ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος δ'
Ἐδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διαιροῦν τὰ χαρίσματα, ἐπὶ γῆς ἐπεδήμησεν, οὐχ ὥς περ τὸ πρότερον, τῇ σκιᾷ τοῦ νόμου, λάμψαν ἐν Προφήταις, οὐσιωδῶς δὲ νῦν ἡμῖν, τῇ μεσιτείᾳ Χριστοῦ δεδώρηται, καρδίας ἐκκαθάρωμεν, ταῖς ἀρεταῖς καὶ δεξώμεθα, τὴν αὐτοῦ ἐπιφοίτησιν, μυστικῶς φωτιζομενοι.
Ἦχος δ'
Τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἀντανέλῃς φιλάνθρωπε, ἀφ' ἡμῶν, ἀλλὰ δώρησαι, ἀξίως τὴν χάριν σου, πολιτευομένους, ψυχῇ καὶ καρδίᾳ διαιωνίζουσαν αὐτοῦ, τὴν μετουσίαν κληρονομῆσαι ἡμᾶς, ναοὺς καὶ οἰκητήρια, τοῦ Παρακλήτου ὑπάρχοντας, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Τὸ πνεῦμα τὸ ἅγιον τὸ ἁγιάζον τὰ σύμπαντα, εὐσεβῶς ἀνυμνήσωμεν, καὶ πίστει βοησωμεν, ὁ ἐλθὼν ἐν κόσμῳ, Πατρὸς εὐδοκίᾳ, μὴ ἀποχώρει ἀφ' ἡμῶν, τῶν λατρευόντων σου τῇ Θεότητι, ναοὺς ἡμᾶς ἀνάδειξον, τῆς σῆς ἀφράστου χρηστότητος, καὶ ἁγίασον ἅπαντας, τοὺς πιστῶς ἀνυμνοῦντάς σε.
Δόξα... Καὶ νῦν... Ἦχος βαρὺς
Παράκλητον ἔχοντες πρὸς τὸν Πατέρα, Χριστὸν τὸν Θεόν, Παράκλητον ἄλλον ἐπιδημήσαντα τῇ γῇ σήμερον, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐν πίστει προσκυνήσωμεν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Τὸ Πνεῦμα τὸ ἅγιον Πατρός, τὸ ἐκπορευόμενον, καὶ ἐν Υἱῷ προσκυνούμενον, δι' οὗ καὶ φέρεται, καὶ κρατεῖται πάντα, καὶ ζωῇ συνέχεται, καὶ ζῇ καὶ διαμένει καὶ σῴζεται, θεολογήσωμεν. Ἀκατάληπτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.
Κατανυκτικὸν
Ἦχος α'
Τὸ Πνεῦμα τὸ ἅγιον πηγή, πάσης ἀγαθότητος, οὐσιωδῶς ἐπεδήμησε, τῆς γῆς τὰ πέρατα, οὐρανίου σθένους, διὰ τῶν Ἀποστόλων, πληρῶσαι καὶ τῆς θείας χρηστότητος, αὐτῷ βοήσωμεν· Ἀνερμήνευτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.
Μαρτυρικὸν
Ἦχος α'
Τὸ Πνεῦμα τὸ ἅγιον Θεός, συμφυὲς καὶ σύνθρονον, Πατρὶ καὶ Λόγῳ γνωρίζεται, φῶς ὑπερτέλειον, ἐκ φωτὸς ἐκλάμψαν, ἐξ ἀνάρχου τελείου, Πατρός, καὶ δι' Υἱοῦ προερχόμενον, αὐτῷ βοήσωμεν, Ζωοπάροχε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.

Ἀπολυτίκιον τῆς Πεντηκοστῆς
Ἦχος πλ. δ'
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου, κατέπεμψας οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ, μυστικῶς, Σῶτερ τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Οἱ σοῦ Σωτῆρος ἐρασταί, χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον, σήμερον ἐξ ὕψους, κατῆλθεν, καὶ ἔστη ἐπὶ τὰς κάρας τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς· γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν. (Δίς)

Κανών β', ᾨδὴ α', τῆς Πεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.
Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·
Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.
Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.
Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον
Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,
Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον

Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος,
Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.
Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,
Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,
Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

Κανών β', ᾨδὴ γ', τῆς Πεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,
Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι
Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων».

Ἄληπτός ἐστιν ἡ θεαρχικωτάτη·
Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,
Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,
Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,
Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.

Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,
Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,
Οὗ τὴν δι' Υἱοῦ πατρικῆς ἐξουσίας,
Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,
Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

Κοντάκιον, τῆς Πεντηκοστῆς
Ἦχος πλ. δ'
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Κανών β', ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,
Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.
Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε».

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,
Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,
Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου
Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε,
Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,
Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.
Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν,
Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.
Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,
Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.
Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,
Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,
Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.

Κανών β', ᾨδὴ ε', τῆς Πεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».

Καθώς περ εὐδόκησεν αὐτεξουσίως,
Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,
Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,
Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,
Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,
Χ' αὐτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,
Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.
Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,
Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.

Κανών β', ᾨδὴ ς', τῆς Πεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».

Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,
Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,
Πατροπροβλήτως πάντοτε ξυνημμένον,
Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,
Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,
Σιωνίταις μίμνουσι σὴν παρουσίαν,
Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,
Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,
Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

Κανών β', ᾨδὴ ζ', τῆς Πεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,
Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην.
Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων.
Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως.
Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.

Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,
Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου
Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,
Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,
Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.

Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,
Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,
Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας,
Ἀλλ' ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,
Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.

Κανών β', ᾨδὴ η', τῆς Πεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,
Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,
Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».

Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν,
Ἅ πατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη,
Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ,
Ἐφίζον· εὐλογητὸν οἰκειουμένη,
Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις.

Σωτηριωδῶς, αὐτοδεσπότως ἰόν,
Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους,
Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,
Τιμῆεν ὡς ἄημα· τοῖς σοῖς οἰκέταις,
Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.

ᾞσε Προφητῶν πνευματέμφορον στόμα,
Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,
Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,
Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,
Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.

Κανών β', ᾨδὴ θ', τῆς Πεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.
Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.
Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν.

Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην.
Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον
Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν.
Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος
Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.

Ὅσοις ἔπνευσεν ἡ θεόρρυτος χάρις,
Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,
Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην
Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,
Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.

Ἐξαποστειλάριον, τῆς Πεντηκοστῆς
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.
Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι' αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐπιπαφλάζοντος πάλαι, πυρίνου ἅρματος, ὁ ζηλωτὴς Ἠλίας, καὶ πυρίπνους ἐν δόξῃ, ὀχούμενος ἐδήλου, τὴν νῦν ἐν Σιών, Ἀποστόλοις ἐκλάμψασαν, ἀφ' ὕψους θείαν ἐπίπνοιαν ἐμφανῶς, δι' ἧς κόσμον κατελάμπρυναν.
Ἦχος α'
Ἰσηγοροῦντες τὴν θείαν, οἰκονομίαν Χριστοῦ, ἐν πυριμόρφοις γλώσσαις, οἱ Ἀπόστολοι πάντες, ἐφώτισαν τὰ ἔθνη, σέβειν πιστῶς, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεόν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον.
Ἦχος α'
Σιὼν ἁγία ἡ Μήτηρ, Ἐκκλησιῶν ἁπασῶν, ἐν ᾗ πυρὸς ἐν εἴδει, τὸ Παράκλητον Πνεῦμα, ἐπὶ τοὺς Ἀποστόλους, κατῆλθε φρικτῶς, χαῖρε νῦν καὶ ἑόρταζε, τὴν κοσμοπόθητον ὄντως Πεντηκοστήν, σὺν ἡμῖν πανηγυρίζουσα.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς, ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Ἀντίφωνον Α'
Ἦχος β'
Στίχ.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.
Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γ'
Ἦχος πλ. δ'
Στίχ.
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος β'
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Ἀντί τοῦ Τρισαγίου: «Ὅσοι εἰς Χριστόν...».

Μεγαλυνάριον
Ἦχος βαρὺς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.