Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας
Τοῦ Ἁγίου καὶ θεόπτου Μωϋσέως τοῦ Προφήτου.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱερομάρτυρος.

Στιχηρὰ τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ἐν αἵματι βάψας σου, τὴν ἱερὰν διπλοΐδα, εἰσῆλθες εἰς ἅγια, τῶν ἁγίων ἅγιος σὺ γενόμενος, Βαβύλα ἔνδοξε, καὶ σαφῶς πάντοτε, ἀπολαύεις τῆς θεώσεως, ὡραϊζόμενος, καὶ τῷ μαρτυρίῳ λαμπόμενος, καὶ ἄγγελος δεικνύμενος, ταῖς καθαρωτάταις μεθέξεσιν· ὅθεν σε τιμῶμεν, καὶ πόθῳ ἑορτάζομεν τὴν σήν, ἱερωτάτην πανήγυριν, ἀξιομακάριστε.
Ἦχος πλ. β'
Σιδήρῳ πεδούμενος, ἀνεμποδίστως τὴν τρίβον, διώδευσας Ὅσιε, τὴν πρὸς τὴν οὐράνιον πόλιν φέρουσαν, τὰ σεπτὰ στίγματα, Βαβύλα πάνσοφε, ὥσπερ κόσμον περικείμενος, ἐν ᾗ γενόμενος, οἷα νικητὴς ἀληθέστατος, καὶ Μάρτυς ἀπαράτρωτος, καὶ ἱερουργὸς ἱερώτατος, μέλπεις σὺν Ἀγγέλοις, μελῴδημα τὸ θεῖον καθαρῶς· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριὰς ὁμοούσιε.
Ἦχος πλ. β'
Ποίμνης προϊστάμενος, τῆς λογικῆς ἱεράρχα, βακτηρία γνώσεως, ἐπὶ χλόην ἔθρεψας ταύτην πιστῶς, καὶ θηρῶν ἔσωσας, καὶ Θεὸν εὔφρανας, τὸν ἐξ ὕψους σε ποιμάναντα· ὃν κατενώπιον, τῶν ἀθεωτάτων μακάριε, κηρύττων, ὥσπερ ἄκακον, τέθυσαι ἀρνίον γηθόμενος, μετὰ τῶν ἀκάκων, παιδίων καὶ προσήχθης σὺν αὐτοῖς, θῦμα εὐῶδες ὁλόκληρον, Βαβύλα θεσπέσιε.
Στιχηρὰ τοῦ Προφήτου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Ἐν θυέλλῃ τὴν ἄσαρκον, καὶ ἐν γνόφῳ τὸν ἄϋλον, Μωϋσῆ τεθέασαι, ὡς χωρεῖν δυνατόν· θεοειδής τε γενόμενος, τῇ δόξῃ τῇ κρείττονι, τῷ σαρκίνῳ Ἰσραήλ, Νομοθέτης κεχείρισαι· ἀλλ' οὐ πέφυκε, νοῦς γεώδης τοῖς θείοις ἐμβατεύειν· ἡ γὰρ χάρις τοῖς ὁρῶσι, τὰ λίαν κρείττονα δίδοται.
Ἦχος δ'
Ἱερεὺς ἐννομώτατος, στρατηγὸς γενναιότατος, τῷ παραπικραίνοντι ἀναδέδειξαι, Μωσῆ μαστίζων τὴν Αἴγυπτον, τῇ ῥάβδῳ δὲ θάλασσαν, διαιρῶν τὴν Ἐρυθράν, καὶ βυθίζων ἀλάστορα, καὶ ὑψαύχενα, Φαραὼ σὺν τριστάταις, καὶ διάγων, ἐν ἐρήμῳ καὶ ἐκτρέφων, τὸν Ἰσραὴλ τὸν ἀγνώμονα.
Ἦχος δ'
Μωϋσῆ τὸ ὑπόδημα, τῶν ποδῶν λῦσον τάχιον· ὁ γὰρ τόπος ἅγιος, ἐν ᾧ ἕστηκας, μὴ τι νεκρώσεως σύμβολον, ἐν σοὶ περιφέροιτο· ἐν γὰρ βάτῳ καὶ πυρί, μυστικῶς σοι ὀπτάνεται, τὰ παράδοξα, τῆς θεόπαιδος Κόρης, ἐν τῷ ὄρει, τῷ Χωρὴβ ὁ χρηματίζων, τῷ Μωϋσῇ ἀπεφθέγγετο.
Δοξαστικὸν
Ἦχος πλ. β'
Βάσιμον κρηπῖδα ἡ Ἐκκλησία κέκτηται, τοὺς ἱερούς σου ἀγῶνας, Ἱερομάρτυς Βαβύλα· ἣν καὶ φυλάττοις ἀκράδαντον, καὶ ἀνεπιβούλευτον ἐκ λύκων κραταιῶν, κηρύττουσαν τὰς ἀριστείας σου, καὶ μεγαλύνουσαν σὺν σοὶ τὰ νήπια, τὰ ὑπὲρ Χριστοῦ τυθέντα, μετὰ σοῦ μακάριε.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Κατάνυξιν οὐ κέκτησαι, ψυχὴ ἀμετανόητε· τὶ βραδύνεις; τοῦ θανάτου ἡ τομή, ἐγγίζει καὶ τὸ τέλος, ἐφέστηκεν ὡς κλέπτης· τῇ Θεοτόκῳ δράμε πρόσπεσον.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἐν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα, Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. β'
Βαβύλα
Βήματι τυράννου παρεστηκώς, καὶ ἀγωνιζόμενος ὑπὲρ τῆς εὐσεβείας ἐκραύγαζες· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός· μεθ᾿ ὧν ἐστεφανώθης ἐν οὐρανοῖς, Βαβύλα Ἱερομάρτυς, πρεσβεύων ἀπαύστως, τῶν παγίδων τοῦ ἐχθροῦ, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Παρθένε παναμώμητε, δυσώπησον ὃν ἔτεκες, Βασιλέα, τοῦ παντὸς καὶ Ποιητήν, ἐν ὥρα ὅταν κρίνῃ, τὸ γένος τῶν ἀνθρώπων, κατοικτειρῆσαί με τὸν δοῦλόν σου.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ διετέτρωτο.

Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος,
καὶ θρόνων διάδοχος,
τῶν Ἀποστόλων γενόμενος,
τὴν πρᾶξιν εὗρες Θεόπνευστε,
εἰς θεωρίας ἐπίβασιν·
διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν,
καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος,
Ἱερομάρτυς Βαβύλα,
πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Προφήτου
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Προφήτου σου Μωϋσέως τὴν μνήμην, Κύριε, ἑορτάζοντες,
δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν·
Σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Ποίημα Θεοφάνους. Οἱ δέ, Ἰωάννου Μοναχοῦ, ἀλλ' οὐδετέρου τούτων δοκεῖ κάλαμος εἶναι.

ᾨδὴ α'

Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας ΤΟ ΑΚΟΥΤΕ
Τὴν τῶν οἰκείων αἱμάτων ὡς Μωϋσῆς, ἐρυθραίαν θάλασσαν, ἀκυμάντως διελθών, Βαβύλα μακάριε Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόας ᾄσωμεν.

Σὺ τῶν γηΐνων τὸν πόθον τῷ θεϊκῷ, ὑποτάξας ἔρωτι, κατεφρόνησας τοῦ ζῆν, Βαβύλα μακάριε Χριστοῦ, ἐπειγόμενος ἰδεῖν τὴν ὡραιότητα.

Τῆς ὑπερθέου Τριάδος ὡς ἐραστής, τοῖς τρισὶ συνέθανες, ἀγαλλόμενος παισί, Βαβύλα μακάριε τὴν σήν, προϊέμενος ψυχήν, τῷ ταύτης ἔρωτι.
Θεοτοκίον
Τὸν σεαυτῆς τετοκυῖα Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς ἐδείχθης Δέσποινα.

Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.
Μωσῆς Προφητῶν πρῶτος, αἰνείσθω λόγοις.
Ἐν τοῖς Θεοτοκίοις.
Κλήμεντος.

ᾨδὴ α'
Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Μωσῆς Προφητῶν αἰνείσθω πρότερος, ὡς ἐνωπίῳ Θεῷ, συνομιλήσας πρῶτος ἐμφανῶς, ἐν προσώπῳ πρὸς πρόσωπον, οὐκ αἰνιγμάτων φάσμασιν, ἀλλ᾿ ὡς ἐν εἴδει σαρκός βλέψας αὐτόν.

Ὡς θεῖον δημαγωγὸν καὶ ῥύστην σε, τοῦ συγγενοῦς Ἰσραήλ, Μωσῆ θεόπτα δέδωκε Θεός, τῷ πατρὶ ὥσπερ ηὔξατο, ἐπαγγελίας ῥήματι, προμυηθέντι σου τὴν γέννησιν.

Σοφίας σε θησαυρὸν ἐφεύραντο, αἱ γενικαὶ ἀρεταί, ἐγκεκρυμμένον γνώσει τοῦ Θεοῦ, ὡς ἐν Θήβῃ Θεόπτα, Μωσῆ· διὸ σε ἀνεθρέψατο, ἡ βασιλὶς καὶ θεία πρόνοια.

Ἠρνήσω θεοπτικῶς Πανεύφημε, ἐκ βρέφους πᾶσαν θηλήν, τῷ δὲ γνησίῳ γάλακτι τραφείς, προεδήλους σαφέστατα, τῆς πρὸς Θεὸν ἐγγύτητος, τὸ ὑπεραῖρόν σου ἀξίωμα.
Θεοτοκίον
Κατέπτηξ′ ἰδὼν Μωσῆς παράδοξον, ἐν πρώτοις θέαμα, βὰτον καὶ φλόγα, ξένην συμπλοκήν, τὸν Θεὸν ἐκ Παρθένου Μητρός, προζωγραφοῦσαν ἄφθαρτον, ὃν διαβὰς τούς χρόνους εἶδε σαρκί.

Κανών α', ᾨδὴ γ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Οὐκ ἔστιν Ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, σοῦ Βαβύλα τοῦ πιστοῦ, καὶ στεφανώσας αὐτόν, τῷ στεφάνῳ τῆς ὁμολογίας σου.

Μαρτύρων γέγονεν ἰσχύς, Κύριε ὁ Σταυρός σου, στερεώσας τοὺς παῖδας, σὺν Βαβύλᾳ τῷ κλεινῷ, καὶ καθελὼν δι᾿ αὐτῶν, τὰ τῆς πλάνης ἄθεα φρυάγματα.

Ἰσχὺς ἐξέλιπε Χριστέ, διαβόλου εἰς τέλος· τοῖς ἀκάκοις παισὶ γάρ, καὶ Βαβύλα τῷ κλεινῷ, ἡττᾶται ὁ ἰσχυρός, καὶ γελᾶται ὑπ᾿ αὐτῶν παιζόμενος.
Θεοτοκίον
Ἰσχύς μου ὕμνησις Χριστός, ὁ ἐκ σοῦ ἀνατείλας, περικείμενος σάρκα, Θεοτόκε δουλικήν, καὶ ἐκ δουλείας ἡμᾶς, διαβόλου σῴζων ἀγαθότητι.

Κανών β', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος δ'
Τόξον δυνατῶν ἠσθένησε ΤΟ ΑΚΟΥΤΕ
Ὅλως τῆς ἀρρήτου γνώσεως, ἐπλήσθης θεόπτα· τὸ γὰρ Πνεῦμα τὸ Πανάγιον, δι᾿ Ἀγγέλου τὴν τῶν ἀρχαίων, ἐμυήσατό σε γνῶσιν τρανῶς.

Φέρων τηλαυγῶς τὰς θείας αὐγάς, ταῖς θεοσημείαις, κατέπληττες Αἴγυπτον, μεταβάλλων τὴν τῶν στοιχείων, παραδόξως φύσιν Πάνσοφε.

Ηὔγει τὸ ὡραῖον κάλος σου, τὴν ἐκ θείας σου αἴγλης, λαμπρὰν ἀστειότητα, καὶ πρὸς θείαν ἀπλήστως πάντας, ἐπεσπάσω ὡραιότητα.
Θεοτοκίον
Ἤχθης τοῦ φρικτοῦ ὁράματος, πρὸς ἐκστατικὴν κατανόησιν Πάνσοφε, ἀλλ᾿ ἐσχέθης φωνῇ Κυρίου, τοῦ τεχθέντος ἐκ Παρθένου σαρκί.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τόξον δυνατῶν ἠσθένησε,
καὶ οἱ ἀσθενοῦντες,
περιεζώσαντο δύναμιν·
διὰ τοῦτο ἐστερεώθη,
ἐν Κυρίῳ ἡ καρδία μου.

Κάθισμα τοῦ Ἱερομάρτυρος
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ζέων πίστεως ὁμολογίᾳ, πλάνης ἔσβεσας κακοδοξίαν, στηλιτεύσας τῶν εἰδώλων τὸ ἄθεον· καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... τοῦ Προφήτου
Ἦχος δ' Ἐπεφάνης σήμερον
ΤΟ ΑΚΟΥΤΕ
Προφητῶν ἁπάντων σε, πρῶτον ὡς ὄντα, εὐσεβῶς γινώσκοντες, ἀνευφημοῦμεν οἱ πιστοί· πρῶτος Θεὸν γὰρ ἑώρακας, ὡς δυνατὸν ἦν, ἀνθρώπῳ θεάσασθαι.
Καὶ νῦν... Θεοτοκίον
Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, καὶ πρὸς Θεὸν καταλλαγήν, δι' ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον πιστοὶ μακαρίσωμεν.
Ἢ Σταυροθεοτοκίον
Ἐπὶ ξύλου βλέπουσα, ἀναρτηθέντα, τὸν Υιόν σου Πάναγνε, σπλάγχνα μητρῷα γοερῶς, σπαρασσομένη ἐκραύγαζες, Οἴμοι! πῶς ἔδυς, τὸ φῶς μου τὸ ἄχρονον.

Κανών α', ᾨδὴ δ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, πρὸ βημάτων ἐβόας τυραννικῶν, ἀπειλαῖς ἀπτόητος, Ἱερομάρτυς Βαβύλα, ἐν Κυρίῳ ἀγαλλόμενος.

Θυσίαν ἄμωμον, φρικτὴν ἀναίμακτον, τῷ Κυρίῳ προσφέρων, καὶ σεαυτόν, σφάγιον δι᾿ αἵματος, Ἱερομάρτυς Βαβύλα, ἀκηλίδωτον προσήγαγες.

Τῶν παίδων Ὅσιε, τὸ νέον φρόνημα, ὡς σοφὸς παιδοτρίβης πνευματικῷ, ἀποτρέφων γάλακτι Ἱερομάρτυς Βαβύλα, εἰς τελείωσιν κατήρτισας.
Θεοτοκίον
Ναὸν πανάγιον, Θεοῦ γινώσκοντες, σὲ τὴν ἄσπιλον μόνην, καὶ τῶν πιστῶν, πάντων ὑπερέχουσαν, ἱερωτάταις σε φωναῖς, Θεοτόκε μακαρίζομεν.

Κανών β', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἰσχνότητος τῆς γλώττης καὶ τῆς φωνῆς σου, διαμειφθείσης θείᾳ προνοίᾳ θεόπτα, φρικτῶν μυστηρίων Θεοῦ, ἐδείχθης διάκονος, καὶ πληγαῖς ἐμάστιξας Αἴγυπτον.

Ὡς παράδοξος ἡ κλῆσίς σου ὦ θεόπτα, ὡς φοβερὰ τὰ ἔργα τῶν σῶν τεραστίων! ὦπται γὰρ ὁ ὤν σοι Θεός, καὶ δόξῃ ὑψώσας σε,, Ἰσραὴλ Σωτῆρα ἀπέστειλε.

Νομοθέτην παραδόξων καὶ δυσεφίκτων, τοῦ Θεοῦ διδαγμάτων, ὑμνοῦντές σε πίστει, κράζομεν θεόπτα Μωσῆ· Τὴν ἵλεων αἴτησαι, τοῦ Θεοῦ ἡμῖν θείαν δύναμιν.

Πᾶν πρωτότοκον ἐπάταξας τῆς Αἰγύπτου, ὡς ὁ Χριστὸς δαιμόνων ἐνέκρωσε κράτος, τύπος γὰρ· τοῦ μέλλοντος, τὰ σοὶ ἐνεργούμενα, ἀληθῶς ὑπῆρχον Ἀοίδιμε.
Θεοτοκίον
Μὴ ἐγγίσῃς ἐν τοῖς ὧδε, Μωσῆς ἀκούσας, Θεοῦ φωνῆς βοώσης, ἐκ φλογὸς καὶ τῆς βάτου· ἅγιος ὁ τόπος γάρ, εἰκότως προέγραψεν, ἐν σαρκὶ τεχθήσεσθαι Χριστὸν ἐξ Ἁγνῆς.

Κανών α', ᾨδὴ ε', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Τῷ θείῳ φέγγει σου ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν χάριν σου Ἰησοῦ, ὁ ἱερομάρτυς Βαβύλας, ὄντως ἐξ ὕψους ἐδέξατο, ὡς καὶ παῖδας νέους, πρὸς σὴν ἀγάπησιν, ἀλείφειν καὶ θανάτου πρὸς καταφρόνησιν.

Τῇ θείᾳ γνώσει σου ἐλλαμφθείς, ὁ Ἱερομάρτυς Βαβύλας, πάντας ἐδίδασκε Κύριε, σὲ εἰδέναι μόνον Θεὸν τὸν ὄντως Θεόν, ἐκ ζόφου καὶ τῆς πλάνης ἀνακαλούμενον.

Τῇ θείᾳ ψήφῳ σου προκριθείς, ὁ ἱερομάρτυς Βαβύλας, τὴν λογικὴν νέμειν ποίμνην σου, σοὶ προσφέρει Λόγε Θεοῦ, τὸ αἷμα αὐτοῦ, πρὸς τρίβον σωτηρίας, πάντας σοφῶς ὁδηγῶν.
Θεοτοκίον
Ὑπὲρ τῶν δούλων σου τὸν ἐκ σοῦ, Πάναγνε Δεσπότην τοῦ παντός, ἐκδυσωποῦσα ἱκέτευε, πάσης ἐναντίας βλάβης λυτρώσασθαι, τοῦ σὲ ὁμολογοῦντας Παρθενομήτορα.

Κανών β', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Ῥαπίζεις Ἐρυθράν, καὶ δεικνύεις ἰσχὺν τοῦ Θεοῦ, τῇ ῥάβδῳ σου ὦ θεόπτα, καὶ χαράττεις ἐν ταύτῃ, Σταυροῦ τὴν θείαν δύναμιν.

Ὢ τόλμης προσφιλοῦς! ὢ ἁπλότητος ψυχῆς καθαρᾶς! Εἰ ἔγνως με παρὰ πάντας, πρὸς Θεὸν ὁ θεόπτης φησί, γνωστῶς μοι φάνηθι.

Τῇ πέτρᾳ σκεπασθείς, οὐ Θεοῦ εἶδες πρόσωπον, ὡς κρύφιον ὦ θεόπτα, τὴν δὲ σάρκωσιν ἔγνως, τοῦ Λόγου ὡς ὀπίσθια.

Ο ὕων ὑετόν, ἀντὶ ὕδατος Μάννα ποτέ, Μωσῆς ἐστιν ὁ θεόπτης, ὁ δοὺς ὀρτυγομήτρας, τροφὴν τῷ, Ἰσραὴλ δι' εὐχῆς.
Θεοτοκίον
Εἰσέδυς αἰσθητῶς, τῷ γνόφῳ καὶ ἔμαθες, τὰ ἄρρητα ὦ θεόπτα, ὡς μέλλει ἐκ Παρθένου, Θεὸς σαρκὶ τεχθήσεσθαι.

Κανών α', ᾨδὴ ς', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ
Τοῦ βίου τὴν θάλασσαν, τῷ τῆς πλάνης καθορῶν, κυμαινομένην κλύδωνι, Βαβύλας ὁ ἀοίδιμος ἀθλητής, ἐβόα· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Χριστὸν ἐκμιμούμενος, πρὸ τῆς ποίμνης τὴν ψυχήν, τὴν ἑαυτοῦ προδέδωκεν, ὁ ἀοίδιμος Μάρτυς καὶ ἀθλητής, ζωὴν πρὸς αἰώνιον, ἐκ φθορᾶς τοῦ θανάτου μεθιστάμενος.

Τῶν Παίδων τὸ ἄστατον, ἐπεστήριζε σοφῶς, τοῖς ἑαυτοῦ παθήμασι, Βαβύλας ὁ ἀοίδιμος ἀθλητής, ζωὴν πρὸς οὐράνιον, ἀπὸ γῆς μεταφέρων ὁ πανεύφημος.
Θεοτοκίον
Δεσμῶν ἀπολέλυμαι, καταδίκης καὶ ἀρᾶς, εὐλογημένη Πάναγνε, τῷ τοκετῷ σου· μόνη γὰρ ἐπὶ γῆς, Θεὸν ἐσωμάτωσας, καθαρῶν ἐξ αἱμάτων σου Πανάμωμε.

Κανών β', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Στρατείαν, κεκτημένος Θεοῦ Ἰσραὴλ δυνατήν, τὰ μὲν ἑπτὰ τῆς κακίας, Χαναναίων ἔθνη ἐξαφανίζεις, τῷ λαῷ σου, κατακληροδοτεῖς δὲ τὴν γῆν τὴν αὐτῶν.

Ἀρρήτως, ὑπελθὼν ἐν τῷ γνόφῳ τῷ θείῳ Μωσῇ, οὗ ὁ Θεὸς ἦν καλῶν σε, τὰς γραφείσας πλάκας δακτύλῳ αὐτοῦ, τῶν νομίμων, ὑπεδέξω ὡς μέγας θεράπων αὐτοῦ.

Ἵστησιν, ὑπακούειν Θεὸς τῆς φωνῆς αὐτοῦ, τὸν Μωϋσῆν τὸν θεόπτην, κατενώπιον τοῦ λαοῦ ἐμφανῶς, ἵνα δείξῃ, φοβερὸν μετὰ δόξης τὸν μύστην αὐτοῦ.

Νόμιμοι, ὡς τῆς χάριτος παῖδες ὑπάρχοντες, τὴν εὐλογίαν τρυγῶμεν, εὐφημοῦντες Μάκαρ σε, καὶ Ἑβραίους, ὥς περ πάλαι Ἰακώβ, τὸν Ἡσαῦ νῦν πτερνίζοντες.
Θεοτοκίον
Νεύματι, θεϊκῷ σὲ προγράφει Μωσῆς ὁ κλεινός, ὡς κιβωτὸν Θεοτόκε, ταῖς αὐγαῖς τοῦ Πνεύματος πανταχόθεν, ὡς χρυσίῳ, κατακεκαλυμμένην εἰς δόξαν Θεοῦ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε,
ἡ Ἐκκλησία βοᾷ σοι,
ἐκ δαιμόνων λύθρου κεκαθαρμένη,
τῷ δι' οἶκτον,
ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ ή Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὡς εὐσεβείας κήρυκα, καὶ ἀθλητῶν ἑδραίωμα, ἡ Ἐκκλησία δοξάζει σε ἔνδοξε, λαμπρυνομένη σήμερον· ἀλλ᾿ ὡς ἔχων παρρησίαν, ἐν εἰρήνῃ τελείᾳ, τοὺς ἀνυμνοῦντάς σε, τὸν Χριστὸν φυλαχθῆναι δυσώπησον, ὦ Πολύαθλε.
Ὁ Οἶκος
Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοῶν ὁ τοῦ κόσμου ἀλλότριος, καὶ τὰ πάθη Χριστοῦ μιμησάμενος, τὰ τοῦ σώματος πάθη ἐνέκρωσας, καὶ τὸν σταυρόν σου ἀράμενος, ἠκολούθησας Μάρτυς τῷ Κτίστῃ σου· καὶ συμμένων αὐτῷ νῦν ἱκέτευε, ὑπὲρ τῶν σὲ τιμώντων ἀληθῶς, ὦ Πολύαθλε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων, οἳ διὰ ξίφους ἐτελειώθησαν.
Στίχοι
Ὁ Χριστὸν αὐτὸν Βαβύλας θύων πάλαι,
Χριστῷ προθύμως θύεται διὰ ξίφους.

Εἰς τοὺς παῖδας
Στίχοι

Ὑπὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου,
Τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία.
Παῖδας καὶ Βαβύλαν πέφνε ξίφος ἀμφὶ τετάρτην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Βαβύλας, ὁ ἐν Ἀντιοχείᾳ διδάσκαλος, σὺν τοῖς ὑπ᾿αὐτὸν ὀγδοήκοντα τέσσαρσι παισί, ξίφει τελειοῦται.
Στίχοι
Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων,
Βαβύλα θεῖε τῆς τομῆς κοινωνία.

Ὁ Ἅγιος προφήτης Μωϋσῆς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Οὐκ ἐκ πέτρας νῦν, ουδ᾿ ὀπισθίων μέρει,
Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων Φιλίππου τοῦ ἀποστόλου.
Στίχοι
Χωρεῖς πρὸς αὐτοὺς οὐρανοὺς Ἑρμιόνη,
Ἑρμαῖον εὑρηκυῖα τὴν σωτηρίαν.

Οἱ Ἅγιοι Θεότιμος καὶ Θεόδουλος, οἱ ἀπὸ δημίων πιστεύσαντες, πυρὶ τελειοῦνται.
Στίχοι
Θεότιμος τέθνηκε σὺν Θεοδούλῳ,
Τιμὴν σὺν αὐτῷ δουλικὴν δοὺς Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κεντυρίωνος, Θεοδώρου, Ἀμιανοῦ, καὶ Ἰουλιανοῦ, ὁρμωμένων ἐκ κώμης Κανδαύλης.
Στίχοι
Ὁ Κεντυρίων πῦρ πόθου θείου πνέων,
Ψυχὴν προθύμως εἰς τὸ πῦρ ἀποπνέει.

Τριττοῖς ἀθληταῖς, ἡ πυρὰ κλῖμαξ ξένη,
Δι' ἧς ἀνῆλθον οὐρανοῦ πρὸς τὸ πλάτος.

Τῇ αὐτῇ, ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πετρωνίου, Χαριτίνης, Ζαρβήλου (ἢ Σαρβήλου), Θαθουήλ, καὶ Βεβαίας.
Στίχοι
Τμηθέντες ἄμφω Θαθουὴλ καὶ Βεβαία,
Ζωὴν βεβαίαν εὗρον ἀντ᾿ ἐψευσμένης.

Βέβηλον ὁ Ζάρβηλος οὐ σέβων σέβας,
Ἀνδρῶν βεβήλων χερσὶ βάλλεται λίθοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων τρισχιλίων ἑξακοσίων εἰκοσιοκτὼ Μαρτύρων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ
Αἱ οὐράνιαι δυνάμεις κατοπτεύουσαι, παῖδας καὶ παιδοτρίβην ὁμοῦ, κατὰ τῆς πλάνης, νικηφόρους δυνάμει τοῦ Σταυροῦ, ἐβόων χορεύουσαι Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δοὺς τὴν νίκην αὐτοῖς.

Ἡ φωσφόρος τοῦ Δεσπότου κατελάμπρυνε, χάρις τοὺς συνελθόντας πιστούς, ὁ ἀοίδιμός τε Βαβύλας στεφανηφορῶν, προτρέπει συγχαίροντας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν τυράννων μὲν ἠπόρει ἡ ἐπίνοια, βοηθεῖν τοῖς μὴ οὖσι θεοῖς, τῇ Τριάδι δὲ τῇ Ἁγίᾳ Βαβύλας ὁ κλεινός, προτρέπει Πιστοὺς τοῦ ἐκβοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Λαμπροτάταις ἀστραπαῖς σου καταλάμπρυνον, τὴν ζοφερὰν καρδίαν μου, ἡ κυήσασα ἐπὶ γῆς τὸν ἥλιον Χριστόν, Παρθένε· ᾗ ψάλλομεν ἀεί, Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Κανών β', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος δ'
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ἐν θεοπτίαις, τῶν ἀπορρήτων θεῖος γραφεὺς γεγονώς, πᾶσαν τὴν σοφὴν ἰδέαν σὺ τῆς σκηνῆς, διὰ λόγων τεχνησάμενος, τῷ ἀρχιτέκτονι, Βεσελεὴλ παρέθου τὴν πρᾶξιν Μωσῇ.

Ἱερατεύειν, θρασυστομήσας πάλαι Κορὲ μετὰ σοῦ, ὤφθη κατελθὼν εἰς ᾍδου παγκλήρως ζῶν, τοῦ Θεοῦ σοι τὸ αἰδέσιμον, Μωσῇ φυλάττοντος, βασιλείας καὶ ἱερατείας ὁμοῦ.

Συστρατηγῶν σοι, τοῦ Ἰουδαίων ἔθνους πάλαι Μωσῆ, ὤφθη Μιχαὴλ ὁ Ἄρχων τῶν οὐρανῶν, καὶ τοῦ σώματός σου θεῖος φρουρός· τὸν γὰρ ἀρχέκακον, ἀνθεστηκότα οὗτος κατήσχυνε.
Θεοτοκίον
Τοῦ Ἀαρών σε, ἡ θεία ῥάβδος βλαστάνειν ἐδήλωσε, πᾶσι Θεοτόκε λύσιν ἁμαρτιῶν· ἱλασμὸς γὰρ βροτοῖς γέγονας, καὶ ἀπολύτρωσις, τῆς φρικτῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀπειλῆς.

Κανών α', ᾨδὴ η', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Θεὸν Πατέρα Δημιουργόν ΤΟ ΑΚΟΥΤΕ
Ἡ μνήμη σήμερον ἀδελφοί, τοῦ Ἱερέως καὶ Μάρτυρος Βαβύλα, τοῦ ἐν φλογὶ Νεανίας ᾄδειν προτρέπεται· Εὐλογεῖτε, τὸν Κύριον τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ νέοι σήμερον φοιτηταί, τοῦ Ἱερέως καὶ Μάρτυρος Βαβύλα, σὺν τῷ πρεσβύτῃ στεφθέντες ᾄδειν προτρέπονται· Εὐλογεῖτε τὸν Κύριον τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸ χρῖσμα τὸ ἱερατικόν, τοῦ Ἱερέως καὶ Μάρτυρος Βαβύλα, ἐν τῇ τοῦ αἵματος χύσει πλέον δοξάζεται· διὰ τοῦτο τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Θεὸν ἐκύησας ἐν σαρκί, τὸν κατέχοντα χειρὶ τὰ πάντα, καὶ ἐν ἀγκάλαις Παρθένε τοῦτον ἐβάστασας· ὃν ὑμνοῦσιν ὡς Κύριον τὰ ἔργα, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Θεράπων εἰκότως τοῦ Θεοῦ, ὡς πρᾷος ἤκουσας καὶ ἔργοις γέγονας· διὸ ἐγνώσθη σοι Κύριος, ὑπὲρ πάντας τοὺς προφήτας Μωσῆ, καὶ ἐνοικήσας σοι πιστῶς, ψάλλειν ἐδίδαξεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὡς μύστης Θεοῦ καὶ λειτουργός, καὶ βασιλεύς, Ἰσραήλ, Μωσῆ Θεόπτα δειχθείς, Χριστὸν ἐκήρυξας ἔρχεσθαι, ἐν σαρκὶ προδιαγράψας αὐτοῦ, τὴν πρὸς ἀνθρώπους φοβεράν καὶ θείαν ἔλευσιν, οὗ καὶ τύπος ἔμψυχος ὤφθης σαφῶς, καὶ Προφήτης πιστός.

Λόγου προφητείαις τὸν λαόν, καὶ νόμου διαταγαῖς καθοδηγήσας πιστῶς, σημείων τέρασιν ἴθυνας, καὶ θαυμάτων ἐπιδείξεσιν· ὑπὸ Θεοῦ δὲ προσκληθείς, ἐν γῇ θεόπτα Μωάβ, προσετέθης, πρὸς τοὺς πατέρας τοὺς σοὺς μετὰ δόξης πολλῆς.

Ὄρει ἐπιβὰς ὡς οὐρανῷ, Θεοῦ προστάξαντος κατεῖδες πνεύματι, τὴν τῶν πραέων γῆν Πάνσοφε· αἰσθητῶς δὲ κατενόησας, ἐπαγγελίας τὴν τρυφήν· καὶ μεταστάντος ἐκ γῆς, ἐπεκρύβη, οἰκονομίᾳ Θεοῦ καὶ τὸ σκῆνός σου.
Θεοτοκίον
Οὐδεὶς προακήκοε πρὸ σοῦ, θεόπτης ἔνδοξε, Μωσῆ θεράπον Χριστοῦ, διότι ἅπαντα ἔβλεψας, τῆς Παρθένου τὰ ἰνδάλματα, προδιαγράφοντα αὐτῆς τὴν θείαν γέννησιν· ἐν φλογὶ γὰρ βάτου, κατεῖδες μορφὴν τὴν ἀόρατον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Χεῖρας ἐκπετάσας Δανιήλ,
λεόντων χάσματα, ἐν λάκκω ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν,
ἀρετὴν περιζωσάμενοι,
οἱ εὐσεβείας ἐρασταί,
Παῖδες κραυγάζοντες· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Θεὸν ἀνθρώποις ἰδεῖν ΤΟ ΑΚΟΥΤΕ
Χριστὸς ἀνθρώποις ὁδὸν ὑπέδειξε, διὰ Σταυροῦ πρὸς ὕψος οὐρανῶν εὐεπίβατον· διὰ τοῦτο θάνατος ἡττᾶται βροτοῖς· παῖδες γὰρ νεανίαι, τοῦτον οὐκ ἔπτηξαν, σύν τῷ θαυμασίῳ Βαβύλᾳ, οὓς μακαρίσωμεν.

Εὑρὼν τῶν πόνων σου τὴν ἀντάμειψιν, παρὰ Χριστοῦ θαυμάτων, παροχὴν καὶ αἰώνιον, κληρουχίαν Βαβύλα θεσπέσιε, μέλπεις σὺν τοῖς Ἀγγέλοις· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριὰς ἡ παντουργὸς καὶ παντοδύναμος.

Παθῶν ἰάματα ἀρυσώμεθα, τῇ εὐκλεεῖ σκηνῇ τῶν ἀθλοφόρων προστρέχοντες· ἐν αὐτῇ γὰρ πάρεισιν Ἀγγέλων χοροί, Πνεύματά τε δικαίων, πάντων ἡ Δέσποινα, σὺν τῷ θαυμασίῳ Βαβύλᾳ ἰάσεις νέμοντες.
Θεοτοκίον
ᾨδὴν προσάγω σοι Κόρη Δέσποινα, ἐκ ῥυπαρῶν χειλέων μου ὁ τάλας δεόμενος, τοῦ βορβόρου ῥῦσαί με τῶν ἔργων μου· ἅπαντας δὲ τοὺς πίστει, νῦν εὐφημοῦντάς σε, τῆς ἐκ δεξιῶν τοῦ σοῦ Υἱοῦ δόξης ἀξίωσον.

Κανών β', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Γέγονας αὐτόπτης θεόπτα, καὶ μετὰ θάνατον Κυρίου, οὐ δι᾿ ἀμυδρῶν αἰνιγμάτων, Χριστὸν ἀθρήσας, ὡς ἐν τῇ πέτρᾳ τὸ πρίν, ἀλλ᾿ ἀνθρωπίνῳ σώματι, φῶς ἀπαστράπτοντα θεότητος.

Ὄρος τὸ Θαβὼρ ἐδοξάσθη, ὑπὲρ τὸ Σίναιον πλουσίως, ἔνθα Μωϋσῆς ἐκ νεκάδων, καὶ ὁ Θεσβίτης ἐκ χώρας ζώντων Χριστόν, σὺν Ἀποστόλοις ἔβλεπον, μεταμορφούμενον ὡς ὄντως Θεόν.

Σῶσον συμπαθεῖ σου πρεσβείᾳ, καὶ προσευχῶν τῇ παρρησίᾳ, ὡς τὸν Ἰσραὴλ ἐκ κινδύνων, Μωσῆ θεόπτα, καὶ χαλεπῶν καὶ δεινῶν, Χριστιανῶν τὸ πλήρωμα, ἐκ πάσης βλάβης τῶν ὑμνούντων σε.
Θεοτοκίον
Στάμνον σε χρυσῆν τε καὶ πλάκα, καὶ θείαν τράπεζαν Παρθένε, πρότερον Μωσῆς διαγράψας, τρανῶς ἐδήλου Θεὸν τεχθῆναι ἐκ σοῦ, ὃν περ ἰδόντες σώματι, πιστῶς τὸν ὕμνον συμπληροῦμέν σοι.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Λίθος ἀχειρότμητος ὄρους,
ἐξ ἀλαξεύτου σου Παρθένε,
ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς
συνάψας τάς διεστώσας φύσεις.
Διὸ ἐπαγαλλόμενοι
σὲ Θεοτόκε μεγαλύνομεν.

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Θύτης ὁμοῦ καὶ θῦμα, Βαβύλα ὤφθης τοῦ Θεοῦ, θύων αὐτῷ ἀναιμάκτως, καὶ σοῖς ἐν αἵμασι τυθείς, σὺν τοῖς τελείοις νηπίοις, μεθ᾿ ὧν σε ἀνευφημοῦμεν.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τοὺς μὴ τὴν σὴν εἰκόνα, Παρθένε ἀσπαζομένους, καὶ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐκ πίστεως εἰλικρινοῦς, κατάβαλε ὡς ἀθέους, καὶ τῇ γεέννῃ παράδος.