ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ς' ΕΒΔΟΜΑΔΟΣ
ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Ἰδιόμελα τοῦ Τυφλοῦ
Ἦχος β'
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.
Ἦχος β'
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν, ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ, ὑμνήσω σου τὴν δύναμιν.
Ἦχος πλ. α'
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
Ἦχος πλ. δ'
Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.
Ἦχος πλ. δ'
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθείς, Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον, ἀπὸ μήτρας σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τὰς κόρας, πηλὸν τοῖς σοῖς πλαστουργοῖς δακτύλοις ἐπιχρίσας. Αὐτὸς καὶ νῦν φωτοπάροχε, καὶ ἡμῶν καταύγασον, τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος πλ. α'

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν· ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου Ἀναστάσιμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν Διαβόλου, καὶ τοῖς ἐν ᾍδῃ φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκρούς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, Χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὁ συνάναρχος, ὁ τὸ φῶς ὡς χιτῶνα περιβαλλόμενος, φιλανθρώπως τὴν ἡμῶν φύσιν ἐνδέδυται, καὶ τὰς νόσους τῶν βροτῶν, ἀπελαύνων ὡς Θεός, ἐφώτισε καὶ τὰς κόρας, τοῦ ἐκ νηδύος μητρῴας, ἐστερημένου φωτός. (Δὶς)

Κανών α', ᾨδὴ α', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανών γ', ᾨδὴ α', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Γῆν ἐφ' ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως, Κύριε, καὶ εἰσήγαγες αὐτόν εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν».

Σταύρωσιν ἑκούσιον, καταδεξάμενος σαρκί, ἐπήγασας εὐλογίαν, καὶ ζωὴν τῷ κόσμῳ Δέσποτα, μόνε παντευλόγητε, καὶ τοῦ παντὸς δημιουργέ· ὅθεν εὐλογοῦμέν σε, ὑμνοῦμεν καὶ δοξάζομεν, ᾄδοντες, ψάλλοντες, ἐπινίκιον ᾠδήν.

Λάκκῳ κατωτάτῳ σε, νεκρὸν γενόμενον Χριστέ, ἔθετο ὁ εὐσχήμων Ἰωσήφ, καὶ προσεκύλισε λίθον τῇ θύρᾳ τοῦ μνήματος, μακρόθυμε· ἀλλ' ἀνέστης ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν.

Μύρα τί κομίζετε, μετὰ δακρύων ὑμεῖς; ἔλεγε ταῖς τιμίαις Γυναιξίν, ὁ Ἄγγελος φανείς. Ὁ Χριστὸς ἐγήγερται, δραμοῦσαι εἴπατε, τοῖς θεόπταις Μαθηταῖς, πενθοῦσί τε καὶ κλαίουσιν, ὅπως σκιρτήσωσι, καὶ χορεύσωσι φαιδρῶς.

Θαύματα παράδοξα, ἐπιτελῶν ὁ λυτρωτής, ἰάσατο καὶ Τυφλὸν ἐκ γενετῆς, πηλὸν ἐπιχρίσας, καὶ εἰπών· Πορεύθητι καὶ νίψαι ἐν τῷ Σιλωάμ, ὅπως γνώσῃ με Θεόν, ἐπὶ γῆς βαδίζοντα, σάρκα φορέσαντα, διὰ σπλάγχνα οἰκτιρμῶν.
Δόξα...
Μίαν τρισυπόστατον, οὐσίαν σέβοντες πιστοί, δοξάσωμεν τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ εὐθές, ποιητήν, καὶ Κύριον, καὶ λυτρωτὴν τοῦ παντός, ἕνα ἄκτιστον Θεόν, σὺν ἀσωμάτοις κράζοντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Βασιλεῦ.
Καὶ νῦν... Θεοτοκίον
Μήτραν ἀπειρόγαμον, τὴν σὴν κατῴκησεν Ἁγνή, Κύριος διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσαι βουλόμενος, τὸν φθαρέντα ἄνθρωπον, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ· αὐτόν οὖν ἱκέτευε, τὴν πόλιν ταύτην σῴζεσθαι, πάσης ἁλώσεως, καὶ ἐχθρῶν ἐπιδρομῆς.

Κανών α', ᾨδὴ α', Προεόρτιος τῆς, Ἀναλήψεως
Ἦχος πλ. α'
Ἵππον καὶ ἀναβάτην ΤΟ ΑΚΟΥΤΕ
Ἄνω πρὸς τὸν Πατέρα, Χριστὸς ἀνέρχεται, καὶ προσάγει τὴν σάρκα, ἣν ἐξ ἡμῶν ἀνέλαβεν· Αὐτὸν ἀνυμνήσωμεν, ἐν αἰνέσει σήμερον, ἐπινίκιον ὕμνον ᾄδοντες.

Βίβλοι γραφῶν ἐνθέων, καὶ τὰ κηρύγματα, τῶν σοφῶν θεηγόρων, πέρας σαφῶς ἐδέξαντο· μετὰ γὰρ τὴν Ἔγερσιν, ὁ Δεσπότης ἄνεισι, μετὰ δόξης εἰς τὰ οὐράνια.

Γῆ μυστικῶς χορεύει, καὶ τὰ οὐράνια, θυμηδίας πληροῦται, ἐπὶ τῇ Ἀναλήψει Χριστοῦ, τοῦ τὰ πρὶν ἑνώσαντος, διεστῶτα χάριτι, καὶ φραγμὸν τὸν τῆς ἔχθρας λύσαντος.
Καταβασία Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωὴν καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Κανών α', ᾨδὴ γ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Κανών γ', ᾨδὴ γ', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σαλευομένην τὴν καρδίαν μου, Κύριε, τοῖς, κύμασι, τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον καθοδηγῶν, ὡς Θεός».

Σαλευομένων τὰς καρδίας ἐστήριξας, τὴν γῆν πᾶσαν σαλεύσας μακρόθυμε, τῇ σεπτῇ Σταυρώσει σου, ἣν καθυπέστης σαρκί.

Καινῷ μνημείῳ, Ἰωσήφ τε κατέθετο, οἰκτίρμον ὁ εὐσχήμων, ἀνέστης δὲ ἐκ νεκρῶν τριήμερος, καινοποιήσας ἡμᾶς.

Τί ὡς νεκρὸν ἐπιζητεῖτε τὸν Κύριον; ἀνέστη καθὼς εἶπεν, ὁ Ἄγγελος γυναιξὶν ἐφθέγγετο, ἀστράπτων θείᾳ μορφῇ.

Τυφλόν ποτε ἐκ γενετῆς, προσελθόντα σοι ἰάσω, πανοικτίρμον, δοξάζοντα τὴν οἰκονομίαν σου, καὶ τὰ θαυμάσια.
Δόξα...
Θεὸν Πατέρα προσκυνοῦμεν, προάναρχον, Υἱὸν καὶ Πνεῦμα θεῖον, τρισάκτιστον φύσιν τρισυπόστατον, ἕνα Θεὸν τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον
Παρθενικῆς ἀπὸ γαστρὸς ἀπεκύησας, Θεὸν σεσαρκωμένον, ὃν αἴτησαι, Παναγία Δέσποινα, κατοικτειρῆσαι ἡμᾶς.

Κανών α', ᾨδὴ γ', Προεόρτιος τῆς, Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ πήξας ἐπ' οὐδενὸς ΤΟ ΑΚΟΥΤΕ
Δεσμεύσας τῷ σῷ θανάτῳ, Λόγε τὸν θάνατον, ἐκ νεκρῶν ἀνέστης, σαφῶς τριήμερος, καὶ πρὸς τὰ οὐράνια Σωτήρ, ἀνῆλθες μετὰ δόξης, ὑμνολογούντων ἀσωμάτων σου, τὴν οἰκονομίαν τὴν ἄφατον.

Ἐπέστης τοῖς ἐπὶ γῆς, Χριστὲ ἄνευ σώματος, καὶ φορέσας σάρκα Σταυρὸν ὑπέμεινας, καὶ ἐξαναστὰς ἐκ τῶν νεκρῶν, ἀνῆλθες μετὰ δόξης, πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, εἰρηνοποιήσας τὰ σύμπαντα.

Ζητήσας τὸ ἐπὶ γῆς, πλανώμενον πρόβατον, ἀπλανέσι Λόγε τοῦτο συνέταξας, καὶ ἀναληφθεὶς πρὸς οὐρανούς, ἐκάθισας ἐν δόξῃ, ἐκ δεξιῶν τοῦ σοῦ Γεννήτορος. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.
Καταβασία Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον· ἀλλ' ἀφθαρσίας πηγὴν ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

Κάθισμα τοῦ Τυφλοῦ
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὠμμάτωσας Χριστέ, τὸν ἐκ μήτρας τεχθέντα, ἀόμματον δεικνύς, Ἰουδαίοις Σωτήρ μου τὴν δόξαν σου τὴν ἄρρητον, καὶ ὡς φῶς πάντων πέφυκας, ἀλλὰ φθόνῳ σε πεπηρωμένοι τὰς φρένας, ἐνεδρεύοντες, τὸν τῆς ζωῆς παροχέα, νεκρῶσαι ἠπείγοντο.
Δόξα... Καὶ νῦν... Προεόρτιον Ὅμοιον
Ἐτέχθης ὡς αὐτὸς σὺ ἠθέλησας Σῶτερ, ἐφάνης πάλιν δέ, ὡς αὐτὸς ἠβουλήθης, καὶ ἔπαθες ὡς ἄνθρωπος, ὡς Θεὸς δὲ ἀνίστασαι, ἀνελήλυθας, εἰς οὐρανοὺς μετὰ δόξης, καὶ ἀνήγαγες, τὴν τῶν ἀνθρώπων οὐσίαν, καὶ δόξῃ κατεκάλλυνας.

Κανών α', ᾨδὴ δ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Κανών γ', ᾨδὴ δ', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε».

Τεθνῄξαντα ξύλῳ με, τεθεὶς ἐν ξύλῳ, ζωὴ ὑπάρχων, ἀνεζώωσας διὰ μέγα ἔλεος· διὰ τοῦτο Λόγε δοξάζω σε.

Τοῖς Μύσταις σου Κύριε, συναυλιζόμενος παραδόξως, τούτοις ἔλεγες· Ἄπιτε, κηρύξατε, πανταχοῦ τὴν ἐμὴν Ἀνάστασιν.

Πιστούμενος Κύριε, τὴν Ἐγερσίν σου τὴν ἐκ τοῦ τάφου, τοῖς φιλοῦσί σε Χριστέ, ἐν ἡμέραις πλείοσι, συνηυλίζου χαροποιῶν αὐτούς.

Ὠμμάτωσας Κύριε, Τυφλὸν ἐκ μήτρας γεγεννημένον, εἰπών· ἄπελθε, νίψαι καὶ ἀνάβλεψον, τὴν ἐμὴν δοξάζων Θεότητα.
Δόξα...
Ὁμότιμε ἄναρχε, Τριὰς ἀμέριστε τῇ οὐσίᾳ, μεριστὴ ταῖς ὑποστάσεσι, σῷζε πάντας, τοὺς πιστῶς σε φόβῳ δοξάζοντας.
Καὶ νῦν... Θεοτοκίον
Τὸν τόκον σου Ἄχραντε, τὸν ὑπὲρ φύσιν δοξολογοῦμεν, μακαρίζοντες πίστει σε πανάμωμε, ὡς Θεοῦ τῶν ὅλων λοχεύτριαν.

Κανών α', ᾨδὴ δ', Προεόρτιος τῆς, Ἀναλήψεως
Ἦχος πλ. α'
Τὴν θείαν ἐννοήσας σου ΤΟ ΑΚΟΥΤΕ
Ἡ πρὶν τῇ ἁμαρτίᾳ κατάκριτος φύσις ἡμῶν Παμβασιλεῦ, τῇ σῇ προσλήψει ἠλέηται, ὑμνολογοῦσά σου φόβῳ, τὴν Ἔγερσιν καὶ θείαν Ἀνάληψιν.

Θαμβεῖται Ἀσωμάτων τὰ τάγματα, κατανοοῦντά σε Χριστέ, βροτείαν φύσιν φορέσαντα, καὶ ἐπιβάντα νεφέλῃ, καὶ πρὸς τοὺς οὐρανοὺς ἀνερχόμενον.

Ἰδοῦσαι ἐρυθρὰ τὰ ἱμάτια, τὰ σὰ Χριστὲ Παμβασιλεῦ, τῇ σὴ ἀνόδῳ ἐξέστησαν, αἱ τῶν Ἀγγέλων δυνάμεις, καὶ φόβῳ καὶ χαρᾷ προσεκύνησαν.

Κροτήσωμεν τὰς χεῖρας, ὁ Κύριος ἐξεγερθεὶς ἐκ τῶν νεκρῶν, πρὸς οὐρανοὺς ἀνελήλυθεν, ὑποταγέντων Ἀγγέλων αὐτῷ ὡς ποιητῇ καὶ Θεῷ ἡμῶν.
Καταβασία Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος, Ἀββακοὺμ στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Κανών α', ᾨδὴ ε', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Κανών γ', ᾨδὴ ε', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεῖς ἀκτῖνας, ἐν ἐμοί, τοῦ διαυγάσαι τὴν νύκτα εἰς φῶς».

Ὑψώθης ἐπὶ ξύλου, καὶ συνανύψωσας πάντας τοὺς βροτούς, καὶ τὸν πολέμιον οἰκτίρμον, ὄφιν ἐθανάτωσας, καὶ ἐζώωσας τὸ πλάσμα τῶν χειρῶν τῶν σῶν, ὡς μόνος Θεός τοῦ παντός.

Ἐτέθης ἐν μνημείῳ, ὁ ἑκουσίως γενόμενος νεκρός, καὶ τὰ βασίλεια τοῦ ᾍδου, Βασιλεῦ ἀθάνατε, ἅπαντα ἐκένωσας, νεκροὺς τῇ Ἀναστάσει ἐγείρας τῇ σῇ.

Θαυμάσια μεγάλα, ἐκτελῶν Λόγε ἐπὶ γῆς, λαός σε ἀπέκτεινεν ἀνόμων· ἀλλ' αὐτὸς Κύριε, μόνος δυνατὸς ὑπάρχων, ἐκ νεκρῶν καθὼς προεῖπας, ἀνέστης Χριστέ.

Τὰ ὄμματα ἀνοίξας, τοῦ μὴ ἰδόντος τὸ φῶς τὸ αἰσθητόν, ψυχῆς ἐφώτισας τὰς κόρας, καὶ δοξάζειν ἔπεισας, τοῦτον ἐπιγνόντα σε ποιητήν, δι' εὐσπλαγχνίαν ὀφθέντα βροτόν.
Δόξα...
Τριάδα ἐν μονάδι, καὶ ἐν Τριάδι μονάδα, οἱ πιστοὶ δοξολογήσωμεν, Πατέρα καὶ Υἱὸν ἅπαντες, Πνεῦμα τὸ εὐθές, ἕνα Θεόν, δημιουργὸν τοῦ παντὸς ἀληθῶς.
Καὶ νῦν... Θεοτοκίον
Πῶς τέτοκας μὴ γνοῦσα, Παρθενομῆτορ ἁγνή, πεῖραν ἀνδρὸς θεοχαρίτωτε; Πῶς τρέφεις τὸν τὴν κτίσιν τρέφοντα; μόνος ὡς ἐπίσταται αὐτός, ὁ τοῦ παντὸς ποιητής καὶ Θεός.

Κανών α', ᾨδὴ ε', Προεόρτιος τῆς, Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ ἀναβαλλόμενος ΤΟ ΑΚΟΥΤΕ
Λύσας τὸ κατάκριμα τῆς ἀνθρωπότητος, Χριστὸς ἀνέστη, καὶ ἀνελήφθη πρὸς τὰ ἐπουράνια, Πατρὸς συνεδρίᾳ, τιμήσας οὓς ἠγάπησεν.

Μετὰ τὴν Ἀνάστασιν, χαροποιήσας Χριστὲ τοὺς Μαθητάς σου, ἀνῆλθες ἄνω, πρὸς τὸν σὸν Γεννήτορα, οὗ οὐκ ἐχωρίσθης, κἂν τοῖς βροτοῖς ὡμίλησας.

Νόμου προσκιάσματα, καὶ τὰ κηρύγματα, τῶν θεηγόρων, Χριστὲ πληρώσας, ἀνῆλθες νεφέλης σε, καθυπολαβούσης, Σωτὴρ πρὸς τὰ οὐράνια.
Καταβασία Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Κανών α', ᾨδὴ ς', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Κανών γ', ᾨδὴ ς', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς ναὸν τὸν ἅγιόν σου».

Ὁ σταυρωθεὶς μετὰ λῃστῶν, ἐρρύσω Δέσποτα, λῃστῶν πονηρῶν, καὶ ψυχοφθόρων παθῶν, φιλάνθρωπε Κύριε πάντας τοὺς ὑμνοῦντάς σου τὴν Σταύρωσιν, καὶ τὴν Ἔγερσιν συμφώνως.

Ἔθεντο ἄπνουν σε νεκρόν, Χριστὲ ἐν μνήματι, τὸν πᾶσι νεκροῖς ἐμπνέοντα τὴν ζωήν· ἀνέστης δὲ Κύριε, πάντα κενώσας Λόγε τὰ μνήματα, θεϊκῇ σου δυναστείᾳ.

Μετὰ τὴν Ἔγερσιν Χριστέ, τοῖς φίλοις ἔλεγες· Καθίσατε δὴ ἐν τῇ Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε, σθένος ἐξ ὕψους ἀήττητον, καὶ βεβαίαν συμμαχίαν.

Πηλὸν ποιήσας ὀφθαλμούς, Τυφλοῦ ἐπέχρισας, τοῦ ἐκ γενετῆς, καὶ ἐχαρίσω αὐτῷ τὸ βλέπειν, ὑμνοῦντί σου Λόγε, τὴν ἄχραντον δύναμιν, δι' ἧς ἔσωσας τὸν κόσμον.
Δόξα...
Ἡ τρισυπόστατος μονάς, Πάτερ ἀγέννητε, Υἱὲ γεννητέ, καὶ Πνεῦμα ἐκπορευτόν, τρισάγιε Κύριε, μία οὐσία καὶ δύναμις, σῷζε πάντα τὸν λαόν σου.
Καὶ νῦν... Θεοτοκίον
Τὰ μεγαλεῖά σου Ἁγνή, τίς διηγήσεται; Θεὸν γὰρ ἐν σαρκί, ἔτεκες ὑπερφυῶς, κόσμον διὰ σοῦ ῥυόμενον, Παρθένε πανάμωμε, ἀπὸ πάσης ἁμαρτίας.

Κανών α', ᾨδὴ ς', Προεόρτιος τῆς, Ἀναλήψεως
Ἦχος πλ. α'
Μαινομένην κλύδωνι ΤΟ ΑΚΟΥΤΕ
Ξένον ὤφθης θέαμα, τοῖς Ἀγγέλοις, βρότειον μορφήν, φέρων τῇ ἀνόδῳ σου φιλάνθρωπε, τῇ φρικώδει· ὅθεν φόβῳ ἀνύμνουν σε.

Ὁ τῶν ὅλων Κύριος, μετὰ δόξης ἄνεισι φαιδρῶς, πρὸς τὸν τούτου ἄναρχον Γεννήτορα, πᾶσα κτίσις, νῦν ἑορτάζει χορεύουσα.

Πᾶσα γλῶσσα σήμερον, ἐκβοάτω ἐν ἀλαλαγμῷ, ὁ Χριστὸς ἀνέβη, καὶ ἐν σάλπιγγος, θείᾳ φωνῇ, πρὸς οὐρανούς, οὓς οὐκ ἔλιπεν.
Καταβασία Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Κοντάκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος· Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδάμ, κείμενον ἐν τῷ μνήματι. Ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα, τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ· καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Κανών α', ᾨδὴ ζ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

Κανών γ', ᾨδὴ ζ', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πυρὸς σβεστήριον τῶν Παίδων ἡ προσευχή, δροσίζουσα κάμινος, κήρυξ τοῦ θαύματος, μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ τῶν Πατέρων ἡμῶν».

Ἀναρτηθέντος σου ἐπὶ τοῦ ξύλου Σωτήρ, ἐσβέσθη ὁ ἥλιος, γῆ ἐκυμαίνετο, ἐσαλεύετο ἡ κτίσις, ἅπασα, καὶ ἐκ τῶν τάφων νεκροὶ ἐξηγείροντο.

Ἐξεγερθέντος σου ἐκ τῶν νεκρῶν Βασιλεῦ, ψυχαὶ συνηγέρθησαν, ἐκεῖ καθεύδουσαι, καὶ δοξάζουσαι τὴν δυναστείαν σου, δι' ἧς θανάτου δεσμὰ διελύθησαν.

Ὄρθρου μυρίσαι σε γυναίων ἦλθε χορός· μαθοῦσαι δὲ Κύριε ἐξεγερθέντα σε, συνέχαιρον τοῖς ἱεροῖς Μαθηταῖς, δι' ὧν παράσχου ἡμῖν ἱλασμὸν τῶν κακῶν.

Πηλὸν ἐπέχρισας τοὺς ὀφθαλμοὺς τοῦ Τυφλοῦ, καὶ τούτῳ προσέταξας πρὸς Σιλωὰμ ἀπελθεῖν, νιψάμενος δὲ ἀνέβλεψεν, ὑμνολογῶν σε Χριστέ, Βασιλεῦ τοῦ παντός.
Δόξα...
Πατέρα ἄναρχον, συνάναρχόν τε Υἱόν, καὶ πνεῦμα πανάγιον ὑμνολογήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Βασιλεῦ τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον
Μετὰ τὴν κύησιν, παρθένος ὤφθης Ἁγνή· Θεὸν γὰρ ἐγέννησας, καινοτομήσαντα φύσεις ἄχραντε, τῇ δυνάμει αὐτοῦ, ὃν ἐκδυσώπει ἀεί, τοῦ σωθῆναι ἡμᾶς.

Κανών α', ᾨδὴ ζ', Προεόρτιος τῆς, Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ ὑπερυψούμενος ΤΟ ΑΚΟΥΤΕ
Ῥήξας τὸ μεσότοιχον, τὸ τῆς ἔχθρας Κύριε, Σταυρῷ καὶ τῷ πάθει σου, νεφέλῃ ὀχούμενος, ἀνῆλθες μετὰ δόξης, πρὸς τὸν ἄναρχον Πατέρα.

Σύντρομοι ἐκραύγαζον, αἱ Δυνάμεις· Ἄρατε, πύλας παραγέγονε, Χριστὸς σῶμα γήϊνον, φορῶν καὶ θείῳ πάθει, τὸν Βελίαρ θανατώσας.

Τί σου τὰ ἱμάτια ἐρυθρὰ φιλάνθρωπε; Ληνὸν νῦν ἐπάτησα, Χριστὸς ταῖς δυνάμεσι, ταῖς θείαις πυθομέναις, ἀνερχόμενος ἐβόα.

Ὕμνοις σου τὴν σταύρωσιν, Χριστὲ καὶ τὴν Ἔγερσιν συμφώνως δοξάζομεν, λαμπρῶς ἑορτάζοντες, ἐπὶ τῇ Ἀναλήψει, τῇ σεπτῇ σου εἰς αἰῶνας.
Καταβασία Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν· ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Κανών α', ᾨδὴ η', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών γ', ᾨδὴ η', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ κτίστην τοῦ παντός, ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀγγέλων τάγματα, Σταυρῷ κρεμάμενον, σὲ κατιδόντα, Χριστὲ παμβασιλεῦ, καὶ τὴν κτίσιν πᾶσαν, ἀλλοιοῦντα τῷ φόβῳ, ἐξέστησαν ὑμνοῦντα, τὴν σὴν φιλανθρωπίαν.

Ὁ ᾍδης κάτω σε, ἰδὼν ἐστέναξε, καὶ ἀπεδίδου σπουδαίως τοὺς νεκρούς, τοὺς ἐκ τοῦ αἰῶνος ἐκεῖσε φρουρουμένους, Χριστὲ ὑμνολογοῦντας, τὴν σὴν φιλανθρωπίαν.

Τελῶν τεράστια, Χριστὲ ἐξαίσια, ἐθελουσίως ὑψώθης ἐν σταυρῷ, καὶ νεκροῖς συνήφθης, ὁ νεκρώσας τὸν ᾍδην, καὶ πάντας ἐν ἀνδρείᾳ, ἀπέλυσας δεσμίους.

Τυφλὸν ὠμμάτωσας, σοὶ προσελθόντα Χριστέ, τούτῳ προστάξας πηγὴ τοῦ Σιλωάμ, νίψασθαι καὶ βλέψαι, καὶ Θεόν σε κηρῦξαι, σαρκὶ ἐπιφανέντα, εἰς κόσμου σωτηρίαν.
Δόξα...
Τριὰς ἀμέριστε, μονὰς ἀσύγχυτε, Θεὲ τῶν ὅλων καὶ κτίστα τοῦ παντός, τοὺς ὑμνολογοῦντας, καὶ πιστῶς προσκυνοῦντας, τὸ κράτος σου παντοίων, πειρατηρίων σῷζε.
Καὶ νῦν... Θεοτοκίον
Παρθένε ἄχραντε, θεοχαρίτωτε, τὸν σὸν δυσώπει Υἱὸν διαπαντός, μή με καταισχῦναι ἐν ἡμέρᾳ τῆς δίκης, ἀλλὰ συναριθμῆσαι, τοῖς ἐκλεκτοῖς προβάτοις.

Κανών α', ᾨδὴ η', Προεόρτιος τῆς, Ἀναλήψεως
Ἦχος πλ. α'
Σοὶ τῷ παντουργῷ ΤΟ ΑΚΟΥΤΕ
Φῶς σε ἐκ φωτός, ὑπάρχοντα νεφέλη, φωτεινὴ ὑπέλαβεν, ἐξ ὄρους τῶν Ἐλαιῶν πάντων ὁρώντων, τῶν θείων Μαθητῶν σου, καὶ σὲ ἀνυμνούντων εἰς πάντας τοὺς αἰῶνας.

Χεῖρας ψαλμικῶς, κροτήσωμεν, ἀνέστη, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ ἀνελήλυθεν· ὅθεν κατῆλθεν, πρὸς ἡμᾶς φιλανθρώπως, εἰρηνοποιήσας τὰ πάλαι διεστῶτα.

Ψάλλων ὁ Δαυΐδ, βοᾷ, Χριστὸς ἐπέβη, ἐπὶ Χερουβὶμ αὐτοῦ, καὶ ἐπετάσθη σαφῶς, ἐπὶ πτερύγων τῶν λογικῶν ταγμάτων, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὤφθης Μαθηταῖς, ἐξαναστὰς τοῦ τάφου, καὶ τούτους ἀνήγαγες ἐν ὄρει τῶν Ἐλαιῶν· ὅθεν νεφέλη φωτὸς ὑπολαβοῦσα, ἦρε πρὸς τὰ ἄνω, Χριστέ σε μετὰ δόξης.
Καταβασία Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ἄγγελος ἐξαστράπτων ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, ὅτι Χριστὸς ἀνέστη.
῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὅτι Χριστὸς ἀνέστη τὸν θάνατον πατήσας καὶ τοὺς νεκροὺς ἐγείρας, λαοί, ἀγαλλιᾶσθε.
῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.
Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί· Χαῖρε πύλη Κυρίου· χαῖρε πόλις ἔμψυχε· χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Καὶ νῦν...
Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε, εὐλογημένη· χαῖρε, δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Κανών γ', ᾨδὴ θ', τοῦ Τυφλοῦ
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός, παρθένον ἀναδείξας σε ἁγνήν, μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως τὸν ἑαυτῆς ποιητήν· διό σε, Θεοτόκε μεγαλύνομεν».

Ἰκρίῳ προσεπάγης τοῦ Σταυροῦ, Χριστὲ ὁ Θεός, καὶ πάσας ἐθριάμβευσας ἐχθροῦ, τὰς ἐναντίας ἀρχάς, καὶ τὴν πρῴην κατάραν Σῶτερ ἠφάνισας· διό σε κατὰ χρέος μεγαλύνομεν.

Ὡς ἔβλεψέ σε Λόγε, ᾍδης κάτω μετὰ ψυχῆς, ἐστέναξε, καὶ πάντας τοὺς νεκρούς, φόβῳ ἀπέλυσεν, ἐπιγνόντας τὸ κράτος τῆς ἐξουσίας σου, μεθ' ὧν σε κατὰ χρέος μεγαλύνομεν.

Σημεῖα ἐκτελοῦντα, καὶ τεράστια φοβερά, ὁ δῆμος τῶν Ἑβραίων καθορῶν, φθόνῳ ἀπέκτεινε, τὸν σκυλεύσαντα ᾍδην τῇ Ἀναστάσει αὐτοῦ, καὶ πάντας ὡς δυνατὸς συνεγείραντα.

Ἠγέρθης καθὼς εἶπας, Ζωοδότα ἐκ τῶν νεκρῶν, καὶ ὤφθης τοῖς ἁγίοις Μαθηταῖς μετὰ τὴν Ἔγερσιν, ὁ σημεῖα ποιήσας, καὶ ὀμματώσας τυφλούς, μεθ' ὧν σε εἰς αἰῶνας μεγαλύνομεν.
Δόξα...
Φῶς τὸν Πατέρα σέβω, φῶς δοξάζω καὶ τὸν Υἱόν, φῶς ἀνυμνῶ τὸ Πνεῦμα τὸ εὐθές, ἓν φῶς ἀμέριστον, ἐν τρισὶ χαρακτῆρσι κατανοούμενον, Θεὸν Βασιλέα πάσης κτίσεως.
Καὶ νῦν... Θεοτοκίον
Φανεῖσα πλατυτέρα οὐρανῶν, Παρθένε ἁγνή, ἐχώρησας Θεὸν σωματικῶς, τὸν ἀπερίγραπτον, καὶ ἐκύησας πάντων εἰς ἀπολύτρωσιν, τῶν πίστει ἀδιστάκτῳ ἀνυμνούντων σε.

Κανών α', ᾨδὴ θ', Προεόρτιος τῆς, Ἀναλήψεως
Ἦχος πλ. α'
Ἡσαΐα χόρευε ΤΟ ΑΚΟΥΤΕ
Ἱερὰν πανήγυριν πᾶσα κτίσις ἄγει ἐμφανῶς, τή, Ἀναλήψει τῇ σῇ Λόγε τοῦ Θεοῦ, ἐν ᾗ προσενήνοχας, τῷ Πατρί σου, ἥν περ ἐξ ἡμῶν, φύσιν ἀνέλαβες, ὑπὲρ λόγον ἀναλλοίωτε.

Ὡς Θεὸς συνέτριψας, πύλας ᾍδου Σῶτερ καὶ μοχλούς, καὶ ἀναστὰς ἐκ νεκρῶν, πρὸς τοὺς οὐρανοὺς ἐνδόξως ἀνέδραμες τῶν ταγμάτων τῶν ἀγγελικῶν, Πύλας διάρατε, ἐκβοώντων μετ' ἐκπλήξεως.

Σοῦ τὴν θείαν ἄνοδον, θαυμαζόντων θείων Μαθητῶν, ἐπέστησαν ἐμφανῶς, Ἄγγελοι αὐτοῖς, βοῶντες· ὃν βλέπετε ἀνιόντα εἰς τοὺς οὐρανούς, οὗτος ἐλεύσεται, μετὰ δόξης κρῖναι ἅπαντας.

Ἣν Χριστὲ δεδώρησαι, πρὸς τὰ ἄνω πάλαι ἀνιών, εἰρήνην σοῖς Μαθηταῖς, ταύτην καὶ ἡμῖν, πλουσίως κατάπεμψον, ἐν ἀγάπῃ, πάντα συγκρατῶν, ὅπως συμφώνως σε, τὸν Σωτῆρα μεγαλύνωμεν.
Θεοτοκίον
Φωτοφόρον ὄχημα, τοῦ Ἡλίου σὺ τοῦ νοητοῦ, γεγένησαι ἀληθῶς ἄχραντε Ἁγνή, δι' οὗ οἱ καθήμενοι ἐν τῷ σκότει ἔβλεψαν τὸ φῶς, τῆς ἐπιγνώσεως, κατὰ χρέος σε δοξάζοντες.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ Ἐγέρσει τοῦ τόκου σου».

Ἐξαποστειλάριον τοῦ Πάσχα
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Ἐξαποστειλάριον τοῦ Τυφλοῦ
Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός ΤΟ ΑΚΟΥΤΕ
Τοὺς νοερούς μου ὀφθαλμούς, πεπηρωμένους Κύριε, ἐκ ζοφερᾶς ἁμαρτίας, σὺ φωταγώγησον ἐνθείς, οἰκτίρμον τὴν ταπείνωσιν, καὶ τοῖς τῆς μετανοίας καθάρας με δάκρυσιν.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ Ἰδιόμελα τοῦ Τυφλοῦ
Ἦχος β'
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.
Ἦχος β'
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμους αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ὅλον τὸν βίον ὁ Τυφλὸς νύκτα λογιζόμενος, ἐβόησε πρὸς σέ Κύριε· Ἄνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ, ὑμνήσω σου τὴν δύναμιν.
Ἦχος πλ. α'
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.


Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Ἦχος πλ. α'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Κοινωνικὰ
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.