ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῶν Πατέρων
Ἦχος πλ. β'
Ἡ ἀπεγνωσμένη ΤΟ ΑΚΟΥΤΕ
Ἐκ γαστρὸς ἐτέχθης πρὸ ἑωσφόρου, ἐκ Πατρὸς ἀμήτωρ πρὸ τῶν αἰώνων, κἂν Ἄρειος κτίσμα σε, καὶ οὐ Θεὸν δοξάζει, τόλμη συνάπτων σε τὸν κτίστην, τοῖς κτίσμασιν ἀφρόνως, ὕλην πυρὸς τοῦ αἰωνίου, ἑαυτῷ θησαυρίζων· ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.
Ἦχος πλ. β'
Τίς σου τὸν χιτῶνα Σῶτερ διεῖλεν, Ἄρειος σὺ ἔφης, ὁ τῆς Τριάδος, τεμὼν τὴν ὁμότιμον, ἀρχὴν εἰς διαιρέσεις, οὗτος ἠθέτησέ σε εἶναι, τὸν ἕνα τῆς Τριάδος, οὗτος Νεστόριον διδάσκει, Θεοτόκον μὴ λέγειν· ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.
Ἦχος πλ. β'
Κρημνῷ περιπίπτει τὰς ἁμαρτίας, Ἄρειος ὁ μύσας τὸ φῶς μὴ βλέπειν, καὶ θείῳ σπαράττεται, ἀγκίστρῳ τοῖς ἐγκάτοις, πᾶσαν ἐκδοῦναι τὴν οὐσίαν, καὶ τὴν ψυχήν βιαίως, ἄλλος Ἰούδας χρηματίσας, τῇ γνώμῃ καὶ τῷ τρόπῳ· ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.
Δοξαστικὸν
Ἦχος πλ. β'
Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν, ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνοῦμέν σου τὰ Παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, Ἐλέησον ἡμᾶς.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῶν Πατέρων
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.
Κατανυκτικὸν
Ἦχος πλ. β'
Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς Χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες, ἐξέθεντο, ὅρον θεοδίδακτον.
Μαρτυρικὸν
Ἦχος πλ. β'
Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται ἱερώτατοι.
Δόξα... Ἦχος γ'
Ἀποστολικῶν παραδόσεων, ἀκριβεῖς φύλακες γεγόνατε, ἅγιοι Πατέρες· τῆς γὰρ ἁγίας Τριάδος τὸ ὁμοούσιον, ὀρθοδόξως δογματίσαντες, Ἀρείου τὸ βλάσφημον, συνοδικῶς κατεβάλετε, μεθ' ὃν καὶ Μακεδόνιον, πνευματομάχον ἀπελέγξαντες, κατεκρίνατε Νεστόριον, Εὐτυχέα, καὶ Διόσκορον, Σαβέλλιόν τε, καὶ Σεβῆρον τὸν ἀκέφαλον, ὧν τῆς πλάνης αἰτήσασθε ῥυσθέντας ἡμᾶς, ἀκηλίδωτον ἡμῶν τὸν βίον, ἐν τῇ πίστει φυλάττεσθαι, δεόμεθα.
Καὶ νῦν...Ἦχος πλ. β'
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, τοῦ ἀνυψῶσαι τὴν πεσοῦσαν εἰκόνα τοῦ Ἀδάμ, καὶ ἀποστεῖλαι Πνεῦμα Παράκλητον, τοῦ ἁγιάσαι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τῶν Πατέρων
Ἦχος πλ. δ΄
Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας· πολυεύσπλαγχνε, δόξα σοι.
Ἀπολυτίκιον τῆς Ἀναλήψεως
Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματατῆς Ἑορτῆς
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Ἀγγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων, τὸ φρικτὸν τῆς ἐπάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπήρθησαν Σωτήρ· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐθαύμαζον βοῶσαι· Δόξα τῇ καταβάσει σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ Ἀναλήψει σου, μόνε φιλάνθρωπε. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τοῦ ᾍδου σκυλευθέντος ὑπὸ σοῦ Ζωοδότα, καὶ κόσμου φωτισθέντος, ἐν τῇ σῇ, Ἀναστάσει, ἀνῆλθες μετὰ δόξης ὁ Σωτήρ, ὁ πάντα περιέχων τῇ χειρί· διὰ τοῦτο σύν Ἀγγέλοις σε καὶ ἡμεῖς, δοξάζομεν, βοῶντες· Δόξα τῇ Ἀναλήψει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ εὐσπλαγχνίᾳ σου, μόνε φιλάνθρωπε. (Δίς)

Κανών β', ᾨδὴ α', Δεύτερος τῆς Ἀναλήψεως
Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Ἀνέστης τριήμερος, ὁ κατὰ φύσιν ἀθάνατος, καὶ ὤφθης τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς Μαθηταῖς, καὶ ἀνέδραμες, Χριστὲ πρὸς τὸν Πατέρα, νεφέλῃ ὀχούμενος, ὁ τοῦ παντὸς ποιητής.

Βοᾷ ἐμφανέστατα, ψάλλων Δαυῒδ ὁ θεόπνευστος. Ἀνέβη ὁ Κύριος, πρὸς τὰ οὐράνια, ἐν ἀλαλαγμῷ, καὶ σάλπιγγος ἠχήσει, καὶ πρὸς τὸν ἀρχίφωτον Πατέρα ἔφθασε.

Γηράσαντα Κύριε, κόσμον πολλοῖς ἁμαρτήμασι, καινίσας τῷ Πάθει σου, καὶ τῇ Ἐγέρσει σου, ἀνελήλυθας, ὀχούμενος νεφέλῃ, πρὸς τὰ ἐπουράνια, δόξα τῇ δόξῃ σου.
Θεοτοκίον
Δεσπότην ἐκύησας, πάντων πανάμωμε Δέσποινα, τὸν Πάθος ἑκούσιον καταδεξάμενον, καὶ ἀνελθόντα, πρὸς τὸν αὐτοῦ Πατέρα, ὅνπερ οὐ κατέλιπε, κἂν σάρκα εἴληφε.

Κανών β', ᾨδὴ γ', τῆς Ἀναλήψεως
Ἦχος δ'
Τοὺς σοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ
Ἐπάρατε πύλας οὐρανίους, ἰδοὺ παραγέγονε Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, σῶμα φορέσας γήϊνον, ταῖς ἀνωτέραις ἔλεγον, δυνάμεσιν αἱ κατώτεραι.

Ζητήσας Χριστὲ τὸν πλανηθέντα, ἀπάτῃ τοῦ ὄφεως Ἀδάμ, ὡς τοῦτον ἐνδυσάμενος, ἀνῆλθες καὶ ἐκάθισας, ἐκ δεξιῶν ὡς σύνθρονος, Πατρός, ὑμνούντων Ἀγγέλων σε.

Ἡ γῆ ἑορτάζει καὶ χορεύει, ἀγάλλεται καὶ ὁ οὐρανός, τῇ Ἀναλήψει σήμερον, τοῦ Ποιητοῦ τῆς κτίσεως, τοῦ προφανῶς ἑνώσαντος, τὰ διεστῶτα βουλήματι.
Θεοτοκίον
Θανάτου τεκοῦσα καθαιρέτην τὸν μόνον ἀθάνατον Θεόν, Παρθενομῆτορ πάναγνε, τοῦτον ἀεὶ ἱκέτευε, τὰ θανατοῦντα πάθη με, ἀπονεκρῶσαι καὶ σῶσαί με.

Κοντάκιον τῆς Ἀναλήψεως
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.

Κανών β', ᾨδὴ δ', τῆς Ἀναλήψεως
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Ἰησοῦς ὁ Ζωοδότης, προσλαβὼν οὓς ἠγάπησεν Ἐλαιῶν εἰς ὄρος, ἄνεισι, καὶ τούτους εὐλόγησε, καὶ τοὺς πατρῴους νεφέλῃ ἐποχούμενος κόλπους ἔφθασεν, οὓς οὐδαμῶς καταλέλοιπε.

Κόσμος ὅλος ἑορτάζει, ὁρατὸς καὶ ἀόρατος, ἐν ἀγαλλιάσει, Ἄγγελοι σκιρτῶσι καὶ ἄνθρωποι, δοξολογοῦντες ἀπαύστως τὴν Ἀνάληψιν, τοῦ σαρκὶ ἑνωθέντος ἡμῖν ἀγαθότητι.

Λύσας κράτος τοῦ θανάτου, ὡς ἀθάνατος Κύριος, τὴν ἀθανασίαν, πᾶσιν ἐδωρήσω φιλάνθρωπε, καὶ ἀνελήφθης ἐν δόξῃ καθορώντων σε, τῶν σεπτῶν Μαθητῶν, Ἰησοῦ παντοδύναμε.
Θεοτοκίον
Μακαρία ἡ κοιλία, σοῦ Πανάμωμε γέγονε· τὸν γὰρ τὴν κοιλίαν ᾍδου παραδόξως κενώσαντα, ἀνερμηνεύτως χωρῆσαι κατηξίωσαι, ὃν ἱκέτευε, σῶσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Κανών β', ᾨδὴ ε', τῆς Ἀναλήψεως
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Νεκρώσας τὸν θάνατον, τῷ σῷ θανάτῳ Κύριε, λαβὼν οὓς ἠγάπησας, ἀνῆλθες, τοῦ Ἐλαιῶνος εἰς ὄρος ἅγιον, κἀκεῖθεν ἀνέδραμες Χριστέ, πρός τὸν σὸν Γεννήτορα, νεφέλῃ ἐποχούμενος.

Ξένη σου ἡ Γέννησις ξένη σου ἡ Ἀνάστασις, ξένη καὶ φρικτή σου Ζωοδότα, ἡ ἐκ τοῦ ὄρους θεία Ἀνάληψις, ἣν ἐξεικονίζων Ἡλιού, τέθριππος ἀνήρχετο, ἀνυμνῶν σε φιλάνθρωπε.

Ὁρῶσιν ἐφθέγγοντο, τοῖς Ἀποστόλοις Ἄγγελοι, Ἄνδρες Γαλιλαῖοι· τὶ θαμβεῖσθε, τῇ Ἀναλήψει τοῦ Ζωοδότου Χριστοῦ; οὗτος ἥξει πάλιν ἐπὶ γῆς, κρῖναι κόσμον ἅπαντα, ὡς κριτὴς δικαιότατος.
Θεοτοκίον
Παρθένον φυλάξας σε, μετὰ τὸν τόκον ἄφθορον, ἄνεισι Χριστὸς πρὸς τὸν Πατέρα, Θεογεννῆτορ, ὃν οὐ κατέλιπεν, εἰ καὶ σάρκα εἴληφεν ἐκ σοῦ, ἔννουν τε καὶ ἔμψυχον, διὰ ἔλεος ἄφατον.

Κανών β', ᾨδὴ ς', τῆς Ἀναλήψεως
Ἦχος δ'
Τὴν θείαν ταύτην ΤΟ ΑΚΟΥΤΕ
Ῥανάτωσαν ἡμῖν ἄνωθεν, νεφέλαι εὐφροσύνην αἰώνιον· Χριστὸς νεφέλη γάρ, ὡς Χερουβὶμ ἐποχούμενος, πρὸς τὸν αὐτοῦ Πατέρα ἄνεισι σήμερον.

Σαρκὸς φανεὶς ὁμοιώματι, τὰ πρῴην διεστῶτα συνήγαγες εἰς ἕν, φιλάνθρωπε, καὶ ἀνελήφθης ὁρώντων σε, τῶν Μαθητῶν οἰκτίρμον, πρὸς τὰ οὐράνια.

Τί ἐρυθρὰ τὰ ἱμάτια, σαρκὸς τοῦ ἑνωθέντος παχύτητι; ἅγιοι Ἄγγελοι, Χριστὸν ὁρῶντες ἐφθέγγοντο Πάθους τιμίου θεῖα, φέροντα σύμβολα.
Θεοτοκίον
Ὑμνοῦμεν Κόρη τὴν σύλληψιν, ὑμνοῦμέν σου τὴν ἄρρητον γέννησιν, δι' ἧς ἐρρύσθημεν καταφθορᾶς, καὶ κακώσεως, καὶ ζοφερᾶς τοῦ ᾍδου, Ἁγνὴ καθείρξεως.


Κανών β', ᾨδὴ ζ', τῆς Ἀναλήψεως
Ἦχος δ'
Οὐκ ἐλάτρευσαν ΤΟ ΑΚΟΥΤΕ
Φωτεινή σε, φῶς ὑπάρχοντα ὑπέλαβε, νεφέλη Κύριε, ἀπὸ τῆς γῆς ὑπὲρ νοῦν, ἀναλαμβανόμενον, καὶ ἐπουράνιοι, δῆμοι ᾔνεσαν σὺν Ἀποστόλοις λέγοντες, ὁ Θεὸς εὐλογητός εἶ.

Χεῖρας ἅπαντες, γηθόμενοι κροτήσωμεν, τῇ Ἀναλήψει Χριστοῦ, καὶ ἀλαλάξωμεν· Ἀνέβη ὁ Κύριος, ἐν φωνῇ σάλπιγγος, καὶ ἐκάθισεν, ἐκ δεξιῶν ὡς σύνθρονος, τοῦ Πατρὸς εἰς τοὺς αἰῶνας.

Ψάλλων πάλαι Μωϋσῆς ὁ μέγας ἔκραζε· Προσκυνησάτωσαν ἀνερχομένῳ Χριστῷ οὐράνιοι Ἄγγελοι, ὡς τοῦ παντὸς Βασιλεῖ. ᾯ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ὢ θαυμάτων παραδόξων! πῶς ἐχώρησας Θεὸν ἀχώρητον, θεοχαρίτωτε, τὸν σάρκα πτωχεύσαντα, καὶ μετὰ δόξης πολλῆς, εἰς οὐράνια, ἀναληφθέντα σήμερον, καὶ ζωώσαντα ἀνθρώπους;

Κανών β', ᾨδὴ η', τῆς Ἀναλήψεως
Ἦχος δ'
Παίδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Ὤφθησαν οἱ νόες Ἀποστόλοις, ἐν τῇ, Ἀναλήψει καὶ ἐφθέγγοντο· Τί ἐνατενίζοντες, ἵστασθε θαμβούμενοι; οὗτος ὁ ἀνερχόμενος εἰς τὰ οὐράνια, ἐλεύσεται καὶ πάλιν τοῦ κρῖναι, τοὺς ἐν γῇ ἀνθρώπους, κριτὴς ὑπάρχων μόνος.

Δῶμεν τῷ Θεῷ μεγαλωσύνην, αἰνέσεως συμφωνίᾳ ἀλαλάξωμεν· ᾄσωμεν, χορεύσωμεν, χεῖράς τε κροτήσωμεν. Ἀνέβη ὁ Θεὸς ἡμῶν, εἰς οὐρανοὺς ἀπὸ γῆς, Ἀγγέλων, Ἀρχαγγέλων ὑμνούντων, τοῦτον ὡς Δεσπότην, καὶ ποιητὴν τῶν ὅλων.

Ἤρθη ὑπεράνω τῶν Ἀγγέλων, ἡ φύσις ἡμῶν, ἡ πάλαι ἔκπτωτος, καὶ θρόνῳ ἐνίδρυται, θείῳ ὑπὲρ ἔννοιαν. Δεῦτε πανηγυρίσωμεν, καὶ ἀνακράξωμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἰδοὺ ὁ Υἱός σου Θεοτόκε, σκυλεύσας Σταυρῷ αὐτοῦ τὸν θανατον, ἀνέστη τριήμερος, καὶ τοῖς Μαθηταῖς αὐτοῦ, ἐμφανισθεὶς ἀνέδραμε, πρὸς τὰ οὐράνια· μεθ' οὗ σε προσκυνοῦντες ὑμνοῦμεν, καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ θ', τῆς Ἀναλήψεως
Ἦχος δ'
Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ
Μεγαλυνάριον

Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ὢ τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν! ὢ μυστηρίου φρικτοῦ! πάντων ὁ δεσπόζων γάρ, ἐκ γῆς ἀπαίρων πρὸς τὰ οὐράνια, τοῖς Μαθηταῖς ἀπέστειλε, Πνεῦμα τὸ ἅγιον, τὸ φωτίσαν τούτων τὴν διάνοιαν, καὶ πυρίνους τελέσαν ἐν χάριτι.
Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Στίφει Μαθητῶν, ὁ Κύριος ἔφησεν· Ὑμεῖς καθίσατε, εἰς Ἱεροσόλυμα, κἀγὼ ἐκπέμψω ὑμῖν Παράκλητον, ἄλλον, Πατρὶ τὸν σύνθρονον, κἀμοὶ ὁμότιμον, ὃν ὁρᾶτε, ἀναλαμβανόμενον, καὶ νεφέλῃ φωτὸς ἐποχούμενον.
Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ἤρθη ἐμφανῶς, ἡ μεγαλοπρέπεια, ἄνωθεν σαρκὶ πτωχεύσαντος, τῶν οὐρανῶν, τοῦ καὶ συνεδρίᾳ Πατρὸς τετίμηται, φύσις ἡμῶν ἡ ἔκπτωτος. Πανηγυρίσωμεν, καὶ συμφώνως πάντες ἀλαλάξωμεν, καὶ κροτήσωμεν χεῖρας γηθόμενοι.
Θεοτοκίον
Φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν πανάμωμε, ἐκ σοῦ ἀνέτειλε, καὶ τὴν ἀμαυρότητα, τῆς ἀθεΐας πᾶσαν διέλυσε, καὶ τοὺς νυκτὶ καθεύδοντας ἐφωταγώγησε· διὰ τοῦτο πάντες κατὰ χρέος σε, εἰς αἰῶνας ἀεὶ μακαρίζομεν.

Ἐξαποστειλάριον τῆς Ἀναλήψεως
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Λόγου τοῖς Μαθηταῖς, πιστοὶ συνεπαρθῶμεν, τῶν ἀρετῶν εἰς ὄρη, ὡς ἂν Χριστοῦ τὴν δόξαν, ἰδεῖν ἀξιωθείημεν.
Ἦχος β'
ᾜσχυναν ἐμφανῶς, τὴν Μανιχαίων λέσχην, οἱ νόες οἷς ἠπόρουν, Χριστοῦ σαφῶς δηλοῦντες, σύσσωμον τὴν ἀνέλευσιν.
Ἦχος β'
Ἀνάκρουσον Δαυΐδ, γηθόμενος τὴν λύραν· ἀναληφθεὶς Χριστὸς γάρ, τοῖς πράγμασι τοὺς λόγους, κυροῖ τῆς Προφητείας σου.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ἀνελήφθης ἐν δόξῃ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν, Χριστὲ ὁ Θεός, ἐνώπιον τῶν σῶν Μαθητῶν, καὶ ἐκάθισας ἐν δεξιᾷ τοῦ Πατρός, ὁ τὰ σύμπαντα πληρῶν τῇ Θεότητι, καὶ ἀπέστειλας αὐτοῖς Πνεῦμα τὸ ἅγιον, τὸ φωτίζον, καὶ στηρίζον, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Ἀντίφωνον Α', Ἦχος β'
Στίχ. α'
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Στίχ. β' Ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Στίχ. γ' Ὑπέταξας λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.

Ἀντίφωνον Β', Ἦχος β'
Στίχ. α'
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β' Ὅ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Στίχ. γ' Ὅτι Ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.

Ἀντίφωνον Γ', Ἦχος δ'
Στίχ. α'
Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
Στίχ. β' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. γ' Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

Εἰσοδικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ...

Μεγαλυνάριον
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν».

Κοινωνικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Ἀλληλούϊα.