Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου Ἔτους, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου καὶ Ἀρχιμανδρίτου, καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῶν Μιασηνῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Ἀειθαλᾶ, καὶ τῶν Ἁγίων τεσσαράκοντα Γυναικῶν, καὶ Ἀμμοῦν διακόνου καὶ διδασκάλου αὐτῶν, καὶ τῶν Ἁγίων μαρτύρων Καλλίστης, Εὐόδου καὶ Ἑρμογένους τῶν αὐταδέλφων, καὶ μνήμη Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἡ ἀνάμνησις τοῦ μεγάλου ἐμπρησμοῦ.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἰνδίκτου τρία, καὶ ἕτερα Ἰδιόμελα τοῦ Ὁσίου δ'.

Στιχηρὰ τῆς Ἰνδίκτου
Ἦχος α'
Τῶν οὐρανίων ΤΟ ΑΚΟΥΤΕ
Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ, τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν, βοήσωμεν τῷ Κτίστῃ· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν, παρορῶν ἡμῶν τὰ πταίσματα.
Ἦχος α'
Ὡς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ ποτέ, ἀπειθησάντων ὄντως, σοὶ τῷ πάντων Δεσπότῃ, ἀξίως κατεστρώθη οὕτω καὶ νῦν, τὰ ὀστᾶ διασκόρπισον, τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν, ψαλμικῶς παρὰ τὸν ᾍδην Χριστέ.
Ἦχος α'
Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὰς πλάκας γράψας ποτέ, αὐτὸς καὶ νῦν ἐν πόλει, Ναζαρὲτ κατὰ σάρκα, βιβλίον κατεδέξω προφητικόν, ἀναγνῶναι Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαούς, πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ σοί.
Στιχηρὰ τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου
Ἦχος πλ. α'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὅσιε Πάτερ, καλὴν εφεῦρες κλίμακα,
δι' ἧς ἀνῆλθες ἐν τῷ ὕψει,
ἢν εὗρεν Ἠλίας ἅρμα πυρός,
ἀλλ' ἐκεῖνος μὲν τὴν ἄνοδον ἄλλοις οὐκ ἔλιπε,
σὺ δὲ καὶ μετὰ θάνατον ἔχεις τὸν στῦλόν σου,
Οὐράνιε ἄνθρωπε,
ἐπίγειε ἄγγελε,
φωστὴρ ἀκοίμητε τῆς οἰκουμένης,
Συμεὼν Ὅσιε,
πρέσβευε τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, εἰ ἦν τὸν στῦλον φθέγξασθαι,
οὐκ ἂν ἐπαύσατο βοῶν σου,
τοὺς πόνους τοὺς μόχθους τοὺς ὀδυρμούς·
ἀλλ᾿ ἐκεῖνος ἐβαστάζετο,
εἴπερ ἐβάσταζεν, ὡς δένδρον πιαινόμενος ἐκ τῶν δακρύων σου,
ἐξέστησαν Ἄγγελοι,
ἐθαύμασαν ἄνθρωποι,
δαίμονες ἔπτηξαν τὴν ὑπομονήν σου,
Συμεὼν Ὅσιε,
πρέσβευε τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, δυνάμει θείου Πνεύματος,
τὸν σὸν μιμούμενος Δεσπότην,
ἐν στύλῳ ἀνῆλθες ὡς ἐν σταυρῷ·
ἀλλ᾿ ἐκεῖνος τὸ χειρόγραφον πάντων ἐξήλειψε,
σὺ δὲ τήν ἐπανάστασιν τῶν παθῶν ἔλυσας,
ἐκεῖνος ὡς πρόβατον,
καὶ σὺ ὥσπερ σφάγιον· ἐκεῖνος ἐν σταυρῷ,
καὶ σὺ ἐν τῷ στύλῳ,
Συμεὼν Ὅσιε,
πρέσβευε τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Στιχηρὁν Ἰδιόμελον τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου
Ἦχος β᾿
Ἐκ ῥίζης ἀγαθῆς ἀγαθὸς ἐβλάστησε καρπὸς ὁ ἐκ βρέφους Ἱερὸς Συμεών, χάριτι μᾶλλον ἢ γάλακτι τραφείς· καὶ ἐπὶ πέτραν τὸ σῶμα ὑψώσας, πρὸς Θεὸν δὲ ὑπερυψώσας τὴν διάνοιαν, αἰθέριον διεδομήσατο ταῖς ἀρεταῖς ἐνδιαίτημα, καὶ ταῖς θείαις Δυνάμεσι συμμετεωροπορῶν, Χριστοῦ γέγονεν οἰκητήριον, τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Στιχηρὁν Ἰδιόμελον τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου
Ἦχος β᾿
Τὸ μνημόσυνόν σου εἰς τὸν αἰῶνα μένει, Ὅσιε Πάτερ Συμεών, καὶ τὸ πρᾶον τῆς καρδίας σου θεράπον μακάριε· εἰ γὰρ καὶ μετέστης ἐξ ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλ᾿ οὐκἀπέστης ἀφ᾿ ἡμῶν τῷ πνεύματι, ἐν ἀγάπῃ Θεῷ παριστάμενος, καὶ σὺν Ἀγγέλοις χορεύων ἐν οὐρανοῖς, μεθ᾿ ὧν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στιχηρὁν Ἰδιόμελον τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου
Ἦχος β᾿
Κυπριανοῦ
Ἡ τῶν λειψάνων σου θήκη Πανεύφημε Πάτερ, πηγάζει ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις συνοῦσα, ἀξίως ἀγάλλεται. Ἔχων οὖν πρὸς Κύριον, Ὅσιε παρρησίαν, καὶ μετὰ τῶν Ἀσωμάτων χορεύων ἐν οὐρανοῖς, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στιχηρὁν Ἰδιόμελον τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου
Ἦχος β᾿
Γερμανοῦ
Ἠγάπησας θεοφόρε, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ, θεῖον ἀνεδείχθης· καὶ ὢν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανότερον τοῦ μακαρίου ἔτυχες τέλους, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν σοφὲ Συμεών.
Στιχηρὰ τῆς Παμμακαρίστου
Ἦχος α΄
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σήμερον λαμπρὰ πανήγυρις, τοῖς πιστοῖς Παρθένε, παμφαῶς ἐξέλαμψεν. Ἀγάλλονται οὐρανοὶ, καὶ συγχορεύει ἡ γῆ· συγχαίρει δ΄ἡ τοῦ Χριστοῦ, πρεσβυγενὴς Ἐκκλησία, Πανάμωμε, καὶ τέρπεται ἐν Χριστῷ τὴν ἑορτήν σου λαμπρῶς ἑορτάζουσα καὶ Δημιουργὸς ὁ Μέγας, ἐν ψαλμοῖς καὶ ᾄσμασι, συνδοξάζεται ὄντως, Παναγία Παμμακάριστε.
Ἦχος α΄
Σήμερον φαιδροῖς ἐν ᾄσμασιν εὐσεβῶς, Παρθένε, τὸν Χριστὸν δοξάζοντες τελοῦμέν σου τὴν σεπτήν, βασιλικὴν ἑορτήν· ὑπάρχεις γὰρ ἀληθῶς, τῶν νοερῶν ἀρχαγγέλων Παντάνασσα· διό σε, Μῆτερ Θεοῦ, σὺν τοῖς Ἀγγέλοις ἀεὶ μακαρίζομεν. Κεχαριτωμένη, χαῖρε, τῶν πιστῶν διάσωσμα, προστασία τοῦ κόσμου, Παναγία Παμμακάριστε.
Ἦχος α΄
Σήμερον τὴν σὴν πανήγυριν, εὐλαβῶς, Παρθένε, σὺν ἀγγέλοις ἄγομεν, τιμῶντές σου τὴν σεπτὴν καὶ σεβάσμιον μορφήν. Ἀγάλλεται ὁ λαὸς τῆς Βασιλίδος νῦν ταύτης τῶν πόλεων, εὐσεβοφρόνως τιμῶν, θεοειδοῦς σου μορφῆς τὸ εἰκόνισμα, καὶ ἐν κατανύξει κράζει, σεμνὴ Παμμακάριστε, τὸν Υἱόν σου δυσώπει ὑπὲρ τῶν πόθῳ τιμώντων σε.
Ἕτερα στιχηρὰ τῆς Παμμακαρίστου
Ἦχος α΄
Τῶν οὐρανίων ΤΟ ΑΚΟΥΤΕ
Λαμπροφανὴς καὶ πανένδοξος ἀνατέταλκε, τῇ βασιλίδι αὖθις ἡ πανέορτος μνήμη εἰκόνος σεβασμίας τῆς ὑπὲρ νοῦν γενομένης θεόπαιδος· ἀνευφημοῦντες οὖν ταύτην, πίστει θερμῇ καὶ καρδίᾳ μακαρίσωμεν.
Ἦχος α΄
Πανευλαβῶς ἀσπαζόμεθα, Παμμακάριστε, τὴν ἱεράν σου πάντες καὶ ἁγίαν εἰκόνα· θερμὴν παραμυθίαν ταύτην ἀεὶ, ἐν ταῖς θλίψεσιν ἔχοντες· οἱ τοῖς τοῦ βίου κυκλούμενοι πειρασμοῖς, Θεοτόκε ἀειπάρθενε.
Ἦχος α΄
Τῆς εὐσεβείας οἱ παῖδες δεῦτε συνδράμωμεν, ἐπὶ τῇ θείᾳ μνήμῃ τῆς πανσέπτου εἰκόνος τῆς ὄντως Θεοτόκου καὶ εὐλαβῶς πρὸς αὐτὴν ἀνακράξωμεν ἀπὸ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τοὺς τιμῶντάς σε περίσωζε.
Στιχηρὰ τῶν ἁγίων 40 γυναικῶν μαρτύρων
ἦχος δ΄
'Ως γενναῖον ἐν μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τὸν 'Αμμοὺν τὸν διάκονον, 'Αθηνᾶν 'Αντιγόνην τε, 'Ελπινίκην, Μόσχω, Χάιδω, Χαρίκλειαν, Καλλίστην, Λάμπρω. Πανδώραν ὁμοῦ, Τρωάδα Δωδώνην τε, 'Ερασμίαν, 'Ερατώ, Κλεονίκην καὶ Θάλειαν ἐπαινέσωμεν Μαριάνθην, Εὐτέρπην, 'Αριβοίαν, 'Ακριβῆ καὶ 'Ασπασίαν ταῖς τῶν ᾀσμάτων τερπνότησι.
ἦχος δ΄
Τῶν παρθένων ὁ σύλλογος 'Αφροδίτην Διόνην τε, Πηνελόπην ἅπαντες Θεονύμφην τε, τὴν Μαργαρίταν Σαπφὼ ὁμοῦ, Κλειὼ Κλεοπάτραν τε, Πολυμνίαν, Θεανώ, Μελπομένην ὑμνήσατε Κοραλίαν τε, Καλλιρρόην ὁμοῦ καὶ Θεανόην, Πολυνίκην, Τερψιχόρην ἐν ἱεροῖς μελῳδήμασιν.
ἦχος δ΄
Ὲρμηνείαν αἰνέσωμεν, Οὐρανίαν ὑμνήσωμεν, Θεοφάνην ἅμα τε φιλομάρτυρες, ᾿Αδαμαντίνην, γεραίροντες Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν καλέσαντα αὐτάς, παρθενίᾳ καὶ αἵματι, πρὸς οὐράνια τῶν ἁγίων σκηνώματα, πρεσβεύειν ὑπὲρ τῶν ἐν εὐσβείᾳ αὐτὰς τιμώντων καὶ ᾄσμασιν.
Ἕτερα στιχηρὰ τῶν ἁγίων 40 γυναικῶν μαρτύρων
ἦχος δ΄
῎Εδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε τὰ μνημόσυνα ἀθλητριῶν τεσσαράκοντα εὐσεβῶς νῦν τελέσωμεν· αὗται γὰρ φοιτήσασαι τῷ 'Αμμούν, προσῆλθον μιᾷ τῇ καρδίᾳ καὶ ὡμολόγησαν Χριστὸν ἀνδρειοφρόνως καθυπομείνασαι τὸ πῦρ σφαγὴν καὶ θάνατον τὸν βιαιότατον ἅπασαι· διὸ νῦν συναπέλαβον τὴν ζωὴν τὴν οὐράνιον.
ἦχος δ΄
Ὄντως ἀνεδείχθητε, ὦ τεσσαράκοντα ἅγιαι, ἐκκλησίας καυχήματα, Εὐτέρπη, Χαρίκλεια, Τερψιχόρη, Μόσχω, Σαπφὼ Οὐρανία, ἀκολουθήσασαι ᾿Αμμοὺν τοῖς λόγοις ἔργοις καὶ τοῖς παθήμασι, καὶ πᾶσαι αἱ ἀθλήτριαι ἀσκητικῶς συνδεσμούμεναι διπλῷ στέφει ἐστέφθητε ἐπαξίως, μακάριαι.
ἦχος δ΄
Θρᾴκη ἐπαγάλλεται ἁγιασθεῖσα τῷ αἵματι μαρτυρίου, πανένδοξοι, ὑμῶν, καὶ πρὸς Κύριον ἀναπέμπει αἶνον· δόξα σοι, βοῶσα, τῷ αἰωνίῳ βασιλεῖ δωρησαμένῳ μοι πλοῦτον ἄσυλον χορείαν τεσσαράκοντα ἀσκητριῶν καὶ πρὸς ἄθλησιν ὁμοθύμως χωρήσασαν τοῦ λαβεῖν στέφος ἄφθαρτον.
Δόξα... Τῶν ἁγίων 40 γυναικῶν μαρτύρων
Ἦχος πλ. β´
Γερμανοῦ
Μέγας εἶ, Κύριε, καὶ δεδοξασμένος εἰς αἰῶνας· ἰδοὺ γὰρ ἡ πληθὺς τῶν τεσσαράκοντα παρθένων καὶ ἀσκητριῶν, προσέρχεταί σοι τῷ μόνῳ Θεῷ, ἐν παρρησίᾳ ὁμολογήσασα, τὴν καλὴν ὁμολογίαν· Κύριε πρεσβείαις τῶν μαρτύρων σου κατάμπεμψον ἡμῖν τὴν ἄφεσιν.
Δόξα... Τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου
Ἦχος πλ. β´
Γερμανοῦ
Θεία χάρις ἀπῃώρητο, ἐπὶ τῇ θήκῃ τῶν λειψάνων σου, ἡγιασμένε Συμεών· διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων σου δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν ἀρυόμενοι· Ἀλλὰ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς Ἰνδίκτου
Ἦχος πλ β΄
Βυζαντίου
Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.
Καὶ νῦν... Τῆς Παμμακαρίστου
Ἦχος πλ β΄
Σήμερον συγκαλεῖται ἡμᾶς, τῆς Θεοτόκου ἡ σεβάσμιος πανήγυρις. Ἐν χαρᾷ οὖν καὶ ἀγαλλιάσει, τῇ σεπτῇ αὐτῇ εἰκόνι προσπίπτοντες, βοήσωμεν λέγοντες. Θεοτόκε Παμμακάριστε, ἡ μεσίτρια καὶ σκέπη τῶν εἰς σὲ μετὰ Θεὸν καταφευγόντων, διαφύλαξον τὴν πόλιν σου ἄτρωτον, ἀπὸ τῶν ἐναντίων προσβολῶν. Τῇ ἀμάχῳ γάρ σου προστασίᾳ, εἰρήνην βραβεύεις, καἰ ἱλασμὸν ἁμαρτιῶν, τοῖς μετὰ πόθου προσκυνοῦσι τὴν εἰκόνα σου, Ἄχραντε.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα τῆς Ἰνδίκτου
(Κεφ. 61, 1-10)

Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.
Λευϊτικοῦ τὸ Ἀνάγνωσμα τῆς Ἰνδίκτου
(Κεφ. 26, 3-10 καὶ ἐκλογὴ)

Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ.
Παροιμιῶν τὸ ἀνάγνωσμα
(31,10-20), τῶν ἁγίων 40 γυναικῶν μαρτύρων

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα, τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου
(Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα, τῆς Παμμακαρίστου
(Κεφ. 43, 27 & 44, 1-4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1) . Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.


(Τῶν ἁγίων 40 γυναικῶν μαρτύρων)
Εἰς τὴν λιτήν. στιχηρὰ ἰδιόμελα τῶν ἁγίων. ἦχος α΄.
Εὐφραίνονται ἐν πόλῳ οἱ χοροὶ τῶν ἁγίων, ὅσιοι καὶ μάρτυρες πανηγυρίζουσι· τεσσαράκοντα γὰρ κόραι ἀσκήσει καὶ ἀθλήσει λελαμπρυσμέναι σὺν τῷ διδασκάλῳ αὐτῶν 'Αμμοὺν τὸν ὄφιν κατεπάτησαν καὶ νικηφόροι εἰσῆλθον εἰς παστάδα οὐράνιον· αὐτῶν πρεσβείαις, Κύριε, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
῏Ηχος β΄.
Δεῦτε, ἅπαντες πιστοί, τὴν μνήμην τῶν ὁσιομαρτύρων τελέσωμεν· τῇ ἀσκήσει γὰρ ὁσίως ἀγωνισάμεναι ἄσβεστον ἐτήρησαν τὴν λαμπάδα καὶ φαιδρῶς συνεισῆλθον εἰς νυμφῶνα οὐράνιον· διὸ παριστάμεναι τῷ θρόνῳ τοῦ Παντάνακτος ἐκτενῶς πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος γ΄.
Εὐφραινέσθω ὁ λαὸς Κυρίου ἐπὶ τῇ μνήμῃ τῶν ἁγίων· καὶ μεγαλύνθητι, ἡ 'Εκκλησία, ἐπὶ τῇ νίκῃ τῶν ἀθληφόρων· πᾶσαν πλάνην γὰρ τῶν εἰδώλων πατήσασαι τὸν Χριστὸν γενναίως ὡμολόγησαν· οὐ τὸ πῦρ ἐδειλίασαν, οὐ τὸ ξίφος, οὐ πᾶσαν ἄλλην βάσανον· ἔνδον γὰρ τῇ καρδίᾳ αὐτῶν ἐλάλει ἡ χάρις τοῦ Παρακλήτου· διὸ νομίμως ἀθλήσασαι καὶ στεφανωθεῖσαι ἱκετεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος δ΄.
Προσελθόντες ἀδελφοί, κατίδωμεν χορείαν τεσσαράκοντα παρθένων καλῶς προβιβασθεῖσαν ὑπὸ διδασκάλου καὶ διακόνου 'Αμμούν· ὢ τοῦ θαύματος! ὅτι φύσις ἀσθενὴς γενναίως ἀντέστη τοῖς τυράννοις καὶ ὑπέμεινε πᾶσαν θλῖψιν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· αὐτῶν πρεσβείαις, Κύριε, φώτισον τὰς ψυχὰς ἡμῶν.
῏Ηχος πλ. α΄.
Δεῦτε, ἅπαντες πιστοί, τὴν μνήμην τῶν ἀθληφόρων τιμήσωμεν· τὸν Χριστὸν γὰρ ἀγαπήσασαι καὶ ἀκολουθήσασαι ἀσκητικῶς, ἀθλητικῶς πρὸς αὐτὸν προσέδραμον, μετὰ τοῦ διδασκάλου 'Αμμούν· ἐξέστησαν ἅπαντες καθορῶντες κόρας ἁπαλάς, ἀνδρείᾳ καὶ καρτερίᾳ κεκοσμημένας, μαρτυρικῶς εἰσερχομένας πρὸς οὐρανόν· Κύριε πρεσβειαις αὐτῶν ἐλέησον ἡμᾶς.
῏Ηχος πλ. β΄.
Μελωδικῶς εὐφημήσωμεν, πιστοί, τῶν τεσσαράκοντα παρθένων καὶ μαρτύρων σήμερον τὴν μνήμην καὶ ἐναρμόνιον μέλος ᾄδοντες εἴπωμεν· χαίρετε 'Αδαμαντίνη, 'Αθηνᾶ, 'Ακριβή, 'Αντιγόνη καὶ 'Αριβοία· χαίρετε 'Ασπασία, 'Αφροδίτη, Διόνη, Δωδώνη, 'Ελπινίκη, 'Ερασμία, 'Ερατώ, 'Ερμηνεία καὶ Εὐτέρπη· χαίρετε Θάλεια, Θεανώ, Θεανόη, Θεονύμφη καὶ Θεοφάνη, Καλλιρρόη, Καλλίστη καὶ Κλειώ, Κλεονίκη, Κλεοπάτρα καὶ Κοραλία· χαίρετε Λάμπρω, Μαργαρίτα, Μαριάνθη, Μελπομένη, Μόσχω, Οὐρανία, Πανδώρα καὶ Πηνελόπη· χαίρετε Πολυμνία, Πολυνίκη, Σαπφώ, Τερψιχόρη καὶ Τρωάς, Χάιδω καὶ Χαρίκλεια· πάρεστε δὲ μέσον ἡμῶν ἀοράτως ἀντιδοῦσαι ἡμῖν τὸ τοῦ Κυρίου μέγα καὶ πλούσιον ἔλεος.
Δόξα... ἦχος πλ. δ΄.
'Εν ᾠδαῖς ᾀσμάτων, λαοί, τὴν μνήμην τῶν ὁσιομαρτύρων τελέσωμεν· διὰ πυρὸς γὰρ καὶ πικροῦ θανάτου ἀθλήσασαι γενναίως ἐνώπιον τῶν τυράννων καὶ καταπλήξασαι τὰ στίφη τῶν ἀθέων, χαροποιήσασαι δὲ τὰ πλήθη τῶν πιστῶν ἔλαβον τὸν στέφανον παρὰ Χριστοῦ· διὸ παρησίαν ἔχουσαι πρὸς Κύριον ἐκτενῶς πρεσβεύουσιν ὑπὲρ τῶν τιμώντων τὴν μνήμην αὐτῶν.
Καὶ νῦν, Θεοτοκίον. ἦχος ὁ αὐτός.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα τῆς Ἰνδίκτου.
Ἰωάννου Μοναχοῦ
Ἦχος α´

Ἐπέστη ἡ εἴσοδος τοῦ ἐνιαυτοῦ, συγκαλοῦσα γεραίρειν ταύτην τοὺς λαμπρύνοντας, Καλλίστην, Εὔοδον καὶ Ἑρμογένην, τοὺς αὐταδέλφους ἀθλητάς, Συμεὼν τὸν ἰσάγγελον· Ἰησοῦν τὸν τοῦ Ναυῆ, τοὺς ἐν Ἐφέσῳ Ἑπταρίθμους Παῖδας, καὶ τὴν τετραδεκαπύρσευτον τῶν Ἁγίων Γυναικῶν χορείαν· ὧν ταῖς μνείαις κοινωνοῦντες, φιλέορτοι, βοήσωμεν ἐκτενῶς· Κύριε, εὐλόγησον τὰ ἔργα τῶν χειρῶν σου, καὶ καταξίωσον ἡμᾶς λυσιτελῶς περαιῶσαι, τὴν τοῦ χρόνου περίοδον.
Ὁ αὐτὸς
Στίχ.
Σοί πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών, καί σοί ἀποδοθήσεται εὐχή ἐν Ἰερουσαλήμ
Τοῦ αὐτοῦ
Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ, καὶ τὴν πόλιν ἡμῶν φύλαττε ἀπολιόρκητον· τοὺς δὲ πιστοὺς Βασιλεῖς ἡμῶν, ἐν τῇ δυνάμει σου εὔφρανον, νίκας χορηγῶν αὐτοῖς κατά των πολεμίων, διά της Θεοτόκου δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β
Στίχ.
Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου• ἅγιος ὁ ναός σου, θαυμαστός ἐν δικαιοσύνῃ
Κυπριανοῦ
Θαυμαστὸς εἶ ὁ Θεός, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ αἱ ὁδοί σου ἀνεξιχνίαστοι· πέλεις γὰρ σοφία τοῦ Θεοῦ, καὶ ὑπόστασις τελεία καὶ δύναμις, συνάναρχός τε καὶ συναΐδιος συνεργία· διὸ παντοδυνάμῳ ἐξουσίᾳ κόσμῳ ἐπεδήμησας, ζητῶν ὃ ἐκάλλυνας πλάσμα, ἀνεκφράστως ἐξ ἀπειράνδρου Μητρός, μὴ τραπεὶς τῇ θεότητι, διαθέμενος ὅρους καὶ χρόνους, εἰς σωτηρίαν ἡμῶν ἀναλλοίωτε, διὰ τοῦτό σοι βοῶμεν, Ἀγαθὲ Κύριε, δόξα σοι.
ὁ αὐτὸς
Στίχ.
Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε.
Ἰωάννου Μοναχοῦ
Ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, προαιώνιε Λόγε τοῦ Πατρός, καὶ τὴν σύμπασαν κτίσιν, παντοδυνάμῳ σου λόγῳ συστησάμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰς αἱρέσεις κατάβαλε, διὰ τῆς Θεοτόκου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δόξα... Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος πλ. α᾿
Ὅσιε Πάτερ, καλὴν ἐφεῦρες κλίμακα, δι᾿ ἧς ἀνῆλθες ἐν τῷ ὕψει, ἣν εὗρεν Ἠλίας ἅρμα πυρός· ἀλλ᾿ ἐκεῖνος μὲν τὴν ἄνοδον ἄλλοις οὐκ ἔλιπε, σὺ δὲ καὶ μετὰ θάνατον ἔχεις τὸν στῦλόν σου, Οὐράνιε ἄνθρωπε, ἐπίγειε ἄγγελε, φωστὴρ ἀκοίμητε τῆς οἰκουμένης, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Τῶν ἁγίων 40 γυναικῶν μαρτύρων
Ἦχος πλ. α᾿
Τῶν τεσσαράκοντα γυναικῶν ἀσκητριῶν, παρθένων καὶ μαρτύρων, καὶ διακόνου 'Αμμοὺν τὴν ἐτήσιον μνήμην δεῦτε, πιστοί, τιμήσωμεν· τῷ Χριστῷ γὰρ ἀκολουθοῦσαι πιστῶς ὡς ἐν τῇ ἀσκήσει, οὕτω καὶ ἐν ἀθλήσει οὐκ ἠρνήσαντο αὐτόν· πᾶσαν βάσανον καὶ θλῖψιν ὑπέμειναν· αἱ μὲν δέκα εἰς πῦρ ἐμβληθεῖσαι, αἱ δὲ ὀκτὼ μετὰ τοῦ διδασκάλου αὐτῶν ἀποκεφαλισθεῖσαι· ἕτεραι δὲ δέκα διὰ ξίφους τελειωθεῖσαι, καὶ ἓξ ὑπὸ μαχαιρῶν, καὶ αἱ λοιπαὶ διὰ σιδήρων πεπυρακτωμένων· στεφηφόροι δὲ ἀνῆλθον εἰς οὐρανοὺς τῷ ἀθανάτῳ Νυμφίῳ ἐκτενῶς πρεσβεύουσαι ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς ἰνδίκτου
Ἦχος πλ. α᾿
Ἰωάννου Μοναχοῦ
Σὺ Βασιλεῦ, ὁ ὢν καὶ διαμένων, καὶ εἰς αἰῶνας ἀτελευτήτους, δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν· καὶ παράσχου φιλάνθρωπε τῇ γῇ σου εὐφορίαν, εὐκράτους τοὺς ἀέρας χαριζόμενος· τῷ πιστοτάτῳ Βασιλεῖ συμπολέμει, κατὰ ἀθέων βαρβάρων, ὡς ποτὲ τῷ Δαυΐδ· ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς σου, καὶ τὸν πανάγιον τόπον ἐμίαναν Σῶτερ· ἀλλ᾿ αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός, τῇ πρεσβείᾳ τῆς Θεοτόκου· νίκη γὰρ σὺ τῶν Ὀρθοδόξων καὶ καύχημα.
Καὶ νῦν... Τῆς Παμμακαρίστου
Ἦχος πλ. α᾿
Δεῦτε φιλεόρτων τὸ σύστημα, συναθροισθέντες σήμερον, ἐν χαρᾷ πανηγυρίσωμεν. Δεῦτε ᾄσμασιν ἑορτίοις μέλψωμεν τὴν σεπτὴν εἰκόνα τῆς Παμμακαρίστου. Αὕτη γὰρ, θαυμασίως διασέσωσται, τὴν λύμην φυγοῦσα, ἐν τῷ πανσέπτῳ τούτῳ καὶ θείῳ ναῷ. Καὶ ἰδοὺ νῦν πρόκειται τοῖς πιστοῖς εἰς προσκύνησιν, ἀφθονίαν παρέχουσα ἰαμάτων τοῖς εὐλαβῶς προσκυνοῦσι καὶ αἰτουμένοις τὴν προστασίαν Σου, Παμμακάριστε.

Ἀπολυτίκιον τῆς ἰνδίκτου
ἦχος β΄
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς θεοτόκου, καὶ σῶσον ἡμᾶς.
Ἀπολυτίκιον τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος α´
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῶν ἁγίων 40 γυναικῶν μαρτύρων
ἦχος πλ. α΄
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὰθλητῶν αἱ χορεῖαι, δεῦτε συνδράμετε καὶ τεσσαράκοντα κόρας μετὰ 'Αμμοὺν εὐσεβοῦς μεγαλύνατε λαμπρῶς πανηγυρίζουσαι· ὅτι ἐνήθλησαν στερρῶς, τῇ ἀσκήσει ἐν Χριστῷ ῥωσθεῖσαι καὶ λαμπρυνθεῖσαι· πρεσβεύουσαι τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς θεοτόκου
ἦχος βαρύς
Χαῖρε κεχαριτωμένη θεοτόκε παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄. στιχολογίαν, Κάθισμα τῆς Ἰνδίκτου
Ἦχος πλ. δ᾿
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὁ καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος, τὰς αἰτήσεις τῶν δούλων σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν πόλιν σου, οἱ οἰκτιρμοὶ καὶ γάρ σου, εἰς πάντα τὰ ἔργα σου. Ὅθεν τὰς εἰσόδους, εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Κάθισμα τῆς Παμμακαρίστου
Ἦχος πλ. δ᾿
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Κατ΄εἰκόνος σεπτῆς σου τοὺς διωγμοὺς, ἐκμειώσασα ὅλως, Μῆτερ Θεοῦ,ταύτην περιέσωσας χαριτόβρυτον ἅπασι· τοῖς προσιοῦσι γὰρ πίστει εἰρήνην χαρίζεται καὶ οὐρανόθεν πηγάζει αὐτοῖς τὰ ἰάματα. Ὅθεν κατὰ χρέος εὐλαβῶς προσκυνοῦμεν αὐτήν, Παμμακάριστε, καὶ ἐν πίστει σοι κράζομεν οἱ κυκλούμενοι θλίψεσι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ῥύστης ἵνα γένηται καὶ ζωῆς αἰωνίου δοτὴρ εὐμενέστατος.

Μετὰ τὴν β΄. στιχολογίαν, Κάθισμα τῆς Ἰνδίκτου
Ἦχος δ´
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς. Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.
Δόξα... καὶ νῦν... τῆς Παμμακαρίστου.
Ἦχος δ΄. «Κατεπλάγη Ἰωσήφ»

Ἡ ἁγία σου, Ἁγνή, καὶ χαριτόβρυτος εἰκών, διωγμῶν τε καὶ πυρὸς φυγοῦσα λύμην καὶ φθορὰν καὶ θαυμασίως ἀλώβητος διασωθεῖσα, χάριν τοῖς πιστοῖς ἀνεξάντλητον ἀναβλύζει δαψιλῶς, Παμμακάριστε· διὸ συμφώνως σήμερον τελοῦμεν τὴν ἱεράν σου Πανήγυριν, Παρθένε, σῶζε τοὺς προσκυνοῦντας τὴν εἰκόνα σου, Πανύμνητε.

Μετὰ τὴν β΄. στιχολογίαν, Κάθισμα τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος πλ. α´
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείᾳ τὸν βίον σου κατεκόσμησας, καὶ νεκρώσας τὸ σῶμά σου ἐξηφάνισας, τοῦ ἐχθροῦ τὰς προσβολὰς Πάτερ μακάριε· καὶ μετέστης πρὸς Θεόν, εἰς τὴν αἰώνιον ζωήν, ὡς ἄξιος κληρονόμος· διὸ μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος δ᾿
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Εἰσῆλθες ἐν τῷ σκάμματι, τοῦ μαρτυρίου πιστῶς, Καλλίστη κηρύττουσα, σὺν τοῖς δυσὶν ἀδελφοῖς, Χριστὸν τὸν Θεὸν ἡμῶν· πόθῳ γὰρ θρεψαμένη, νοερὰ σκεύη ὄντως, τῆς Χριστοῦ Ἐκκλησίας, ἀπετέλεσας τούτους· διὸ καὶ συνηρμόσθης αὐτοῖς, Μάρτυς εἰς τὴν ἄνω ζωήν.
Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάχραντε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.

Μετὰ τὴν γ΄. στιχολογίαν, Κάθισμα τῆς παμμακαρίστου
Ἦχος α΄
Τὸν τάφον σου Σωτήρ ΤΟ ΑΚΟΥΤΕ
Ἡ θεία σου εἰκών, Παναγία Παρθένε, ἰάσεων πηγὴν ἀναβλύζει ἀφθόνως, καὶ ῥῶσιν χαρίζεται τοῖς ἐν πίστει προστρέχουσιν. Ὅθεν ἅπαντες, πανευλαβῶς προσκυνοῦντες, ἀσπαζόμεθα, σὸν χαριτόβρυτον τύπον σεμνὴ Παμμακάριστε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῶν ἁγίων Γυναικῶν
Ἦχος α´
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀμνάδες λογικαί, τῷ ἀμνῷ καὶ ποιμένι, προσήχθητε πιστῶς, διὰ τοῦ μαρτυρίου, τὸν δρόμον τελέσασαι, καὶ τὴν πίστιν τηρήσασαι· ὅθεν σήμερον, περιχαρῶς εὐφημοῦμεν, Ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν μεγαλύνοντες.
Δόξα... Καὶ νῦν... Ἦχος δ´
Κατεπλάγη Ἰωσὴφ
ΤΟ ΑΚΟΥΤΕ
Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς. Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.

Προκείμενον Ἦχος δ´
Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς ἀὐτοῦ.
Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός.

Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, Ἦχος β᾿
Ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, προαιώνιε Λόγε τοῦ Πατρός, καὶ τὴν σύμπασαν κτίσιν παντοδυνάμῳ σου λόγῳ συστησάμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰς αἱρέσεις κατάβαλε, διὰ τῆς Θεοτόκου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ποίημα Ἰωάννου Μοναχοῦ

Κανών α', ᾨδὴ α', τῆς Ἰνδίκτου

Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
ᾌσωμεν πάντες λαοί,
τῷ ἐκ πικρᾶς δουλείας,
Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι,
καὶ ἐν βυθῷ θαλάσσης,
ποδὶ ἀβρὀχῳ ὁδηγήσαντι,
ᾠδὴν ἐπινίκιον,
ὅτι δεδόξασται.

ᾊσωμεν πάντες Χριστῷ, δι᾿ οὗ συνέστη τὰ πάντα, καὶ ἐν ᾧ διατελεῖ ἀδιάπτωτα, ὡς ἐξ ἀνάρχου φύντι, Θεοῦ Πατρὸς ἐνυποστάτῳ Λόγῳ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ᾊσωμεν πάντες Χριστῷ, τῷ πατρικῇ εὐδοκίᾳ, ἐπιφανέντι ἐκ Παρθένου καὶ κηρύξαντι, ἐνιαυτὸν Κυρίου δεκτόν, ἡμῖν εἰς ἀπολύτρωσιν, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

Ἐν Ναζαρὲτ εἰσελθών, ὁ παροχεὺς τοῦ νόμου, ἐν ἡμέραις τῶν σαββάτων ἐδίδασκε, νομοθετῶν Ἑβραίοις, τὴν ἔλευσιν αὐτοῦ τὴν ἄφραστον, δι᾿ ἧς ὡς ἐλεήμων, σώσει τὸ γένος ἡμῶν.
Θεοτοκίον
ᾊδοντες πάντες Πιστοί, τὴν ὑπερθαύμαστον Κόρην, τὴν τὸν Χριστὸν τῇ οἰκουμένῃ ἀνατείλασαν, καὶ χαρᾶς τὰ πάντα πληρώσασαν, τῆς ἀϊδίου ζωῆς, ἀεὶ ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Κανὼν τῶν Ἁγίων Γυναικῶν, οὗ ἡ Ἀκροστιχίς.
Στερρῶν Γυναικῶν Μαρτύρων μέλπω πόνους.

ᾨδὴ α'

Ἦχος δ'
Ἀνοίξω τὸ στόμά μου ΤΟ ΑΚΟΥΤΕ
Στερρῶς τὸν ἀντίπαλον, κατηγωνίσασθε Μάρτυρες, ἀσκήσει μὲν πρότερον, ἔπειτα δεύτερον, τῇ δι᾿ αἵματος, ἀθλήσει, διὰ τοῦτο, ὑμῶν τὰ μνημόσυνα, πίστει γεραίρομεν.

Τρωθεῖσαι τῷ ἔρωτι, τοῦ δι᾿ ἡμᾶς ὑπομείναντος, σταυρόν τε καὶ θάνατον, τούτου τοῖς ἴχνεσιν, ἠκολούθησαν, αἱ Ἁγίαι γυναῖκες, σαρκὸς τὴν ἀσθένειαν, ἐπιλαθόμεναι.

Ἑλλήνων θρησκεύματα, καὶ τῶν δαιμόνων ἱδρύματα, τῷ ὅπλῳ τῆς πίστεως, κατηδαφίσατε, καὶ προσήχθητε, ναῷ ἐπουρανίῳ κειμήλια ἔμψυχα, Μάρτυρες πάνσεμνοι.
Θεοτοκίον
Ῥωσθεῖσαι τῇ χάριτι, τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος, νηδύος Πανάμωμε, κόραι νεάνιδες, διεκρούσαντο, βασάνων τρικυμίαν, καὶ σοῦ ἀπηνέχθησαν, ὀπίσω χαίρουσαι.

Κανὼν τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν, οὗ ἡ Ἀκροστιχίς.
Δέχου τὸν ὕμνον, Συμεὼν πανόλβιε.
Ἄνευ τῶν Θεοτοκίων. Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾊσωμεν τῶ Κυρίω ΤΟ ΑΚΟΥΤΕ
Δίδου μοι ἐν ὀργάνῳ, γλώττης σαθρῷ, ὦ θεοφόρε Συμεών, τῷ τὴν ᾠδὴν σοι πλέκοντι, ταῖς δεήσεσι ταῖς σαῖς, γνώσεως φῶς θεοδίδακτον.

Ἔγνωσαν τὴν σοφίαν, Πάτερ τὴν σήν, Πέρσαι Αἰθίοπτες, Ἰνδοὶ καὶ Σκύθαι καὶ Ἀράβων πληθύς, καὶ ἐδόξασαν Χριστόν, τὸν διὰ σοῦ δοξαζόμενον.

Χάριτος ἐπληρώθης πνευματικῆς· ποιμαντικῶν γὰρ ἐκ σηκῶν, ὡς, Ἰακὼβ Δαυῒδ καὶ Μωσῆς, ἀρχηγέτης λογικῶν, ὤφθης θρεμμάτων Μακάριε.
Θεοτοκίον
Ἄχραντε Θεοτόκε, χαῖρε σεμνή, ἡ τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ χωρήσασα, λυτρωθῆναι τῶν δεινῶν, αἴτησαι τοὺς ἀνυμνοῦντάς σε.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸν χαράξας Μωσῆς,
ἐπ' εὐθείας ῥάβδω,
τὴν Ἐρυθρὰν διέτεμε,
τῷ Ἰσραὴλ πεζεύσαντι,
τὴν δὲ ἐπιστρεπτικῶς,
Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν,
ἐπ' εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον.
Διὸ Χριστῷ ᾄσωμεν
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Κανών α', ᾨδὴ γ', τῆς Ἰνδίκτου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Στερέωσόν με Χριστέ,
ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου,
καὶ φώτισον με φωτὶ τοῦ προσώπου σου·
οὔκ ἐστι γὰρ Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε.

Στερέωσον ἀγαθέ, ἣν κατεφύτευσε πόθῳ, ἐπὶ τῆς γῆς ἡ δεξιά σου, κατάκαρπον ἄμπελον, φυλάττων σου τὴν Ἐκκλησίαν Παντοδύναμε.

Ἐν ἔργοις πνευματικοῖς, θεοτερπέσι κομῶντας, τὸ ἔτος τοῦτο, διαγαγεῖν καταξίωσον Κύριε, τοὺς πίστει σε μέλποντας, Θεὸν τοῦ παντός.

Γαλήνιόν μοι Χριστέ, τὸν ἐνιαύσιον κύκλον δίδου οἰκτίρμον, καὶ ἔμπλησόν με τῶν λόγων τῶν θείων σου, οὓς ὤφθης φάσκων, Ἰουδαίοις ἐν σάββασιν.
Θεοτοκίον
Ὡς μόνην ὑπερφυῶς, τὴν ὑπεράνθρωπον χάριν, ἐν τῇ γαστρί σου δεξαμένην ἀτρέπτως σκηνώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἀεὶ σε δοξάζομεν.

Κανών β', ᾨδὴ γ', τῶν Ἁγίων Γυναικῶν
Ἦχος δ'
Τόξον δυνατῶν ΤΟ ΑΚΟΥΤΕ
Ῥώμῃ πανσθενεῖ ῥωννύμεναι, τὴν τῶν ἀντιπάλων κατεπαλαίσατε δύναμιν, διὰ τοῦτο ὡς νικηφόροι, πρὸς Χριστοῦ ἐστεφανώθητε.

Ὤφθη τῶν θηρῶν τὰ χάσματα, θείᾳ δυναστείᾳ τοῦ Χριστοῦ ἀνενέργητα, καὶ ἐρρύσθητε θεοφόροι, ἀβλαβεῖς Θεὸν γεραίρουσαι.

Νεύσει πρὸς Θεὸν θεούμεναι, τῆς πολυθεΐας τὸν κρυμὸν ἀπεκρούσασθε, καὶ πρὸς θάλψιν τῆς ἄνω δόξης, Ἀθληφόροι κατηντήσατε.
Θεοτοκίον
Γνόντες εὐσεβῶς κηρύττομεν, σὲ παναληθῆ Θεοῦ Μητέρα Πανάμωμε· διὰ σοῦ γὰρ ἡμῖν ὁ Πλάστης, ὁμιλῆσαι κατηξίωσεν.

Κανών γ', ᾨδὴ γ', τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος πλ. δ'
Τὸν φόβον σου ΤΟ ΑΚΟΥΤΕ
Ὀξέως φυγών, τὴν νιφετώδη φορὰν τῶν πνευμάτων, πρὸς σωτήριον ηὐτομόλησας μονὴν Συμεών, ἐξ ἧς καὶ τὴν ἀγήρω ζωὴν ἐκαρπώσω.

Ὑπέκλινας χαίρων, τὴν πειθήνιον ἀκοήν σου Παμμακάριστε, τῷ Δεσπότῃ μακαρίζοντι, καὶ μακαριζομένην εὗρες πολιτείαν.

Τοῦ λόγου δεξάμενος τὰ σπέρματα, τῆς καρδίας σου ταῖς αὔλαξι, τῶν δακρύων ἐπιβλύσεσι Χριστῷ, πολύχουν στάχυν, ἀρετῶν ἐδρέψω.
Θεοτοκίον
Ἀρρήτως συνέλαβες Θεόνυμφε, τὸν Σωτῆρά τε καὶ Κύριον, τὸν λυτρούμενον ἡμᾶς τῶν δεινῶν, τοὺς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται·
τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα,
τῇ στειρευούσῃ δὲ πρῴην,
Ἐκκλησίᾳ νῦν ἐξήνθησε,
ξύλον Σταυροῦ,
εἰς κράτος καὶ στερέωμα.

Κάθισμα τοῦ Ὁσίου
Ἦχος πλ. δ᾿
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὑπερζέσας τῇ πίστει Πάτερ σοφέ, καὶ προσκαίρων ἁπάντων ὑπεριδών, Χριστῷ ἠκολούθησας, τῇ δυνάμει τοῦ Πνεύματος, ἐγκρατείᾳ τήξας, τὸ σῶμά σου Ὅσιε, οὐρανῶν τὴν δόξαν, ἀεὶ προορώμενος· ὅθεν καὶ ἐφεῦρες, πρὸς ἀνάβασιν θείαν, τοῦ στύλου τὴν κλίμακα, τῷ σῷ πόθῳ κατάλληλον, Συμεὼν ἱερώτατε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Τῶν Ἁγίων Γυναικῶν
Ἦχος α´
Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Ἀμνάδες λογικαί, τῷ ἀμνῷ καὶ ποιμένι, προσήχθητε πιστῶς, διὰ τοῦ μαρτυρίου, τὸν δρόμον τελέσασαι, καὶ τὴν πίστιν τηρήσασαι· ὅθεν σήμερον, περιχαρῶς εὐφημοῦμεν, Ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν μεγαλύνοντες.
Καὶ νῦν... τῆς Ἰνδίκτου
Ἦχος δ´
Κατεπλάγη Ἰωσὴφ
ΤΟ ΑΚΟΥΤΕ
Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς· Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον, προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.

Κανών α', ᾨδὴ δ', τῆς Ἰνδίκτου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κατενόησα Παντοδύναμε
τὴν σὴν οἰκονομίαν,
καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ.

Ἀπαρχὴν σοι ἐνιαύσιον, ὁ λαός σου προσφέρει, Ἀγγέλων ὕμνοις, δοξολογῶν σε Σωτήρ.

Ὡς φιλάνθρωπος καταξίωσον, ἀρξαμένους τοῦ ἔτους, καὶ συμπληρῶσαι σοι εὐαρέστως Χριστέ.

Παντοκράτορ μόνε Κύριε, τῶν ἐτῶν τὰς ἑλίξεις, γαληνιώσας τῷ κόσμῳ δώρησαι.
Θεοτοκίον
Ὡς λιμένα νῦν τῶν ψυχῶν ἡμῶν, καὶ βεβαίαν ἐλπίδα, τὴν Θεοτόκον πάντες ὑμνήσωμεν.

Κανών β', ᾨδὴ δ', τῶν Ἁγίων Γυναικῶν
Ἦχος δ'
Ὁ καθήμενος ΤΟ ΑΚΟΥΤΕ
Ὑπομείνασαι βασάνους, καὶ στρεβλώσεις τοῦ σώματος, διαφόροις τρόποις, θλάσιν τε μελῶν καὶ κατάφλεξιν, τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε, ἀπολαύουσαι, ξύλου ζωῆς, Ἀξιάγαστοι.

Νεανίδων μακαρίων, τὸν ἀγῶνα ἐθαύμασαν, οὐρανῶν Δυνάμεις, ὅπως τὸν ἐχθρὸν ἐτροπώσαντο, ἐν γυναικείᾳ τῇ φύσει δυναμούμεναι, τῇ δυνάμει, τοῦ ἐκ γυναικὸς ἀνατείλαντος.

Ἀπορρίψασαι τοῦ κόσμου, ματαιότητα ἅπασαν, τῷ Θεῷ καὶ μόνῳ, ὅλῃ τὴ ψυχῇ ἐκολλήθητε· ὅθεν ἀσκήσεως πόνους καὶ ἀθλήσεως, ὑπεμείνατε, Νύμφαι Χριστοῦ καρτερώτατα.

Ἰσχυρότατον ὡς ὅπλον, τὸν Σταυρὸν περιφέρουσαι, πρὸς τὰς ἐναντίας, ἀντιπαρετάξασθε φάλαγγας, μετὰ Χριστοῦ δὲ τὴν νίκην, ἀπηνέγκασθε, τοῦ νικήσαντος, κόσμον δυνάμει θεότητος.
Θεοτοκίον
Καταβέβηκεν ὡς ὄμβρος, ἐπὶ πόκον ἐν μήτρᾳ σου, Κύριος, ὡς ἔφη, πάλαι ὁ Προφήτης Πανάμωμε, ὃν ἐν δυσὶ ταῖς οὐσίαις, ἀπεγέννησας, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Κανών γ', ᾨδὴ δ', τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐν ψάμμῳ Πανόλβιε, ἀλλ᾿ ἐν βαθυτάτοις πόνοις σου θέμενος, τὴν κρηπῖδα τῆς ἀσκήσεως, ἀρετῶν ἐδείμω πύργον ἄσειστον.

Νεμομένης τὸ σῶμά σου, σχοίνου τραχυτάτης φόβῳ καθήλωσαι, τῷ τοῦ πνεύματος, καὶ σχοίνισμα, κληρουχίας θείας εὗρες Ὅσιε.

Ὑπενόστει τοῦ σώματος, τὰ ἐγκεκρυμμένα πάθη πανόλβιε, ἐν σαπρίᾳ κοιταζόμενον, τῶν σκωλήκων Πάτερ δεδιότων σε.

Μετὰ πάθος ἑκούσιον, τὸν ζωοποιὸν νεκρὸν ἐκμιμούμενος, ὥς περ μνήματι τῷ φρέατι, σεαυτὸν ζοφώδει ζῶντα δέδωκας.
Θεοτοκίον
Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Μαρία δυσώπει πάντοτε, τοῖς οἰκέταις σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα Κύριε,
τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου,
καὶ ἐδόξασά σου τὴν Θεότητα.

Κανών α', ᾨδὴ ε', τῆς Ἰνδίκτου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ,
τὸν τῷ Πατρὶ συνάναρχον,
καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν,
Τὴν εἰρήνην τῷ κόσμῳ παράσχου φιλάνθρωπε.

Ὁ πληρῶν τὰ σύμπαντα χρηστότητος Χριστέ, σὺ εὐκραῆ καὶ εὔφορον, εὐλογίαις στεφανούμενον, τὸν πολύκυκλον χρόνον, τοῖς δούλοις σου δώρησαι.

Τὴν τοῦ ἔτους ἄμειψιν ἀνάδειξον ἡμῖν, μεταβολὴν πρὸς κρείττονα, εἰρηναίαν τε κατάστασιν, τοῖς εἰδόσί σε Λόγε Πατρὶ συναΐδιον.

Ἐπὶ γῆς ἐλήλυθας συνάναρχε Πατρί, τοῖς αἰχμαλώτοις ἄφεσιν, καὶ πηροῖς ἀνάβλεψιν, πρὸς Πατρὸς ἀναγγέλλων, ὁ χρόνων ἐπέκεινα.
Θεοτοκίον
Τὰς ἡμῶν ἐλπίδας Θεοτόκε ἁγνή, καὶ τὴν ἡμῶν πεποίθησιν, ἐπὶ σὲ ἀνατιθέμεθα· εὐμενῆ ἡμῖν δίδου, Παρθένε ὃν ἔτεκες.

Κανών β', ᾨδὴ ε', τῶν Ἁγίων Γυναικῶν
Ἦχος δ'
Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀμνάδες ἄμωμοι, ὡς θύματα δεκτά, τῷ ἀμνῷ τῷ ἀληθινῷ, καὶ ποιμένι Μάρτυρες προσηνέχθητε, προσφοραὶ ὁλόκληροι, καὶ δεκτὰ ὁλοκαυτώματα.

Νεκρωθεῖσαι σώματι, ἐζήσατε ψυχή, τοῦ νεκρώσαντος τὴν ἰσχύν, τοῦ θανάτου Μάρτυρες ὡς μιμησάμεναι, καὶ σταυρὸν καὶ θάνατον, καὶ τὰ πάθη τὰ ἑκούσια.

Μίαν γνώμην φέρουσαι, ἐν σώμασι πολλοῖς, ἕνα Κύριον Ἰησοῦν, διαφόροις μάστιξι καταξαινόμεναι, καὶ πυρὶ καιόμεναι, ὡμολόγουν αἱ θεόφρονες.
Θεοτοκίον
Ἀνόρθωσον πεσόντα με, ἐν λάκκῳ πειρασμῶν, καὶ κυβέρνησον ἡ Θεόν, κυβερνήτην τέξασα, μόνη Πανάμωμε, τὸν τὰ πρὶν ἑνώσαντα, διεστῶτα ἀγαθότητι.

Κανών γ', ᾨδὴ ε', τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος πλ. δ'
Φώτισον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Νέον Δανιήλ, Συμεὼν Χριστὸς σε ἔδειξεν· ἐκ γὰρ λάκκου θηριώδους σε, δι᾿ ἐμφανείας, ἀλώβητον ἀνεκόμισεν.

Ὅλον σεαυτόν, τῷ Κυρίῳ ἀναθέμενος νιφετοῦ κρυμοῦ καὶ καύσωνος, ταῖς ἐναντίαις, πιότησιν ἐγγεγύμνασο.

Νέος Μωϋσῆς, καὶ Ἠλίας ἀναδέδειξαι, ἐν μιᾷ τεσσαρακονθήμερον, τροφῇ ἀνύων, διὰ βίου παντὸς Ὅσιε.
Θεοτοκίον
Δυσώπησον ἀεί, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἀπειρόγαμε Μαρία ἁγνή, τοῦ καταπέμψαι ἡμῖν τοῖς πιστοῖς τὸ ἔλεος.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ὦ τρισμακάριστον ξύλον!
ἐν ᾧ ἐτάθη Χριστός,
ὁ Βασιλεὺς καὶ Κύριος,
δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας,
τῷ ἐν σοὶ δελεασθείς,
Θεῷ τῷ προσπαγέντι σαρκί,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Κανών α', ᾨδὴ ς', τῆς Ἰνδίκτου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Προφήτην διέσωσας,
ἐκ τοῦ κήτους Φιλάνθρωπε,
κἀμὲ ἐκ τοῦ βυθοῦ τῶν πταισμάτων,
ἀνάγαγε δέομαι.

Πολιτείας ἀπάρξασθαι, εὐαρέστου σοι Δέσποτα, σὺν τῇ ἐτησίῳ ὑπάρξει, ἡμᾶς καταξίωσον.

Ἡμερῶν τῶν τοῦ πνεύματος, ἐν μεθέξει τοῦ νόμου σου, ἀνάδειξον πλήρεις οἰκτίρμον, Σωτὴρ τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον
Τοὺς εἰς σὲ καταφεύγοντας, ἀπὸ πάσης δεόμεθα, ῥῦσαι ἀπειλῆς ἡ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Κανών β', ᾨδὴ ς', τῶν Ἁγίων Γυναικῶν
Ἦχος δ'
Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ῥηγνύμενον, καὶ ποσὶ γυναικῶν συμπατούμενον, καθορῶσα, ἡ προμήτωρ ἐνθέως ἀγάλλεται, τὸν αὐτὴν δολίως, Παραδείσου τὸ πρὶν ἐξορίσαντα.

Τὴν ἄσκησιν, τῇ ἀθλήσει προθύμως συνάψασαι, τῷ νυμφίῳ, τῶν ψυχῶν νῦν ἀφθόρως συνήφθητε, καὶ νυμφῶνι θείῳ, γηθομένη ψυχὴ ἐναυλίζεσθε.

Ὑψούμενα, τῶν βασάνων τὰ ἄγρια κύματα, τῶν Μαρτύρων, τὰς ὁλκάδας βυθίσαι οὐκ, ἴσχυσαν· κραταιᾷ χειρὶ γάρ, πρὸς τοὺς θείους λιμένας κατήντησαν.
Θεοτοκίον
Ῥημάτων σου, τὰς ἐκβάσεις ὁρῶσα μεγάλυνον, ἐπὶ πλεῖον, Θεομῆτορ τὸν σὲ μεγαλύναντα· γενεαὶ γὰρ πᾶσαι, σὲ ἰδοὺ ἀληθῶς μακαρίζουσι.

Κανών γ', ᾨδὴ ς', τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος πλ. δ'
Χιτῶνά μοι παράσχου ΤΟ ΑΚΟΥΤΕ
Σημείων καὶ τεράτων σε Χριστός, αὐτουργὸν ἀνέδειξε, τῆς θείας Μακάριε, ἐνεργείας δεδειχὼς ἐνδιαίτημα.

Ὑψώθη σου τὸ σῶμα Συμεών, ὡς σταυρῷ τῷ κίονι· διὸ συνδεδόξασαι, τῷ ἐν ξύλῳ διὰ σὲ ὑψωθέντι Χριστῷ.

Μετάρσιον πορείαν ἐφευρών, Συμεὼν θεσπέσιε, πρὸς ὕψος οὐράνιον, τοὺς ὑμνοῦντάς σε πιστῶς ἀνακόμιζε.
Θεοτοκίον
Ναὸν σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ Πιστοὶ καταγγέλλομεν.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Νοτίου θηρὸς ἐν σπλάγχνοις,
παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας,
τὸ σωτήριον πάθος προδιετύπου σαφῶς.
Ὅθεν τριήμερος ἐκδύς,
τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε,
τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ,
καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

Κοντάκιον τῆς Ἰνδίκτου
Ἦχος γ´
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἀρρήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ, καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ αὐτοῦ ἐξουσίᾳ, δώρησαι, τῷ φιλοχρίστῳ λαῷ σου νίκας· ἔτους δέ, τάς τε εἰσόδους καὶ τάς ἐξόδους, εὐλογήσαις κατευθύνων, ἡμῶν τὰ ἔργα πρὸς θεῖόν σου θέλημα.

Κοντάκιον τῆς Ἰνδίκτου.
᾿Ιακώβου πρωτοψάλτου.
ἦχος δ΄, «Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ» ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ, οἰκτίρμον, πάντας τοὺς λατρεύοντας σοὶ τῷ μόνῳ δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ, λυτρωτά• εὔφορον πᾶσι τὸ ἔτος χορήγησον.
Ὁ οἶκος
Ἀρρήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ ἰσχύι τε παντουργικῇ διασῴζοντι πάντα τὸν ὕμνον δέει ἐκ ψυχῆς προσάγομεν ἐντρόμως δυσωποῦντες παρασχεῖν εὐφορίαν τῇ γῇ ἐν τῇ σήμερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι δυσχεροῦς, ὁρατῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις• εὔφορον πᾶσι τὸ ἔτος χορήγησον, Κύριε.


Κοντάκιον τῆς Ἰνδίκτου, ᾿Ιακώβου πρωτοψάλτου
Ἦχος δ´
Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ, οἰκτίρμον, πάντας τοὺς λατρεύοντας σοὶ τῷ μόνῳ δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ, λυτρωτά• εὔφορον πᾶσι τὸ ἔτος χορήγησον, Κύριε.
Ὁ Οἶκος τῆς Ἰνδίκτου, Ιακώβου πρωτοψάλτου
Ἀρρήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ ἰσχύι τε παντουργικῇ διασῴζοντι πάντα τὸν ὕμνον δέει ἐκ ψυχῆς προσάγομεν ἐντρόμως δυσωποῦντες παρασχεῖν εὐφορίαν τῇ γῇ ἐν τῇ σήμερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι δυσχεροῦς, ὁρατῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις• εὔφορον πᾶσι τὸ ἔτος χορήγησον, Κύριε.

Κοντάκιον τοῦ Ὁσίου
Ἦχος β´
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὰ ἄνω ζητῶν,
τοῖς κάτω συναπτόμενος,
καὶ ἅρμα πυρός,
τὸν στῦλον ἐργασάμενος,
δι' αὐτοῦ συνόμιλος,
τῶν Ἀγγέλων γέγονας Ὅσιε,
σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ,
πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τοῦ Συμεὼν τὸν ἄμεμπτον βίον, ποία γλῶσσα ἀνθρώπων ἐξαρκέσει ποτέ, πρὸς ἔπαινον ἐξηγήσασθαι; ὅμως ὑμνήσω Θεοῦ σοφία, τὰ τοῦ ἥρωος ἆθλα καὶ τοὺς ἀγῶνας, τοῦ ἐν τῇ γῇ ὡς φωστῆρος φανέντος τοῖς πᾶσι βροτοῖς, καὶ μεγάλως τῇ καρτερίᾳ τῷ χορῷ τῶν Ἀγγέλων ἐκλάμψαντος· σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ, πρεσβεύων οὐ παύει ὑπὲρ πάντων ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς, Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους.
Στίχοι
Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου,
Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, καὶ μνήμη τοῦ γενομένου ἐμπρησμοῦ.
Στίχοι
Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη,
Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου.
Στίχοι
Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν,
Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν.
Ὑψιβάτης Συμεὼν Σεπτεμβρίου ἔκθανε πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Μάρθας, μητρὸς τοῦ Ὁσίου Συμεών, καὶ τῆς ὁσίας Εὐανθίας, καὶ ἡ κοίμησις Ἰησοῦ τοῦ Ναυῆ.
Στίχοι
Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι.
Σὲ δὲ ξενίζει Μάρθα Χριστὸς ἐν πόλῳ.
Ὃν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι.
Λιπὼν Ἰησοῦς, Ἥλιον δόξης βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα γυναικῶν, Μαρτύρων, Παρθένων καὶ Ἀσκητριῶν, καὶ Ἀμμοῦν Διακόνου, καὶ διδασκάλου αὐτῶν.
Στίχοι
Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος,
Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.
Ἀμμοῦν καλύπτραν ἔμπυρον δεδεγμένος,
Τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐόδου, Καλλίστης, καὶ Ἑρμογένους.
Στίχοι
Κάλλιστον ὄντως εὗρε Καλλίστη τέλος,
Σὺν τοῖς καλοῖς τμηθεῖσα διττοῖς συγγόνοις.

Ὁ ὅσιος Μελέτιος ὁ νέος, ὁ ἐν τῷ ὄρει Νυουπόλεως ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ ἅγιος νεομάρτυς, Ἀγγελῆς ὁ ἐν Κωνσταντινοπόλει μαρτυρήσας κατὰ τὸ 1680 ξίφει τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἰνδίκτου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες,
δυσσεβοῦς προστάγματος καταφρονήσαντες,
πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν,
ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον,
ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἀρχόμενοι τοῦ ἔτους καὶ τῶν ὕμνων, ἀπαρχὴν ποιούμεθα τῷ βασιλεύοντι Χριστῷ, βασιλείαν τὴν ἀπέραντον, ὁ ὀρθόδοξος λαός, εὐσεβῶς μέλποντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ὁ ὢν πρὸ τῶν αἰώνων, ἐπ᾿ αἰῶνα τε καὶ ἔτι Κύριος, τοῖς ἀναμέλπουσι Χριστέ, ἡ πηγὴ τῆς ἀγαθότητος, τῶν χρηστῶν σου δωρεῶν τὸ ἔτος πλήρωσον, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Οἱ δοῦλοι τῷ Δεσπότῃ, εἰς πρεσβείαν τὴν ἁγνὴν Μητέρα σου, σοὶ προβαλλόμεθα Χριστέ, ἀπὸ πάσης περιστάσεως, τὸν λαόν σου ἀγαθὲ ῥυσθῆναι ψάλλοντα· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Κανών β', ᾨδὴ ζ', τῶν Ἁγίων Γυναικῶν
Ἦχος δ'
Ὁ διασώσας ἐν πυρὶ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀκατάπληκτον τὸ σόν, φρόνημα Ἀμμοῦν θεοφόρε· καὶ γὰρ ἐξάρχων τοῦ χοροῦ, τῶν παρθένων, βασάνους οὐκ ἔπτηξας, σὺν αὐταῖς τελειούμενος, ὡς διάκονος καὶ μύστης τῆς θείας δόξης.

Νυμφαγωγὸς οἷα σοφός, λόγοις ὑπαλείφεις ἀνδρείας, πρὸς τὸν νυμφίον ἀφορᾶν, καὶ σαρκὸς καρτερεῖν τὰ ἐπίπονα, κραυγαζούσας τὰς Μάρτυρας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Μὴ ἀποκάμωμεν ἰδού, ἤνοικται τὸ στάδιον Κόραι· στῶμεν ἀνδρείως ὁ Χριστός, τοὺς στεφάνους προτείνει, τοῦ σώματος, ἑαυτῶν μὴ φεισώμεθα, ἀνεβόων αἱ γενναῖαι ἐν τῷ σταδίῳ.
Θεοτοκίον
Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν, αἱ Δυνάμεις, βροτῶν τε συστήματα, ὡς ἡμᾶς λυτρωσάμενον, τῆς κατάρας τῆς ἀρχαίας Εὐλογημένη.

Κανών γ', ᾨδὴ ζ', τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος πλ. δ'
Παῖδες θεοσεβεῖς ΤΟ ΑΚΟΥΤΕ
Ἔλυσας μὲν αὐχμὸν ἀπορουμένοις, καὶ πύλας αὐτοῖς ὑετοῦ ἤνοιξας, καὶ τὴν γῆν κλονουμένην ἐντεύξεσιν ἔστησας, καὶ λαοὺς κραυγάζειν ἐδίδαξας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς μέγιστος φωστὴρ τῆς Ἐκκλησίας, πολύφωτός τε Συμεὼν ἥλιος, πανταχοῦ τὰς ἀκτῖνας, ἐκπέμπων ἐφώτιζες, καὶ λαοὺς κραυγάζειν ἐδίδασκες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νάματα πανταχόθεν συρρυέντα, θεράπον Χριστοῦ, ἀνθρώπων πέλαγος, ἐν τῇ μάνδρᾳ τῆς σῆς, συνεκρότει ἀσκήσεως, ὑπὸ σοῦ βοᾶν παιδευόμενοι· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἤμών.

Πάλαι μὲν τοῦ Πρεσβύτου ταῖς ἀγκάλαις, πλαξὶ δὲ τῆς σῆς καρδίας Ὅσιε, ἀοράτῳ δυνάμει, Χριστὸς ἀνεπαύσατο, Συμεών· διὸ ἀνεκραύγαζες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἔπρεπε τῷ ἀσπόρως σαρκουμένῳ, ἐκ σοῦ προελθεῖν Παρθένε ἄχραντε· σὺ γὰρ ἔφυσας τὸν πάντων ἁγνὴ ἀνυπέρβλητον, ᾧ βοῶντες, ὕμνοις κραυγάζομεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς,
καὶ δυσφημίας θεοστυγοῦς.
Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,
θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον,
ἀλλ' ἀντηχούντι δροσοβόλῳ πνεύματι,
πυρὶ συνόντες ἔψαλλον·
ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Ἰνδίκτου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ,
διαφυλάξαντα Παῖδας,
καὶ τὴν βροντῶσαν κάμινον,
μεταβαλόντα εἰς δρόσον,
Χριστὸν τὸν Θεὸν ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας.

Ὡς ἀρχηγῷ τῆς σωτηρίας Χριστέ, ἀπαρχὴν σοι προσφέρει τὴν ἐνιαύσιον, ἡ σεπτὴ Ἐκκλησία κραυγάζουσα· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὸν ἐκ μὴ ὄντων τὰ πάντα σοφῶς, καινουργήσαντα Κτίστην, καὶ διεξάγοντα τῶν καιρῶν τὰς ἑλίξεις βουλήματι, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Τῷ διεξάγοντι τὰ πάντα Θεῷ, καὶ καιροὺς ἀλλοιοῦντι, πρὸς τὴν πολύτροπον τῶν ἀνθρώπων κυβέρνησιν ψάλλομεν· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὴν Θεομήτορα Παρθένον ἁγνήν, ἐν ἐτῶν περιόδοις καὶ ἑλίξεσιν, ὀρθοδόξων βροτῶν τὰ συστήματα, ὑμνοῦμέν σε ὡς Θεοτόκον, καὶ πάντων σωτηρίαν.

Κανών β', ᾨδὴ η', τῶν Ἁγίων Γυναικῶν
Ἦχος δ'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Λαμπροὺς καὶ φαιδροὺς ὡς ἐξ αἱμάτων, χιτῶνας μαρτυρικῶς περιεβάλεσθε, συναπεκδυσάμεναι, ὄντως τὸν φθειρόμενον, ταῖς ἁμαρτίαις ἄνθρωπον, καὶ ἀναμέλπουσαι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Πλουσίου φωτὸς φωτοχυσίαις, Ἡλίου τοῦ νοητοῦ θείαις λαμπρότησιν, μάρτυρες λαμπόμεναι, νύκτα παρεδράμετε, τῆς ἀθεΐας ψάλλουσαι ἐν ὁμονοίᾳ ψυχῆς· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὡς ἄρνες ὡς ἄσπιλοι ἀμνάδες, ὡς θεῖαι περιστεραὶ καὶ ἐθελούσια, θύματα προσήχθητε, Μάρτυρες τῷ κτίσαντι, καὶ ὡς θυσίαι ἄμωμοι, συμφώνως ψάλλουσαι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Προστάξει τυράννων παρανόμων, τὸν ἄδικον θάνατον ὑπέστητε, μέλη συγκοπτόμεναι, ῥάβδοις συντριβόμεναι, ἀνηλεῶς τυπτόμεναι, ξίφει τεμνόμεναι· διὸ τὰς ἀθανάτους κληροῦσθε, ἐν ἀγαλλιάσει πλουσίας ἀντιδόσεις.
Θεοτοκίον
Ὀπίσω σου ἔδραμον γυναῖκες, τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε, μόνη ἀπειρόγαμε, τοῦ ἐκ γαστρός σου λάμψαντος, μονογενοῦς Υἱοῦ, καὶ σοὶ συμβασιλεύουσιν ὄντως, ἀνυμνολογοῦσαι Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών γ', ᾨδὴ η', τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος πλ. δ'
Τὸν ἐν ὄρει ἁγίῳ ΤΟ ΑΚΟΥΤΕ
Ἀπὸ πάσης χωρήσας προσπαθείας, καὶ μητρῴαν ἀσθένειαν οἰκτείρας, οἷά περ ζῶν ἐφάνης μετὰ θάνατον, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε βοῶν εἰς τοὺς αἰῶνας.

Νεανίαν συσφίγγεις παρεθέντα, καὶ τὴν κλίνην τὸν Φύλαρχον προστάττεις, ἐπὶ τῶν ὤμων φέρειν ἱερώτατε, Κύριον ὑμνοῦντα, καὶ ὑπερυψοῦντα εἰς πάντας τοὺς αἰῶνας.

Ὁ λαμπρύνας Ιὼβ διὰ τοῦ πάθους, ἡλκωμένης σαρκός σου τὴν σαπρίαν, εἰς μαργαρίτην ἔτρεψε πολύτιμον, σὲ Χριστοῦ θεράπον, Συμεὼν δοξάζων, εἰς πάντας τοὺς αἰῶνας.

Λῃσταρχοῦντα ἀλάστορα ὡς πάλαι, ἐπὶ ξύλου Λῃστὴν προσεκαλέσω, ταῖς Συμεὼν ὦ Δέσποτα ἐντεύξεσιν· ὅθεν σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τὴν δι᾿ Ἀγγέλου τὸ Χαῖρε δεξαμένην, καὶ τεκοῦσαν τὸν Κύριον τῆς δόξης, καὶ τὸ φῶς τῷ κόσμῳ ἀνατείλασαν, πάντες σὲ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν Παρθένε Θεοτόκε.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Εὐλογεῖτε Παῖδες,
τῆς Τριάδος ἰσάριθμοι,
Δημιουργὸν Πατέρα Θεόν,
ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,
καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα,
καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον,
Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῆς Ἰνδίκτου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τύπον τῆς ἁγνῆς λοχείας σου,
πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος,
καὶ νῦν καθ' ἡμῶν,
τῶν πειρασμῶν ἀγριαίνουσαν,
κατασβέσαι αἰτοῦμεν τὴν κάμινον,
ἵνα σε Θεοτόκε,
ἀκαταπαύστως μεγαλύνωμεν.

Λόγε τοῦ Θεοῦ καὶ Δύναμις, ἡ ἀληθὴς Σοφία καὶ ἐνυπόστατος, ἡ συνέχουσα, καὶ κυβερνῶσα τὰ πάντα σοφῶς, καὶ τὸν νῦν ἐπιστάντα τοῖς δούλοις σου, καιρὸν ἐν καταστάσει, γαληνιώσῃ διεξάγαγε.

Μόνη πρὸ αἰώνων πέφυκας, ὡς ποιητὴς αἰώνων καὶ βασιλεύουσα, τρισυπόστατε, μία θεότης ἀμέριστε, ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος, τὸν νικηφόρον, τῇ κληρουχίᾳ σου ἀνάδειξον.
Θεοτοκίον
Σῶτερ τοῦ παντὸς καὶ πρύτανι, δημιουργὲ καὶ παντοκράτορ τῆς κτίσεως, ταῖς δεήσεσι, τῆς ἀλοχεύτως τεκούσης σε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι, τηρῶν τήν Ἐκκλησίαν, ἀκαταπαύστως ἀστασίαστον.

Κανών β', ᾨδὴ θ', τῶν Ἁγίων Γυναικῶν
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Νάουσιν ἰάσεων κρουνοὺς τοῖς χρῄζουσιν, ὡς ἐκ κρήνης αἱ Πανόλβιοι, παύουσι λύμην νοσημάτων, παθῶν ἀποδιώκουσι καύσωνα, καρδίας τῶν φιλοθέων ἀρδεύουσι, πρός εὐκαρπίαν θείων πράξεων.

Ὁ θεῖος διάκονος Ἀμμοῦν, Κελσίνα τε, καὶ πρὸς τούτοις τεσσαράκοντα, θεῖαι θεόφρονες γυναῖκες, ἀθλήσασαι νομίμως ἐστέφθησαν· καὶ νῦν μετὰ Ἀγγέλων χορεύουσιν, ἃς κατὰ χρέος μακαρίζομεν.

Ὑψώθητε κράτος κατ᾿ ἐχθρῶν ἀράμεναι, Ἀγγέλοις ὡμοιώθητε, ξύλου τρυφᾶτε ἀκωλύτως, ζωῆς ἐν Παραδείσῳ θεόνυμφοι, πηγῆν νῦν τῶν καλῶν κατειλήφατε, ὑπὲρ τοῦ κόσμου ἱκετεύουσαι.
Θεοτοκίον
Σοφίας χωρίον ὑπὲρ νοῦν τῆς κρείττονος, ἀνεδείχθης Κόρη ἄμωμε, ἔμψυχος θρόνος τε καὶ πύλη· διὸ ὡς βασιλίδα ἠγάπησαν, παρθένοι σε Παρθένε ὀπίσω σου, ἀπενεχθεῖσαι τῆς θεόπαιδος.

Κανών γ', ᾨδὴ θ', τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν
Ἦχος πλ. δ'
Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ
Βεβασιλευκότα, παθῶν διὰ καρτερίας, ὁ Χριστὸς σε προσήκατο, Συμεὼν θεοφόρε, τῆς αὐτοῦ κοινωνὸν σκηπτρουχίας· ὅθεν σε ὕμνοις μεγαλύνομεν.

Ἰαματικῆς χάριτος κατηξιωμένος, ἐξ ἀσύλων τοῦ Πνεύματος, θησαυρῶν θεοφόρε, Συμεὼν τὰς ἰάσεις βραβεύεις, τοῖς πανηγυρίζουσι τὴν μνήμην σου.

Ἐπιβεβηκώς, Ὅσιε τῆς οὐρανοδρόμου, ἀρετῆς καὶ αἰθέριον ἆθλον ἐνδεδειγμένος, καὶ πρὸς σκηνὰς ἀναπτὰς οὐρανίους, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Βάτος καιομένη, πυρὶ καὶ μὴ φλεγομένη, ἀνεδείχθης ὦ Παρθένε, συλλαβοῦσα ἀσπόρως, τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, ὃν ἀκαταπαύστως μεγαλύνομεν.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος,
ἀγεωργήτως βλαστήσασα Χριστόν,
ὑφ' οὗ τὸ τοῦ Σταυροῦ,
ζωηφόρον ἐν γῇ,
πεφυτούργηται δένδρον.
Διὸ νῦν ὑψουμένου,
προσκυνοῦντες αὐτὸν,
σὲ μεγαλύνομεν.
Ἑτέρα ΤΟ ΑΚΟΥΤΕ
Ὁ διὰ βρώσεως τοῦ ξύλου,
τῷ γένει προσγενόμενος θάνατος,
διὰ Σταυροῦ κατήργηται σήμερον·
τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται,
τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσι.

Ἐξαποστειλάριον τῆς Ἰνδίκτου
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Θεὲ Θεῶν καὶ Κύριε, τρισυπόστατε φύσις, ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων, δημιουργὲ παντοκράτορ, σοὶ προσπίπτομεν πάντες, καὶ σὲ καθικετεύομεν· Τὸ παρόν ἔτος τοῦτο, ὡς ἀγαθός, εὐλογήσας φύλαττε ἐν εἰρήνῃ, τους Βασιλεῖς καὶ ἅπαντα, τὸν λαόν σου Οἰκτίρμον.
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρος δίκην Ὅσιε, ὁ φωσφόρος σου βίος, ἀστράψας κατεφώτισε, τὴν ὑφήλιον πᾶσαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι· διὰ στύλου γὰρ Πάτερ, ἀνῆλθες ὡς ἐν κλίμακι, πρὸς Θεὸν ἔνθα πάντων, τῶν ὀρεκτῶν, Συμεὼν τὸ ἔσχατον ὄντως πέλει, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σε Μάκαρ.
Θεοτοκίον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Δημιουργὸς καὶ πρύτανις, πάσης κτίσεως πέλων, καιροὺς καὶ χρόνους θέμενος, ἐν τῇ σῇ ἐξουσία, τὸν ἐνιαύσιον κύκλον, εὐλογίαις Οἰκτίρμον, χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων, σοῦ τὸν λαόν, ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν, πρεσβείαις τῆς τεκούσης σε, καὶ τῶν θείων Ἀγγέλων.


Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος γ´
Ἰωάννου Μοναχοῦ
Προαιώνιε Λόγε τοῦ Πατρός, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ συστησάμενος τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· καὶ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, δωρούμενος εἰρήνην ταῖς Ἐκκλησίαις σου, νίκας τῷ πιστοτάτῳ Βασιλεῖ, εὐφορίαν τε τῇ γῇ, καὶ ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος δ´
Ἰωάννου Μοναχοῦ
Ἡ βασιλεία σου Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας, καιροὺς ἡμῖν καὶ χρόνους προθέμενος· διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα βοῶμεν. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν σοι, Κύριε δόξα σοι.
Ἦχος δ´
Ἀνδρέου Πυροῦ
Αἱ πορεῖαί σου ὁ Θεός, αἱ πορεῖαί σου μεγάλαι καὶ θαυμασταί· διὸ τῆς οἰκονομίας σου, τὴν δυναστείαν μεγαλυνοῦμεν, ὅτι φῶς ἐκ φωτός, ἐπεδήμησας εἰς ταλαίπωρον κόσμον σου, καὶ τὴν πρώτην ἀνεῖλες ἀράν, τοῦ παλαιοῦ Ἀδάμ, ὡς ηὐδόκησας Λόγε, καὶ ἡμῖν ἐν σοφίᾳ, καιροὺς καὶ χρόνους ὑπέθου, τοῦ δοξάζειν τὴν παντουργικήν σου ἀγαθότητα, Κύριε δόξα σοι.
Ἦχος β´
Γερμανοῦ
Ὅτε τῷ πάθει σου Κύριε, τὴν οἰκουμένην ἐστερέωσας, τότε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν, Γυναῖκες ἠνδρίσαντο, κατὰ τοῦ πικροτάτου τυράννου· καὶ τὴν ἧτταν τῆς μητρὸς ἀνακαλεσάμεναι, πάλαι ἐν τῇ τρυφῇ τοῦ Παραδείσου γεγόνασιν, εἰς δόξαν σοῦ τοῦ γεννηθέντος ἐκ γυναικός, καὶ σώσαντος τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Τοῦ Ὁσίου
Ἦχος β´
Γερμανοῦ
Ἐκ ῥίζης ἀγαθῆς, ἀγαθὸς ἐβλάστησε καρπός, ὁ ἐκ βρέφους ἱερὸς Συμεών, χάριτι μᾶλλον ἢ γάλακτι τραφείς· καὶ ἐπὶ πέτραν τὸ σῶμα ὑψώσας, πρὸς Θεὸν δὲ ὑπερυψώσας τὴν διάνοιαν, αἰθέριον διεδομήσαντο ταῖς ἀρεταῖς ἐνδιαίτημα, καὶ ταῖς θείαις δυνάμεσι συμμετεωροπορῶν, Χριστοῦ γέγονεν οἰκητήριον, τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν...
Ἦχος πλ. δ´
Γερμανοῦ
Ὁ ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα, Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν σου εὐλόγησον, τὸν δὲ πιστὸν Βασιλέα ἐν τῇ δυνάμει σου εὔφρανον, διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχύν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Μεγάλη Δοξολογία


Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων τῆς, Ἰνδίκτου, καὶ τοῦ Ὁσίου, ᾨδὴ γ´ καὶ ς´.

Κοινωνικὸν τῆς Ἰνδίκτου
Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε. Ἀλληλούϊα.