεράγαθον, Θεὸν ἡ κυήσασα, σὺν Ἀποστόλοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσί σε κατὰ χρέος μόνη πανύμνητε.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Σαμαρείτιδος
Ἦχος πλ. β'
Ὡς τῇ πιστῇ Σαμαρείτιδι Κύριε, τῆς Θεότητος τῆς σῆς τὴν πηγὴν ἠνέῳξας, καὶ ἔβλυσας θεογνωσίαν ἐπ' αὐτήν, ἀρδεύων πόμα θεόληπτον, καὶ νῦν πᾶσιν ἡμῖν κατάπεμψον, πταισμάτων ἱλασμὸν ὑπεράγαθε. (Δίς)

Κανών β', ᾨδὴ α', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα ᾠδὴν ἐπινίκιον· Ὅτι δεδόξασται».

Ὁ ταφεὶς ἐγήγερται, ἐν αὐτῷ συνήγειρε τὸ γένος τῶν ἀνθρώπων, ἀγαλλιάσθω πᾶσα κτίσις, καὶ νοηταὶ σήμερον, ῥανάτωσαν νεφέλαι, δικαιοσύνην σαφῶς.

Ὁ σταυρὸν ἑκούσιον, σαρκὶ καταδεξάμενος, τριήμερος ἀνέστης ἐκ τῶν νεκρῶν, ᾍδου ταμεῖα, ζωαρχικὲ Κύριε, κενώσας καὶ ἐξάξας, πεπεδημένας ψυχάς.

Τῇ μορφῇ ἀστράπτοντα, αἱ Μυροφόροι βλέψασαι, τὸν Ἄγγελον ἐν φόβῳ, ἐκ τοῦ μνημείου ὑπεχώρουν, τὴν δὲ Χριστοῦ Ἔγερσιν μαθοῦσαι σπεύδουσι τοῖς Μαθηταῖς.

Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα Κύριε, ὕδωρ ζωῆς ὑπάρχων, τῇ Σαμαρείτιδι αἰτούσῃ, τὰ σὰ σεπτὰ νάματα παρέσχες, ἐπιγνούσῃ τὴν εὐσπλαγχνίαν σου.
Δόξα...
Τριάς, τοὺς πίστει σε, εἰλικρινεῖ δοξάζοντας, Πάτερ, Υἱέ, καὶ Πνεῦμα, ὡς ποιητὴς τῶν ὅλων σῷζε, καὶ ἱλασμὸν δώρησαι, ἡμῖν ἁμαρτημάτων ὡς ὑπεράγαθος.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε θρόνε πύρινε, χαῖρε λυχνία πάγχρυσε, χαῖρε φωτὸς νεφέλη, χαῖρε παλάτιον τοῦ Λόγου, καὶ νοητὴ τράπεζα, ἄρτον ζωῆς ἀξίως, Χριστὸν βαστάσασα.

Κανών β', ᾨδὴ γ', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν».

Ἐθελουσίως ἐπὶ ξύλου ὑψώθης Λόγε, καὶ ὁρῶσαι ἐρρήγνυντο αἱ πέτραι, καὶ ἡ κτίσις ἐκλονεῖτο ἅπασα, καὶ νεκροὶ ἐκ τῶν τάφων, ὡς ὕπνου ἐξηγείροντο.

Μετὰ ψυχῆς σε πρὸς τὸν ᾍδῃν ἐλθόντα Λόγε, κατιδοῦσαι πᾶσαι ψυχαὶ δικαίων, αἰωνίων δεσμῶν ἀπελύοντο, ἀνυμνολογοῦσαι, τὴν ὑπὲρ νοῦν δυναστείαν σου.

Τί ἐκθαμβεῖσθε; τί ἐν τάφῳ ὑμεῖς ζητεῖτε, μετὰ μύρων Γυναῖκες τὸν Δεσπότην; ἐξηγέρθη, καὶ κόσμον συνήγειρεν. Ἄγγελος ἀστράπτων, ταῖς Μυροφόροις ἐφθέγγετο.

Ζωὴ ὑπάρχων, καὶ πηγὴ τῆς ἀθανασίας, ἐκαθέσθης πρὸς τῇ πηγῇ, Οἰκτίρμον, καὶ τῶν σῶν αἰτησαμένην, ἔπλησας, πανσόφων ναμάτων Σαμαρεῖτιν ὑμνοῦσάν σε.
Δόξα...
Εἷς ἐπὶ πάντων ἐν Τριάδι Θεὸς ὑμνεῖται, ὁ Πατήρ, καὶ ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα, φόβῳ ὃν δοξάζει οὐρανῶν τὰ τάγματα, τρανῶς ἐκβοῶντα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ἀνερμηνεύτως συλλαβοῦσα ἐν τῇ γαστρί σου, τὸν τῶν ὅλων Θεὸν Παρθενομῆτορ, ὑπὲρ ἔννοιαν καὶ λόγον τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.

Κοντάκιον τῆς Σαμαρείτιδος
Ἦχος πλ. δ'
Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρεῖτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ᾧ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος.

Κανών β', ᾨδὴ δ', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ».

Οἱ οὐρανοὶ εὐφραινέσθωσαν, ἑορταζέτω ἡ κτίσις πᾶσα, ἐξεγήγερται ὁ Κύριος καὶ ἐφάνη, πᾶσι τοῖς σοφοῖς Ἀποστόλοις αὐτοῦ.

Κατεπόθη σου θάνατε, ἡ δυναστεία, Χριστοῦ θανέντος, οἱ νεκροὶ ὡς ἐκ θαλάμων, τῇ Ἐγέρσει τούτου, ἐκ τῶν τάφων προήλθοσαν.

Τί θρηνεῖτε ὦ γύναια; τί μετὰ μύρων ἐπιζητεῖτε τὸν ἀθάνατον; ἐγήγερται, καθὼς εἶπεν, ἔφη Μυροφόροις ὁ Ἄγγελος.

Σαμαρείτιδι Κύριε, αἰτησαμένη παρέσχες ὕδωρ τὴν ἐπίγνωσιν τοῦ κράτους σου· ὅθεν εἰς αἰῶνας, οὐ διψᾷ ἀνυμνοῦσά σε.
Δόξα...
Ὦ Τριὰς ὑπερούσιε, Πάτερ, καὶ Λόγε καὶ θεῖον Πνεῦμα, ὁμοδύναμε, συνάναρχε, σῶσον ἡμᾶς πάντας, τοὺς πιστῶς ἀνυμνοῦντάς σε.
Καὶ νῦν... Θεοτοκίον
Ἀκατάφλεκτον βάτον σε, ὁ νομοθέτης ἑώρα πάλαι, Δανιὴλ δὲ ὄρος ἅγιον κατενόει, μόνη Μητροπάρθενε Δέσποινα.

Κανών β', ᾨδὴ ε', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀνάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστέ, τὸ πνεῦμά μου ὀρθρίζει, καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ πρὸς σὲ κατέφυγον, τῆς εἰρήνης βασιλεῦ.

Τὸ μνῆμά σου τὸ ἅγιον, καταλαβοῦσαι ὄρθριαι, αἱ Μυροφόροι, ἐξαστράπτοντα κατεῖδον νεανίαν, καὶ ἐνεθαμβήθησαν, τὴν σὴν διδασκόμεναι, θείαν Ἔγερσιν Χριστέ.

Ὁ θάνατος νενέκρωται, ὁ ᾍδῃς ἠχμαλώτισται, οἱ ἐν δεσμοῖς ἠλευθερώθησαν, Χριστοῦ τῇ Ἀναστάσει. Ἀγαλλιασώμεθα καὶ χεῖρας κροτήσωμεν, ἑορτάζοντες φαιδρῶς.

Ἀπόστολοι σκιρτήσατε, καὶ Ἄγγελοι χορεύσατε, οἱ γηγενεῖς πάντες ἀγάλλεσθε, ὁ Κύριος ἀνέστη, φθορὰ ἐξωστράκισται, καὶ ἡ λύπη πέπαυται, καὶ χορεύει ὁ Ἀδάμ.

Πηγὴ ὑπάρχων Κύριε, ζωῆς ὕδωρ ἀφέσεως, καὶ ἐπιγνώσεως δεδώρησαι, γυναικὶ αἰτησάσῃ, πάλαι Σαμαρείτιδι· διὸ ἀνυμνοῦμέν σου, τοὺς ἀφάτους οἰκτιρμούς.
Δόξα...
Μονάδα τρισυπόστατον, Τριάδα Ὁμοούσιον, Πατέρα, Λόγον, καὶ Πνεῦμα ἅγιον, ἀμέριστον τῇ φύσει, Θεὸν ἕνα σέβομεν, ποιητὴν καὶ Κύριον, καὶ Δεσπότην τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον
Σὲ πύλην ἀδιόδευτον, καὶ χώραν ἀγεώργητον, καὶ κιβωτὸν τὸ Μάννα φέρουσαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ θυμιατήριον τοῦ ἀΰλου ἄνθρακος, ὀνομάζομεν Ἁγνή.

Κανών β', ᾨδὴ ς', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ὁ Θεὸς ἡμῶν».

Σταυρῷ σε οἱ παράνομοι, Ἰησοῦ ἥλωσαν, καὶ λόγχῃ ἐξεκέντησαν Χριστέ, καὶ Ἰωσὴφ ὁ εὐσχήμων σε κηδεύει, ἐν τῷ καινῷ μνημείῳ, ἐξ οὗ μετὰ δόξης ἐξαναστάς, συνανέστησας Σωτήρ, πᾶσαν κτίσιν ὑμνοῦσαν τὸ κράτος σου.

Μοχλοὺς καὶ πύλας Δέσποτα, δυνατῶς ἔθραυσας τοῦ ᾍδου, καὶ ἀνέστης ὡς Θεός, καὶ ὑπαντήσας, τὸ Χαῖρε προσεῖπας ταῖς Γυναιξί, καὶ ταύτας εἰπεῖν ἐξαπέστειλας Μαθηταῖς. Ἐξεγήγερται ὁ ζῶν, καὶ ὡράθη φωτίζων τὰ πέρατα.

Τί κλαίετε; τί φέρετε ὡς θνητῷ Γύναια τὰ μύρα; ἐξηγέρθη ὁ Χριστός, ἐβόα πάλαι ἀστράπτων μεγάλως, ὁ φανεὶς νεανίας, κενὰς τὰς σινδόνας καταλιπών· ἀπελθοῦσαι τοῖς αὐτοῦ, ἀπαγγείλατε φίλοις τὴν Ἔγερσιν.

Ῥεῖθρον ὑπάρχων Κύριε, τῆς ζωῆς ἄφθονον, καὶ ἄβυσσος ἐλέους ἀγαθὲ ὁδοιπορήσας καθέζῃ, πλησίον τοῦ φρέατος τοῦ ὅρκου, καὶ τῇ Σαμαρείτιδι ἐκβοᾷς· Δός μοι ὕδωρ τοῦ πιεῖν, ὅπως λάβῃς ἀφέσεως νάματα.
Δόξα...
Ὑμνῶ Πατέρα ἄναρχον, καὶ Υἱὸν σύνθρονον καὶ Πνεῦμα ὁμοούσιον πιστῶς, μίαν οὐσίαν, καὶ φύσιν καὶ δόξαν, καὶ μίαν βασιλείαν, Θεὸν τῶν ἁπάντων καὶ ποιητήν, συνοχέα τοῦ παντός, μετὰ τῶν ἀσωμάτων δυνάμεων.
Καὶ νῦν... Θεοτοκίον
Παρθένον μόνην τίκτουσαν, καὶ νηδὺν ἄφθορον τηρήσασαν, ὑμνοῦμέν σε Ἁγνὴ θρόνον Κυρίου, καὶ πύλην καὶ ὄρος, καὶ νοητὴν λυχνίαν, νυμφῶνα ὁλόφωτον τοῦ Θεοῦ, καὶ σκηνὴν δόξης σαφῶς, κιβωτόν τε καὶ στάμνον καὶ τράπεζαν.

Κανών β', ᾨδὴ ζ', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας».

Μετὰ ἀνόμων, Χριστὲ οἰκτίρμον, ἑκὼν κατελογίσθης, καιρῷ τοῦ θείου Πάθους, καὶ ταῦτα βλέπουσα ἐσείετο ἡ γῆ, καὶ πέτραι παντουργῷ νεύματι ἐρρήγνυντο, ἀκατάληπτε, καὶ ἀνίσταντο νεκροὶ οἱ ἀπ' αἰῶνος.

Μετὰ ψυχῆς καταβάς, εἰς μέρη κατώτερα τοῦ ᾍδου, ἐξῆγες ἐν ἀνδρείᾳ δεσμίους ἅπαντας, οὓς ἐκ τοῦ αἰῶνος θάνατος εἶχεν, ὁ πικρὸς τύραννος, ἐκβοῶντάς σοι Χριστὲ ὁ Θεός· Δόξα σου τῇ φρικτῇ οἰκονομίᾳ.

Μετὰ νεκρῶν τί ὑμεῖς ζητεῖτε, τὸν ζῶντα εἰς αἰῶνας; ἠγέρθη, καθὼς εἶπεν· ἰδοὺ ὡς βλέπετε κεναὶ αἱ σινδόνες, κενὸς ὁ τάφος, ὁ φανεὶς ἔλεγε· Γυναιξὶ νεανίας, σπουδῇ ἄπιτε, εἴπατε τοῖς, Ἀποστόλοις.

Ὕδωρ ὑπάρχεις ζωῆς, ἐβόα Χριστῷ ἡ Σαμαρεῖτις· πότισον οὖν με Λόγε διψῶσαν πάντοτε, σοῦ τὴν θείαν Χάριν, ὅπως μηκέτι Ἰησοῦ Κύριε, ἀγνωσίας κρατῶμαι αὐχμῷ, ἀλλὰ κηρύττω σου τὰ μεγαλεῖα.
Δόξα...
Πατέρα καὶ τὸν Υἱόν, καὶ θεῖον ὑμνολογοῦμεν Πνεῦμα, ἀμέριστον Τριάδα, φύσει ὑπάρχουσαν, μεριστὴν προσώποις, μίαν οὐσίαν συμφυῆ, ἄναρχον, ποιητὴν τοῦ παντός καὶ Θεόν, ὃν πᾶσαι οὐρανῶν ὑμνοῦσι τάξεις.
Καὶ νῦν... Θεοτοκίον
Μετὰ λοχείαν φρικτήν, παρθένος ἁγνὴ διεφυλάχθης, ἁγία Θεοτόκε· διό σε ἅπασαι, Ἀγγέλων χορεῖαι, καὶ τῶν ἀνθρώπων γενεαὶ ἅπασαι, ἀσιγήτοις ἀνυμνοῦσι φωναῖς χωρίον, καθαρὸν τοῦ ἀχωρήτου.

Κανών β', ᾨδὴ η', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὰ σύμπαντα Δέσποτα τῇ σῇ σοφίᾳ συνεστὴσω· γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων· διὸ πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον».

Θάνατον ὑπέμεινας, μόνε ἀθάνατε βουλήσει, ᾍδῃν ἠχμαλώτευσας, πύλας χαλκᾶς συνέτριψας βασιλεῦ οὐράνιε, καὶ ἀφεῖλες δεσμίους, ἀπ' αἰῶνος ἐκεῖσε χρηματίζοντας, ἀνυμνοῦντας ἀπαύστως, τὸ κράτος τῆς σῆς ἀγαθότητος.

Ὑψώθης μακρόθυμε, ἐθελουσίως ἐπὶ ξύλου, καὶ πέτραι ἐσχίσθησαν, καὶ ἥλιος ἐσβέσθη, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διερράγη, καὶ ἡ γῆ ἐσαλεύθη, καὶ ἐτρόμαξεν ὁ παγγέλαστος ᾍδῃς, καὶ πάντας δεσμίους ἀπέλυσε.

Ἐπέφανες Κύριε, τοῖς ἐν τῷ σκότει καθημένοις, φῶς ὑπάρχων ἄδυτον, καὶ ζωὴ τῶν ἁπάντων· διό σε ὡς ἔβλεψε, τῶν δικαίων ὁ δῆμος, ἀνεσκίρτησε Λόγε, καὶ ἀνεβόησεν· Ἦλθες πάντας δεσμῶν ἀπολῦσαι· ὑμνοῦμεν τὸ κράτος σου.

Πλησίον ἐκάθισας πηγῆς, ἐν ὥρᾳ Σῶτερ ἕκτῃ, καὶ τῇ Σαμαρείτιδι, ὕδωρ τὸ ζῶν παρέσχες καὶ γνώσεως νάματα, διὰ πολλὴν εὐσπλαγχνίαν, μεθ' ἧς πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Δόξα...
Πατέρα προάναρχον, Υἱὸν συνάναρχον ὑμνοῦμεν Πνεῦμα τὸ ἅγιον, Θεὸν ἕνα τὰ τρία, ἀσύγχυτον, ἄτμητον, δημιουργὸν τῶν ἁπάντων, ὁμοδύναμον κράτος αὐτεξούσιον, καὶ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Καὶ νῦν... Θεοτοκίον
Ἄνθρακι καθαίρεται, ὁ Ἡσαΐας προκηρύττων, τὸν νοητὸν ἄνθρακα σαρκούμενον Παρθένε, ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καταφλέγοντα πάντων τῶν βροτῶν τὰ ὑλώδη ἁμαρτήματα, καὶ θεοῦντα δι' οἶκτον, τὴν φύσιν ἡμῶν παναμώμητε.

Κανών β', ᾨδὴ θ', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινοὺς ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης».

Ἰδοὺ καθωράθη, ἡ ζωὴ πάντων Χριστός, κρεμάμενος ἐν ξύλῳ ἑκουσίως, καὶ ταῦτα βλέπουσα γῆ ἐσαλεύθη, καὶ πολλὰ Ἁγίων ἠγέρθη ἐμφανῶν, σώματα κοιμηθέντων καὶ τὸ δεσμωτήριον ᾍδου ἐσαλεύθη.

Ὡραῖος ἐκ τάφου, ὡς νυμφίος ἐκ παστοῦ, πεπόρευσαι, θανάτου καταλύσας, τὴν τυραννίδα Χριστέ, καὶ τοῦ ᾍδου τοὺς μοχλούς, συντρίψας δυνάμει θεϊκῇ, καὶ τῆς Ἐγέρσεώς σου, τῷ φωτὶ τῷ νοητῷ, καταυγάσας κόσμον.

Στησώμεθα πάντες νῦν χοροὺς πνευματικοὺς καὶ κράξωμεν· ὁ Κύριος ἀνέστη, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθω, οὐρανὸς νεφέλαι ῥανάτωσαν ἡμῖν, δικαιοσύνης ὄμβρους ἑορτάζουσι φαιδρῶς καὶ Χριστὸν ὑμνοῦσιν.

Ἡ ζωὴ τῶν ζώντων, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ Κύριος πλουσίως, ἐπιρραίνων διδαχάς, ἐκβοᾷ τῇ γυναικί· Παράσχου μοι ὕδωρ τοῦ πιεῖν, ὅπως σοι δώσω ὕδωρ, τῶν ἁμαρτημάτων σου, τὰς πηγὰς ξηραῖνον.
Δόξα...
Φῶς ἓν ἀμερίστως, ἡ τρισήλιος μονάς, ὁ ἄναρχος Πατήρ, Υἱός, καὶ Πνεῦμα Θεότης μία ζωὴ καὶ τῶν ὅλων ποιητής. Αὐτὸν ἀνυμνήσωμεν πιστοί, μετὰ τῶν ἀσωμάτων, τρισαγίοις ᾄσμασιν ἱερολογοῦντες.
Καὶ νῦν... Θεοτοκίον
Φωτὸς γενομένη, οἰκητήριον Ἁγνή, καταύγασον τὰς κόρας τῆς ψυχῆς μου, ἀμαυρωθείσας πολλαῖς, μεθοδείαις τοῦ ἐχθροῦ, καὶ βλέψαι ἀξίωσον τρανῶς, τὸ ἀναλάμψαν φέγγος, ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καθαρᾷ καρδίᾳ.

Ἐξαποστειλάριον τῆς Σαμαρείτιδος
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καὶ γυναικὶ ὁμιλήσας, ἐζήτεις ὕδωρ τοῦ πιεῖν, ὁ ἐκ πέτρας ἀκροτόμου πηγάσας ὕδωρ, Ἑβραίοις, ἣν πρὸς πίστιν σήν ἔλαβες, καὶ νῦν ζωῆς ἀπολαύει, ἐν οὐρανοῖς αἰωνίως.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος δ΄
Ἀναστάσιμον
Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
Ἦχος δ΄
Ἀναστάσιμον
Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
Ἦχος δ΄
Ἀποστολικὸν
Τοὺς ἀγραμμάτους Μαθητάς, τὸ Πνεῦμά σου τὸ ἅγιον, παιδευτὰς ἀνέδειξε Χριστὲ ὁ Θεὸς καὶ τῇ πολυφθόγγῳ ἁρμονίᾳ τῶν γλωσσῶν, τὴν πλάνην κατήργησεν, ὡς παντοδύναμος.
Ἦχος δ΄
Μαρτυρικὸν
Πῶς ὑμῶν θαυμάσωμεν τοὺς ἀγῶνας, ἅγιοι Μάρτυρες, ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε, οὐκ ἐφόβησαν ἡμᾶς τῶν τυράννων αἱ ἀπειλαί, οὐ κατέπτηξαν ἡμᾶς τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, καὶ ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ὁ συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη, καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα. Καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας· Οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα λέγουσα· Δεῦτε ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὡς γενναῖον ἐν μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Σὺ πηγὴ ἀγαθότητος, καθυπάρχων καὶ πέλαγος, τῆς ζωῆς ταμίας τε, μόνε εὔσπλαγχνε, πῶς γυναικὶ Σαμαρείτιδι, ὁμιλῶν ἐφώνησας, δός μοι ὕδωρ τοῦ πιεῖν, ὅπως λάβῃς τὴν ἄφεσιν. Ἀνυμνοῦμέν σου, τὴν πολλὴν εὐσπλαγχνίαν, δι' ἧς σῴζεις, τῶν βροτῶν ἄπαν τὸ γένος, διὰ πολλὴν ἀγαθότητα.
Ἦχος δ'
Δεῦτε ἴδετε ἄνθρωπον, ὃς ἐξεῖπέ μοι σήμερον τῇ πηγῇ καθήμενος, τί ἐποίησα. Προφήτης γὰρ ἀληθέστατος, ὑπάρχει καὶ μέγιστος, τὰ κρυπτὰ καὶ φανερά, ἐπιστάμενος ἅπαντα, ἀλλὰ δώρησαι, ὕδωρ ζῶν, ὂ παρέχεις τοῖς διψῶσιν, ἵνα μὴ διψήσω πάλιν εἰς τὸν αἰῶνα φιλάνθρωπε.
Ἦχος δ'
Ἡ πηγὴ ἡ ἀέναος, ἡ ζωὴ ἡ ἀθάνατος, ῥεῖθρον τὸ ἀκένωτόν τε καὶ ἄφθαρτον, ὁδοιπορήσας ἐκάθητο, πλησίον τοῦ φρέατος, τοὺς οἰκείους Μαθητάς, ἀποστείλας πρός βρώματα, προσωμίλει δέ, γυναικὶ ἀπαντλούσῃ, ταύτην θέλων, τοῦ θηρεῦσαι καὶ φωτίσαι, τὰ τῆς ψυχῆς αὐτῆς ὄμματα.
Δόξα... Καὶ νῦν... Ἦχος γ'
Ἀγαλλιάσθω σήμερον φαιδρῶς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούμενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰμ ἐξάρῃ ἐκ κατάρας παγγενῆ, καὶ θαυμαστοῦται θαύμασιν, ἐν Σαμαρείᾳ προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλης ὕδασι περιβαλλόμενος· διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνῳ βουλῇ.

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Κοινωνικὸν
Ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, εἶπεν ὁ Κύριος.