ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΕΜΠΤῌ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος α'
Τῷν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Μωσῆς ἐν ὄρει τὸν ὄντα, πυρὶ τεθέαται, ἀλλὰ καὶ τοῖς θεόπταις, καὶ σοφοῖς Ἀποστόλοις, τὸ πνεῦμα πυριμόρφως κάτεισι νῦν, ὡς σαφῶς ὑπεμφήνειεν, ὡς εἷς Θεός ὁ λαλήσας, τότε καὶ νῦν, ἐν ταυτότητι τῆς φύσεως.
Ἦχος α'
Ἐν πυριμόρφοις ταῖς γλώσσαις, οἱ θεορρήτορες, βαπτίσματος τοῦ θείου, οἱ πρὸς ὕδωρ καλοῦντες, ῥητόρων φληναφίας, ἀθέων πυρί, τῷ τοῦ Πνεύματος ἔφλεξαν, ἀλλὰ φωτίσαις Παράκλητε καὶ ἡμᾶς, τοὺς πιστῶς θεολογοῦντάς σε.
Ἦχος α'
Καὶ τοὺς ἐν ὕλῃ Θεέ μου, σοὶ λειτουργήσαντας, προσλαβομένῳ πάχος, τὸ τῆς ὕλης ἀρρήτως, ὡς πάλαι τοὺς ἀΰλους, πυρὶ καινουργεῖς, φλογεροὺς τῷ τοῦ Πνεύματος. Ὡς πολυΰμνητος πέλεις, ὡς θαυμαστός, ἐν τοῖς ἔργοις σου φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ἐν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὁμοδύναμον, σύνθρονον, συμφυὲς καὶ συνάναρχον, τῷ Πατρί, τῷ Λόγῳ τε, Πνεῦμα ἅγιον, συμπαντουργόν, συναΐδιον, πανάγαθον, πάνταρχον, τοὺς τοῦ Λόγου Μαθητάς, ἐμφορῆσαν ἐσόφισεν, ἐν τοῖς ἔθνεσιν, ἐν φωναῖς πολυγλώσσοις καταγγέλλειν, τοῦ Θεοῦ τὰ μεγαλεῖα, καὶ τῆς Τριάδος τὰ δόγματα.
Κατανυκτικὸν
Ἦχος δ'
Τὰ τῇ μέθῃ σκοτούμενα, τῆς ἀγνοίας θεάνθρωπε, τῶν ἐθνῶν συστήματα, τὰ πολύσπορα, ὑψηγοροῦντας ἐν πνεύματι, τὰ θεῖα τοὺς Μύστας σου, πολυγλώσσοις λαλιαῖς, ἀπεκάλουν μεθύοντας, τοὺς ἐλάσαντας, τῆς ἀπάτης τὴν μέθην, ἀλλ' ἡμεῖς σε, δι' αὐτῶν ἐπεγνωκότες, θεολογοῦμεν σῳζόμενοι.
Μαρτυρικὸν
Ἦχος δ'
Ἡ πηγὴ ἡ ἀΐδιος, ἀενάως ἡ βρύουσα, ποταμὸν ἀνέκφραστον ἀγαθότητος, ὕδωρ τὸ ζῶν ἀεὶ βλύζουσα, συμφύτως προχέουσα, ταῖς αὐτοῦ ἐπιρροαῖς, τὴν ψυχήν μου κατάρδευσον, λυτρουμένη με, τῷν παθῶν τῆς καμίνου, τοῦ φλογμοῦ τε, τῶν δεινῶν πειρατηρίων, καὶ τοῦ πυρὸς τῆς κολάσεως.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Τριάδα ὁμοούσιον ὑμνολογήσωμεν, Πατέρα, καὶ Υἱόν, σὺν Ἁγίῳ Πνεύματι· οὕτω γὰρ ἐκήρυξαν πάντες οἱ Προφῆται, καὶ Ἀπόστολοι μετὰ Μαρτύρων.

Ἀπολυτίκιον τῆς Πεντηκοστῆς
Ἦχος πλ. δ'
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ προφητικαί, περαιοῦνται προρρήσεις· ὁ τούτους γὰρ αὐγαῖς, ἀμυδραῖς ἐκκαλύψας μελλόντων τὴν δήλωσιν, ὡς Θεὸς ὁ Παράκλητος, νῦν ἐκκέχυται, τοῖς Ἀποστόλοις πλουσίως, διὰ τούτων δέ, καὶ τοῖς πιστῶς προσκυνοῦσι, Τριάδα τὴν ἄκτιστον. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἡ τοῦ Πνεύματος αἴγλη τοὺς Ἀποστόλους σου, ἐμφορήσασα Σῶτερ, φωστῆρας ἔδειξε, τὴν τῶν αἱρέσεων ἀχλύν, ἀποδιώκοντας, ἀπὸ τῆς γῆς, καὶ τῶν πιστῶν, καταφωτίζοντας ψυχάς, λατρεύειν σου τὸν Πατέρα, καὶ τὸ πανάγιον Πνεῦμα τὸ ἁγιάζον τοὺς προσκυνοῦντάς σε. (Δίς)

Κανών α', ᾨδὴ α', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται».

Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον· πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Κανών α', ᾨδὴ γ', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε».

Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

Κοντάκιον, τῆς Πεντηκοστῆς
Ἦχος πλ. δ'
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Κανών α', ᾨδὴ δ', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».

Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Κανών α', ᾨδὴ ε', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».

Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι' Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

Κανών α', ᾨδὴ ς', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε· ὅτι ἐκ Πατρὸς Υἱὸς ἀρρεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

Κανών α', ᾨδὴ ζ', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, δι' ἧς Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.

Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν· Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα· Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐρρητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ' ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

Ἐξαποστειλάριον, τῆς Πεντηκοστῆς
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.
Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι' αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ τοῦ Πνεύματος κάθοδος, Ἀποστόλους ἐφώτισεν, ἐν πυρίναις γλώσσαις νῦν, ἐποφθεῖσα αὐτοῖς, καὶ τούτους ῥήτορας ἔδειξε, τοῖς πᾶσι κηρύττοντας, τῆς Τριάδος ἀληθῆ, ὁμοφυῆ τε τὴν ἕνωσιν· ὅθεν ἅπαντα, ἐξεπλήττοντο ἔθνη, καθορῶντα, τοὺς ποτὲ ἀγροικοτάτους, τρανῶς λαλοῦντας ἀπόρρητα.
Ἦχος δ'
Ὑπερῴῳ καθήμενοι οἱ Ἀπόστολοι ἔλαβον, τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, πνοὴν βιαίαν φοιτήσασαν, ἐν πυρίναις γλώσσαισι, καὶ ἐλάλουν ἐμφανῶς, διαφόροις διδάγμασι, προσφθεγγόμενοι, τὸν τῆς χάριτος λόγον βεβαιοῦντες, τὸν παθόντα ἑκουσίως, Χριστὸν ὑπάρχειν Θεὸν ἀληθῆ.
Ἦχος δ'
Ὡς κατέπεμψας Κύριε, τοῦ ἁγίου σου Πνεύματος Ἀποστόλοις σήμερον, θείαν χάριν, καὶ νῦν ἡμῖν παράσχου δεόμεθα, αὐγάσαι καρδίας φωτί, ἀενάως τῆς αὐτοῦ, ἐπελεύσεως, ὅπως σαφῶς τὸν τρισάγιον, ἐν φωναῖς ἀσιγήτοις, αἶνον πάντες, ἀναπὲμψωμεν ὑμνοῦντες, Τριάδα φύσει ἀχώριστον.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδόν σωτηρίας, καί, ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

Ἀντίφωνον Α'
Ἦχος β'
Στίχ.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.
Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γ'
Ἦχος πλ. δ'
Στίχ.
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος β'
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Ἀντί τοῦ Τρισαγίου: «Ὅσοι εἰς Χριστόν...».

Μεγαλυνάριον
Ἦχος βαρὺς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.