ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΤΡΙΤῌ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος α'
Τῷν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Νῦν ἐγκαινίζονται γλῶσσαι, τὰ μεγαλεῖα Θεοῦ, ἑτεροφθόγγοις λόγοις, καὶ πυρὸς ὡς ἐν εἴδει, εἰς πίστωσιν ἁπάντων, τῷν ἐπὶ γῆς, διηγεῖσθαι τρανότατα, νῦν εἰς σημεῖον τοῖς ἔθνεσιν ἀληθῶς, σωτηρία ἐπεδήμησεν.
Ἦχος α'
Ἣν καταπέμψαι ὑπέσχου, τοῖς Μαθηταῖς σου Χριστέ, ἐξ ὕψους δυναστείαν, ἐκπληρώσας ἐκπέμπεις, τὸ ἅγιον του Πνεῦμα, δείξας ἡμῖν, ὅτι σὺ εἶ ἡ ἀλήθεια, καὶ ἐπὶ σὲ οἱ ἐλπίζοντες ἀγαθέ, ἀληθῶς οὐ καταισχύνονται.
Ἦχος α'
Τὴν προθεσμίαν πληρώσας, σοῦ τὸν Παράκλητον, ὡσεί πυρὸς ἐν γλώσσαις, ἐξαπέστειλας κόσμῳ, τὰς πάντων ἁμαρτίας, θείῳ πυρί, ἀναχωνεῦσαι, καὶ δοῦναι ἡμῖν, τήν πρὸς αὐτὸν κοινωνίαν εἰλικρινῆ, τοῖς πιστῶς θεολογοῦσιν αὐτόν.
Δόξα... Καὶ νῦν... Ἦχος α'
Τῷν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον, ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντός, Κύριε δόξα σοι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ἔργῳ τοῖς Μαθηταῖς, ὡς ἐπηγγείλω Λόγε, ἀπέστειλας τὸ θεῖον, καὶ ἅγιόν σου Πνεῦμα, καὶ τούτους κατεφώτισας.
Κατανυκτικὸν
Ἦχος β'
Ἄφνω ἐξ οὐρανοῦ, τοὺς Ἀποστόλους πᾶσα, τοῦ θείου Παρακλήτου, ἡ δύναμις πανσόφους, καὶ θεολόγους ἔδειξε.
Μαρτυρικὸν
Ἦχος β'
Γένος ἀλλογενῶν, ἀκούοντες ἠπόρουν, ταῖς γλώσσαις ταῖς ἰδίαις, τοὺς θείους Ἀποστόλους, Τριάδα μεγαλύνοντας.
Δόξα... Καὶ νῦν... >Ἦχος α'
Γλώσσαις ἀλλογενῶν ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῆς Πεντηκοστῆς
Ἦχος πλ. δ'
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Συντάττω, συνυμνῶ, συνδοξάζω, συνσέβω, Πατρὶ καὶ τῷ Υἱῷ, τὸ πανάγιον Πνεῦμα, ἑνῶν τῇ Θεότητι, διαιρῶν ἰδιότησιν· οὕτω τοῦτο γὰρ τοὺς τοῦ Χριστοῦ Ἀποστόλους, ἐμφορῆσαν νῦν, ἀνὰ τὸν σύμπαντα κόσμον, κηρύττειν ἐσόφισε. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Χριστοῦ τοὺς Μαθητάς, ἡ τοῦ Πνεύματος χάρις, φρικτῶς ἐξ οὐρανοῦ, κατελθοῦσα ἐν εἴδει, πυρός, κατεφώτισε, καὶ φωστῆρας ἀνέδειξε, καταγγέλλοντας, τῇν τῆς ἁγίας Τριάδος, μίαν δύναμιν, καὶ κυριότητα μίαν, ἣν πίστει δοξάζομεν. (Δίς)

Κανών α', ᾨδὴ α', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται».

Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον· πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Κανών α', ᾨδὴ γ', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε».

Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

Κοντάκιον, τῆς Πεντηκοστῆς
Ἦχος πλ. δ'
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Κανών α', ᾨδὴ δ', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».

Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Κανών α', ᾨδὴ ε', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».

Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι' Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

Κανών α', ᾨδὴ ς', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε· ὅτι ἐκ Πατρὸς Υἱὸς ἀρρεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

Κανών α', ᾨδὴ ζ', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, δι' ἧς Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.

Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν· Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα· Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐρρητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ' ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

Ἐξαποστειλάριον, τῆς Πεντηκοστῆς
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.
Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι' αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὅλον με Χριστέ, προσλαβόμενος ἀφράστως, ὅλῳ μοι τῇ σῇ συνεκράθης θείᾳ φύσει, φυρμὸν οὐχ ὑπομείνας, οὐ τροπήν, οὐ διαίρεσιν. Δόξα τῇ φρικτῇ σου καταβάσει, τῷ πάθει καὶ τῇ ἀναστάσει, τῇ ἀναβάσει τε, δι' ὧν ἡ πρὶν χαμαιρριφής, ἀνύψωται φύσις ἡμῶν.
Ἦχος β'
Γλῶσσαι ὡσεί πυρός, ἐξ ὕψους ὁραθεῖσαι, ἐπὶ τοὺς Ἀποστόλους, κατῆλθον μερισθεῖσαι, φωτίζουσαι, οὐ φλέγουσαι.
Ἦχος β'
Ἄνωθεν πρὸς ἡμᾶς, Παράκλητε φοιτήσας, ὡς πρὶν τοῖς Ἀποστόλοις ἁγίασον καὶ σῶσον, τοὺς σὲ Θεὸν κηρύττοντας.
Δόξα... Καὶ νῦν... Ἦχος α'
Πάντα χορηγεῖ, τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμόν τῆς Ἐκκλησίας, Ὁμοούσιε καὶ Ὁμόθρονε τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.

Ἀντίφωνον Α'
Ἦχος β'
Στίχ.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.
Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γ'
Ἦχος πλ. δ'
Στίχ.
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος β'
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Ἀντί τοῦ Τρισαγίου: «Ὅσοι εἰς Χριστόν...».

Μεγαλυνάριον
Ἦχος βαρὺς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.