ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΤΡΙΤῌ ΤΗΣ ς' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Στόματι καὶ ψυχὴ καὶ νοΐ, τὸν ἐκ χοὸς πλαστουργικῶς καὶ τοῦ πτύσματος, ὀμμάτων τὰς κόρας δόντα, καὶ τὸν κοινὸν φωτισμόν, ὁ τὸ πρὶν τυφλώττων ὡμολόγησε, κτισμάτων παγκόσμιον, προβολέα καὶ πρύτανιν, δι' οἶκτον μόνον, βροτωθέντα τοῦ πλάσματος, καὶ ἐκήρυττεν, ὡς Θεὸν παντοδύναμον· οὗ Γραμματεῖς τὸν ζῆλον, καὶ τὴν πρὸς τούτους διάλεξιν, ὅλως μὴ φέροντες βλέπειν, ἀποσυνάγωγον κρίνουσι, τυφλώττοντες πλέον, τοῦ ποτὲ τυφλοῦ τὰς κόρας, ψυχῇ καὶ σώματι.
Ἦχος πλ. α'
Τρόπαιον ἀριστείας τυφλός, κατὰ βλεπόντων κατὰ κράτος ἐξήρατο· τὸν Κτίστην καὶ γὰρ τὸν τούτου, καὶ πλαστουργὸν τοῦ παντός, καὶ τυφλὸς ὑπάρχων ἐθεάσατο, ἰδὼν τὴν ὀμμάτωσιν, τὴν πλασθεῖσαν ἐκ πτύσματος, καὶ ταύτῃ μόνῃ, ἐπιγνοὺς τὸν φωτίσαντα, καὶ Υἱὸν Θεοῦ, καὶ Δεσπότην παγκόσμιον· ὃν οἱ ὁρῶντες φθόνου, κακίᾳ τυφλώττοντες, ὅλως οὐκ εἶδον, καὶ ταῦτα, πολλαπλασίονα βλέποντες, ἐκ τούτου θαυμάτων, ἐνεργείας παραδόξους, μόνοις τοῖς ῥήμασιν.
Ἦχος πλ. α'
Ὕποπτος Γραμματεύσι τυφλοῖς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοῖς τοῖς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοι, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα, αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοῖς πρὶν τυφλοῖς ἐχορήγησε, καὶ νῦν καθορῶντες τὸν τῶν φώτων παροχέα, κόσμῳ κηρύττουσι.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Δικαιοσύνης Ἥλιε νοητὲ Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε δόξα σοι.

Ἀναστάσιμον
Ἦχος πλ. α'
Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε.
Κατανυκτικὸν
Ἦχος πλ. α'
Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι. Τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τίς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει, ὡς κἀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
Ἦχος πλ. α'
Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ Διαβόλου τὴν πλάνην, καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε· αὐτῶν ταὶς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ὁ διὰ σπλάγχνα ἐλέους, σαρκωθεὶς Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον ἀπὸ μήτρας, σπλάγχνοις ἀφάτων οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τάς κόρας, τῷ χοῒ τοῖς πλαστουργοῖς δακτύλοις σου προσψαύσας. Αὐτὸς καὶ νῦν φωτοπάροχε, καὶ ἡμῶν καταύγασον τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.

Ἀπολυτίκιον
Ἦχος πλ. α΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος πλ. α'
Ἀναστάσιμον
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκρούς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε Κύριε δόξα σοι.
Κατανυκτικὸν
Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν; τότε γὰρ τὰ δεινὰ σοι παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα· διὸ πρὸ τέλους βόησον τῷ Κριτῇ· ὁ Θεὸς ἱλάσθητί μοι καὶ σῶσόν με.
Μαρτυρικὸν
Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ οὐρανόθεν ἀπαύγασμα, ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει· διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥῦσαι λαόν σου συνήθως, κραυγάζοντά σοι ἐκτενῶς· Ἀντιτάχθητι αἰσχροῖς καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε ἡ κεχαριτωμένη.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα της Ἑορτῆς
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἀναβλέψας ὁρᾶται Τυφλὸς τῷ πτύσματι, τοῦ τὴν βροτῶν διαρτίαν πρὶν πλαστουργήσαντος, μὴ ὁρῶν ἐκ γενετῆς τὸν μέγαν Ἥλιον· ὅθεν καὶ χάριτας Θεῷ, ἀναπέμπει ἐκ ψυχῆς, τὴν τούτου ἰδὼν εἰκόνα, καθ' ὁμοίωσιν πεπλασμένην, τοῦ τὴν εἰκόνα πλαστουργήσαντος. (Δίς)

Κανών γ', ᾨδὴ α', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Γῆν ἐφ' ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως, Κύριε, καὶ εἰσήγαγες αὐτόν εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν».

Σταύρωσιν ἑκούσιον, καταδεξάμενος σαρκί, ἐπήγασας εὐλογίαν, καὶ ζωὴν τῷ κόσμῳ Δέσποτα, μόνε παντευλόγητε, καὶ τοῦ παντὸς δημιουργέ· ὅθεν εὐλογοῦμέν σε, ὑμνοῦμεν καὶ δοξάζομεν, ᾄδοντες, ψάλλοντες, ἐπινίκιον ᾠδήν.

Λάκκῳ κατωτάτῳ σε, νεκρὸν γενόμενον Χριστέ, ἔθετο ὁ εὐσχήμων Ἰωσήφ, καὶ προσεκύλισε λίθον τῇ θύρᾳ τοῦ μνήματος, μακρόθυμε· ἀλλ' ἀνέστης ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν.

Μύρα τί κομίζετε, μετὰ δακρύων ὑμεῖς; ἔλεγε ταῖς τιμίαις Γυναιξίν, ὁ Ἄγγελος φανείς. Ὁ Χριστὸς ἐγήγερται, δραμοῦσαι εἴπατε, τοῖς θεόπταις Μαθηταῖς, πενθοῦσί τε καὶ κλαίουσιν, ὅπως σκιρτήσωσι, καὶ χορεύσωσι φαιδρῶς.

Θαύματα παράδοξα, ἐπιτελῶν ὁ λυτρωτής, ἰάσατο καὶ Τυφλὸν ἐκ γενετῆς, πηλὸν ἐπιχρίσας, καὶ εἰπών· Πορεύθητι καὶ νίψαι ἐν τῷ Σιλωάμ, ὅπως γνώσῃ με Θεόν, ἐπὶ γῆς βαδίζοντα, σάρκα φορέσαντα, διὰ σπλάγχνα οἰκτιρμῶν.
Δόξα...
Μίαν τρισυπόστατον, οὐσίαν σέβοντες πιστοί, δοξάσωμεν τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ εὐθές, ποιητήν, καὶ Κύριον, καὶ λυτρωτὴν τοῦ παντός, ἕνα ἄκτιστον Θεόν, σὺν ἀσωμάτοις κράζοντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Βασιλεῦ.
Καὶ νῦν... Θεοτοκίον
Μήτραν ἀπειρόγαμον, τὴν σὴν κατῴκησεν Ἁγνή, Κύριος διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσαι βουλόμενος, τὸν φθαρέντα ἄνθρωπον, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ· αὐτόν οὖν ἱκέτευε, τὴν πόλιν ταύτην σῴζεσθαι, πάσης ἁλώσεως, καὶ ἐχθρῶν ἐπιδρομῆς.

Κανών γ', ᾨδὴ γ', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σαλευομένην τὴν καρδίαν μου, Κύριε, τοῖς, κύμασι, τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον καθοδηγῶν, ὡς Θεός».

Σαλευομένων τὰς καρδίας ἐστήριξας, τὴν γῆν πᾶσαν σαλεύσας μακρόθυμε, τῇ σεπτῇ Σταυρώσει σου, ἣν καθυπέστης σαρκί.

Καινῷ μνημείῳ, Ἰωσήφ τε κατέθετο, οἰκτίρμον ὁ εὐσχήμων, ἀνέστης δὲ ἐκ νεκρῶν τριήμερος, καινοποιήσας ἡμᾶς.

Τί ὡς νεκρὸν ἐπιζητεῖτε τὸν Κύριον; ἀνέστη καθὼς εἶπεν, ὁ Ἄγγελος γυναιξὶν ἐφθέγγετο, ἀστράπτων θείᾳ μορφῇ.

Τυφλόν ποτε ἐκ γενετῆς, προσελθόντα σοι ἰάσω, πανοικτίρμον, δοξάζοντα τὴν οἰκονομίαν σου, καὶ τὰ θαυμάσια.
Δόξα...
Θεὸν Πατέρα προσκυνοῦμεν, προάναρχον, Υἱὸν καὶ Πνεῦμα θεῖον, τρισάκτιστον φύσιν τρισυπόστατον, ἕνα Θεὸν τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον
Παρθενικῆς ἀπὸ γαστρὸς ἀπεκύησας, Θεὸν σεσαρκωμένον, ὃν αἴτησαι, Παναγία Δέσποινα, κατοικτειρῆσαι ἡμᾶς.

Κανών γ', ᾨδὴ δ', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε».

Τεθνῄξαντα ξύλῳ με, τεθεὶς ἐν ξύλῳ, ζωὴ ὑπάρχων, ἀνεζώωσας διὰ μέγα ἔλεος· διὰ τοῦτο Λόγε δοξάζω σε.

Τοῖς Μύσταις σου Κύριε, συναυλιζόμενος παραδόξως, τούτοις ἔλεγες· Ἄπιτε, κηρύξατε, πανταχοῦ τὴν ἐμὴν Ἀνάστασιν.

Πιστούμενος Κύριε, τὴν Ἐγερσίν σου τὴν ἐκ τοῦ τάφου, τοῖς φιλοῦσί σε Χριστέ, ἐν ἡμέραις πλείοσι, συνηυλίζου χαροποιῶν αὐτούς.

Ὠμμάτωσας Κύριε, Τυφλὸν ἐκ μήτρας γεγεννημένον, εἰπών· ἄπελθε, νίψαι καὶ ἀνάβλεψον, τὴν ἐμὴν δοξάζων Θεότητα.
Δόξα...
Ὁμότιμε ἄναρχε, Τριὰς ἀμέριστε τῇ οὐσίᾳ, μεριστὴ ταῖς ὑποστάσεσι, σῷζε πάντας, τοὺς πιστῶς σε φόβῳ δοξάζοντας.
Καὶ νῦν... Θεοτοκίον
Τὸν τόκον σου Ἄχραντε, τὸν ὑπὲρ φύσιν δοξολογοῦμεν, μακαρίζοντες πίστει σε πανάμωμε, ὡς Θεοῦ τῶν ὅλων λοχεύτριαν.

Κανών γ', ᾨδὴ ε', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεῖς ἀκτῖνας, ἐν ἐμοί, τοῦ διαυγάσαι τὴν νύκτα εἰς φῶς».

Ὑψώθης ἐπὶ ξύλου, καὶ συνανύψωσας πάντας τοὺς βροτούς, καὶ τὸν πολέμιον οἰκτίρμον, ὄφιν ἐθανάτωσας, καὶ ἐζώωσας τὸ πλάσμα τῶν χειρῶν τῶν σῶν, ὡς μόνος Θεός τοῦ παντός.

Ἐτέθης ἐν μνημείῳ, ὁ ἑκουσίως γενόμενος νεκρός, καὶ τὰ βασίλεια τοῦ ᾍδου, Βασιλεῦ ἀθάνατε, ἅπαντα ἐκένωσας, νεκροὺς τῇ Ἀναστάσει ἐγείρας τῇ σῇ.

Θαυμάσια μεγάλα, ἐκτελῶν Λόγε ἐπὶ γῆς, λαός σε ἀπέκτεινεν ἀνόμων· ἀλλ' αὐτὸς Κύριε, μόνος δυνατὸς ὑπάρχων, ἐκ νεκρῶν καθὼς προεῖπας, ἀνέστης Χριστέ.

Τὰ ὄμματα ἀνοίξας, τοῦ μὴ ἰδόντος τὸ φῶς τὸ αἰσθητόν, ψυχῆς ἐφώτισας τὰς κόρας, καὶ δοξάζειν ἔπεισας, τοῦτον ἐπιγνόντα σε ποιητήν, δι' εὐσπλαγχνίαν ὀφθέντα βροτόν.
Δόξα...
Τριάδα ἐν μονάδι, καὶ ἐν Τριάδι μονάδα, οἱ πιστοὶ δοξολογήσωμεν, Πατέρα καὶ Υἱὸν ἅπαντες, Πνεῦμα τὸ εὐθές, ἕνα Θεόν, δημιουργὸν τοῦ παντὸς ἀληθῶς.
Καὶ νῦν... Θεοτοκίον
Πῶς τέτοκας μὴ γνοῦσα, Παρθενομῆτορ ἁγνή, πεῖραν ἀνδρὸς θεοχαρίτωτε; Πῶς τρέφεις τὸν τὴν κτίσιν τρέφοντα; μόνος ὡς ἐπίσταται αὐτός, ὁ τοῦ παντὸς ποιητής καὶ Θεός.

Κανών γ', ᾨδὴ ς', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς ναὸν τὸν ἅγιόν σου».

Ὁ σταυρωθεὶς μετὰ λῃστῶν, ἐρρύσω Δέσποτα, λῃστῶν πονηρῶν, καὶ ψυχοφθόρων παθῶν, φιλάνθρωπε Κύριε πάντας τοὺς ὑμνοῦντάς σου τὴν Σταύρωσιν, καὶ τὴν Ἔγερσιν συμφώνως.

Ἔθεντο ἄπνουν σε νεκρόν, Χριστὲ ἐν μνήματι, τὸν πᾶσι νεκροῖς ἐμπνέοντα τὴν ζωήν· ἀνέστης δὲ Κύριε, πάντα κενώσας Λόγε τὰ μνήματα, θεϊκῇ σου δυναστείᾳ.

Μετὰ τὴν Ἔγερσιν Χριστέ, τοῖς φίλοις ἔλεγες· Καθίσατε δὴ ἐν τῇ Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε, σθένος ἐξ ὕψους ἀήττητον, καὶ βεβαίαν συμμαχίαν.

Πηλὸν ποιήσας ὀφθαλμούς, Τυφλοῦ ἐπέχρισας, τοῦ ἐκ γενετῆς, καὶ ἐχαρίσω αὐτῷ τὸ βλέπειν, ὑμνοῦντί σου Λόγε, τὴν ἄχραντον δύναμιν, δι' ἧς ἔσωσας τὸν κόσμον.
Δόξα...
Ἡ τρισυπόστατος μονάς, Πάτερ ἀγέννητε, Υἱὲ γεννητέ, καὶ Πνεῦμα ἐκπορευτόν, τρισάγιε Κύριε, μία οὐσία καὶ δύναμις, σῷζε πάντα τὸν λαόν σου.
Καὶ νῦν... Θεοτοκίον
Τὰ μεγαλεῖά σου Ἁγνή, τίς διηγήσεται; Θεὸν γὰρ ἐν σαρκί, ἔτεκες ὑπερφυῶς, κόσμον διὰ σοῦ ῥυόμενον, Παρθένε πανάμωμε, ἀπὸ πάσης ἁμαρτίας.

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

Κανών γ', ᾨδὴ ζ', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πυρὸς σβεστήριον τῶν Παίδων ἡ προσευχή, δροσίζουσα κάμινος, κήρυξ τοῦ θαύματος, μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ τῶν Πατέρων ἡμῶν».

Ἀναρτηθέντος σου ἐπὶ τοῦ ξύλου Σωτήρ, ἐσβέσθη ὁ ἥλιος, γῆ ἐκυμαίνετο, ἐσαλεύετο ἡ κτίσις, ἅπασα, καὶ ἐκ τῶν τάφων νεκροὶ ἐξηγείροντο.

Ἐξεγερθέντος σου ἐκ τῶν νεκρῶν Βασιλεῦ, ψυχαὶ συνηγέρθησαν, ἐκεῖ καθεύδουσαι, καὶ δοξάζουσαι τὴν δυναστείαν σου, δι' ἧς θανάτου δεσμὰ διελύθησαν.

Ὄρθρου μυρίσαι σε γυναίων ἦλθε χορός· μαθοῦσαι δὲ Κύριε ἐξεγερθέντα σε, συνέχαιρον τοῖς ἱεροῖς Μαθηταῖς, δι' ὧν παράσχου ἡμῖν ἱλασμὸν τῶν κακῶν.

Πηλὸν ἐπέχρισας τοὺς ὀφθαλμοὺς τοῦ Τυφλοῦ, καὶ τούτῳ προσέταξας πρὸς Σιλωὰμ ἀπελθεῖν, νιψάμενος δὲ ἀνέβλεψεν, ὑμνολογῶν σε Χριστέ, Βασιλεῦ τοῦ παντός.
Δόξα...
Πατέρα ἄναρχον, συνάναρχόν τε Υἱόν, καὶ πνεῦμα πανάγιον ὑμνολογήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Βασιλεῦ τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον
Μετὰ τὴν κύησιν, παρθένος ὤφθης Ἁγνή· Θεὸν γὰρ ἐγέννησας, καινοτομήσαντα φύσεις ἄχραντε, τῇ δυνάμει αὐτοῦ, ὃν ἐκδυσώπει ἀεί, τοῦ σωθῆναι ἡμᾶς.

Κανών γ', ᾨδὴ η', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ κτίστην τοῦ παντός, ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀγγέλων τάγματα, Σταυρῷ κρεμάμενον, σὲ κατιδόντα, Χριστὲ παμβασιλεῦ, καὶ τὴν κτίσιν πᾶσαν, ἀλλοιοῦντα τῷ φόβῳ, ἐξέστησαν ὑμνοῦντα, τὴν σὴν φιλανθρωπίαν.

Ὁ ᾍδης κάτω σε, ἰδὼν ἐστέναξε, καὶ ἀπεδίδου σπουδαίως τοὺς νεκρούς, τοὺς ἐκ τοῦ αἰῶνος ἐκεῖσε φρουρουμένους, Χριστὲ ὑμνολογοῦντας, τὴν σὴν φιλανθρωπίαν.

Τελῶν τεράστια, Χριστὲ ἐξαίσια, ἐθελουσίως ὑψώθης ἐν σταυρῷ, καὶ νεκροῖς συνήφθης, ὁ νεκρώσας τὸν ᾍδην, καὶ πάντας ἐν ἀνδρείᾳ, ἀπέλυσας δεσμίους.

Τυφλὸν ὠμμάτωσας, σοὶ προσελθόντα Χριστέ, τούτῳ προστάξας πηγὴ τοῦ Σιλωάμ, νίψασθαι καὶ βλέψαι, καὶ Θεόν σε κηρῦξαι, σαρκὶ ἐπιφανέντα, εἰς κόσμου σωτηρίαν.
Δόξα...
Τριὰς ἀμέριστε, μονὰς ἀσύγχυτε, Θεὲ τῶν ὅλων καὶ κτίστα τοῦ παντός, τοὺς ὑμνολογοῦντας, καὶ πιστῶς προσκυνοῦντας, τὸ κράτος σου παντοίων, πειρατηρίων σῷζε.
Καὶ νῦν... Θεοτοκίον
Παρθένε ἄχραντε, θεοχαρίτωτε, τὸν σὸν δυσώπει Υἱὸν διαπαντός, μή με καταισχῦναι ἐν ἡμέρᾳ τῆς δίκης, ἀλλὰ συναριθμῆσαι, τοῖς ἐκλεκτοῖς προβάτοις.

Κανών γ', ᾨδὴ θ', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός, παρθένον ἀναδείξας σε ἁγνήν, μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως τὸν ἑαυτῆς ποιητήν· διό σε, Θεοτόκε μεγαλύνομεν».

Ἰκρίῳ προσεπάγης τοῦ Σταυροῦ, Χριστὲ ὁ Θεός, καὶ πάσας ἐθριάμβευσας ἐχθροῦ, τὰς ἐναντίας ἀρχάς, καὶ τὴν πρῴην κατάραν Σῶτερ ἠφάνισας· διό σε κατὰ χρέος μεγαλύνομεν.

Ὡς ἔβλεψέ σε Λόγε, ᾍδης κάτω μετὰ ψυχῆς, ἐστέναξε, καὶ πάντας τοὺς νεκρούς, φόβῳ ἀπέλυσεν, ἐπιγνόντας τὸ κράτος τῆς ἐξουσίας σου, μεθ' ὧν σε κατὰ χρέος μεγαλύνομεν.

Σημεῖα ἐκτελοῦντα, καὶ τεράστια φοβερά, ὁ δῆμος τῶν Ἑβραίων καθορῶν, φθόνῳ ἀπέκτεινε, τὸν σκυλεύσαντα ᾍδην τῇ Ἀναστάσει αὐτοῦ, καὶ πάντας ὡς δυνατὸς συνεγείραντα.

Ἠγέρθης καθὼς εἶπας, Ζωοδότα ἐκ τῶν νεκρῶν, καὶ ὤφθης τοῖς ἁγίοις Μαθηταῖς μετὰ τὴν Ἔγερσιν, ὁ σημεῖα ποιήσας, καὶ ὀμματώσας τυφλούς, μεθ' ὧν σε εἰς αἰῶνας μεγαλύνομεν.
Δόξα...
Φῶς τὸν Πατέρα σέβω, φῶς δοξάζω καὶ τὸν Υἱόν, φῶς ἀνυμνῶ τὸ Πνεῦμα τὸ εὐθές, ἓν φῶς ἀμέριστον, ἐν τρισὶ χαρακτῆρσι κατανοούμενον, Θεὸν Βασιλέα πάσης κτίσεως.
Καὶ νῦν... Θεοτοκίον
Φανεῖσα πλατυτέρα οὐρανῶν, Παρθένε ἁγνή, ἐχώρησας Θεὸν σωματικῶς, τὸν ἀπερίγραπτον, καὶ ἐκύησας πάντων εἰς ἀπολύτρωσιν, τῶν πίστει ἀδιστάκτῳ ἀνυμνούντων σε.

Ἐξαποστειλάριον τοῦ Τυφλοῦ
Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός ΤΟ ΑΚΟΥΤΕ
Τοὺς νοερούς μου ὀφθαλμούς, πεπηρωμένους Κύριε, ἐκ ζοφερᾶς ἁμαρτίας, σὺ φωταγώγησον ἐνθείς, οἰκτίρμον τὴν ταπείνωσιν, καὶ τοῖς τῆς μετανοίας καθάρας με δάκρυσιν.
Ἕτερον Ἐξαποστειλάριον τοῦ Τυφλοῦ
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Παράγων ὁ Σωτὴρ ἡμῶν, εὗρε Τυφλὸν ἀόμματον, πτύσας χαμαὶ καὶ ποιήσας, πηλὸν ἐπέχρισε τοῦτον, πρὸς Σιλωὰμ ἀπέστειλε, τοῦ ἀπελθεῖν καὶ νίψασθαι, ὁ δὲ νιψάμενος ἦλθε, βλέπων τὸ φῶς σου Χριστέ μου.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ
Ἦχος πλ. α'
Ἀναστάσιμον
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἦχος πλ. α'
Ἀναστάσιμον
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἦχος πλ. α'
Κατανυκτικὸν
Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.
Ἦχος πλ. α'
Μαρτυρικὸν
Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν, ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Τίς λαλήσει τὰς δυναστείας σου Χριστέ, ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος πλ. α'
Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Λάμψιν φωσφόρον, καταλάμψασαν θεώμενοι, προδήλως ἐν Σαββάτῳ τῷ φωτοφόρῳ Τυφλῷ οἱ νόμοις τοῖς Μωσέως ἐντεθραμμένοι, γνώμῃ τυφλώττουσιν, ὁρῶντες σκιᾷ, σκίασμα μὴ γνόντες τὸ συγκαλύπτον νόμους, ἐξ οὗ οὐκ εἶδον τὸν φωτουργὸν καὶ τὸν τῷ λόγῳ Σαββάτου δημιουργόν, τὸν ὀμματώσαντα Τυφλὸν τῇ ἀπονίψει, καὶ τῇ τοῦ πτύσματος καινῇ πηλεργασίᾳ, μεθ' οὗ μιγνύμενοι, Θεὸν αὐτὸν κατίδωμεν, τὴν ἐκτύφλωσιν Φαρισαίων ἐλέγχοντες ὁράσει, τῇ ἐκ τοῦ κρείττονος.
Ἦχος πλ. α'
Ὄρθρος ἀνίσχει τῷ ἐν σκότει διατρίβοντι, νυκτὸς ἀορασίας πολυωδύνῳ Τυφλῷ ἐν ῥείθροις λουσαμένῳ, τὸ φῶς ὀμμάτων θείῳ κελεύσματι, πηγῇ Σιλωάμ· ὅθεν σελασφόρος καινότερος ὁρᾶται, ὁμίχλην σκότους νυκτοποιόν, τῶν νομικῶν διελέγχων Γραμματιστῶν, καὶ τὴν σκοτόμαιναν, τῆς τούτων ἀβλεψίας ταῖς ἀναλάμψεσι φωτίζων ταῖς φωσφόροις, ἐξ ὧν ἡ τύφλωσις τοῦ πρὶν σκιώδους γράμματος, ὀμματοῦται ταῖς ἐκ τοῦ Λόγου, ἡμῖν παρεχομέναις φαιδραῖς ἐλλάμψεσιν.
Ἦχος πλ. α'
Ὕψους ἐπέβη, φωτοφόρου ἐπιβάσεως, φωτὶ θεογνωσίας καταλαμφθεὶς ὁ Τυφλός, κἂν πρῴην ἐτυφλοῦτο ἐξ ἀμφοῖν, τὸν φωτοδότην γνωρίζει καὶ φωτουργὸν τὸν ἀναλάμψαντα ἐκ τάφου τριημέρως, καὶ γῆν φαιδρύναντα αὐτοῦ τῇ Ἀναστάσει, ἐξ ἧς ἐπέλαμψε, τὸ φῶς τῆς ἀναπλάσεως τοῖς ἐν σκότει κεκρατημένοις, βροτοῖς, δι' εὐσπλαγχνίαν καὶ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεὸς ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι. Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Μεγαλυνάριον
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Κοινωνικὰ
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.