ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
ΠΛ Δ' ΗΧΟΣ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος πλ. δ'
Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Ἦχος πλ. δ'
Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Ἦχος πλ. δ'
Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.
Ἦχος πλ. δ'
Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.
Δόξα... Ἦχος πλ. β'
Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τὸ Δογματικὸν, Ἦχος πλ. δ'
Πῶς σε μακαρίσωμεν Θεοτόκε; πῶς δὲ ἀνυμνήσωμεν ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου; Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργός φύσεως; τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτόν, εἰς κένωσιν τὴν ἀνεξιχνίαστον, ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου ἁγνὴ κατεσκήνωσε, καὶ σάρξ ἀτρέπτως ἐγένετο ἐκ σοῦ, ἀπειρόγαμε, μείνας, ὅπερ ὑπῆρχε φύσει, Θεός. Διὸ αὐτὸν προσκυνοῦμεν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ ἀληθῶς, διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τάς ἐνεργείας, καὶ τὰ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει, καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος πλ. δ'
Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.
Εἶτα, τὰ παρόντα τῆς Θεοτόκου.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαῖρε, Θεοτόκε πάνσεμνε, χαῖρε πηγὴ τὴν ζωήν, τοῖς πιστοῖς ἡ πηγάζουσα, χαῖρε πάντων Δέσποινα, καὶ Κυρία τῆς κτίσεως, εὐλογημένη, χαῖρε πανάμωμε, δεδοξασμένη, χαῖρε πανάχραντε, χαῖρε παλάτιον, χαῖρε θεῖον σκήνωμα, χαῖρε ἁγνή, χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε.
Ἦχος πλ. δ’
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Χαῖρε, Θεομῆτορ ἄχραντε, χαῖρε, πιστῶν ἡ ἐλπίς, χαῖρε, κόσμου καθάρσιον, χαῖρε, πάσης θλίψεως, ῥυομένη τοὺς δούλους σου, ἡ τῶν ἀνθρώπων, χαῖρε, παράκλησις, ἡ ζωηφόρος, χαῖρε, ἀντίληψις, χαῖρε, προπύργιον, τῶν προσκαλουμένων σε, χαῖρε, Θεοῦ, θεῖον ἐνδιαίτημα, καὶ ὄρος ἅγιον.
Ἦχος πλ. δ'
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Χαῖρε, Θεοτόκε Δέσποινα, χαῖρε, ἡ μόνη ἐλπίς, τῶν βροτῶν καὶ ἀντίληψις, χαῖρε, καταφύγιον, καὶ λυχνία ἀείφωτος, ἠγλαϊσμένον, χαῖρε, λαμπάδιον, ἡγιασμένον, χαῖρε, παλάτιον χαῖρε, Παράδεισε, χαῖρε, θεῖον σκήνωμα, χαῖρε, πηγή, βρύουσα τὰ νάματα, τῶν προστρεχόντων σοι.
Δόξα... Ἦχος πλ. β’
Δεῦτε πιστοί, σήμερον χορείαν ἐπικροτήσαντες, εὐσεβῶς πανηγυρίσωμεν, καὶ τῶν Ἁγίων πάντων τὴν ἔνδοξον, καὶ σεβάσμιον μνήμην, ἐνδόξως τιμήσωμεν, λέγοντες· Χαίρετε, Ἀπόστολοι ἔνδοξοι, Προφῆται, καὶ Μάρτυρες, καὶ Ἱεράρχαι. Χαίρετε, Ὁσίων ὁ δῆμος, καὶ τῶν Δικαίων. Χαίρετε, τιμίων Γυναικῶν ὁ χορὸς καὶ Χριστόν ὑπὲρ τοῦ κόσμου πρεσβεύσατε, νίκας τῷ βασιλεῖ κατὰ βαρβάρων δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Ἦχος πλ. β’
Ὁ ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε. Διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος πλ. δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν, Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ'
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος δ΄
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος πλ. δ΄
Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Ἦχος πλ. δ΄
Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Ἦχος πλ. δ΄
Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.
Ἕτερα Στιχηρά, Ἀνατολικά. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.
Ἦχος πλ. δ΄
Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ΄
Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.
Ἔτερα τῶν Ἁγίων Πάντων
Ἦχος πλ. β΄
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Οἱ πνευματορρήτορες, οἱ Μαθηταὶ τοῦ Σωτῆρος, τοῦ Πνεύματος ὄργανα, πίστει χρηματίσαντες, διεσπάρησαν, εἰς τὰ γῆς πέρατα, τὸ σεπτὸν κήρυγμα, ὀρθοδόξως κατασπείροντες, ἐξ ὧν ἐβλάστησαν, θείᾳ γεωργίᾳ καὶ χάριτι Μαρτύρων τὰ στρατεύματα, πάθος τὸ σεπτὸν εἰκονίζοντες, διὰ πολυτρόπων, στρεβλώσεων μαστίγων καὶ πυρός, καὶ παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β΄
Πυρὶ ἐκκαιόμενοι, τῆς τοῦ Κυρίου ἀγάπης, πυρὸς κατεφρόνησαν, καὶ ὡς θεῖοι ἄνθρακες ἀναπτόμενοι, οἱ σεπτοὶ Μάρτυρες, ἐν Χριστῷ ἔφλεξαν, φρυγανῶδες πλάνης φρύαγμα, θηρῶν δὲ ἔφραξαν, στόματα, σοφαῖς ἐπικλήσεσι, καὶ κάρας ἐκτεμνόμενοι, ἔτεμον ἐχθροῦ πάσας φάλαγγας, καὶ τοὺς τῶν αἱμάτων, προχέοντες κρουνοὺς καρτερικῶς, τὴν Ἐκκλησίαν κατήρδευσαν, πίστει ἀναθάλλουσαν.
Ἦχος πλ. β΄
Θηρσὶ προσπαλαίοντες, τυμπανιζόμενοι ξίφει, ὄνυξι ξεόμενοι, χεῖρας ἀφαιρούμενοι, καὶ στρεβλούμενοι, οἱ στερροὶ μάρτυρες, καὶ πυρὶ ἐνύλῳ, ἀνενδότως φλογιζόμενοι, καὶ ἐκκεντούμενοι, καὶ τὰς ἁρμονίας τεμνόμενοι, ὑπέφερον στερρότατα, λήξιν προορῶντες τὴν μέλλουσαν, καὶ τοὺς ἀκηράτους, στεφάνους, καὶ τὴν δόξαν τοῦ Χριστοῦ, ᾧ παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β΄
Ἐν πᾶσι τοῖς πέρασι, τοὺς ἐναθλήσαντας πίστει, Ἀποστόλους, Μάρτυρας, ἱερεῖς θεόφρονας, σεμνὰ Γύναια, ἱερὸν ἄθροισμα, ἱεροῖς ᾄσμασι, κατὰ χρέος εὐφημήσωμεν, ὅτι συνήφθησαν, τοῖς ἐπουρανίοις οἱ γήϊνοι, καὶ πάθει τὴν ἀπάθειαν, χάριτι Χριστοῦ ἐκομίσαντο, καὶ νῦν ὡς ἀστέρες, στερροὶ περιαυγάζοντες ἡμᾶς, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν, Ἦχος πλ. β΄
Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον - Ὀκτώηχος, Ἦχος πλ. δ΄
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Προκείμενον. Ἦχος πλ. β’.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς; Τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτὴν
Ψάλλομεν τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς, εἶτα τὰ παρόντα Ἰδιόμελα τῶν Ἁγίων Πάντων.
Ἦχος α'

Πίστεως συμφωνία, τὴν κοσμικὴν πανήγυριν, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, Πατριαρχῶν τὸ τίμιον, τῶν Προφητῶν τὸν σύλλογον, Ἀποστόλων τὸ ἐγκαλλώπισμα, Μαρτύρων τὸ ἄθροισμα, Ἀσκητῶν τὸ καύχημα, πάντων τῶν Ἁγίων τὴν μνήμην, πνευματικῶς ἑορτάσωμεν· πρεσβεύουσι γὰρ ἀπαύστως, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος α'
Πίστεως συμφωνία, τὴν κοσμικὴν πανήγυριν, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, Πατριαρχῶν τὸ τίμιον, τῶν Προφητῶν τὸν σύλλογον, Ἀποστόλων τὸ ἐγκαλλώπισμα, Μαρτύρων τὸ ἄθροισμα, Ἀσκητῶν τὸ καύχημα, πάντων τῶν Ἁγίων τὴν μνήμην, πνευματικῶς ἑορτάσωμεν· πρεσβεύουσι γὰρ ἀπαύστως, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δεῦτε πάντες οἱ πιστοί, τῶν Ἁγίων πάντων, ἐν ψαλμοῖς καὶ τὴν πανένδοξον μνήμην, ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, τὸν Βαπτιστὴν τοῦ Σωτῆρος, Ἀποστόλους, Προφήτας, καὶ Μάρτυρας, Ἱεράρχας, Διδασκάλους τε καὶ Ὁσίους, Ἀσκητὰς καὶ Δικαίους, καὶ τῶν ἁγίων Γυναικῶν τὸ φιλόθεον σύστημα, σεβασμίως μακαρίζοντες, συμφώνως ἐκβοήσωμεν· Ὑπεράγαθε Χριστέ, ὁ Θεὸς ἡμῶν, ταῖς αὐτῶν πρεσβείαις παράσχου εἰρήνην ταῖς Ἐκκλησίαις σου, νίκας κατ' ἐχθρῶν τῷ φιλοχρίστῳ βασιλεῖ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δεῦτε ἅπαντες, πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τῶν Ἁγίων· ἰδοὺ γὰρ παραγέγονε, πλουτοποιὰ ἡμῖν χαρίσματα κομίζουσα· διὸ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ καθαρῷ συνειδότι, ἀναβοήσωμεν λέγοντες· Χαίρετε Προφητῶν ὁ σύλλογος, οἱ τὴν ἔλευσιν Χριστοῦ τῷ κόσμῳ κηρύξαντες, καὶ τὰ πόρρω ἐγγὺς προβλέποντες. Χαίρετε Ἀποστόλων ὁ χορός, οἱ τῶν ἐθνῶν σαγηνευταί, καὶ ἁλιεῖς τῶν ἀνθρώπων. Χαίρετε Μαρτύρων ὁ δῆμος, οἱ ἐκ περάτων γῆς συναθροισθέντες εἰς μίαν πίστιν, καὶ ὑπὲρ ταύτης βασάνων αἰκισμοὺς ὑπομείναντες, καὶ τελείως τὸν τῆς ἀθλήσεως στέφανον εἰληφότες. Χαίρετε Πατέρων ὁ μελισσών, οἱ τὰ ἑαυτῶν σώματα τῇ ἀσκήσει κατατήξαντες, καὶ νεκρώσαντες τὰ πάθη τῆς σαρκός, τὸν νοῦν θείῳ ἔρωτι ἐπτερώσατε, εἰς οὐρανοὺς ἐνέπτητε, καὶ σὺν Ἀγγέλοις εὐφραινόμενοι, ἀπολαύετε τῶν αἰωνίων ἀγαθῶν. Ἀλλ' ὦ Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες σὺν Ἀσκηταῖς, τὸν ὑμᾶς στεφανώσαντα, ἐκτενῶς δυσωπεῖτε, τοῦ λυτρωθῆναι ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τοὺς ἐν πίστει, καὶ πὀθῳ τελοῦντας, τὴν ἀεισέβαστον μνήμην ὑμῶν.
Δόξα... Ἦχος πλ. α'
Τῇ νῦν πανηγύρει, συνδράμωμεν οἱ πιστοί· προτίθεται γὰρ ἡμῖν πνευματικὴ τράπεζα, καὶ κρατὴρ μυστικός, ἐξ ἡδέων ἐδεσμάτων εὐφροσύνης πλήρης, αἱ τῶν Μαρτύρων ἀρεταί· οὗτοι γὰρ οἱ καρτερόψυχοι, ἐκ τῶν περάτων τῆς γῆς, τῶν τοῦ σώματος ἄκρων, ἑτεροπόνους αἰκισμούς, τῷ Θεῷ προσήνεγκαν, θυσίαν λογικήν, πᾶσαν ἀκμήν ἡλικίας, οἱ μὲν τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἕτεροι δὲ χειρῶν διαιρέσεις, καὶ πάσης ἁρμονίας ἅμα, πάντες οἱ Ἅγιοι τῶν τοῦ Χριστοῦ παθημάτων κοινωνοὶ γεγόνασιν. Ἀλλ' ὦ στεφάνους αὐτοῖς ἀμοιβὰς βασάνων δεδωκώς, Κύριε, κατ' ἴχνος τούτων πολιτεύεσθαι ἀξίωσον ἡμᾶς, ὡς φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου, Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων, οὓς ἔπλασε κατ΄ εἰκόνα ἰδίαν, χειρὶ τῇ ἑαυτοῦ. Διὸ πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.
Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. - Ὀκτώηχος
Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν∙ ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν ᾍδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.
Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι' ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.
Δοξαστικὸν, Ἦχος πλ. β'
Δεῦτε πιστοί, σήμερον χορείαν ἐπικροτήσαντες, εὐσεβῶς πανηγυρίσωμεν, καὶ τῶν Ἁγίων πάντων τὴν ἔνδοξον, καὶ σεβάσμιον μνήμην, ἐνδόξως τιμήσωμεν, λέγοντες· Χαίρετε, Ἀπόστολοι ἔνδοξοι, Προφῆται, καὶ Μάρτυρες, καὶ Ἱεράρχαι. Χαίρετε, Ὁσίων ὁ δῆμος, καὶ τῶν Δικαίων. Χαίρετε, τιμίων Γυναικῶν ὁ χορὸς καὶ Χριστόν ὑπὲρ τοῦ κόσμου πρεσβεύσατε, νίκας τῷ βασιλεῖ κατὰ βαρβάρων δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον - Ὀκτώηχος, Ἦχος πλ. δ΄
Ὁ ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε. Διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν

Ἀπολυτίκιον
Ἦχος πλ. δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν, Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ'
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος δ΄
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ

Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·

Τριὰς Μονάς, σῶσόν με τὸν σὸν οἰκέτην
ᾨδὴ α'
Ἦχος πλ. δ΄
Ἁρματηλάτην Φαραὼ ἐβύθισε ΤΟ ΑΚΟΥΤΕ
Τῷ τρισηλίῳ Βασιλεῖ καὶ πρύτανι, καὶ προμηθεῖ τοῦ παντός, καὶ ἀγαθῷ μόνῳ, φυσικῶς ὑπάρχοντι, καὶ ἑνιαίαν ἔχοντι, τῆς Θεότητος δόξαν, Θεῷ Μονάρχῃ προσπίπτομεν, ὕμνον τὸν τρισάγιον ᾄδοντες.

Ῥήσεις τὰς θείας, καὶ χρησμοὺς τοὺς ἄνωθεν, μεμυημένοι σαφῶς, θεαρχικὴν φύσιν, ἑνικὴν δοξάζομεν, ἀΐδιον συνάναρχον, ἐν τρισὶ τοῖς προσώποις, Πατρὶ Υἱῷ καὶ τῷ Πνεύματι, δημιουργικήν, παντοδύναμον.

Ἱερομύστης Ἀβραὰμ γενόμενος, ἱεροτύπως τὸ πρίν, τὸν Ποιητὴν πάντων καὶ Θεὸν καὶ Κύριον, τρισὶ μὲν ὑποστάσεσιν, ὑπεδέξατο χαίρων, τῶν δὲ τριῶν ὑποστάσεων, κράτος ἑνιαῖον ἐγνώρισεν.
Θεοτοκίον.
Ἀπειρογάμως τὸν Χριστὸν ἐκύησας, τὸν καθ' ἡμᾶς δι' ἡμᾶς, εἰληφότα φύσιν, Πάναγνε καὶ ἄτρεπτον, κατ' ἄμφω διαμείναντα, ὃν δυσώπει ἀπαύστως, ἁμαρτιῶν μοι δωρήσασθαι, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

ᾨδὴ γ'
Ἦχος πλ. δ΄
Ὁ στερεώσας κατ' ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸν ἀπρόσιτον Θεόν, καὶ Βασιλέα τῆς δόξης, ἐπὶ θρόνου Ἡσαΐας κατεῖδεν, ὑψηλοῦ καὶ Χερουβείμ, καὶ Σεραφεὶμ δοξάζοντα, ἀκαταπαύστοις ὕμνοις, μοναδικόν τρισυπόστατον.

Μόνον πατρόθεν ὡς ἐκ Νοῦ, γεγεννημένον τὸν Λόγον, καὶ τὸ Πνεῦμα προελθὸν ἀπορρήτως, καταλλήλοις λογισμοῖς, καὶ γραφικοῖς διδάγμασι, κατειληφότες ἕνα, Θεόν τρισήλιον σέβομεν.

Ὁ ὢν ἀγέννητος Πατήρ, καὶ τῆς ἰδίας οὐσίας, τὸ ἀπαύγασμα γεννήσας ἀρρεύστως, τὸν Υἱὸν φῶς ἐκ φωτός, ἐκπορευτῶς προβάλλεται, συμφυὲς φῶς τὸ Πνεῦμα, τὸ παντουργόν καὶ ὁμότιμον.
Θεοτοκίον.
Ναὸς ἐδείχθης καθαρός, Παρθενομῆτορ Μαρία, τοῦ τὰ πάντα πανσθενῶς καὶ πανσόφως, ὑποστήσαντος Χριστοῦ, καὶ τάξαντος καὶ φέροντος, ὃν ἐξιλέωσαί μοι, ταῖς μητρικαῖς σου δεήσεσι.

Κάθισμα
Ἦχος πλ. δ΄
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Τῆς τρισηλίου καὶ σεπτῆς τελεταρχίας, τὰς δυναστείας οἱ πιστοὶ νῦν εὐφημοῦμεν, ὅτι νεύματι μόνῳ τὸ πᾶν συνέστησε, τὰς ἄνω χοροστασίας Ἀγγελικάς, τὰς κάτω Ἱεραρχίας Ἐκκλησιῶν, τοῦ κραυγάζειν· τὸ Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ, Θεὲ Ὑπεράγαθε, δόξα, ὕμνος τῷ κράτει σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὸν ἀναλλοίωτον Θεὸν ἡ τετοκυῖα, ἀλλοιουμένην εἰς ἀεὶ τῇ ἁμαρτίᾳ, ταῖς προσβολαῖς τοῦ δολίου καὶ τῇ ῥαθυμίᾳ, στερέωσον τὴν καρδίαν μου Ἀγαθή, πρεσβείαις ταῖς μητρικαῖς σου, ὅπως κᾀγώ, εὐχαρίστως κραυγάζω σοι∙ Θεογεννῆτορ Μαριάμ, ἐλέησον τὴν ποίμνην σου, ἣν ἐκτήσω Πανάμωμε.

ᾨδὴ δ'
Ἦχος πλ. δ΄
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἀνατολή, δικαισύνης φανείς Χριστός, τοῖς ἐν σκότει, πᾶσαν διεσκέδασε, τὴν ἀφεγγῆ νύκτα τῶν παθῶν, καὶ δικαιοσύνης, τὸν Ἥλιον ἐξανέτειλεν, ἁπλοῦν μὲν κατ' οὐσίαν, τριλαμπῆ δὲ προσώποις∙ ὃ ὑμνοῦμεν ἀεὶ καὶ δοξάζομεν.

Σεραφικοῖς, στόμασι τὸν ἀνυμνούμενον, τοῖς πηλίνοις, χείλεσι δοξάζομεν, μοναδικόν, καὶ τριαδικόν, Κύριον τῆς δόξης, τῇ φύσει καὶ ὑποστάσεσι, βοῶντες∙ Ὦ Παντάναξ, τοῖς σοῖς δούλοις παράσχου, τῶν ποικίλων πταισμάτων συγχώρησιν.

Συνεκτική, πάντων τῶν ὄντων ἀόρατε, πανοικτίρμον, εὔσπλαγχνε φιλάνθρωπε, Τριὰς σεπτὴ καὶ θεαρχική, μή μου ἐπιλάθῃ, τοῦ σοῦ οἰκέτου τὸ σύνολον, μηδὲ διασκεδάσῃς ἣν διέθου σοῖς δούλοις, διαθήκην δι' ἄφατον ἔλεος.
Θεοτοκίον.
Ὡραίαν σε, Πάναγνε μόνην εὑράμενος, ἐξ αἰῶνος, Λόγος ὁ προάναρχος, τὴν Ἰακὼβ Κόρη καλλονήν, καὶ ἐν σοὶ σκηνώσας, δι' εὐσπλαγχνίαν ἀνέπλασε, τὴν φύσιν τῶν ἀνθρώπων, ὃν δυσώπει ἀπαύστως, ἀπὸ πάσης ῥυσθῆναί με θλίψεως.

ᾨδὴ ε'
Ἦχος πλ. δ΄
Ἵνα τί με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Συναΐδια τρία, πρόσωπα δοξάζομεν, ἕνα δὲ Κύριον, σὲ τὴν θείαν φύσιν, διαιροῦντες ἁπλῶς καὶ συνάπτοντες, καὶ πιστῶς βοῶμεν∙ θεαρχικὴ Τριὰς ἁγία, τοὺς σούς δούλους ἐκ θλίψεως λύτρωσαι.

Ὀλοφύρομαι σφόδρα, διὰ τὴν ἀσθένειαν τῆς διανοίας μου, πῶς μὴ θέλων πάσχω, τὴν ἀβούλητον ὄντως ἀλλοίωσιν· διὰ τοῦτο κράζω∙ Ζωαρχικὴ Τριὰς ἁγία, τῶν καλῶν ἐν τῇ στάσει με σύνταξον.

Νυσταγμῷ βαρυνθέντα, τῷ τῆς ἁμαρτίας με καὶ συνωθούμενον, πρὸς θανάτου ὕπνον, ὡς φιλάνθρωπος καὶ ὑπεράγαθος, καὶ παντελεήμων, θεαρχικὴ Τριὰς ἁγία, κατοικτείρησον καὶ διανάστησον.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, πάναγνε, πανάμωμε, Θεοχαρίτωτε, ταῖς σαῖς ἱκεσίαις, τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, ἐξιλέωσαί μοι, καὶ τῶν παθῶν καὶ τῶν πταισμάτων, τὸν σὸν δοῦλον ἐκλύτρωσαι τάχιον.

ᾨδὴ ς'
Ἦχος πλ. δ΄
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐπουρανίων Νοῶν, ταξιαρχίας μιμούμενοι, μοναρχικὴ τοῦ παντός, Τριὰς ὑπερούσιε, τρισαγίοις ᾄσμασι, σὲ δοξολογοῦμεν, τοῖς πηλίνοις ἡμῶν στόμασι.

Τὸν κατ' εἰκόνα τὴν σήν, τὸν ἄνθρωπον διαπλάσαντα, καὶ ἐξ οὐκ ὄντων τὸ πᾶν, σοφῶς ὑποστήσαντα, Θεὸν τρισυπόστατον, προσκυνῶ καὶ σέβω, καὶ ὑμνῶ καὶ μεγαλύνω σε.

Ὁ παντοκράτωρ Θεός, καὶ μόνος ἀπεριόριστος, ἐνοίκησον ἐν ἐμοί, δι' ἄφατον ἔλεος, τρισήλιε Δέσποτα, καὶ καταύγασόν με, καὶ συνέτισον ὡς εὔσπλαγχνος.
Θεοτοκίον.
Ναὸς ἐδείχθης Θεοῦ, τοῦ ἀχωρήτου Πανάχραντε, ναὸν κᾀμὲ τῆς αὐτοῦ, δεῖξον θείας χάριτος, Παναγία Δέσποινα, ταῖς σαῖς ἱκεσίαις, καὶ συντήρησον ἀλώβητον.

Κάθισμα
Ἦχος πλ. δ΄
Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Πατέρα ἄναρχον πιστοί, Υἱὸν συνάναρχον, καὶ Πνεῦμα θεῖον, ἀληθῶς ὑμνολογοῦμεν, ἀσυγχύτως, ἀτρέπτως, καὶ ἀναλλοιώτως, Τριάδα ἁπλῆν ἁγίαν καὶ συμφυῆ, βοῶντες σὺν τοῖς Ἀγγέλοις∙ Ἅγιος εἶ, Πάτερ Υἱὲ σὺν τῷ Πνεύματι, τῷ παναγίῳ καὶ σεπτῷ, ἐλέησον οὓς ἔπλασας, κατ' εἰκόνα σου Δέσποτα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν Ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως∙ Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

ᾨδὴ ζ'
Ἦχος πλ. δ΄
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Σοφίᾳ ἀρρήτῳ σου, καὶ τῷ πελάγει τῆς ἀγαθότητος, δωρεὰν τὸν σὸν δοῦλον, ἠλεημένον ἀνάδειξόν με καὶ νῦν, καθάπερ πάλαι, καὶ ῥῦσαι κακώσεως, Τριὰς Μονὰς ὁ Θεός, ἁμαρτιῶν καὶ παθῶν. (Δίς)

Ὁ νοῦς ὁ ἀγέννητος, Πατὴρ καὶ Λόγος ὁ γεννηθείς, ἐξ αὐτοῦ, καὶ τὸ Πνεῦμα τὸ θεῖον, ἀκαταλήπτως ἐκπορευτὸν πεφυκός, Θεὲ Μονάρχα τρισήλιε, ψάλλω σοι∙ Εὐλογητός ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Νενέκρωμαι Πάναγνε, τῆς ἁμαρτίας πιὼν τὸ φάρμακον, καὶ προστρέχω σοι πίστει, τῇ τετοκυίᾳ τὸν ἀρχηγὸν τῆς ζωῆς, ταῖς σαῖς πρεσβείαις, τὸν δοῦλόν σου ζώωσον, καὶ πειρασμῶν καὶ παθῶν, λύτρωσαι μόνη Ἁγνή.

ᾨδὴ η'
Ἦχος πλ. δ΄
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ὁ φῶς ὑπάρχων ἄδυτον, τριλαμπὲς καὶ τρισήλιον, καὶ μοναρχικόν, μονοκρατές, ἁπλούστατον, Θεὸς ἀκατάληπτος, καὶ μονοκράτωρ Κύριος, νῦν τὴν σκοτεινήν, καὶ ζοφεράν μου καρδίαν, καταύγασον καὶ δεῖξον, φωταυγῆ καὶ φωσφόρον, ὑμνεῖν σὲ καὶ δοξάζειν, εἰς πάντας τοὺς αἰῶνας.

Ἱερωτάταις πτέρυξι, Σεραφεὶμ οἱ θειότατοι, πρόσωπα καὶ πόδας, εὐλαβῶς καλύπτουσι, τὴν δόξαν μὴ φέροντες, τοῦ ἀμηχάνου κάλλους σου, ἀγαθαρχική, θεαρχικὴ Μοναρχία, Τριὰς ὑπεραγία, πλὴν ἡμεῖς ἀνυμνεῖν σε, τολμῶμεν καὶ δοξάζειν, πιστῶς εἰς τοὺς αἰῶνας.

Κυριαρχίαν ἄναρχον, πανσθενῆ καὶ πανάγαθον, τελεταρχικήν, ἀγαθουργὸν, ἀόριστον, αἰτίαν ἀναίτιον, ποιητικὴν ἀΐδιον, προνοητικήν, καὶ σωστικὴν τῶν ἁπάντων, Μονάδα κατ' οὐσίαν, καὶ Τριάδα προσώποις, δοξάζω σε Θεέ μου, πιστῶς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἐπὶ τῆς γῆς ἀνέτειλεν, ὁ ἀνέσπερος Ἥλιος, διὰ τῆς ἐκ σοῦ παρθενικῆς γεννήσεως, πανάχραντε Δέσποινα, καὶ τοὺς βροτοὺς ἀπήλλαξε, τῆς εἰδωλικῆς, καὶ ζοφερᾶς σκοτομήνης∙ διὸ καὶ νῦν με μᾶλλον, τῆς αὐτοῦ θεαρχίας, καταύγασον ταῖς αἴγλαις, καὶ φρούρει τὸν σὸν δοῦλον.

ᾨδὴ θ'
Ἦχος πλ. δ΄
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν πάντων Βασιλίδα καὶ παντουργόν, ὑπεράρχιον φύσιν, ὑπέρχρονον, ζωαρχικήν, εὔσπλαγχνον, φιλάνθρωπον, ἀγαθήν, ἐναρχικὴν Τριάδα σε, νῦν δοξολογοῦντες ἁμαρτιῶν, συγχώρησιν αἰτοῦμεν, τῷ κόσμῳ τὴν εἰρήνην, καὶ Ἐκκλησίας τὴν ὁμόνοιαν. (Δίς)

Ἡ μία κυριότης καὶ τριλαμπής, ἑνικὴ θεαρχία τρισήλιε, τοὺς ὑμνητάς, πρόσδεξαι τοὺς σοὺς ἀγαθοπρεπῶς, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ τῶν πειρασμῶν καὶ τῶν δυσχερῶν, καὶ θᾶττον τὴν εἰρήνην, παράσχου φιλανθρώπως, ταῖς Ἐκκλησίαις καὶ τὴν ἕνωσιν.
Θεοτοκίον.
Νηδὺν Χριστὲ Σωτήρ μου παρθενικήν, ἐνοικήσας ἐφάνης τῷ κόσμῳ σου, θεανδρικῶς, ἄτρεπτος ἀσύγχυτος ἀληθῶς, καὶ καθυπέσχου πάντοτε, μετὰ τῶν σῶν δούλων εἶναι σαφῶς· διὸ τῆς σὲ τεκούσης, πρεσβείαις τὴν εἰρήνην, πάσῃ τῇ ποίμνῃ σου πρυτάνευσον.

Ὑπακοή
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος πλ. δ΄ ΤΟ ΑΚΟΥΤΕ
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα∙ Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Τὴν σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Λευχειμονῶν ὁ Γαβριὴλ φαιδρὸς ἐπέστη, ὥς περ ἐν εἴδει ἀστραπῆς, Χριστοῦ τῷ τάφῳ, καὶ τὸν λίθον ἐκύλισεν ἀπὸ τοῦ μνημείου, καὶ φόβος μέγας συνέσχε σοῦ τούς φρουρούς, καὶ ἄφνω ἔμειναν πάντες ὡσεὶ νεκροί, ἀπὸ τοῦ τάφου οἱ φύλακες, καὶ τοῦ λίθου ἡ σφραγίς. Αἰσχύνθητε παράνομοι, γνῶτε, ὅτι ἀνέστη Χριστός.
Δόξα... Τὴν σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν... Θεοτοκίον
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι .

Ἡ Ὑπακοὴ
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ, Ἦχος Πλ. δ΄
Ἀντίφωνον Α΄

- Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
- Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ, καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β΄
- Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
- Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ΄
- Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
- Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ΄
- Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
- Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

ᾨδὴ α', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

ᾨδὴ α', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ
Ἐπήρθησαν πύλαι ὀδυνηραί, καὶ ἔφριξαν ᾅδου, καθορῶντες οἱ πυλωροί, ἐν τοῖς κατωτάτοις τὸν ἐν ὕψει, τῆς τῶν ἁπάντων ἐπέκεινα φύσεως.

Ἐξέστησαν τάξεις Ἀγγελικαί, ὁρῶσαι ἐν θρόνῳ, ἱδρυμένην τῷ Πατρικῷ, τὴν ἔκπτωτον φύσιν τῶν ἀνθρώπων, τὴν καθειργμένην, ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Θεοτοκίον
Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς∙ τὸν κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

ᾨδὴ α', Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου Κατὰ Ἀλφάβητον - Ὀκτώηχος
Ἦχος πλ. δ΄
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν σε.

Βότρυν σε ζωηφόρον, τὸν τῆς παγκοσμίου ἀποστάζοντα, γλυκασμὸν σωτηρίας, ἡ Παρθένος Χριστὲ ἀπεκύησε.

Γένος Ἀδαμιαῖον, πρὸς τὴν ὑπὲρ νοῦν μακαριότητα, διὰ σοῦ ἀνηγμένον, Θεοτόκε ἀξίως δοξάζει σε.

Κανών δ', ᾨδὴ α', τῶν Ἁγίων Πάντων
Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ ΤΟ ΑΚΟΥΤΕ
Τῶν σῶν Ἁγίων ἀνυμνῶν τὰ τάγματα, τῷ σῷ φωτὶ τὴν ψυχήν, ταῖς προσευχαῖς τούτων, αὐγασθῆναι δέομαι· σὺ γὰρ εἶ φῶς ἀπρόσιτον, τῆς ἀγνοίας τὸν ζόφον, διώκων τοῖς σοῖς πυρσεύμασι, Λόγε τοῦ Θεοῦ φωτοδότα Χριστέ.

Ὡς ἀνυψώθης ἐπὶ ξύλου, εἵλκυσας, πρὸς σὴν ἐπίγνωσιν, τὴν τῶν ἐθνῶν πᾶσαν, κληρουχίαν Δέσποτα, καὶ φωτὶ κατελάμπρυνας, τῆς ἁγίας Τριάδος, δι' Ἀποστόλων ἁγίων σου, δι' ὧν τὴν ἀπάτην ἀπήλασας.

Νομοθεσίᾳ σου Χριστὲ πειθόμενοι, οἱ σοὶ Ἀπόστολοι, τὰ ἐπὶ γῆς πάντα, εὐσεβῶς ἀπώσαντο, καὶ τῷ φωτὶ τῆς χάριτος, κατεφαίδρυναν πᾶσαν, τὴν οἰκουμένην οἱ ἔνδοξοι, εὐαγγελικῶς σε κηρύττοντες.

Ἀγαλλιώμενοι Σταυρὸν οἱ Μάρτυρες, τὸν σὸν ἀράμενοι, καὶ τὸ σεπτὸν πάθος, ἀκλινῶς μιμούμενοι, τυραννικὴν οὐκ ἔπτηξαν, ἀπειλὴν οἱ γενναῖοι, οὐ πῦρ, οὐ ξίφος, οὐ μάστιγας, ἀλλ' οὐδὲ λιμόν, οὐδὲ θάνατον.
Θεοτοκίον
Γνώμην ἀνδρείαν αἱ παρθένοι πάναγνε, ἀναλαβοῦσαι σαφῶς, μαρτυρικοὺς ἄθλους, ἀκλινῶς ὑπέμειναν, καὶ ψαλμικῶς ὀπίσω σου, τῷ Υἱῷ σου Παρθένε, ἐνθέως συναγαλλόμεναι, τῷ παμβασιλεῖ προσηνέχθησαν.
Καταβασία Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

ᾨδὴ γ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙ διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

ᾨδὴ γ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Οὐρανίας ἁψῖδος ὀροφουργὲ ΤΟ ΑΚΟΥΤΕ
Ἀπειθήσαντα πρῴην, τῇ ἐντολῇ Κύριε, τοῦ πεποιηκότος με ὄντως, σὺ ἀπεξένωσας, ὃν μορφωσάμενος, ὑπακοήν τε παιδεύσας, σεαυτῷ οἰκείωσας διὰ σταυρώσεως.

Ὁ σοφίᾳ τὰ πάντα, προεγνωκὼς Κύριε, καὶ τῇ σῇ συνέσει, συμπήξας τὰ ὑποχθόνια, οὐκ ἀπηξίωσας, συγκαταβάσει σου Λόγε, τοῦ Θεοῦ ἀναστῆσαι τὸν κατ' εἰκόνα σου.
Θεοτοκίον
Ἐνοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῶς Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε Φιλάνθρωπε.

ᾨδὴ γ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

Εὔας τῆς προμήτορος, σὺ ἐπανόρθωσις γέγονας, τὸν ἀρχηγόν, τῆς ζωῆς τῷ κόσμῳ, Θεοτόκε κυήσασα.

Ζῶσον δυναστείαν με, ἡ ἀληθῶς Θεὸν Πάναγνε, τὴν τοῦ Πατρός, ἐν σαρκὶ τεκοῦσα, ἐνυπόστατον δύναμιν.

Κανών δ', ᾨδὴ γ', τῶν Ἁγίων Πάντων
Ἦχος πλ. δ'
Ὁ στερεώσας κατ' ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ
Ἱερωσύνην ἱεράν, οἱ ἱερεῖς καὶ Ποιμένες, ἐνδυσάμενοι, καὶ ταύτην ἐμφρόνως, κυβερνήσαντες Χριστέ, ἀξίως κετεκόσμησαν, διδασκαλίας λόγον, ἄνωθεν ὄντως πλουτήσαντες.

Ὡραιωθέντες καλλοναῖς, τῆς πρώτης καλλοποιΐας, καὶ φανέντες ἀπλανεῖς ὡς φωστῆρες, οὐρανώσατε Χριστοῦ, τὴν Ἐκκλησίαν Ἅγιοι, ἄλλοθεν ἄλλος ταύτην, ποικίλως, κατακοσμήσαντες.

Νόμῳ πειθόμενοι τῷ σῷ, τῶν μακαρίων οἱ δῆμοι, πολυτρόποις ἀρεταῖς φαιδρυνθέντες, ἐπληρώσαντο μονάς, τὰς οὐρανίους χαίροντες· ἄλλην γὰρ ἄλλος πάντες, ταύτας ἀξίως ἐπλήρωσαν.
Θεοτοκίον
Παρθενικῆς ἀπὸ γαστρός, τοῦ ἐκ Θεοῦ Θεὸν Λόγον, ἀπεγέννησας ἡμῖν, Θεομῆτορ, ὃν νεάνιδες ἁγναί, θεοπρεπῶς ἐπόθησαν, καὶ σοῦ ὀπίσω πᾶσαι, τούτῳ σαφῶς ἠκολούθησαν.
Καταβασία Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.»

Κοντάκιον
Ἦχος πλ. δ΄ ΤΟ ΑΚΟΥΤΕ
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Προπατόρων Πατέρων Πατριαρχῶν, Ἀποστόλων Μαρτύρων Ἱεραρχῶν, Προφητῶν καὶ Ὁσίων σου, Ἀσκητῶν καὶ Δικαίων τε, καὶ παντὸς ὀνόματος, ἐγγεγραμμένου ἐν βίβλῳ ζωῆς, τὴν ἁγίαν μνήμην, τελοῦντες Χριστὲ ὁ Θεός, πάντας συγκινοῦμεν, εἰς πρεσβείαν δεόμενοι. Εἰρήνευσον τὸν κόσμον σου, δι' αὐτῶν ὡς φιλάνθρωπος, ἵνα πάντες βοῶμέν σοι· ὁ Θεὸς ὁ ἐνδοξαζόμενος, ἐν βουλῇ Ἁγίων σου, σὺ ὑπάρχεις ἀληθῶς, ὁ δοξάσας ἀξίως τὴν μνήμην αὐτῶν.
Θεοτοκίον Ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος, τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

ᾨδὴ δ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω∙ τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ, φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅδην πλούτου κενούμενον, τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν∙ πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

ᾨδὴ δ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Τῷ Σταυρῷ σε προσήλωσαν, οἱ τῶν παρανόμων παῖδες Φιλάνθρωπε, δι' οὗ ἔσωσας ὡς εὔσπλαγχνος, τοὺς δοξάζοντάς σου τὰ παθήματα.

Ἀναστὰς ἐκ τοῦ μνήματος, πάντας συνανέστησας τοὺς ἐν ᾅδῃ νεκρούς, καὶ ἐφώτισας ὡς εὔσπλαγχνος, τοὺς δοξάζοντάς σου τὴν Ἀνάστασιν.
Θεοτοκίον
Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Μαρία, τοῦτον δυσώπησον, τοῖς ἱκέταις σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

ᾨδὴ δ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἡ τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνήροτος ἄρουρα, τὸν παρέχοντα τῷ κόσμῳ ζωήν, Θεοτόκε σῷζε τοὺς ὑμνοῦντάς σε.

Θεοτόκον σε Πάναγνε, οἱ πεφωτισμένοι πάντες γινώσκομεν∙ τὸν γὰρ Ἥλιον ἐκύησας, τῆς δικαιοσύνης ἀειπάρθενε.

Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης σε.

Κανών δ', ᾨδὴ δ', τῶν Ἁγίων Πάντων
Ἦχος πλ. δ'
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἀνακραθείς, ὅμιλος ὁ τῶν Ἁγίων σου, δι' ἀγάπης, καὶ σοὶ ἐνηδόμενος, εἰλικρινῶς τε καὶ καθαρῶς, ἐν ἀγαλλιάσει, χορείαν τὴν ἀκατάλυτον, Ἀγγέλοις συγχορεύει, περὶ σὲ παντεπόπτα, τὸν ἁπάντων Θεόν τε καὶ Κύριον.

Νεανικῶς, ἔνδοξοι Ἱερομάρτυρες, τῶν Μαρτύρων, στέφος ἀνεδήσασθε, τῷ θεουργῷ χρίσματι τὸ πρίν, τῆς Ἱερωσύνης, ἠγλαϊσμένοι πανόλβιοι· διὸ διπλοῦς στεφάνους, ἐπαξίως λαβόντες, σὺν Χριστῷ αἰωνίως ἀγάλλεσθε.

Τὸ τῆς σαρκός, φρόνημα ἄπαν τῷ Πνεύματι, θεοφόροι, ὄντως ὑπετάξατε, ἀσκητικῶς τούτου τὰς ὁρμάς, τὰς ἀκατασχέτους, νηστείᾳ καταμαράναντες, καὶ νῦν τῆς ἀπαθείας, τῷ φωτὶ πυρσωθέντες, ἀμοιβὰς τὰς τῶν πόνων εἰλήφατε.

Ὡς τοῦ Χριστοῦ, Μάρτυρες τοῦ Πρωτομάρτυρος, τὰς βασάνους, ἄγαν ὑπεμείνατε, καρτερικῶς τε καὶ γενικῶς, ὡς ἐν ἀλλοτρίοις, ἀθλοῦντες σώμασιν ἔνδοξοι, καὶ νῦν τῆς βασιλείας, κληρονόμοι δειχθέντες, τοῖς πιστοῖς τὰς ἰάσεις πηγάζετε.
Θεοτοκίον
Νύμφη Θεοῦ, γέγονας Θεογεννήτρια· τὸν γὰρ τούτου, Λόγον προαιώνιον, σωματικῶς τέτοκας ἡμῖν, ἐν ᾧ καὶ γυναῖκες, ἁγίως πολιτευσάμεναι, καὶ ἄθλοις παμποικίλοις διὰ σοῦ κοσμηθεῖσαι, τὴν Προμήτορος πτῶσιν ἀνώρθωσαν.
Καταβασία Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου, Κύριε».

ᾨδὴ ε', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.

Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

ᾨδὴ ε', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Φώτισον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ὁδήγησον ἡμᾶς, τῇ δυνάμει τοῦ Σταυροῦ σου Χριστέ∙ δι' αὐτοῦ γάρ σοι προσπίπτομεν, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν Φιλάνθρωπε.

Κυβέρνησον ἡμῶν, τὴν ζωὴν νῦν ὁ Θεὸς ἡμῶν, τῶν ὑμνούντων σου τὴν Ἔγερσιν, καὶ τὴν εἰρήνην παράσχου ἡμῖν Φιλάνθρωπε.
Θεοτοκίον
Δυσώπησον Ἁγνή, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἀπειρόγαμε Μαρία σεμνή, τοῦ καταπέμψαι ἡμῖν, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

ᾨδὴ ε', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὀρθρίζοντες βοῶμεν ΤΟ ΑΚΟΥΤΕ
Κατεύνασον τὸν ἄστατον κλύδωνα, τῶν παθῶν μου, ἡ Θεὸν κυήσασα τὸν Κυβερνήτην καὶ Κύριον.

Λατρεύουσι τῷ τόκῳ σου ἄχραντε, Θεοτόκε, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν τὰ συστήματα.

Μαρία Θεοτόκε ἀνύμφευτε, τὰς ἐλπίδας, τῶν ἐχθρῶν ματαίωσον, καὶ τοὺς ὑμνοῦντάς σε εὔφρανον.

Κανών δ', ᾨδὴ ε', τῶν Ἁγίων Πάντων
Ἦχος πλ. δ'
Ἵνα τί με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Προορᾷν ὡς Προφῆται, θεῖοι τὰ ἐσόμενα κατηξιώθητε, ἃ ἐπιποθοῦντες, εὐγενείᾳ ψυχῆς ἐκαθάρατε, σεμνῇ πολιτείᾳ, ὑμᾶς αὐτούς, ὦ θεοφόροι, φωτιζόμενοι σθένει τοῦ Πνεύματος.

Ὁ χορὸς τῶν Ἁγίων, νῦν ἐναγλαΐζεται θείοις χαρίσμασιν, οἱ πρὸ νόμου πάντες, Πατριάρχαι, Προφῆται, Ἀπόστολοι, καὶ Μαρτύρων δῆμοι, καὶ Ἀσκητῶν καὶ διδασκάλων, καὶ δικαίων σὺν Ἱερομάρτυσι.

Λαμπομένην ὁρῶντες, τὴν τῶν σῶν Ἁγίων ὁμήγυριν σήμερον, τῇ σῇ Σῶτερ αἴγλῃ, καὶ λαμπάσιν ἀσβέστοις τῆς χάριτος, τὸν σὸν θεῖον πλοῦτον, τῶν ἀγαθῶν, καὶ ἀφθονίαν, ἀνυμνοῦμεν ἀπαύστως φιλάνθρωπε.
Θεοτοκίον
Ὑπερθαύμαστον τόκον, τὸν σὸν ἀγαπήσασαι γυναῖκες πάνσεμναι, τὰ τερπνὰ τοῦ βίου, εἰς οὐδὲν ἐλογίσαντο Πάναγνε, τῆς αὐτοῦ καὶ μόνης, ἐρωτικῶς ἐπιθυμοῦσαι, ἀγλαΐας καὶ θείας ἐλλάμψεως.
Καταβασία Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα».

ᾨδὴ ς', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ∙ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι∙ πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθεὶς Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.
Θεοτοκίον
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

ᾨδὴ ς', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Παλάμας ἐν τῷ Σταυρῷ ἐξήπλωσας, ἰατρεύων ἀκρατῶς τὴν ταθεῖσαν, ἐν τῇ Ἐδέμ, χεῖρα τοῦ πρωτοπλάστου, καὶ πικροῦ ξύλου χολῆς ἀντεγεύσω Χριστέ, καὶ ἔσωσας ὡς δυνατός, τοὺς δοξάζοντάς σου τὰ παθήματα.

Θανάτου ὁ Λυτρωτὴς ἐγεύσατο, τὴν ἀρχαίαν τε ἀπόφασιν ὅπως, καὶ τῆς φθορᾶς, τὸ βασίλειον λύσῃ, καὶ τοῖς ἐν ᾅδῃ φοιτήσας ἀνέστησε, καὶ ἔσωσεν ὡς δυνατός, τοὺς ὑμνοῦντας αὐτοῦ τὴν Ἀνάστασιν.
Θεοτοκίον
Μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, Παναγία Θεοτόκε Παρθένε, ὅτι πιστῶν, στήριγμα σὺ ὑπάρχεις, καὶ τῇ ἐλπίδι τῇ σῇ κραταιούμεθα, καὶ πόθῳ σε καὶ τὸν ἐκ σοῦ, σαρκωθέντα ἀφράστως δοξάζομεν.

ᾨδὴ ς', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Χιτῶνά μοι παράσχου ΤΟ ΑΚΟΥΤΕ
Ναόν σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ πιστοὶ καταγγέλλομεν.

Ξοάνων καταλύτης ὡς Θεός, γεγονὼς ὁ Τόκος σου, Μαρία Θεόνυμφε, προσκυνεῖται σὺν Πατρὶ καὶ τῷ Πνεύματι.

Ὁ Λόγος τοῦ Θεοῦ σὲ τοῖς βροτοῖς, Θεοτόκε ἔδειξεν οὐράνιον κλίμακα∙ διὰ σοῦ γὰρ πρὸς ἡμᾶς καταβέβηκε.

Κανών δ', ᾨδὴ ς', τῶν Ἁγίων Πάντων
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἔντιμον ἐκλεκτόν, τεθέντα λίθον ἀκρόγωνον, οἱ Ἅγιοι ἐν Σιών, εὑρόντες σε Δέσποτα, κρηπῖδα ἀσάλευτον, ἐκλεκτοὺς ὡς λίθους, ἑαυτοὺς ἐπῳκοδόμησαν.

Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες αἵματος στάξασαι, σὺν ὕδατι θεουργῷ, τὸν κόσμον ἀνέπλασαν, καὶ θείαν ὁμήγυριν, τῶν Ἁγίων πάντων, εὐεργέτα προσεκάλεσαν.

Ὑμνοῦμεν πανευσεβῶς, Μαρτύρων νέφος τὸ ἔνθεον, τῇ χάριτι λαμπρυνθέν, καὶ λάμψαν φαιδρότερον, πορφύρᾳ τοῦ αἵματος, καὶ τῇ ἁλουργίδι, τῆς αὐτῶν στερρᾶς ἀθλήσεως.
Θεοτοκίον
Μητέρα παναληθῆ, Θεοῦ σε πάντες γινώσκομεν, δι' ἧς φύσις γυναικῶν, ῥωσθεῖσα πανάμωμε, Χριστοῦ ὑπερήθλησεν, ἀρετῆς τε πάσης, εὐσεβῶς γέγονεν ἔμπλεως.
Καταβασία Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».

Κοντάκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
Ὁ Οἶκος
Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται, πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ ἐκβοῶσαν· Θεός μου εἶ· Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, καὶ Εὐρώπῃ, Βορρᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν.
Στίχοι
Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους.
Εἴ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω.

Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ' αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

ᾨδὴ ζ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτέ∙ διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἡ ἔνδοξος κένωσις ὁ θεῖος πλοῦτος, τῆς σῆς πτωχείας Χριστὲ καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον∙ ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.

ᾨδὴ ζ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Σωτηρίαν εἰργάσω, μέσον τῆς οἰκουμένης προφητικῶς ὁ Θεός∙ ὑψωθεὶς γὰρ ἐν ξύλῳ, πάντας ἀνεκαλέσω, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἀναστὰς ἐκ τοῦ τάφου, ὡς ἐξ ὕπνου Οἰκτίρμον, πάντας ἐρρύσω φθορᾶς, ἡ κτίσις δὲ πιστοῦται, διὰ τῶν Ἀποστόλων, κηρυττόντων τὴν ἔγερσιν. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἰσουργὸς τῷ τεκόντι, ἰσοδύναμος Λόγος καὶ συναΐδιος, ἐν μήτρᾳ τῆς Παρθένου Πατρὸς τῇ εὐδοκίᾳ πλαστουργεῖται καὶ Πνεύματος. Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

ᾨδὴ ζ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν∙ διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον εὐχαρίστως κραυγάζομεν∙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ῥάβδος ἔφυς Παρθένε, Ἱεσσαὶ ἐκ τῆς ῥίζης, ἡ Παμμακάριστος, καρπὸν ἀνθηφοροῦσα, σωτήριον τοῖς πίστει, τῷ Υἱῷ σου κραυγάζουσιν∙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Σοφίας ἔμπλησον πάντας, καὶ δυνάμεως θείας, ἡ ἐνυπόστατος σοφία τοῦ Ὑψίστου, διὰ τῆς Θεοτόκου, τοὺς ἐν πίστει σοι ψάλλοντας∙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Κανών δ', ᾨδὴ ζ', τῶν Ἁγίων Πάντων
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Ἁγίων τὰ τάγματα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ἀσιγήτως ὑμνοῦντα, τρυφῆς ἐνθέου νῦν ἀπολαύουσι, καὶ γεγηθότες χορεύουσι ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ταῖς θείαις ἐλλάμψεσι, τῆς τρισηλίου φωτοχυσίας σεπτῶς, τῶν Ἁγίων οἱ δῆμοι, περιλαμφθέντες μονάδα τρισάριθμον, θεολογοῦσι Πατέρα συνάναρχον, καὶ τὸν Υἱόν εὐσεβῶς, καὶ Πνεῦμα ἅγιον.

Ἀφράστῳ τῇ δόξῃ σου, ὅταν ὀφθήσῃ Θεὸς ἐν μέσῳ θεῶν, τὰς ἀξίας παρέχων ἑνὶ ἔκάστῳ, καὶ τοὺς στεφάνους διδούς, τότε τοὺς πάντας ἀξίωσον ψάλλειν σοι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γηθόμενοι μέλψωμεν, τὴν τῶν Ἁγίων πάντων ὁμήγυριν, ἐκ παντὸς κροτουμένην, καὶ γένους ἅμα, καὶ ἀξιώματος, καὶ πολιτείας, καὶ τούτοις συμψάλωμεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Μαρίαν τὴν ἄχραντον, καὶ παναγίαν Θεογεννήτριαν, αἱ νεάνιδες πᾶσαι, χορείαν θείαν ἅμα στησάμεναι, μεγαλοφώνως, ἀγάλλου, βοήσατε, ἡ τῆς χαρᾶς τὴν πηγὴν ἡμῖν βλυστάνουσα.
Καταβασία Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, ἔχαιρον ψάλλοντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

ᾨδὴ η', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, των Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα∙ οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε∙ σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου τὴν ἰσχύν, ὃν ἀπαύστως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν∙ ὑπὸ τῆς ζωῆς γάρ, τὸ θνητόν κατεπόθη, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Νικηταὶ τυράννου ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐπὶ τοῦ ξύλου, χεῖρά μοι ἐκτείναντα τῷ γυμνωθέντι, καὶ καλούμενόν με, τῇ αὐτοῦ εὐσχήμονι θάλψαι γυμνώσει, εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὸν ἐκ κατωτάτου, ᾅδου με ὑψώσαντα τὸν πεπτωκότα, καὶ τῇ ὑψιθρόνῳ, δόξῃ τοῦ Γεννήτορος τετιμηκότα, εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μὲν ὤφθης Θυγάτηρ, τοῦ Θεοῦ δὲ Μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Τὸν Βασιλέα τῶν οὐρανῶν ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἐναντίων τὰς θελκτικὰς καὶ φλογώδεις, καθ' ἡμῶν κατάσβεσον βολίδας, ὅπως σε ὑμνῶμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Ὑπερφυῶς τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν Λόγον τέτοκας Παρθένε∙ ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φωτιστικήν σε καὶ χρυσαυγῆ τὸ σκηνῶσαν, ἐν σοὶ φῶς ἀπρόσιτον Παρθένε, ἔδειξε λαμπάδα, εἰς πάντας τοὺς αἰῶνας.

Κανών δ', ᾨδὴ η', τῶν Ἁγίων Πάντων
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιᾶσθε Μάρτυρες, οἱ Προφῆται, Ἀπόστολοι, Ἱερομαρτύρων ὁ σεπτὸς κατάλογος, Δικαίων Ὁσίων τε, καὶ Διδασκάλων θεῖος χορός, σὺν ταῖς Μυροφόροις γυναιξὶ μελῳδοῦντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τῆς ὑπὲρ νοῦν λαμπρότητος, ἐμφορούμενοι Ἅγιοι, θείας εὐφροσύνης καὶ χαρᾶς πληρούμενοι, Θεοὶ χρηματίζετε, τῇ πρὸς Θεὸν ἐγγύτητι, ταῖς θεουργικαῖς μαρμαρυγαῖς ὁμιλοῦντες, καὶ δόξης τῆς ἀφράστου, φωτισθέντες ἀκτῖσι, Χριστὸν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἀναφανέντες Ἅγιοι, ὡς φωστῆρες πολύφωτοι, τὸν τῆς Ἐκκλησίας, οὐρανὸν φαιδρύνετε, ποικίλοις χαρίσμασι, καὶ διαφόροις κάλλεσιν, ἐν δικαιοσύνῃ, σωφροσύνῃ, ἀνδρείᾳ, φρονήσει τε, βοῶντες· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Μετ' εὐφροσύνης ἅπασαι, γυναικῶν αἱ θεόφρονες, αἱ τελειωθεῖσαι, ἐν Χριστῷ τῷ Πνεύματι, Παρθένον τὴν ἄχραντον, καὶ ἀληθῆ Μητέρα Θεοῦ, τὴν ἐκ τῆς κατάρας, τῆς προμήτορος Εὔας, ἡμᾶς λυτρωσαμένην, τανῦν περικυκλοῦσαι, τὸν ταύτης ἀνυμνεῖτε, καρπὸν εἰς τοὺς αἰῶνας.
Καταβασία Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
«Παίδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν∙ διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός∙ διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.

Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιὼν ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

ᾨδὴ θ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ἔφριξε πᾶσα ἀκοή ΤΟ ΑΚΟΥΤΕ
Θεοῦ σε φύσει τὸν Υἱόν, συλληφθέντα ἐν γαστρὶ ἐπιστάμεθα, τῆς Θεομήτορος, καὶ γεγονότα δι' ἡμᾶς ἄνθρωπον, καὶ ἐπαρθέντα ἐν Σταυρῷ, τῇ φύσει μὲν πάσχοντα τῆς ἀνθρωπότητος, ἀπαθῆ δὲ ὡς Θεὸν διαμείναντα.

Λέλυται σκότος ἀμειδές∙ ἐκ τοῦ ᾅδου γὰρ ἀνέτειλεν Ἥλιος, δικαιοσύνης Χριστός, τῆς γῆς φωτίζων πάντα τὰ πέρατα, λάμπων Θεότητος φωτί, οὐράνιος ἄνθρωπος, Θεὸς ἐπίγειος, ὃν ἐν φύσεσι διτταῖς μεγαλύνομεν.
Θεοτοκίον
Ἔντεινε καὶ κατευοδοῦ, καὶ βασίλευε Υἱὲ Θεομήτορος, Ἰσμαηλίτην λαόν, καθυποτάττων τὸν πολεμοῦντα ἡμᾶς, φιλευσεβοῦντι Βασιλεῖ, ὡς ὅπλον ἀνίκητον, ἐπαγομένῳ σοι, σὺν τῇ λόγχῃ τὸν Σταυρὸν χαριζόμενος.

ᾨδὴ θ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος πλ. δ΄
Κυρίως Θεοτόκον ΤΟ ΑΚΟΥΤΕ
Χαρᾶς καὶ εὐφροσύνης, πλήρης σου ἡ μνήμη, τοῖς προσιοῦσιν ἰάματα βρύουσα, καὶ εὐσεβῶς Θεοτόκον σε καταγγέλλουσι.

Ψαλμοῖς σε ἀνυμνοῦμεν, Κεχαριτωμένη, καὶ ἀσιγήτως τό, Χαῖρε προσάγομεν∙ σὺ γὰρ ἐπήγασας πᾶσι τὴν ἀγαλλίασιν.

Ὡραῖος Θεοτόκε, ἔφυ ὁ καρπός σου, οὐχὶ φθορᾶς τοῖς μετέχουσι πρόξενος, ἀλλὰ ζωῆς τοῖς ἐν πίστει σε μεγαλύνουσι.

Κανών δ', ᾨδὴ θ', τῶν Ἁγίων Πάντων
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Ἐλπίδι καὶ ἀγάπῃ θωρακισθέν, καὶ πιστῶς πεφραγμένον τὸ σύνταγμα, τῶν ἐκλεκτῶν, πάσας τῶν τυράννων τὰς ἀπειλάς, τοὺς αἰκισμοὺς καὶ μάστιγας, χαίροντες ὑπέμειναν εὐκλεῶς, Χριστὸν πεπλουτηκότες, νικοποιὸν ἐν ἄθλοις, τῆς ἀληθείας πρωτομάρτυρες.

Λιμένα σωτηρίας τὸν Βαπτιστήν, Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, σὺν Ἀσκηταῖς, θείους Διδασκάλους, καὶ Ἱερεῖς, Πατριαρχῶν τε σύλλογον, καὶ Ἱερομάρτυρας εὐκλεεῖς, γυναῖκας φιλοθέους, Ὁσίους καὶ Δικαίους, νῦν ἐπαξίως εὐφημήσωμεν.

Πυρὶ δοκιμασθέντες τῶν πειρασμῶν, καὶ τρυφαῖς μὴ θελχθέντες ἀγάλλεσθε, εἰλικρινῶς θρόνῳ τοῦ Δεσπότου φωτοειδεῖ, παρεστηκότες ἔνδοξοι, δῆμος τῶν Ἁγίων ἐν οὐρανοῖς, λυθέντων τῶν ἐσόπτρων, σκιᾶς τε παρειμένης, τῆς ἀληθείας ταῖς ἐμφάσεσι.
Θεοτοκίον
Ὡράθης διεστώτων συναπτική· διὰ σοῦ γὰρ Ἀγγέλοις ὁμόσκηνοι, ἐν οὐρανοῖς, ἄνθρωποι γεγόνασιν ἀληθῶς, καὶ μαρτυροῦσι τάγματα, πάντων τῶν Ἁγίων νῦν σὺν αὐτοῖς, ὑμνοῦντες τὸν σὸν τόκον, Παρθένε Θεοτόκε, ἐν αἰωνίοις μελῳδήμασι.
Καταβασία Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».

Ἐξαποστειλάριον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.
Ἐξαποστειλάριον τῶν Ἁγίων Πάντων
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βαπτιστὴν καὶ Πρόδρομον, Ἀποστόλους, Προφήτας, Μάρτυρας, Ἱεράρχας τε Ἀσκητὰς καὶ Ὁσίους, Ἱερομάρτυρας ἅμα, φιλοθέους γυναῖκας, καί τους Δικαίους ἅπαντας, καί, Ἀγγέλων τὰς τάξεις χρεωστικῶς, ὕμνοις καταστέψωμεν δυσωποῦντες, τῆς δόξης τούτων τεύξασθαι, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον
Ἦχος β'
Τοῖς Μαθηταῖς
ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἄνω δοξαζόμενος, θεϊκῶς ὑπ' Ἀγγέλων, κόλπων πατρῴων ἄχραντε, μὴ ἐκστὰς ἀπορρήτως, τοῖς κάτω συνανεστράφη, σὺ δὲ ταύτης ὑπῆρξας, τῆς σωτηρίας πρόξενος, ἐξ ἁγνῶν σου αἱμάτων, τούτῳ Ἁγνή, ὑπὲρ λόγον σάρκα δανεισαμένη, ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.
Ὁ ἄνω δοξαζόμενος, θεϊκῶς ὑπ' Ἀγγέλων, κόλπων πατρῴων ἄχραντε, μὴ ἐκστὰς ἀπορρήτως, τοῖς κάτω συνανεστράφη, σὺ δὲ ταύτης ὑπῆρξας, τῆς σωτηρίας πρόξενος, ἐξ ἁγνῶν σου αἱμάτων, τούτῳ Ἁγνή, ὑπὲρ λόγον σάρκα δανεισαμένη, ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος πλ. δ΄ ΤΟ ΑΚΟΥΤΕ
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο∙ ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας∙ φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν∙ ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε∙ διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.

Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων∙ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.
Ἕτερα Στιχηρά, Ἀνατολικά.
Ἦχος πλ. δ΄ ΤΟ ΑΚΟΥΤΕ
Ἔπαθες διὰ σταυροῦ, ὁ ἀπαθὴς τῇ Θεότητι, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἀθανατίσας, ζωοποιήσῃς ἡμᾶς Χριστὲ ὁ Θεός, διὰ τῆς Ἀναστάσεώς σου φιλάνθρωπε.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τοὺς Ἁγίους ὁ Κύριος, τοὺς ἐν γῇ ἐθαυμάστωσε· τὰ αὐτοῦ γὰρ στίγματα καὶ παθήματα, ἐν τῇ σαρκὶ ἀνεδέξαντο, ἐν τούτοις κοσμούμενοι, καὶ ταῖς θείαις καλλοναῖς, προφανῶς ἀναθέμενοι, οὓς ὑμνήσωμεν, ὡς ἀμάραντα ἄνθη, ὡς ἀστέρας, ἀπλανεῖς τῆς Ἐκκλησίας, ὡς ἐθελόθυτα θύματα.
Ἦχος δ'
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Σὺν προφήταις, Ἀπόστολοι, σὺν Ὁσίοις Διδάσκαλοι, σὺν Ἱερομάρτυσι πάντες Δίκαιοι, καὶ γυναικῶν αἱ ἀθλήσασαι, καὶ πόθῳ ἀσκήσασαι, τῶν Ἁγίων ἡ πληθύς, καὶ Δικαίων τὰ τάγματα, εὐφημείσθωσαν, ἱεραῖς μελῳδίαις, ὡς τῆς ἄνω, βασιλείας κληρονόμοι, ὡς Παραδείσου οἰκήτορες.
Ἦχος δ'
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Οἱ τὴν γῆν οὐρανώσαντες, ἀρετῶν ἐν φαιδρότητι, οἱ Χριστοῦ τὸν θάνατον μιμησάμενοι, ἀθανασίας τὴν πρόξενον, ὁδὸν οἱ βαδίσαντες, οἱ τὰ πάθη τῶν βροτῶν, χειρουργίᾳ τῆς χάριτος, ἐκκαθάραντες, οἱ ἐν ὅλῳ τῷ κόσμῳ ὁμοψύχως, ἐναθλήσαντες γενναίως, ἀνευφημείσθωσαν Μάρτυρες.
Δοξαστικὸν, Ἑωθινὸν Α'
Ἦχος α'
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ' οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν , καὶ τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν· οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον, Ἦχος β'
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία μεγάλη


Ἦχος πλ. δ΄
Οἱ Μακαρισμοὶ
ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ Λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου βασιλείας σου.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Ἄκουε Ἀδάμ, καὶ χαῖρε σὺν τῇ Εὔᾳ, ὅτι ὁ γυμνώσας, πρὶν τοὺς ἀμφοτέρους, καὶ δι' ἀπάτης λαβὼν ὑμᾶς αἰχμαλώτους, ἐν τῷ Σταυρῷ Χριστοῦ κατήργηται.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ξύλῳ προσπαγείς, Σωτὴρ ἡμῶν βουλήσει, ξύλου τὸν Ἀδάμ, κατάρας ἐλυτρώσω, ἀποδιδοὺς ὡς οἰκτίρμων τὸ κατ' εἰκόνα, καὶ Παραδείσου τὴν κατοίκησιν.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Σήμερον Χριστός, ἀνέστη ἐκ τοῦ τάφου, πᾶσι τοῖς πιστοῖς, παρέχων ἀφθαρσίαν, καὶ τὴν χαρὰν ἐγκαινίζει ταῖς Μυροφόροις, μετὰ τὸ πάθος καὶ τὴν Ἔγερσιν.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Χαίρετε σοφαί, γυναῖκες Μυροφόροι, πρῶται τὴν Χριστοῦ, Ἀνάστασιν ἰδοῦσαι, καὶ τοῖς αὐτοῦ ἀπαγγείλασαι Ἀποστόλοις, παντὸς τοῦ κόσμου τὴν ἀνάκλησιν.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Φίλοι τοῦ Χριστοῦ, Ἀπόστολοι φανέντες, σύνθρονοι αὐτοῦ, ἐσόμενοι τῇ δόξῃ, ἐν παρρησίᾳ αὐτῷ ἡμᾶς παραστῆναι, ὡς Μαθηταὶ αὐτοῦ πρεσβεύσατε.
Δόξα...
Ἄναρχε Τριάς, ἀμέριστε Οὐσία, σύνθρονε Μονάς, ὁμότιμε τῇ δόξῃ, ἡ ὑπεράρχιος φύσις καὶ Βασιλεία, σῷζε τοὺς πίστει ἀνυμνοῦντάς σε.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον. Χαῖρε κιβωτέ, τῆς Νέας Διαθήκης. Χαῖρε ἡ ἔγχρυσος στάμνος, ἐξ ἧς τὸ Μάννα, πᾶσιν ἐδόθη τὸ οὐράνιον.

Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, καὶ Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.