ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΤΡΙΤῌ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἀναλήψεως
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἔπαθες ὡς ἄνθρωπος, ὁ ἀπαθὴς τῇ Θεότητι, καὶ ἀνέστης τριήμερος, σκυλεύσας τὸν θάνατον, καὶ συναναστήσας, πάντας τοὺς φθαρέντας, καὶ ἀνελήλυθας Χριστέ, πρὸς τὸν Πατέρα, ἐπαγγειλάμενος, ἐκπέμψειν τὸν Παράκλητον, τοῖς ἱεροῖς Ἀποστόλοις σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ὑμεῖς τί ἑστήκατε, πρὸς οὐρανὸν ἀτενίζοντες; οἱ ὁρώμενοι Ἄγγελοι, ὡς ἄνθρωποι ἔλεγον· τοῖς τοῦ Λόγου Μύσταις, οὗτος, ὃν ὁρᾶτε, ὑπὸ νεφέλης φωτεινῆς, ἀναληφθέντα, αὐτὸς ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε, κρῖναι τὸν κόσμον, ὡς ἔφησε, πορευθέντες οὖν ἅπαντα, τὰ ῥηθέντα πληρώσατε.
Ἦχος δ'
Μετὰ τὴν ἐκ τάφου σου, ὑπὲρ κατάληψιν Ἔγερσιν, παντοδύναμε Κύριε λαβὼν οὓς ἠγάπησας, ἕως Βηθανίας, ἐξήγαγες Λόγε, καὶ πρὸς τὸ ὄρος γεγονώς, τοῦ Ἐλαιῶνος, τούτους ηὐλόγησας, καὶ οὕτως ἀνελήλυθας, ὑποταγέντων Ἀγγέλων σοι, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ὅτε παραγέγονας ἐπὶ τὸ ὄρος, Χριστὲ τῶν Ἐλαιῶν, Πατρὸς ἐπιτελέσαι τὴν εὐδοκίαν, ἐξέστησαν οἱ οὐράνιοι Ἄγγελοι, καὶ ἔφριξαν οἱ καταχθόνιοι· παρίσταντο δὲ οἱ Μαθηταὶ μετὰ χαρᾶς ἔντρομοι, ὡς ἐλάλεις αὐτοῖς, ὡς θρόνος δὲ ἡτοίμαστο ἐξ ἐναντίας νεφέλη προσμένουσα, πύλας δὲ ὁ οὐρανὸς διαπετάσας, τῷ κάλλει ἐφαίνετο, καὶ ἡ γῆ τοὺς κρυπτῆρας ἀνακαλύπτει, Ἀδὰμ τὴν κατάβασιν ὡς γνωσθῆναι, καὶ τὴν αὖθις ἀνάβασιν. Ἀλλ' ἴχνη μὲν ὑψοῦτο, ὡς ὑπὸ χειρός, στόμα δὲ μεγάλα ηὐλόγει, ὡς ἠκούετο, νεφέλη ὑπελάμβανε, καὶ οὐρανὸς ἔνδον σε ὑπεδέξατο. Ἔργον τοῦτο Κύριε εἰργάσω, μέγα καὶ παράδοξον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Πληρώσας ἀγαθὲ Πατρὸς τὴν εὐδοκίαν, ἑνώσας τε τὰ ἄνω, τοῖς κάτω, ἀνελήφθης, ἐν δόξῃ πρὸς τὸ πρότερον.
Κατανυκτικὸν
Ἦχος β'
Ἀνῆλθες πρὸς τὸν σόν, Γεννήτορα οἰκτίρμον· ὅθεν οὐκ ἐχωρίσθης, καὶ ὕψωσας τὴν κάτω, κειμένην φύσιν Δέσποτα.
Μαρτυρικὸν
Ἦχος β'
Νεφέλη σε φωτός, ἀνέλαβεν εἰς ὕψος, καὶ Ἄγγελοι ἐν φόβῳ, καὶ τρόμῳ διηκόνουν τῷ θείῳ σου κελεύσματι.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Τὴν καταβᾶσαν φύσιν τοῦ Ἀδάμ, εἰς τὰ κατώτερα μέρη τῆς γῆς, ὁ Θεὸς καινοποιήσας σεαυτῷ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀνήγαγες σήμερον· ὡς ἀγαπήσας γάρ, συνεκάθισας· ὡς συμπαθήσας δέ, ἥνωσας σεαυτῷ· ὡς ἑνώσας συνέπαθες· ὡς ἀπαθὴς παθῶν δέ, συνεδόξασας. Ἀλλ' οἱ Ἀσώματοι, Τίς ἐστιν οὗτος, ἔλεγον, ὁ ὡραῖος ἀνήρ; ἀλλ' οὐκ ἄνθρωπος μόνον, Θεὸς δὲ καὶ ἄνθρωπος, τὸ συναμφότερον τὸ φαινόμενον. Ὅθεν ἔξαλλοι Ἄγγελοι, ἐν στολαῖς περιϊπτάμενοι, τοὺς Μαθητάς, Ἄνδρες, ἐβόων· Γαλιλαῖοι, ὃς ἀφ' ὑμῶν πεπόρευται, οὗτος Ἰησοῦς ἄνθρωπος Θεός, Θεάνθρωπος πάλιν ἐλεύσεται, κριτὴς ζώντων καὶ νεκρῶν, πιστοῖς δὲ δωρούμενος, ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῆς Ἀναλήψεως
Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἀναλήψεως
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ὑψόθεν εἰς γῆν, Χριστὲ καταβέβηκας, καὶ αὖθις ἐκ γῆς, εἰς ὕψος ἀνέδραμες, πρὸς τὸν σὸν Γεννήτορα, Μαθητῶν ὁρώντων σου τὴν ἄνοδον, σὺν αὐτοῖς οὖν ἑορτάζοντες, ὑμνοῦμέν σου Σῶτερ τὴν Ἀνάληψιν. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἀναλήψεως
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ὁ προαιώνιος Λόγος καὶ ἄναρχος, ἥνπερ ἀνείληφε, φύσιν ἀνθρώπειον, θεοποιήσας μυστικῶς, σήμερον ἀνελήφθη, Ἄγγελοι προτρέχοντες, Ἀποστόλοις ἐδείκνυον, τοῦτον πορευόμενον, εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς, αὐτῷ δὲ προσκυνήσαντες, ἔλεγον· Δόξα Θεῷ τῷ ἀναληφθέντι. (Δίς)

Κανών α', ᾨδὴ α', τῆς Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

ᾌσωμεν πάντες λαοὶ τῷ ἐπὶ ὤμων Χερουβὶμ ἀναληφθέντι, μετὰ δόξης Χριστῷ, καὶ συγκαθίσταντι ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

Τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων Χριστόν, χοροὶ Ἀγγέλων θεασάμενοι, μετὰ σαρκὸς ἐν ὑψίστοις ἐξεπλήττοντο· συμφώνως δὲ ἀνέμελπον, ὕμνον ἐπινίκιον.

Τῷ ὀφθέντι Θεῷ, ἐπὶ τοῦ ὄρους Σινᾶ, καὶ νόμον δόντι τῷ θεόπτῃ Μωσεῖ, τῶν Ἐλαιῶν ἐκ τοῦ ὄρους ἀναληφθέντι σαρκί, αὐτῷ πάντες ᾄσωμεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Ἄχραντε Μῆτερ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ γεννήτορος μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασεν.

Κανών α', ᾨδὴ γ', τῆς Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον Ἀνάληψιν».

Ἀνῆλθες Ζωοδότα Χριστέ, πρὸς τὸν Πατέρα καὶ ἀνύψωσας, ἡμῶν τὸ γένος φιλάνθρωπε, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου.

Αἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι, συνανιοῦσάν σοι, ἀπαύστως, ἐκπληττόμεναι ἀνύμνουν σε.

Ἐξίσταντο Ἀγγέλων χοροί, Χριστὲ ὁρῶντες μετὰ σώματος, ἀναληφθέντα, καὶ ἀνύμνουν, τὴν ἁγίαν σου Ἀνάληψιν.

Τὴν φύσιν τῶν ἀνθρώπων Χριστέ, φθορᾷ πεσοῦσαν ἐξανέστησας, καὶ τῇ ἀνόδῳ σου ὕψωσας, καὶ σαυτῷ ἡμᾶς ἐδόξασας.
Θεοτοκίον
Ἱκέτευε ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης Διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ.

Κοντάκιον τῆς Ἀναλήψεως
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.

Κανών α', ᾨδὴ δ', τῆς Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ἀνελήφθης ἐν δόξῃ, ὁ τῶν Ἀγγέλων Βασιλεύς, τὸν Παράκλητον ἡμῖν ἐκ τοῦ Πατρὸς ἀποστεῖλαι. Διὸ βοῶμεν· Δόξα Χριστὲ τῇ Ἀναλήψει σου.

Ὡς ἀνῆλθεν ὁ Σωτήρ, πρὸς τὸν Πατέρα σὺν σαρκί, κατεπλάγησαν αὐτῷ, αἱ τῶν Ἀγγέλων στρατιαί, καὶ ἐβόησαν· Δόξα Χριστὲ τῇ, Ἀναλήψει σου.

Αἱ τῶν Ἀγγέλων δυνάμεις, ταῖς ἀνωτέραις ἐβόων· Πύλας ἄρατε Χριστῷ, τῷ ἡμετέρῳ Βασιλεῖ, ὃν ἀνυμνοῦμεν, ἅμα σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Θεοτοκίον
Ἡ Παρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ Μήτηρ μὲν ἐστί· Παρθένος δὲ διέμεινεν, ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε κραυγάζομεν.

Κανών α', ᾨδὴ ε', τῆς Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίζοντες βοῶμέν σοι· Κύριε Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».

Πληρώσας εὐφροσύνης τὰ σύμπαντα ἐλεῆμον, ταῖς ἄνω δυνάμεσι, μετὰ σαρκὸς ἐπεδήμησας.

Ἀγγέλων αἱ δυνάμεις, αἰρόμενόν σε ἰδοῦσαι, τὰς πύλας, ἐκραύγαζον, τῷ Βασιλεῖ ἡμῶν ἄρατε.

Ἀπόστολοι ἰδόντες ὑψούμενον, τὸν Σωτῆρα, ἐν τρόμῳ ἐκραύγαζον· τῷ Βασιλεῖ ἡμῶν δόξα σοι.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

Κανών α', ᾨδὴ ς', τῆς Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο· ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε».

Ἐσκίρτησαν Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν κτίστην αἰρόμενον ἐλπίδι τοῦ Πνεύματος, καὶ φόβῳ ἔκραζον· Δόξα τῇ ἀνόδῳ σου.

Ἐπέστησαν οἱ Ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου· ὃν τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον, σαρκὶ ἐλεύσεται, δίκαιος πάντων κριτής.

Ὡς εἶδόν σε Σωτὴρ ἡμῶν, δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον σύσσωμον, ἐκραύγαζον λέγουσαι· μεγάλη Δέσποτα ἡ φιλανθρωπία σου.
Θεοτοκίον
Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα.


Κανών α', ᾨδὴ ζ', τῆς Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ὁ ἐν νεφέλῃ φωτός, ἀναληφθεὶς καὶ σώσας κόσμον, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ἐπὶ τῶν ὤμων Χριστέ, τὴν πλανηθεῖσαν ἄρας φύσιν, ἀναληφθείς, τῷ Θεῷ καὶ Πατρὶ προσήγαγες.

Ὁ ἀνελθὼν ἐν σαρκί, πρὸς τὸν ἀσώματον Πατέρα, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὴν νεκρωθεῖσαν ἡμῶν, τῇ ἁμαρτίᾳ φύσιν ἄρας, τῷ σῷ ἰδίῳ Πατρὶ Σῶτερ προσήγαγες.
Θεοτοκίον
Ὁ ἐκ Παρθένου τεχθείς, ἣν Θεοτόκον ἀπειργάσω, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τῆς Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τὸν ἐν δυσὶ ταῖς οὐσίαις, ἀναστάντα ζωοδότην Χριστόν, εἰς οὐρανοὺς μετὰ δόξης καὶ Πατρὶ συγκαθεζόμενον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Τὸν ἐκ δουλείας τὴν κτίσιν, τῶν εἰδώλων λυτρωσάμενον, καὶ παραστήσαντα ταύτην, ἐλευθέραν τῷ ἰδίῳ Πατρί, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν τῇ αὐτοῦ καταβάσει, καθελόντα τὸν ἀντίπαλον, καὶ τῇ αὐτοῦ ἀναβάσει, ἀνυψώσαντα τὸν ἄνθρωπον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τῶν Χερουβὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε ἁγνή, ἐν τῇ γαστρί σου τὸν τούτοις, ἐποχούμενον βαστάσασα, ὃν σὺν ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῆς Ἀναλήψεως
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν».

Σὲ τὸν λυτρωτὴν τοῦ κόσμου, Χριστὸν τὸν Θεόν, οἱ Ἀπόστολοι βλέποντες, ἐνθέως ὑψούμενον, μετὰ δέους σκιρτῶντες ἐμεγάλυνον.

Σοῦ τὴν θεωθεῖσαν σάρκα ὁρῶντες Χριστέ, ἐν τῷ ὕψει οἱ Ἄγγελοι, ἀλλήλοις διένευον· Ἀληθῶς οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν.

Σὲ τῶν ἀσωμάτων τάξεις Χριστὲ ὁ Θεός, ἐν νεφέλαις αἰρόμενον ἰδοῦσαι ἐκραύγαζον· τῷ τῆς δόξης Βασιλεῖ πύλας ἄρατε.

Σὲ τὸν καταβάντα ἕως ἐσχάτου τῆς γῆς, καὶ τὸν ἄνθρωπον σώσαντα, καὶ τῇ ἀναβάσει σου ἀνυψώσαντα, τοῦτον μεγαλύνομεν.
Θεοτοκίον
Χαῖρε Θεοτόκε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας, σήμερον, ἐκ γῆς ἀνιπτάμενον, σὺν Ἄγγέλοις ὁρῶσα ἐμεγάλυνες.

Ἐξαποστειλάριον τῆς Ἀναλήψεως
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἀναλήψεως
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Οὐ λείψω ὀρφανούς, οὕσπερ ἐγὼ συνῆξα, ὁ Κύριος τοῖς φίλοις, ἐλάλει, ἀλλὰ πέμψω, ὑμῖν Πνεῦμα τὸ ἅγιον.
Ἦχος β'
Ἄγγελοι τοῖς σοφοῖς ἐβόων Ἀποστόλοις· Ὦ ἄνδρες Γαλιλαῖοι, ὃν τρόπον καθορᾶτε, αὐτὸς πάλιν ἐλεύσεται.
Ἦχος β'
Κατῆλθον ἐν χαρᾷ, ἀπὸ τοῦ Ἐλαιῶνος, οἱ Μαθηταί σου Λόγε, δοξάζοντες, ὑμνοῦντες, τὴν θείαν σου Ἀνάληψιν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ὅτε ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς τῶν Μαθητῶν ὁρώντων, αἱ νεφέλαι ὑπελάμβανόν σε μετὰ σαρκός, πύλαι ἐπήρθησαν αἱ οὐράνιαι, ὁ χορὸς τῶν Ἀγγέλων ἔχαιρεν ἐν ἀγαλλιάσει, αἱ ἀνώτεραι δυνάμεις ἔκραζον, λέγουσαι· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, οἱ δὲ Μαθηταὶ ἐκπληττόμενοι ἔλεγον· Μὴ χωρισθῇς ἡμῶν, ὁ Ποιμὴν ὁ καλός, ἀλλὰ πέμψον ἡμῖν τὸν Πνεῦμά σου τὸ πανάγιον, τὸ ὁδηγοῦν καὶ στηρίζον τὰς ψυχὰς ἡμῶν.

Ἀντίφωνον Α', Ἦχος β'
Στίχ. α'
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Στίχ. β' Ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Στίχ. γ' Ὑπέταξας λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.

Ἀντίφωνον Β', Ἦχος β'
Στίχ. α'
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β' Ὅ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Στίχ. γ' Ὅτι Ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.

Ἀντίφωνον Γ', Ἦχος δ'
Στίχ. α'
Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
Στίχ. β' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. γ' Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

Εἰσοδικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ...

Μεγαλυνάριον
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν».

Κοινωνικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Ἀλληλούϊα.