ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ς' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος δ'
Ἐδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἔπαθες ὡς ἄνθρωπος, ὁ ἀπαθὴς τῇ Θεότητι, καὶ ἀνέστης τριήμερος, σκυλεύσας τὸν θάνατον, καὶ συναναστήσας, πάντας τοὺς φθαρέντας, καὶ ἀνελήλυθας Χριστέ, πρὸς τὸν Πατέρα, ἐπαγγειλάμενος, ἐκπέμψειν τὸν Παράκλητον, τοὶς ἱεροῖς Ἀποστόλοις σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ὑμεῖς τί ἑστήκατε, πρὸς οὐρανὸν ἀτενίζοντες; οἱ ὁρώμενοι Ἄγγελοι, ὡς ἄνθρωποι ἔλεγον, τοῖς τοῦ λόγου Μύσταις· οὗτος, ὃν ὁρᾶτε, ὑπὸ νεφέλης φωτεινῆς, ἀναληφθέντα, αὐτὸς ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε, κρῖναι τὸν κόσμον, ὡς ἔφησε, πορευθέντες οὖν ἅπαντα, τὰ ῥηθέντα τελέσατε.
Ἦχος δ'
Μετὰ τὴν ἐκ τάφου σου, ὑπὲρ κατάληψιν Ἔγερσιν, παντοδύναμε Κύριε, λαβὼν οὓς ἠγάπησας, ἕως Βηθανίας, ἐξήγαγες Λόγε, καὶ πρὸς τὸ ὄρος γεγονώς, τοῦ Ἐλαιῶνος, τούτους ηὐλόγησας, καὶ οὕτως ἀνελήλυθας, ὑποταγέντων Ἀγγέλων σοι, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Σήμερον ἐν οὐρανοῖς αἱ ἄνω δυνάμεις, τὴν ἡμετέραν φύσιν θεώμεναι, θαυμάζουσαι τοῦ ξένου τρόπου τὴν ἄνοδον, διηπόρουν ἀλλήλαις λέγουσαι· Τίς οὗτος ὁ παραγενόμενος; Βλέπουσαι δὲ τὸν οἰκεῖον Δεσπότην, τὰς οὐρανίους πύλας αἵρειν διεκελεύοντο, μεθ' ὧν ἀπαύστως ὑμνοῦμέν σε, τὸν μετὰ σαρκὸς ἐκεῖθεν πάλιν ἐρχόμενον, ὡς κριτήν τῶν ἁπάντων καὶ Θεὸν παντοδύναμον.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Πληρώσας ἀγαθὲ Πατρὸς τὴν εὐδοκίαν, ἑνώσας τε τὰ ἄνω, τοῖς κάτω, ἀνελήφθης, ἐν δόξῃ πρὸς τὸ πρότερον.
Κατανυκτικὸν
Ἦχος β'
Ἀνῆλθες πρὸς τὸν σόν, Γεννήτορα οἰκτίρμον· ὅθεν οὐκ ἐχωρίσθης, καὶ ὕψωσας τὴν κάτω, κειμένην φύσιν Δέσποτα.
Μαρτυρικὸν
Ἦχος β'
Νεφέλη σε φωτός, ἀνέλαβεν εἰς ὕψος, καὶ Ἄγγελοι ἐν φόβῳ, καὶ τρόμῳ διηκόνουν τῷ θείῳ σου κελεύσματι.
Δόξα... Καὶ νῦν... Ἦχος βαρὺς
Εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ἦλθες ὁ ἐλεῶν τὸ γένος τῶν ἀνθρώπων, καὶ νεφέλη ὑπέλαβέ σε, ἀπὸ τῶν ὀφθαλμῶν τῶν Μαθητῶν σου, τρεμόντων μὲν διὰ τὴν ὀπτασίαν, χαιρόντων δὲ διὰ τὴν προσδοκίαν τοῦ ἁγίου Πνεύματος, ἐν ᾧ στηρίξας Σωτήρ, ἐλέησον ἡμᾶς.

Ἀπολυτίκιον
Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Ἀγγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων, τὸ φρικτὸν τῆς ἐπάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπήρθησαν Σωτήρ· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν, ἐθαύμαζον βοῶσαι· Δόξα τῇ βασιλείᾳ σου· δόξα τῇ Ἀναλήψει σου, μόνε φιλάνθρωπε. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τοῦ ᾍδου σκυλευθέντος, ὑπὸ σοῦ Ζωοδότα, καὶ κόσμου φωτισθέντος, ἐν τῇ σῇ, Ἀναστάσει, ἀνῆλθες μετὰ δόξης ὁ Σωτήρ, ὁ πάντα περιέχων τῇ χειρί· διὰ τοῦτο σύν Ἀγγέλοις, δοξολογοῦμέν σε, παντοκράτορ Κύριε. Δόξα τῇ, Ἀναλήψει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ εὐσπλαγχνίᾳ σου, μόνε φιλάνθρωπε. (Δίς)

Κανών β', ᾨδὴ α', Δεύτερος τῆς Ἑορτῆς
Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Ἀνέστης τριήμερος, ὁ κατὰ φύσιν ἀθάνατος, καὶ ὤφθης τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς Μαθηταῖς, καὶ ἀνέδραμες, Χριστὲ πρὸς τὸν Πατέρα, νεφέλῃ ὀχούμενος, ὁ τοῦ παντὸς ποιητής.

Βοᾷ ἐμφανέστατα, ψάλλων Δαυῒδ ὁ θεόπνευστος. Ἀνέβη ὁ Κύριος, πρὸς τὰ οὐράνια, ἐν ἀλαλαγμῷ, καὶ σάλπιγγος ἠχήσει, καὶ πρὸς τὸν ἀρχίφωτον Πατέρα ἔφθασε.

Γηράσαντα Κύριε, κόσμον πολλοῖς ἁμαρτήμασι, καινίσας τῷ Πάθει σου, καὶ τῇ Ἐγέρσει σου, ἀνελήλυθας, ὀχούμενος νεφέλῃ, πρὸς τὰ ἐπουράνια, δόξα τῇ δόξῃ σου.
Θεοτοκίον
Δεσπότην ἐκύησας, πάντων πανάμωμε Δέσποινα, τὸν Πάθος ἑκούσιον καταδεξάμενον, καὶ ἀνελθόντα, πρὸς τὸν αὐτοῦ Πατέρα, ὅνπερ οὐ κατέλιπε, κἂν σάρκα εἴληφε.

Κανών β', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος δ'
Τοὺς σοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ
Ἐπάρατε πύλας οὐρανίους, ἰδοὺ παραγέγονε Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, σῶμα φορέσας γήϊνον, ταῖς ἀνωτέραις ἔλεγον, δυνάμεσιν αἱ κατώτεραι.

Ζητήσας Χριστὲ τὸν πλανηθέντα, ἀπάτῃ τοῦ ὄφεως Ἀδάμ, ὡς τοῦτον ἐνδυσάμενος, ἀνῆλθες καὶ ἐκάθισας, ἐκ δεξιῶν ὡς σύνθρονος, Πατρός, ὑμνούντων Ἀγγέλων σε.

Ἡ γῆ ἑορτάζει καὶ χορεύει, ἀγάλλεται καὶ ὁ οὐρανός, τῇ Ἀναλήψει σήμερον, τοῦ Ποιητοῦ τῆς κτίσεως, τοῦ προφανῶς ἑνώσαντος, τὰ διεστῶτα βουλήματι.
Θεοτοκίον
Θανάτου τεκοῦσα καθαιρέτην τὸν μόνον ἀθάνατον Θεόν, Παρθενομῆτορ πάναγνε, τοῦτον ἀεὶ ἱκέτευε, τὰ θανατοῦντα πάθη με, ἀπονεκρῶσαι καὶ σῶσαί με.

Κοντάκιον
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.

Κανών β', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Ἰησοῦς ὁ Ζωοδότης, προσλαβὼν οὓς ἠγάπησεν Ἐλαιῶν εἰς ὄρος, ἄνεισι, καὶ τούτους εὐλόγησε, καὶ τοὺς πατρῴους νεφέλῃ ἐποχούμενος κόλπους ἔφθασεν, οὓς οὐδαμῶς καταλέλοιπε.

Κόσμος ὅλος ἑορτάζει, ὁρατὸς καὶ ἀόρατος, ἐν ἀγαλλιάσει, Ἄγγελοι σκιρτῶσι καὶ ἄνθρωποι, δοξολογοῦντες ἀπαύστως τὴν Ἀνάληψιν, τοῦ σαρκὶ ἑνωθέντος ἡμῖν ἀγαθότητι.

Λύσας κράτος τοῦ θανάτου, ὡς ἀθάνατος Κύριος, τὴν ἀθανασίαν, πᾶσιν ἐδωρήσω φιλάνθρωπε, καὶ ἀνελήφθης ἐν δόξῃ καθορώντων σε, τῶν σεπτῶν Μαθητῶν, Ἰησοῦ παντοδύναμε.
Θεοτοκίον
Μακαρία ἡ κοιλία, σοῦ Πανάμωμε γέγονε· τὸν γὰρ τὴν κοιλίαν ᾍδου παραδόξως κενώσαντα, ἀνερμηνεύτως χωρῆσαι κατηξίωσαι, ὃν ἱκέτευε, σῶσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Κανών β', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Νεκρώσας τὸν θάνατον, τῷ σῷ θανάτῳ Κύριε, λαβὼν οὓς ἠγάπησας, ἀνῆλθες, τοῦ Ἐλαιῶνος εἰς ὄρος ἅγιον, κἀκεῖθεν ἀνέδραμες Χριστέ, πρός τὸν σὸν Γεννήτορα, νεφέλῃ ἐποχούμενος.

Ξένη σου ἡ Γέννησις ξένη σου ἡ Ἀνάστασις, ξένη καὶ φρικτή σου Ζωοδότα, ἡ ἐκ τοῦ ὄρους θεία Ἀνάληψις, ἣν ἐξεικονίζων Ἡλιού, τέθριππος ἀνήρχετο, ἀνυμνῶν σε φιλάνθρωπε.

Ὁρῶσιν ἐφθέγγοντο, τοῖς Ἀποστόλοις Ἄγγελοι, Ἄνδρες Γαλιλαῖοι· τὶ θαμβεῖσθε, τῇ Ἀναλήψει τοῦ Ζωοδότου Χριστοῦ; οὗτος ἥξει πάλιν ἐπὶ γῆς, κρῖναι κόσμον ἅπαντα, ὡς κριτὴς δικαιότατος.
Θεοτοκίον
Παρθένον φυλάξας σε, μετὰ τὸν τόκον ἄφθορον, ἄνεισι Χριστὸς πρὸς τὸν Πατέρα, Θεογεννῆτορ, ὃν οὐ κατέλιπεν, εἰ καὶ σάρκα εἴληφεν ἐκ σοῦ, ἔννουν τε καὶ ἔμψυχον, διὰ ἔλεος ἄφατον.

Κανών β', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος δ'
Τὴν θείαν ταύτην ΤΟ ΑΚΟΥΤΕ
Ῥανάτωσαν ἡμῖν ἄνωθεν, νεφέλαι εὐφροσύνην αἰώνιον· Χριστὸς νεφέλη γάρ, ὡς Χερουβὶμ ἐποχούμενος, πρὸς τὸν αὐτοῦ Πατέρα ἄνεισι σήμερον.

Σαρκὸς φανεὶς ὁμοιώματι, τὰ πρῴην διεστῶτα συνήγαγες εἰς ἕν, φιλάνθρωπε, καὶ ἀνελήφθης ὁρώντων σε, τῶν Μαθητῶν οἰκτίρμον, πρὸς τὰ οὐράνια.

Τί ἐρυθρὰ τὰ ἱμάτια, σαρκὸς τοῦ ἑνωθέντος παχύτητι; ἅγιοι Ἄγγελοι, Χριστὸν ὁρῶντες ἐφθέγγοντο Πάθους τιμίου θεῖα, φέροντα σύμβολα.
Θεοτοκίον
Ὑμνοῦμεν Κόρη τὴν σύλληψιν, ὑμνοῦμέν σου τὴν ἄρρητον γέννησιν, δι' ἧς ἐρρύσθημεν καταφθορᾶς, καὶ κακώσεως, καὶ ζοφερᾶς τοῦ ᾍδου, Ἁγνὴ καθείρξεως.


Κανών β', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος δ'
Οὐκ ἐλάτρευσαν ΤΟ ΑΚΟΥΤΕ
Φωτεινή σε, φῶς ὑπάρχοντα ὑπέλαβε, νεφέλη Κύριε, ἀπὸ τῆς γῆς ὑπὲρ νοῦν, ἀναλαμβανόμενον, καὶ ἐπουράνιοι, δῆμοι ᾔνεσαν σὺν Ἀποστόλοις λέγοντες, ὁ Θεὸς εὐλογητός εἶ.

Χεῖρας ἅπαντες, γηθόμενοι κροτήσωμεν, τῇ Ἀναλήψει Χριστοῦ, καὶ ἀλαλάξωμεν· Ἀνέβη ὁ Κύριος, ἐν φωνῇ σάλπιγγος, καὶ ἐκάθισεν, ἐκ δεξιῶν ὡς σύνθρονος, τοῦ Πατρὸς εἰς τοὺς αἰῶνας.

Ψάλλων πάλαι Μωϋσῆς ὁ μέγας ἔκραζε· Προσκυνησάτωσαν ἀνερχομένῳ Χριστῷ οὐράνιοι Ἄγγελοι, ὡς τοῦ παντὸς Βασιλεῖ. ᾯ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ὢ θαυμάτων παραδόξων! πῶς ἐχώρησας Θεὸν ἀχώρητον, θεοχαρίτωτε, τὸν σάρκα πτωχεύσαντα, καὶ μετὰ δόξης πολλῆς, εἰς οὐράνια, ἀναληφθέντα σήμερον, καὶ ζωώσαντα ἀνθρώπους;

Κανών β', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος δ'
Παίδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Ὤφθησαν οἱ νόες Ἀποστόλοις, ἐν τῇ, Ἀναλήψει καὶ ἐφθέγγοντο· Τί ἐνατενίζοντες, ἵστασθε θαμβούμενοι; οὗτος ὁ ἀνερχόμενος εἰς τὰ οὐράνια, ἐλεύσεται καὶ πάλιν τοῦ κρῖναι, τοὺς ἐν γῇ ἀνθρώπους, κριτὴς ὑπάρχων μόνος.

Δῶμεν τῷ Θεῷ μεγαλωσύνην, αἰνέσεως συμφωνίᾳ ἀλαλάξωμεν· ᾄσωμεν, χορεύσωμεν, χεῖράς τε κροτήσωμεν. Ἀνέβη ὁ Θεὸς ἡμῶν, εἰς οὐρανοὺς ἀπὸ γῆς, Ἀγγέλων, Ἀρχαγγέλων ὑμνούντων, τοῦτον ὡς Δεσπότην, καὶ ποιητὴν τῶν ὅλων.

Ἤρθη ὑπεράνω τῶν Ἀγγέλων, ἡ φύσις ἡμῶν, ἡ πάλαι ἔκπτωτος, καὶ θρόνῳ ἐνίδρυται, θείῳ ὑπὲρ ἔννοιαν. Δεῦτε πανηγυρίσωμεν, καὶ ἀνακράξωμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἰδοὺ ὁ Υἱός σου Θεοτόκε, σκυλεύσας Σταυρῷ αὐτοῦ τὸν θανατον, ἀνέστη τριήμερος, καὶ τοῖς Μαθηταῖς αὐτοῦ, ἐμφανισθεὶς ἀνέδραμε, πρὸς τὰ οὐράνια· μεθ' οὗ σε προσκυνοῦντες ὑμνοῦμεν, καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ
Μεγαλυνάριον

Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ὢ τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν! ὢ μυστηρίου φρικτοῦ! πάντων ὁ δεσπόζων γάρ, ἐκ γῆς ἀπαίρων πρὸς τὰ οὐράνια, τοῖς Μαθηταῖς ἀπέστειλε, Πνεῦμα τὸ ἅγιον, τὸ φωτίσαν τούτων τὴν διάνοιαν, καὶ πυρίνους τελέσαν ἐν χάριτι.
Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Στίφει Μαθητῶν, ὁ Κύριος ἔφησεν· Ὑμεῖς καθίσατε, εἰς Ἱεροσόλυμα, κἀγὼ ἐκπέμψω ὑμῖν Παράκλητον, ἄλλον, Πατρὶ τὸν σύνθρονον, κἀμοὶ ὁμότιμον, ὃν ὁρᾶτε, ἀναλαμβανόμενον, καὶ νεφέλῃ φωτὸς ἐποχούμενον.
Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ἤρθη ἐμφανῶς, ἡ μεγαλοπρέπεια, ἄνωθεν σαρκὶ πτωχεύσαντος, τῶν οὐρανῶν, τοῦ καὶ συνεδρίᾳ Πατρὸς τετίμηται, φύσις ἡμῶν ἡ ἔκπτωτος. Πανηγυρίσωμεν, καὶ συμφώνως πάντες ἀλαλάξωμεν, καὶ κροτήσωμεν χεῖρας γηθόμενοι.
Θεοτοκίον
Φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν πανάμωμε, ἐκ σοῦ ἀνέτειλε, καὶ τὴν ἀμαυρότητα, τῆς ἀθεΐας πᾶσαν διέλυσε, καὶ τοὺς νυκτὶ καθεύδοντας ἐφωταγώγησε· διὰ τοῦτο πάντες κατὰ χρέος σε, εἰς αἰῶνας ἀεὶ μακαρίζομεν.

Ἐξαποστειλάριον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Οὐ λείψω ὀρφανούς, οὕσπερ ἐγὼ συνῆξα, ὁ Κύριος τοῖς φίλοις, ἐλάλει, ἀλλὰ πέμψω, ὑμῖν Πνεῦμα τὸ ἅγιον.
Ἦχος β'
Ἄγγελοι τοῖς σοφοῖς ἐβόων Ἀποστόλοις· Ὦ ἄνδρες Γαλιλαῖοι, ὃν τρόπον καθορᾶτε, αὐτὸς πάλιν ἐλεύσεται.
Ἦχος β'
Κατῆλθον ἐν χαρᾷ, ἀπὸ τοῦ Ἐλαιῶνος, οἱ Μαθηταί σου Λόγε, δοξάζοντες, ὑμνοῦντες, τὴν θείαν σου Ἀνάληψιν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, ἀπὸ γῆς εἰς οὐρανούς, ὁ πάντα πληρῶν τῇ Θεότητι, καὶ ἐν δεξιᾷ Πατρὸς ἐκάθισας, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος· ὅθεν αἱ οὐράνιαι δυνάμεις ὁρῶσαι, τοῖς Ἀποστόλοις ἔμφοβοι ἔλεγον· Τίνι ἀτενίζετε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος, ὃν ἐθεάσασθε, αὐτὸς πάλιν ἐλεύσεται μετὰ δόξης, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα σοι.

Ἀντίφωνον Α', Ἦχος β'
Στίχ. α'
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Στίχ. β' Ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Στίχ. γ' Ὑπέταξας λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.

Ἀντίφωνον Β', Ἦχος β'
Στίχ. α'
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β' Ὅ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Στίχ. γ' Ὅτι Ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.

Ἀντίφωνον Γ', Ἦχος δ'
Στίχ. α'
Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
Στίχ. β' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. γ' Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

Εἰσοδικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ...

Μεγαλυνάριον
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν».

Κοινωνικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Ἀλληλούϊα.