ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Σαμαρείτιδος
Ἦχος δ'
Κύριε ἀνελθὼν ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ἴδετε ὃν προέγραψε Μωσῆς, Ἰησοῦν Μεσσίαν ἐν τῷ νόμῳ ἐλεύσεσθαι, ἐπὶ τῆς γῆς θεαθέντα, δι' εὐσπλαγχνίαν κἀμοὶ προσομιλήσαντα ὡς βροτὸν ἐν τῷ φρέατι, ὄντως οὗτος ὑπάρχει ὁ Χριστός, ὁ ἐν κόσμῳ ἐρχόμενος, τοῖς ἐν τῇ Σιχὰρ Σαμαρεῖτις ὤφθη λέγουσα.
Ἦχος δ'
Στόματος ἐξ ἡδέος γυναικός, ὕδατος ποσίμου γλυκεροῦ ἀναβλύζοντος, οἱ ἐν τῇ πόλει πιόντες, καὶ πρὸς τὸ φρέαρ τὸ ῥέον τὴν δαψίλειαν, τὴν τοῦ νάματος, ἔσπευδον ἀναχθῆναι τὸ τάχος, καὶ πηγὴν κατιδεῖν τὴν ἀέναον, τὴν τὰς ἐκτακείσας ψυχὰς ἐπαναψύχουσαν.
Ἦχος δ'
Σύμμορφον κατιδόντες τὴν πηγὴν καὶ ὁμοειδῆ τῆς τῶν ἀνθρώπων συστάσεως, τῇ γυναικὶ ἐπεβόων· οἱ ἐν τῇ πόλει, οὐκ ἔτι διὰ σὴν ἡμεῖς, λαλιὰν πεπιστεύκαμεν, ἀληθῶς ἐπιγνόντες, ὅτι οὗτος ὑπάρχει ἡ λύτρωσις, καὶ ἡ σωτηρία τοῦ κόσμου ἡ αἰώνιος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα αἰτεῖ ὕδωρ παρ΄ αὐτῆς, ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδατι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζῶν, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήμασι δεινῶς ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Σταυρώσιμον
Ἠχος δ'
Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς τὴν βοήθειαν τὰς παγίδας τοῦ ἐχθροῦ εὐχερῶς καταπατοῦμεν.
Ἀναστάσιμον
Ἦχος β'
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας καὶ κατελθὼν ἐν τῷ ᾍδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Μαρτυρικὸν
Ἦχος β'
Ἱερεῖα ἔμψυχα ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα καὶ Θεῷ γινωσκόμενα, πρόβατα ὧν ἡ μάνδρα λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι.

Ἀπολυτίκιον
Ἦχος δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος δ'
Ἀναστάσιμον, Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτὴρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς ἀνεκαλέσω στοργῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ σῇ βουλήσει, λόγχῃ δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, δόξα φιλάνθρωπε.
Ἀποστολικὸν
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ τάφου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ δυναστείᾳ τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε φιλάνθρωπε.
Μαρτυρικὸν
Οἱ Μάρτυρές σου, Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο, τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; Ζωῶσαι τοὺς θανόντας, θέλων ὡς εὔσπλαγχνος.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἐκ φρέατος νάματα, τοῦ γεηροῦ καὶ φθαρτοῦ, ἐλθοῦσα ὡς σύνηθες, ἡ Σαμαρεῖτις ἀντλεῖν, τὸ ζῶν ὕδωρ ἤντλησεν, οὕτως ἐφευρηκυῖα, τὴν πηγὴν καθημένην, ἔνθα πηγὴ καὶ φρέαρ, Ἰακὼβ διωρύχθη, κόσμου τοὺς φλογοτρόφους, δροσίζουσαν καύσωνας. (Δίς)

Κανών β', ᾨδὴ α', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα ᾠδὴν ἐπινίκιον· Ὅτι δεδόξασται».

Ὁ ταφεὶς ἐγήγερται, ἐν αὐτῷ συνήγειρε τὸ γένος τῶν ἀνθρώπων, ἀγαλλιάσθω πᾶσα κτίσις, καὶ νοηταὶ σήμερον, ῥανάτωσαν νεφέλαι, δικαιοσύνην σαφῶς.

Ὁ σταυρὸν ἑκούσιον, σαρκὶ καταδεξάμενος, τριήμερος ἀνέστης ἐκ τῶν νεκρῶν, ᾍδου ταμεῖα, ζωαρχικὲ Κύριε, κενώσας καὶ ἐξάξας, πεπεδημένας ψυχάς.

Τῇ μορφῇ ἀστράπτοντα, αἱ Μυροφόροι βλέψασαι, τὸν Ἄγγελον ἐν φόβῳ, ἐκ τοῦ μνημείου ὑπεχώρουν, τὴν δὲ Χριστοῦ Ἔγερσιν μαθοῦσαι σπεύδουσι τοῖς Μαθηταῖς.

Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα Κύριε, ὕδωρ ζωῆς ὑπάρχων, τῇ Σαμαρείτιδι αἰτούσῃ, τὰ σὰ σεπτὰ νάματα παρέσχες, ἐπιγνούσῃ τὴν εὐσπλαγχνίαν σου.
Δόξα...
Τριάς, τοὺς πίστει σε, εἰλικρινεῖ δοξάζοντας, Πάτερ, Υἱέ, καὶ Πνεῦμα, ὡς ποιητὴς τῶν ὅλων σῷζε, καὶ ἱλασμὸν δώρησαι, ἡμῖν ἁμαρτημάτων ὡς ὑπεράγαθος.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε θρόνε πύρινε, χαῖρε λυχνία πάγχρυσε, χαῖρε φωτὸς νεφέλη, χαῖρε παλάτιον τοῦ Λόγου, καὶ νοητὴ τράπεζα, ἄρτον ζωῆς ἀξίως, Χριστὸν βαστάσασα.

Κανών β', ᾨδὴ γ', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν».

Ἐθελουσίως ἐπὶ ξύλου ὑψώθης Λόγε, καὶ ὁρῶσαι ἐρρήγνυντο αἱ πέτραι, καὶ ἡ κτίσις ἐκλονεῖτο ἅπασα, καὶ νεκροὶ ἐκ τῶν τάφων, ὡς ὕπνου ἐξηγείροντο.

Μετὰ ψυχῆς σε πρὸς τὸν ᾍδῃν ἐλθόντα Λόγε, κατιδοῦσαι πᾶσαι ψυχαὶ δικαίων, αἰωνίων δεσμῶν ἀπελύοντο, ἀνυμνολογοῦσαι, τὴν ὑπὲρ νοῦν δυναστείαν σου.

Τί ἐκθαμβεῖσθε; τί ἐν τάφῳ ὑμεῖς ζητεῖτε, μετὰ μύρων Γυναῖκες τὸν Δεσπότην; ἐξηγέρθη, καὶ κόσμον συνήγειρεν. Ἄγγελος ἀστράπτων, ταῖς Μυροφόροις ἐφθέγγετο.

Ζωὴ ὑπάρχων, καὶ πηγὴ τῆς ἀθανασίας, ἐκαθέσθης πρὸς τῇ πηγῇ, Οἰκτίρμον, καὶ τῶν σῶν αἰτησαμένην, ἔπλησας, πανσόφων ναμάτων Σαμαρεῖτιν ὑμνοῦσάν σε.
Δόξα...
Εἷς ἐπὶ πάντων ἐν Τριάδι Θεὸς ὑμνεῖται, ὁ Πατήρ, καὶ ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα, φόβῳ ὃν δοξάζει οὐρανῶν τὰ τάγματα, τρανῶς ἐκβοῶντα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ἀνερμηνεύτως συλλαβοῦσα ἐν τῇ γαστρί σου, τὸν τῶν ὅλων Θεὸν Παρθενομῆτορ, ὑπὲρ ἔννοιαν καὶ λόγον τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.

Κοντάκιον τῆς Σαμαρείτιδος
Ἦχος πλ. δ'
Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρεῖτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ᾧ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος.

Κανών β', ᾨδὴ δ', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ».

Οἱ οὐρανοὶ εὐφραινέσθωσαν, ἑορταζέτω ἡ κτίσις πᾶσα, ἐξεγήγερται ὁ Κύριος καὶ ἐφάνη, πᾶσι τοῖς σοφοῖς Ἀποστόλοις αὐτοῦ.

Κατεπόθη σου θάνατε, ἡ δυναστεία, Χριστοῦ θανέντος, οἱ νεκροὶ ὡς ἐκ θαλάμων, τῇ Ἐγέρσει τούτου, ἐκ τῶν τάφων προήλθοσαν.

Τί θρηνεῖτε ὦ γύναια; τί μετὰ μύρων ἐπιζητεῖτε τὸν ἀθάνατον; ἐγήγερται, καθὼς εἶπεν, ἔφη Μυροφόροις ὁ Ἄγγελος.

Σαμαρείτιδι Κύριε, αἰτησαμένη παρέσχες ὕδωρ τὴν ἐπίγνωσιν τοῦ κράτους σου· ὅθεν εἰς αἰῶνας, οὐ διψᾷ ἀνυμνοῦσά σε.
Δόξα...
Ὦ Τριὰς ὑπερούσιε, Πάτερ, καὶ Λόγε καὶ θεῖον Πνεῦμα, ὁμοδύναμε, συνάναρχε, σῶσον ἡμᾶς πάντας, τοὺς πιστῶς ἀνυμνοῦντάς σε.
Καὶ νῦν... Θεοτοκίον
Ἀκατάφλεκτον βάτον σε, ὁ νομοθέτης ἑώρα πάλαι, Δανιὴλ δὲ ὄρος ἅγιον κατενόει, μόνη Μητροπάρθενε Δέσποινα.

Κανών β', ᾨδὴ ε', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀνάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστέ, τὸ πνεῦμά μου ὀρθρίζει, καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ πρὸς σὲ κατέφυγον, τῆς εἰρήνης βασιλεῦ.

Τὸ μνῆμά σου τὸ ἅγιον, καταλαβοῦσαι ὄρθριαι, αἱ Μυροφόροι, ἐξαστράπτοντα κατεῖδον νεανίαν, καὶ ἐνεθαμβήθησαν, τὴν σὴν διδασκόμεναι, θείαν Ἔγερσιν Χριστέ.

Ὁ θάνατος νενέκρωται, ὁ ᾍδῃς ἠχμαλώτισται, οἱ ἐν δεσμοῖς ἠλευθερώθησαν, Χριστοῦ τῇ Ἀναστάσει. Ἀγαλλιασώμεθα καὶ χεῖρας κροτήσωμεν, ἑορτάζοντες φαιδρῶς.

Ἀπόστολοι σκιρτήσατε, καὶ Ἄγγελοι χορεύσατε, οἱ γηγενεῖς πάντες ἀγάλλεσθε, ὁ Κύριος ἀνέστη, φθορὰ ἐξωστράκισται, καὶ ἡ λύπη πέπαυται, καὶ χορεύει ὁ Ἀδάμ.

Πηγὴ ὑπάρχων Κύριε, ζωῆς ὕδωρ ἀφέσεως, καὶ ἐπιγνώσεως δεδώρησαι, γυναικὶ αἰτησάσῃ, πάλαι Σαμαρείτιδι· διὸ ἀνυμνοῦμέν σου, τοὺς ἀφάτους οἰκτιρμούς.
Δόξα...
Μονάδα τρισυπόστατον, Τριάδα Ὁμοούσιον, Πατέρα, Λόγον, καὶ Πνεῦμα ἅγιον, ἀμέριστον τῇ φύσει, Θεὸν ἕνα σέβομεν, ποιητὴν καὶ Κύριον, καὶ Δεσπότην τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον
Σὲ πύλην ἀδιόδευτον, καὶ χώραν ἀγεώργητον, καὶ κιβωτὸν τὸ Μάννα φέρουσαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ θυμιατήριον τοῦ ἀΰλου ἄνθρακος, ὀνομάζομεν Ἁγνή.

Κανών β', ᾨδὴ ς', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ὁ Θεὸς ἡμῶν».

Σταυρῷ σε οἱ παράνομοι, Ἰησοῦ ἥλωσαν, καὶ λόγχῃ ἐξεκέντησαν Χριστέ, καὶ Ἰωσὴφ ὁ εὐσχήμων σε κηδεύει, ἐν τῷ καινῷ μνημείῳ, ἐξ οὗ μετὰ δόξης ἐξαναστάς, συνανέστησας Σωτήρ, πᾶσαν κτίσιν ὑμνοῦσαν τὸ κράτος σου.

Μοχλοὺς καὶ πύλας Δέσποτα, δυνατῶς ἔθραυσας τοῦ ᾍδου, καὶ ἀνέστης ὡς Θεός, καὶ ὑπαντήσας, τὸ Χαῖρε προσεῖπας ταῖς Γυναιξί, καὶ ταύτας εἰπεῖν ἐξαπέστειλας Μαθηταῖς. Ἐξεγήγερται ὁ ζῶν, καὶ ὡράθη φωτίζων τὰ πέρατα.

Τί κλαίετε; τί φέρετε ὡς θνητῷ Γύναια τὰ μύρα; ἐξηγέρθη ὁ Χριστός, ἐβόα πάλαι ἀστράπτων μεγάλως, ὁ φανεὶς νεανίας, κενὰς τὰς σινδόνας καταλιπών· ἀπελθοῦσαι τοῖς αὐτοῦ, ἀπαγγείλατε φίλοις τὴν Ἔγερσιν.

Ῥεῖθρον ὑπάρχων Κύριε, τῆς ζωῆς ἄφθονον, καὶ ἄβυσσος ἐλέους ἀγαθὲ ὁδοιπορήσας καθέζῃ, πλησίον τοῦ φρέατος τοῦ ὅρκου, καὶ τῇ Σαμαρείτιδι ἐκβοᾷς· Δός μοι ὕδωρ τοῦ πιεῖν, ὅπως λάβῃς ἀφέσεως νάματα.
Δόξα...
Ὑμνῶ Πατέρα ἄναρχον, καὶ Υἱὸν σύνθρονον καὶ Πνεῦμα ὁμοούσιον πιστῶς, μίαν οὐσίαν, καὶ φύσιν καὶ δόξαν, καὶ μίαν βασιλείαν, Θεὸν τῶν ἁπάντων καὶ ποιητήν, συνοχέα τοῦ παντός, μετὰ τῶν ἀσωμάτων δυνάμεων.
Καὶ νῦν... Θεοτοκίον
Παρθένον μόνην τίκτουσαν, καὶ νηδὺν ἄφθορον τηρήσασαν, ὑμνοῦμέν σε Ἁγνὴ θρόνον Κυρίου, καὶ πύλην καὶ ὄρος, καὶ νοητὴν λυχνίαν, νυμφῶνα ὁλόφωτον τοῦ Θεοῦ, καὶ σκηνὴν δόξης σαφῶς, κιβωτόν τε καὶ στάμνον καὶ τράπεζαν.

Κανών β', ᾨδὴ ζ', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας».

Μετὰ ἀνόμων, Χριστὲ οἰκτίρμον, ἑκὼν κατελογίσθης, καιρῷ τοῦ θείου Πάθους, καὶ ταῦτα βλέπουσα ἐσείετο ἡ γῆ, καὶ πέτραι παντουργῷ νεύματι ἐρρήγνυντο, ἀκατάληπτε, καὶ ἀνίσταντο νεκροὶ οἱ ἀπ' αἰῶνος.

Μετὰ ψυχῆς καταβάς, εἰς μέρη κατώτερα τοῦ ᾍδου, ἐξῆγες ἐν ἀνδρείᾳ δεσμίους ἅπαντας, οὓς ἐκ τοῦ αἰῶνος θάνατος εἶχεν, ὁ πικρὸς τύραννος, ἐκβοῶντάς σοι Χριστὲ ὁ Θεός· Δόξα σου τῇ φρικτῇ οἰκονομίᾳ.

Μετὰ νεκρῶν τί ὑμεῖς ζητεῖτε, τὸν ζῶντα εἰς αἰῶνας; ἠγέρθη, καθὼς εἶπεν· ἰδοὺ ὡς βλέπετε κεναὶ αἱ σινδόνες, κενὸς ὁ τάφος, ὁ φανεὶς ἔλεγε· Γυναιξὶ νεανίας, σπουδῇ ἄπιτε, εἴπατε τοῖς, Ἀποστόλοις.

Ὕδωρ ὑπάρχεις ζωῆς, ἐβόα Χριστῷ ἡ Σαμαρεῖτις· πότισον οὖν με Λόγε διψῶσαν πάντοτε, σοῦ τὴν θείαν Χάριν, ὅπως μηκέτι Ἰησοῦ Κύριε, ἀγνωσίας κρατῶμαι αὐχμῷ, ἀλλὰ κηρύττω σου τὰ μεγαλεῖα.
Δόξα...
Πατέρα καὶ τὸν Υἱόν, καὶ θεῖον ὑμνολογοῦμεν Πνεῦμα, ἀμέριστον Τριάδα, φύσει ὑπάρχουσαν, μεριστὴν προσώποις, μίαν οὐσίαν συμφυῆ, ἄναρχον, ποιητὴν τοῦ παντός καὶ Θεόν, ὃν πᾶσαι οὐρανῶν ὑμνοῦσι τάξεις.
Καὶ νῦν... Θεοτοκίον
Μετὰ λοχείαν φρικτήν, παρθένος ἁγνὴ διεφυλάχθης, ἁγία Θεοτόκε· διό σε ἅπασαι, Ἀγγέλων χορεῖαι, καὶ τῶν ἀνθρώπων γενεαὶ ἅπασαι, ἀσιγήτοις ἀνυμνοῦσι φωναῖς χωρίον, καθαρὸν τοῦ ἀχωρήτου.

Κανών β', ᾨδὴ η', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὰ σύμπαντα Δέσποτα τῇ σῇ σοφίᾳ συνεστὴσω· γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων· διὸ πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον».

Θάνατον ὑπέμεινας, μόνε ἀθάνατε βουλήσει, ᾍδῃν ἠχμαλώτευσας, πύλας χαλκᾶς συνέτριψας βασιλεῦ οὐράνιε, καὶ ἀφεῖλες δεσμίους, ἀπ' αἰῶνος ἐκεῖσε χρηματίζοντας, ἀνυμνοῦντας ἀπαύστως, τὸ κράτος τῆς σῆς ἀγαθότητος.

Ὑψώθης μακρόθυμε, ἐθελουσίως ἐπὶ ξύλου, καὶ πέτραι ἐσχίσθησαν, καὶ ἥλιος ἐσβέσθη, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διερράγη, καὶ ἡ γῆ ἐσαλεύθη, καὶ ἐτρόμαξεν ὁ παγγέλαστος ᾍδῃς, καὶ πάντας δεσμίους ἀπέλυσε.

Ἐπέφανες Κύριε, τοῖς ἐν τῷ σκότει καθημένοις, φῶς ὑπάρχων ἄδυτον, καὶ ζωὴ τῶν ἁπάντων· διό σε ὡς ἔβλεψε, τῶν δικαίων ὁ δῆμος, ἀνεσκίρτησε Λόγε, καὶ ἀνεβόησεν· Ἦλθες πάντας δεσμῶν ἀπολῦσαι· ὑμνοῦμεν τὸ κράτος σου.

Πλησίον ἐκάθισας πηγῆς, ἐν ὥρᾳ Σῶτερ ἕκτῃ, καὶ τῇ Σαμαρείτιδι, ὕδωρ τὸ ζῶν παρέσχες καὶ γνώσεως νάματα, διὰ πολλὴν εὐσπλαγχνίαν, μεθ' ἧς πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Δόξα...
Πατέρα προάναρχον, Υἱὸν συνάναρχον ὑμνοῦμεν Πνεῦμα τὸ ἅγιον, Θεὸν ἕνα τὰ τρία, ἀσύγχυτον, ἄτμητον, δημιουργὸν τῶν ἁπάντων, ὁμοδύναμον κράτος αὐτεξούσιον, καὶ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Καὶ νῦν... Θεοτοκίον
Ἄνθρακι καθαίρεται, ὁ Ἡσαΐας προκηρύττων, τὸν νοητὸν ἄνθρακα σαρκούμενον Παρθένε, ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καταφλέγοντα πάντων τῶν βροτῶν τὰ ὑλώδη ἁμαρτήματα, καὶ θεοῦντα δι' οἶκτον, τὴν φύσιν ἡμῶν παναμώμητε.

Κανών β', ᾨδὴ θ', τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινοὺς ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης».

Ἰδοὺ καθωράθη, ἡ ζωὴ πάντων Χριστός, κρεμάμενος ἐν ξύλῳ ἑκουσίως, καὶ ταῦτα βλέπουσα γῆ ἐσαλεύθη, καὶ πολλὰ Ἁγίων ἠγέρθη ἐμφανῶν, σώματα κοιμηθέντων καὶ τὸ δεσμωτήριον ᾍδου ἐσαλεύθη.

Ὡραῖος ἐκ τάφου, ὡς νυμφίος ἐκ παστοῦ, πεπόρευσαι, θανάτου καταλύσας, τὴν τυραννίδα Χριστέ, καὶ τοῦ ᾍδου τοὺς μοχλούς, συντρίψας δυνάμει θεϊκῇ, καὶ τῆς Ἐγέρσεώς σου, τῷ φωτὶ τῷ νοητῷ, καταυγάσας κόσμον.

Στησώμεθα πάντες νῦν χοροὺς πνευματικοὺς καὶ κράξωμεν· ὁ Κύριος ἀνέστη, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθω, οὐρανὸς νεφέλαι ῥανάτωσαν ἡμῖν, δικαιοσύνης ὄμβρους ἑορτάζουσι φαιδρῶς καὶ Χριστὸν ὑμνοῦσιν.

Ἡ ζωὴ τῶν ζώντων, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ Κύριος πλουσίως, ἐπιρραίνων διδαχάς, ἐκβοᾷ τῇ γυναικί· Παράσχου μοι ὕδωρ τοῦ πιεῖν, ὅπως σοι δώσω ὕδωρ, τῶν ἁμαρτημάτων σου, τὰς πηγὰς ξηραῖνον.
Δόξα...
Φῶς ἓν ἀμερίστως, ἡ τρισήλιος μονάς, ὁ ἄναρχος Πατήρ, Υἱός, καὶ Πνεῦμα Θεότης μία ζωὴ καὶ τῶν ὅλων ποιητής. Αὐτὸν ἀνυμνήσωμεν πιστοί, μετὰ τῶν ἀσωμάτων, τρισαγίοις ᾄσμασιν ἱερολογοῦντες.
Καὶ νῦν... Θεοτοκίον
Φωτὸς γενομένη, οἰκητήριον Ἁγνή, καταύγασον τὰς κόρας τῆς ψυχῆς μου, ἀμαυρωθείσας πολλαῖς, μεθοδείαις τοῦ ἐχθροῦ, καὶ βλέψαι ἀξίωσον τρανῶς, τὸ ἀναλάμψαν φέγγος, ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καθαρᾷ καρδίᾳ.

Ἐξαποστειλάριον τῆς Σαμαρείτιδος
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καὶ γυναικὶ ὁμιλήσας, ἐζήτεις ὕδωρ τοῦ πιεῖν, ὁ ἐκ πέτρας ἀκροτόμου πηγάσας ὕδωρ, Ἑβραίοις, ἣν πρὸς πίστιν σήν ἔλαβες, καὶ νῦν ζωῆς ἀπολαύει, ἐν οὐρανοῖς αἰωνίως.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος δ΄
Σταυρώσιμον
Ἔδωκας σημείωσιν, τοῖς φοβουμένοις σε Κύριε, τὸν Σταυρόν σου τὸν τίμιον, ἐν ᾧ ἐθριάμβευσας, τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας, καὶ ἐπανήγαγες ἡμᾶς, εἰς τὴν ἀρχαίαν μακαριότητα· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄
Σταυρώσιμον
Ἔδωκας σημείωσιν, τοῖς φοβουμένοις σε Κύριε, τὸν Σταυρόν σου τὸν τίμιον, ἐν ᾧ ἐθριάμβευσας, τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας, καὶ ἐπανήγαγες ἡμᾶς, εἰς τὴν ἀρχαίαν μακαριότητα· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄
Ἀποστολικὸν
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν ἀνάστησον ἡμᾶς, πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
Ἦχος δ΄
Μαρτυρικὸν
Τίμιος ὁ θάνατος, τῶν Ἁγίων σου Κύριε· ξίφεσι γὰρ καὶ πυρὶ καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σῶτερ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Ἡ πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πάσιν ἐκήρυξεν εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

Στιχηρὰ Προσόμοια τῆς Σαμαρείτιδος
Ἦχος δ'
Ὡς γενναῖον ἐν μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Μεθ' ὑδρίας ἀρδεύσασθαι, ἀπελθοῦσα καὶ φρέατι, τὴν ὑδρίαν ἄνυδρον καταλείψασα μόνη πρὸς πόλιν ἐπέδραμε, πηγὴν τὴν ζωήρρυτον, ἐκβοῶσα ἐφευρεῖν, Σαμαρεῖτις τὴν ἄφθονον· ὅθεν ἤρδευσε τὸ σωτήριον νᾶμα, καὶ τὴν ταύτης, ἐπανέψυξε καρδίαν, τὴν ἐκτακεῖσαν τοῖς πάθεσιν.
Ἦχος δ'
Ἀληθῶς εἴπας, εἴρηκεν, ὁ Σωτὴρ Σαμαρείτιδι, ὡς οὐκ ἔχεις σήμερον, ἄνδρα νόμιμον· πέντε γὰρ ἔσχες τὸ πρότερον, καὶ νῦν , ὅνπερ κέκτησαι, οὐχ ὑπάρχει σου ἀνήρ, ἀλλὰ νόμῳ ἀλλότριος, ἣ καὶ σπεύσασα, τοῖς ἐν πόλει ἐβόα· Εἶδον ἄνδρα, ὃς ἐξεῖπέ μοι τὰ πάντα, ὅσα κρυφίως ἐποίησα.
Ἦχος δ'
Ῥεῖθρον ἄλλο ζωήρρυτον, οὐρανίου ἐκ φρέατος, Σαμαρεῖτις ἤντλησεν ἐπὶ φρέατος, τοῦτο εὑροῦσα χεόμενον, ἐξ οὗ τὸ ἐπίκηρον, εἶχε σύνηθες ἀντλεῖν, ὕδωρ ἄλλο τὸ χθόνιον, ὁ ἁλλόμενον ἐν τῇ ταύτης καρδίᾳ ἀνεδείχθη, ὡς πηγή τις ἄλλη νέα, παθῶν δροσίζουσα καύσωνας.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Ὡς ὤφθης ἐν σαρκί, Χριστὲ ὁ Θεὸς δι' ἄφατον οἰκονομίαν ἀκούσασα ἡ Σαμαρεῖτις, τοῦ λόγου σου τοῦ φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε, ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Κοινωνικὸν
Ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, εἶπεν ὁ Κύριος.