Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνοδώρας, Μητροδώρας καὶ Νυμφοδώρας.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῷμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'.

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Ποίοις εὐφημιῶν στέμμασιν ΤΟ ΑΚΟΥΤΕ
Ποίοις οἱ εὐτελεῖς χείλεσιν, εὐφημήσωμεν νῦν τὴν τεχθεῖσαν; τὴν ἁγιωτέραν τῆς κτίσεως, καὶ Τιμιωτέραν ὑπάρχουσαν, Χερουβίμ, καὶ πάντων τῶν Ἁγίων· τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τὸ Θεοῦ ἁγίασμα· τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ γεννήσει αὐτῆς, τὸ μέγα ἔλεος.
Ἦχος β'
Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία; τῇ γὰρ ἐκ τῆς στείρας κυήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ Ἀδὰμ δεσμῶν ἀπελυτρώσω, καὶ Εὔαν, ἐκ τῶν ὠδίνων ἠλευθέρωσας, Ἀγγέλων· διὸ χοροὶ συνεορτάζουσιν, ὁ οὐρανὸς τῇ γῇ χαίρει, καὶ ἐπικροτοῦσιν, αἱ ψυχαὶ Δικαίων ᾠδάς, πιστῶς ἀνακράζουσαι, εἰς δόξαν τῶν γενεθλίων σου.
Ἦχος β'
Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ σου τεχθείσης ἱστάμεναι, κόραι χαρμοσύνως χορεύουσαι, καὶ θαμβητικῶς ἀναβοῶσαι· Ἐτέχθη, τοῦ Βασιλέως τὸ παλάτιον, ἐκλάμπει, ἡ κιβωτὸς τοῦ ἁγιάσματος, πύλαι ἠνοίχθησαν στεῖραι· τοῦ Θεοῦ γὰρ πύλη, εὐτεκνίαν τῶν ἀρετῶν εἰσάγει βραβεύουσα, εἰρήνην καὶ μέγα ἔλεος.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, ἑαυτὰς ὡραΐσασαι, τῷ ὡραίῳ κάλλει, κόραι νεάνιδες, ἀδιαφθόρως συνήφθητε, Χριστῷ τῷ Θεῷ ἡμῶν, συντηροῦντι τὴν ὑμῶν, παρθενίαν ἀμόλυντον, εἰς ἀκήρατον, ἀφθαρσίας νυμφῶνα, εἰς θαλάμους, οὐρανίους εἰς παστάδα, ἀχειροποίητον Μάρτυρες.
Ἦχος δ'
Ἀτελεῖ ἐν τῷ σώματι, καὶ τελείῳ φρονήματι, παλαμναῖον δράκοντα, τὸν ἀρχέκακον, κατεπαλαίσατε ἔνδοξοι, δυνάμει τοῦ Πνεύματος, καὶ ἀνίσχυρον αὐτοῦ, τὴν ἰσχύν ἀπεδείξατε· ὅθεν ἤρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα, Μητροδώρα, Νυμφοδώρα, αἱ τῆς Τριάδος ὑπέρμαχοι.
Ἦχος δ'
Καὶ τὰ μέλη στρεβλούμεναι, καὶ πυρὶ δαπανώμεναι, σιδηροῖς τε ὄνυξι σπαραττόμεναι, καὶ ἐπὶ ξύλου κρεμάμεναι, καὶ ξίφει τεμνόμεναι, οὐκ ἠρνήσασθε Χριστόν, ἀθληφόροι πανεύφημοι· ὅθεν εὕρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα, Μητροδώρα, Νυμφοδώρα, αἱ τῆς Τριάδος ἰσάριθμοι.
Θεοτοκίον
Ἦχος δ'
Δι᾿ Ἀγγέλου προρρήσεως, γόνος πάνσεπτος, ἐξ Ἰωακεὶμ καὶ Ἄννης τῶν δικαίων, σήμερον προῆλθες Παρθένε, οὐρανὸς καὶ θρόνος Θεοῦ, καὶ δοχεῖον καθαρότητος, τὴν χαρὰν προμηνύουσα παντὶ τῷ κόσμῳ, τῆς ζωῆς ἡμῶν πρόξενε, κατάρας ἀναίρεσις, εὐλογίας ἡ ἀντίδοσις· διὸ ἐν τῇ γεννήσει σου Κόρη θεόκλητε, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Χορὸς τῶν Προφητῶν, ἀγάλλεσθε· ἰδοὺ γάρ, στεῖρα καρπὸν ἐκφύει, ἐν ᾧ αἱ προφητεῖαι, ὑμῶν περαιωθήσονται.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Σκίρτα Ἰωακείμ, ὁρῶν Ἄνναν κοιλίας, καρπὸν ἐκφύουσάν σοι, ἐξ οὗ ζωὴ τῷ κόσμῳ, καὶ λύτρωσις τεχθήσεται.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Γῆρας, Ἰωακείμ, καὶ στείρωσις τῆς Ἄννης, σκιρτάτωσαν ὡς πάλαι, γηράσασαν τὴν φύσιν, τὴν βρότειον καινίζοντα.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὕμνον ἐκ ῥυπαρῶν, χειλέων Θεοτόκε, προσδέχου καὶ τὴν λύσιν, δίδου μοι τῶν πταισμάτων, καὶ τῶν κακῶν διόρθωσιν.

Ἀπολυτίκιον
Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἀναβόησον Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον, ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεὺς ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται ἡ σύμπασα, καὶ θεουργεῖται· Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ, αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα, πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Ὁ Κανὼν τοῦ Κυρίου Ἀνδρέου.

Κανών β', ᾨδὴ α', τῆς Θεοτόκου

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται».

Χορευέτω πᾶσα κτίσις, εὐφραινέσθω καὶ Δαυΐδ, ὅτι ἐκ φυλῆς αὐτοῦ, καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ, προῆλθε ῥάβδος, ἄνθος φέρουσα τὸν Κύριον, καὶ λυτρωτὴν τοῦ παντός.

Ἡ Ἁγία τῶν Ἁγίων, ἐν ἁγίῳ ἱερῷ βρέφος ἀνατίθεται, ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου· πάντες οὖν πιστῶς συνεορτάσωμεν, ἐν τῇ γεννήσει αὐτῆς.

Στεῖρα ἄγονος ἡ Ἄννα, ἀλλ' οὐκ ἄτεκνος Θεῷ· ἤδη γὰρ προώριστο, ἐκ γενεῶν ἁγνῆς Παρθένου Μήτηρ· ὅθεν ὁ τῆς κτίσεως ἐβλάστησε, Κτίστης ἐν δούλου μορφή.

Σὲ τὴν ἄσπιλον ἀμνάδα, τὴν τὸ ἔριον Χριστῷ, μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν, τὴν ἡμῶν οὐσίαν, πάντες ἐκ τῆς Ἄννης τικτομένην σε, ὕμνοις γεραίρομεν.
Δόξα...
Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.
Καὶ νῦν... Θεοτοκίον
Τὶς ἑώρακε παιδίον, ὃ οὐκ ἔσπειρε πατήρ, γάλακτι τρεφόμενον; ἢ ποῦ τεθέαται παρθένος Μήτηρ; Ὄντως ὑπὲρ ἔννοιαν ἀμφότερα, Θεογεννῆτορ ἁγνή.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Τριῶν ἀδελφῶν γνησίων ἄθλους σέβω,
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Ἀνοίξω τὸ στόμά μου ΤΟ ΑΚΟΥΤΕ
Τριάδα τὴν ἄκτιστον, ἣν εὐσεβῶς ἐκηρύξατε, ἡμῖν ἱλεώσασθε, Μάρτυρες ἔνδοξοι, νῦν γεραίρουσιν, ὑμῶν τους θείους ἄθλους, καὶ τὰ κατορθώματα, θεομακάριστοι.

Ῥημάτων ἠλόγησαν, τοῦ δυσμενοῦς αἱ Νεάνιδες, τῷ θείῳ φραττόμεναι, ὅπλῳ τῆς πίστεως, καὶ ὑπέστησαν, βασάνων τρικυμίαν, καὶ θάνατον ἄδικον, διὰ τὴν πάντων ζωήν.

Ἰσχὺϊ ῥωννύμεναι, παντοδυνάμῳ τοῦ κτίσαντος, ἀνδρείαν ἀνέλαβον, γνώμην αἱ πάνσεμνοι, καὶ τὸν δράκοντα, τὸν σκολιὸν τὸν μέγαν, ποσὶ κατεπάτησαν, καὶ κατηδάφισαν.
Θεοτοκίον
Ὡς ἔμψυχον θάλαμον, ὡς ἀδιάφθορον σκήνωμα, ὡς πύλην οὐράνιον, ὡς θείαν τράπεζαν, ὡς παλάτιον, καὶ θρόνον τοῦ Δεσπότου, Μαρίαν τὴν ἄχραντον, ὕμνοις τιμήσωμεν.

Κανών β', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη τὸ κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθη ἐν σωτηρίῳ σου».

Εὐλογημένη ἡ κοιλία σου σώφρων Ἄννα· καρπὸν γὰρ ἤνθησε παρθενίας, τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, τεκοῦσαν καὶ λυτρωτὴν Ἰησοῦν.

Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις, ἐξ Ἄννης σήμερον γεννηθεῖσαν, τὴν ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον ἄχραντον, τὸ ἄνθος Χριστὸν βλαστήσασαν.

Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε, δεικνύων ἄχραντε ὁ Υἱός σου, τὴν ἐξ Ἄννης μεγαλύνει σου γέννησιν, καὶ πάντας εὐφραίνει σήμερον.

Ἀνατραφεῖσα εἰς τὰ Ἅγια τῷν Ἁγίων, Παρθένε ἄχραντε Θεοτόκε, ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως, τὸν Κτίστην σαρκὶ κυήσασα.
Δόξα...
Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα συναΐδιον σέβομεν, ὡς ἕνα τὰ τρία φύσει Θεόν.
Καὶ νῦν... Θεοτοκίον
Τὸν φωτοδότην καὶ ἀρχίζωον τῷν ἀνθρώπων, τεκοῦσα ἄχραντε Θεοτόκε, ἀνεδείχθης θησαυρὸς τῆς ζωῆς ἡμῶν, καὶ πύλη τοῦ ἀπροσίτου φωτός.

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος δ'
Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ
Νενεκρωμένῳ, λογισμῷ ὁ παράνομος τύραννος, τὴν ζωὴν ἡμῶν Χριστόν, δεινῶς ἀρνεῖσθαι ἠνάγκαζε, Μάρτυς Μηνοδώρα σε, καταικιζόμενος.

Ἀτενιζούσης, πρὸς Θεὸν δικαστὴς οὐκ ἐφείσατο, ἀλλὰ ῥάβδοις ἀπηνῶς, συνθλᾷ τὰ μέλη σου στέφος σοι, πλέκων ὡς οὐκ ᾤετο, Μάρτυς ἀμάραντον.

Διὰ βασάνων, αἱ τρισόλβιοι ἅγιαι Μάρτυρες, θησαυρὸν ἐν οὐρανοῖς, καὶ αἰωνίζουσαν εὔκλειαν, εὕραντο τρανότερον, Θεῷ ἐγγίζουσαι.
Θεοτοκίον
Ἐπιφανεῖσα, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον, ἁμαρτίας τὰς σειράς, ἁγνὴ Παρθένε διάρρηξον, σῶσόν με κυήσασα, τὸν πανοικτίρμονα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε».

Κάθισμα τῶν Μαρτύρων
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Κατεπλάγησαν ὑμῶν, τὴν καρτερίαν τὴν πολλήν, ἐπουράνιοι χοροί, τῶν ἀσωμάτων Λειτουργῶν, ὥς περ γὰρ ἄλλου πάσχοντος διέκεισθε, τὰ σκέλη τοῖς μοχλοῖς συντριβόμεναι, θάνατον πικρὸν ὑπομένουσαι, καὶ γυναικείῳ σώματι, τὸν δράκοντα τὸν ἀποστάτην συντρίβουσαι, παρθένοι Νύμφαι, τοῦ Ζωοδότου, πίστεως αἱ ὑπέρμαχοι.
Δόξα... Καὶ νῦν.... Τῆς Ἑορτῆς
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται, εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδάμ, κατακρίνεται· ἡ Εὔα τῶν δεσμῶν, ἀπολέλυται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παρρησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.

Κανών β', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοα Κύριε τὴν ἀκοήν σου καὶ ἐφοβήθην· ὅτι ἀρρήτῳ βουλῇ, Θεὸς ὢν ἀΐδιος, ἐκ τῆς Παρθένου προῆλθες σαρκωθείς, Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ δυνάμει σου».

Τὴν πάνσεπτον γέννησιν τῆς Θεοτόκου, ψαλμοῖς καὶ ὕμνοις, δοξολογοῦντες πιστοί, τὸν ἄψευστον, τὸν τῷ Δαυῒδ προομόσαντα καρπόν, ἐκ τῆς ὀσφύος παρασχεῖν, πίστει προσκυνήσωμεν.

Διήνοιξας Κύριε τὴν μήτραν Σάρρας, καρπὸν ἐν γήρᾳ τὸν Ἰσαὰκ παρασχών· ὁ αὐτὸς καὶ σήμερον, τῇ εὐσεβεῖ Ἄννῃ δέδωκας Σωτήρ, ἐκ μήτρας γόνιμον καρπόν, ἄσπιλον Μητέρα τὴν σήν.

Ἐπήκουσας Κύριε τῆς προσευχῆς μου, λεγέτω Ἄννα, ἐπαγγελίας καρπόν, παρασχών μοι σήμερον, τὴν ἐκ πασῶν γενεῶν καὶ γυναικῶν προορισθεῖσαν, εἰς ἁγνὴν ἄχραντον Μητέρα σου.

Συγχαίρει σοι σήμερον θεόφρον Ἄννα, ἡ οἰκουμένη· τοῦ λυτρωτοῦ γὰρ αὐτῆς, τὴν Μητέρα ἤνθησας, τὴν ἐκ ῥίζης βλαστήσασαν Δαυΐδ, δυνάμεως ῥάβδον ἡμῖν, φέρουσαν τὸ ἄνθος Χριστόν.
Δόξα...
Δοξάζω σε ἄναρχε Τριάς, ἀμέριστε τῇ οὐσίᾳ, χερουβικῶς ἐκβοῶν, τῇ πηλίνῃ γλώσσῃ μου· Ἅγιος Ἅγιος Ἅγιος, ὁ ὤν καὶ διαμένων εἷς ἀεί, εἷς Θεὸς ἀΐδιος.
Καὶ νῦν... Θεοτοκίον
Πεπλήρωνται Ἄχραντε, τῷν θεηγόρων αἱ προφητεῖαι, ἐν τῇ γεννήσει τῇ σῇ, τῶν πιστῶς καλούντων σε, σκηνὴν καὶ πύλην καὶ ὄρος νοητόν, βάτον καὶ ῥάβδον Ἀαρών, φυεῖσαν ἐκ ῥίζης Δαυΐδ.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Λαμπομένη ταῖς ἀκτῖσι, τοῦ Σταυροῦ ἡ ἀοίδιμος, Μητροδώρα ξύλῳ, ἀπαιωρουμένη ὑπέφερε, τὴν τοῦ πυρὸς τιμωρίαν, πλάνης ἄνθρακας, δροσισμῷ ἀγάπης, τοῦ Χριστοῦ ἀποσβέσασα.

Φανοτάτῃ θεωρίᾳ, λογισμῷ ἀτενίζουσα, καὶ φανταζομένη, κάλλος τοῦ Νυμφίου ἀμήχανον, κατεαγεῖσα μοχλῷ τε ἡ ἀοίδιμος, Μηνοδώρα, φέρει καρτερῶς τὰ ἐπίπονα.

Ὡραιώθητε παρθένοι, καὶ φαιδρῶς ἐδοξάσθητε, τὸν δεδοξασμένον, Λόγον ὁλικῶς ἀγαπήσασαι, οὗ τετρωμέναι τῷ πόθῳ ὑπεμείνατε, παθημάτων, τὰς ἐπαγωγὰς καρτερώτατα.
Θεοτοκίον
Νεκρωθέντα με κακίᾳ, τοῦ δολίου Πανάχραντε, ἡ ζωὴν τεκοῦσα, ζώωσον· πρὸς σὲ γὰρ κατέφυγον, καὶ ἐμπεσόντα εἰς βάθη παραπτώσεων, ἐπανάγαγε, ὡς συμπαθὴς Παναμώμητε.

Κανών β', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν· κτῆσαι ἡμᾶς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν».

Ἄχραντός σου ἡ γέννησις, Παρθένε ἄχραντε· ἄφραστος καὶ ἡ σύλληψις, καὶ ἡ ὠδίς· ἄρρητος ὁ τόκος σου, νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ.

Σήμερον εὐφραινέσθωσαν, Ἀγγέλων τάγματα· ᾄσμασι χορευέτωσαν οἱ ἐξ Ἀδάμ· ἐτέχθη γὰρ ῥάβδος, τὸ ἄνθος βλαστάνουσα, Χριστὸν τὸν μόνον λυτρωτὴν τοῦ Ἀδάμ.

Σήμερον Εὔα λέλυται τῆς καταδίκης, λέλυται καὶ ὁ Ἀδάμ, τῆς ἀρχαίας ἀρᾶς, ἐπὶ τῇ γεννήσει τῇ σῇ βοῶν ἄχραντε· Ἐν σοὶ τῆς φθορᾶς ἐλυτρώθημεν.

Δόξα σοι τῷ δοξάσαντι, τὴν στεῖραν σήμερον· ἔτεκε γὰρ τὴν ῥάβδον τὴν ἀειθαλῆ, ἐξ ἐπαγγελίας, ἐξ ἧς ἀνεβλάστησε Χριστός, τὸ ἄνθος τῆς ζωῆς ἡμῶν.
Δόξα...
Ἄναρχον προσκυνοῦμέν σε Τριὰς ἀμέριστε, ἄκτιστον συναΐδιον καὶ συμφυῆ, ἐν μιᾷ οὐσίᾳ, τρισὶν ὑποστάσεσιν, ὑπερφυῶς κηρυττομένην ἀεί.
Καὶ νῦν... Θεοτοκίον
Γέγονεν ἡ κοιλία σου Ἁγία Τράπεζα, ἔμεινεν ἡ ἁγνεία σου ὥσπερ τὸ πρίν, ἀσινὴς Παρθένε· Χριστὸς γὰρ ὁ ἥλιος, ὡς ἐκ παστοῦ νυμφίος ὤφθη ἐκ σοῦ.

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Γνώμην καρτερικήν, καὶ ἀήττητον φρόνημα, αἱ Μάρτυρες πρὸ βημάτων, ἐνδεικνύμεναι νίκης, στεφάνους ἀνεπλέξαντο.

Νῦν φέρει σιδηρῶν, ἐξ ὀνύχων σπαράγματα, στερρότατα κρεμαμένη, Νυμφοδώρα Νυμφίον, ποθοῦσα τὸν ἀθάνατον.

Ἡ τρίφωτος λαμπάς, τὸ τριώροφον οἴκημα, τὸ σκήνωμα τῆς Τριάδος, εὐφημείσθωσαν ὕμνοις, Παρθένοι αἱ θεόφρονες.
Θεοτοκίον
Σὲ μόνην ἐκλεκτήν, καὶ καλὴν καὶ ἀμώμητον, εὑράμενος σωματοῦται, ὁ ὑπέρθεος Λόγος, ἐκ σοῦ Θεοχαρίτωτε.

Κανών β', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με· ἀλλ᾿ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους, ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὔσπλαγχνε Κύριε».

Ὑμνοῦμεν τὴν ἁγίαν σου γέννησιν, τιμῶμεν καὶ τὴν ἄσπορον σύλληψιν, σοῦ νύμφη Θεόνυμφε καὶ Παρθένε· σκιρτῶσι δὲ σὺν ἡμῖν Ἀγγέλων τάξεις, καὶ τῶν Ἁγίων ψυχαί.

Ἁγίαν τῶν Ἁγίων ὑπάρχουσαν, οἱ σώφρονες πατέρες σου Ἄχραντε, ἀνέθεντό σε ἐν οἴκῳ Κυρίου, ἀνατραφῆναι σεμνῶς, καὶ εἰς Μητέρα ἑτοιμασθῆναι αὐτῷ.

Αἱ στεῖραι καὶ μητέρες χορεύσατε· θαρσεῖτε καὶ σκιρτήσατε ἄγονοι· ἡ ἄτεκνος γὰρ στεῖρα, τὴν Θεοτόκον βλαστάνει, ἥτις λύσει τῶν ὠδίνων τὴν Εὔαν, καὶ τῆς ἀρᾶς τὸν Ἀδάμ.

Ἀκούω τοῦ Δαυῒδ μελῳδοῦντός σοι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀχθήσονται εἰς ναὸν Βασιλέως· καὶ σὺν αὐτῷ σε κἀγώ, θυγατέρα τοῦ Βασιλέως ὑμνῶ.
Δόξα...
Ἐν σοὶ τὸ τῆς Τριάδος μυστήριον, ὑμνεῖται καὶ δοξάζεται ἄχραντε· Πατὴρ γὰρ ηὐδόκησε, καὶ ὁ Λόγος ἐσκήνωσεν ἐν ἡμῖν, καὶ θεῖον Πνεῦμα σοὶ ἐπεσκίασε.
Καὶ νῦν... Θεοτοκίον
Χρυσοῦν θυμιατήριον γέγονας· τὸ πῦρ γὰρ ἐν γαστρί σου ἐσκήνωσεν, ὁ Λόγος ἐκ Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν ἀνθρώπου μορφῇ καθωράθη, Θεογεννῆτορ ἁγνή.

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν σου, ἐφιέμεναι κάλλος ἀμήχανον, αἱ τετρωμέναι τῷ πόθῳ, σοῦ τῷ γλυκυτάτῳ ἄναρχε Λόγε, τῶν βασάνων, τὴν πικρίαν γενναίως ὑπήνεγκαν.

Ὡς κρίνα, ἀθλητῶν ἐν λειμῶνι ἐξήνθησαν, αἱ πανοίδιμοι Κόραι, καὶ τὴν Ἐκκλησίαν πνοαῖς βασάνων, τῶν ποικίλων, εὐωδίασαν Πνεύματος χάριτι.

Νυμφίον, τὸν ἀθάνατον μόνον ποθήσασαι, τοῦ ὀρωμένου θανάτου, ἀοράτῳ σθένει νευρούμεναι, ἀριδήλως, οὐκ ἐφρόντισαν Κόραι νεάνιδες.
Θεοτοκίον
Ἅγιος, ὁ σκηνώσας ἐν μήτρᾳ σου Κύριος, ἁγιωτέραν εὑρών σε, καὶ καθαρωτέραν κτίσεως πάσης, Θεομῆτορ, κυριώνυμε ἄχραντε Δέσποινα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον
Ἦχος δ'
Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὑπὲρ Τριάδος καρτερῶς ἐναθλοῦσαι, τὸν πολυμήχανον ἐχθρὸν ἐτροπώσασθε, ἀδελφικῶς τῷ πνεύματι συνδούμεναι· ὅθεν εἰσῳκίσθητε, σὺν ταῖς πέντε Παρθένοις, πρός τὸν ἐπουράνιον, Ἀθληφόροι νυμφῶνα, καὶ σὺν Ἀγγέλοις τῷ παμβασιλεῖ, ἐν εὐφροσύνῃ ἀπαύστως παρίστασθε.
Ὁ Οἶκος
Ἱερωτάτην συγκροτεῖ, πανήγυριν ἐν πίστει, ἡ Χριστοῦ Ἐκκλησία, αὐταδέλφων Μαρτύρων ἐπιτελοῦσα εὐσεβῶς, μνήμην ὑμῶν τὴν φωσφόρον, καὶ λαμπρὰν καὶ παμφαῆ, πανεύφημοι ὁμότροποι· στερρῶς γὰρ ἐπὶ τῆς γῆς, τὸν ἀντίπαλον νοῦν καταπατήσασαι, ἀνεδήσασθε στεφάνους ἐκ χειρὸς τοῦ παμβασιλέως· παρ᾿ οὗ μοι φωτισμὸν αἰτήσασθε, ὄντως εὐφημῆσαι τὴν ὑμῶν μνήμην ἀξίως, καὶ τὰς θαυμαστὰς καὶ θείας ἀνδραγαθίας· ὑμεῖς γὰρ τῷ παμβασιλεῖ, ἐν εὐφροσύνῃ ἀπαύστως παρίστασθε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας.
Στίχοι
Ἡγοῦντο Μηνοδώρα καὶ Μητροδώρα,
Καὶ Νυμφοδώρα δῶρα σαρκὸς αἰκίας.
Θεινόμεναι δεκάτῃ δωρώνυμοι ἔκθανον αἱ τρεῖς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρυψαβᾶ.
Στίχοι
Βαρυψαβᾶς δι᾿ αἷμα θεῖον Δεσπότου,
Οἰκεῖον αἷμα συντριβεὶς ξύλοις χέει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Πουλχερία, ἡ Βασίλισσα, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὄντως παρέστη ψαλμικῶς Πουλχερία,
Ἐκ δεξιῶν σου Βασίλισσα Χριστέ μου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀπελλοῦ, Λουκᾶ καὶ Κλήμεντος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, ἥτις ξίφει ἐτελειώθη.
Στίχοι
Ἐκ γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει,
Καὶ σοι προσήχθη Σῶτερ ὡς εὔπνουν Ἴον.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών β', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο Πνεύματος, Θεοῦ ἐπιστασίᾳ· οἱ Παῖδες ὑπέψαλλον· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων».

Ἑορτάζομεν Ἄχραντε, καὶ πιστῶς προσκυνοῦμεν, τὴν ἁγίαν σου γέννησιν, τὴν ἐξ ἐπαγγελίας, δι᾿ ἧς ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

Νῦν ἡ Ἄννα εὐφραίνεται, καὶ βοᾷ καυχωμένη· Στεῖρα οὖσα γεγέννηκα, τοῦ Θεοῦ τὴν Μητέρα, δι' ἧς τὸ κατάκριμα, τῆς Εὔας λέλυται, καὶ ἡ ἐν λύπαις ὠδίς.

Ὁ Ἀδὰμ ἠλευθέρωται, καὶ ἡ Εὔα χορεύει, καὶ βοῶσιν ἐν πνεύματι, πρὸς σὲ τὴν Θεοτόκον· Ἐν σοὶ ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

Στεῖραι ἄγονοι σπεύσατε, ψυχαὶ ἠτεκνωμέναι, ὅτι Ἄννα πολύτεκνος, καὶ νῦν εὐφραινομένη· μητέρες χορεύσατε, σὺν τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ συναγάλλεσθε.
Δόξα...
Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐν μονάδι Θεότητος, Τριάδα Παναγίαν, ἀχώριστον ἄκτιστον, καὶ συναΐδιον καὶ ὁμοούσιον.
Καὶ νῦν... Θεοτοκίον
Σὺ Θεὸν μόνη ἔτεκες, Παρθένε μετὰ τόκον· σὺ τὴν φύσιν ἐκαίνισας, τῷ τόκῳ σου Μαρία· σὺ τὴν Εὔαν ἔλυσας, τῆς πρωτογόνου ἀρᾶς, Θεογεννῆτορ ἁγνή.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος δ'
Ἀβραμιαῖοι ποτὲ ΤΟ ΑΚΟΥΤΕ
Θύειν εἰδώλοις σαφῶς, τοῦ δυσσεβοῦς τυράννου, κελευομένου κατεπτύσατε, βοῶσαι Νεάνιδες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Λελαμπρυσμέναι τὸν νοῦν, θεαρχικαῖς ἀκτῖσιν, ἀχλὺν εἰδώλων ἠμαυρώσατε, βοῶσαι Πανεύφημοι, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Οὐκ ἐκτομαὶ τῶν μελῶν, οὐ διωγμὸς οὐ θλῖψις, Χριστοῦ χωρίσαι ὅλως, ἴσχυσαν, βοώσας τὰς Μάρτυρας· Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ὑπερφυῶς τὸν Θεόν, ἐν τῇ γαστρί σου Κόρη, κυοφορῆσαι κατηξίωσαι, βροτοὺς ἀναπλάττοντα, τοὺς μελῳδοῦντας πιστῶς, Χριστὲ εὐλογητὸς εἶ.

Κανών β', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσση ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».

Ὁ ποιήσας παράδοξα, τῇ στειρωθείσῃ γαστρί, ὁ ἀνοίξας Ἄννης ἄγονον μήτραν, καὶ καρπὸν αὐτῇ δούς, σὺ Θεὸς ἅγιος, σὺ Υἱὸς τῆς Παρθένου, σὺ ἐκ ταύτης σάρκα προσελάβου, τῆς ἀειθαλοῦς Παρθένου καὶ Θεοτόκου.

Ὁ σφραγίζων τὴν ἄβυσσον, καὶ ἐξανοίγων αὐτήν, ὁ ἀνάγων ὕδωρ ἐν ταῖς νεφέλαις, καὶ διδοὺς ὑετόν, σὺ ὁ δοὺς Κύριε, ῥίζης ἐκ τῆς ἀκάρπου ἐξανθῆσαι,, Ἄννης τῆς ἁγίας, ἄχραντον καρπόν, τὴν ῥάβδον τὴν Θεοτόκον.

Σὺ ὁ λύσας τὰ ἄλυτα, τῆς ἀπαιδίας δεσμά· σὺ ὁ δοὺς τῇ στείρᾳ γόνιμον τόκον, καὶ καρπὸν εὐκλεῆ, ἧς Υἱὸς γέγονας καὶ βλαστὸς ἀνεφύης· ἣν Μητέρα ἔσχες κατὰ σάρκα, ἐν τῇ πρὸς ἡμᾶς Οἰκτίρμον ἐπιδημίᾳ.

Γεωργὲ τῶν φρενῶν ἡμῶν, καὶ φυτουργὲ τῶν ψυχῶν, σὺ ὁ ἄκαρπον γῆν, εὔκαρπον δείξας· σὺ τὴν πάλαι ξηράν, γόνιμον εὔσταχυν, ἄρουραν καρποφόρον ἀπειργάσω, Ἄνναν τὴν ἁγίαν, ἄχραντον καρπὸν ἀνθῆσαι τὴν Θεοτόκον.
Δόξα...
Ὢ Τριὰς ὑπερούσιε, μονὰς συνάναρχε, σὲ ὑμνεῖ καὶ τρέμει, πληθὺς Ἀγγέλων, οὐρανὸς καὶ ἡ γῆ, ἄβυσσοι φρίττουσιν, ἄνθρωποι εὐλογοῦσι, πῦρ δουλεύει, πάντα ὑπακούει, σοὶ Τριὰς ἁγία, φόβῳ τὰ ἐν τῇ κτίσει.
Καὶ νῦν... Θεοτοκίον
Ὢ καινότατον ἄκουσμα! Θεὸς Υἱὸς γυναικός, καὶ ἀσπόρου τόκου, ἄνανδρος Μήτηρ, καὶ Θεὸς τὸ τεχθέν, ὢ φρικτὸν θέαμα! ὢ συλλήψεως ξένης τῆς παρθένου! ὢ ἀφράστου τόκου! ὄντως ὑπὲρ νοῦν τὰ πάντα καὶ θεωρίαν.

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος δ'
Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ
Στομωθεῖσαι ἀγάπῃ τοῦ κτίσαντος, ἀπημβλύνατε κέντρα τοῦ ὄφεως, ἐν γυναικείῳ σώματι, ἀνδρικοὺς διανύουσαι τοὺς ἀγῶνας, καὶ στεφάνοις ἐνθέοις στεφόμεναι.

Συμπλακεῖσαι ἐν μέσῳ τοῦ σκάμματος, ἀοράτοις ἐχθροῖς μετὰ σώματος, τοὺς ἀσωμάτους ἔτρεψαν, αἱ θεόφρονες Κόραι, ἀναβοῶσαι· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Ἐν Θεῷ τῷ Σωτῆρι νευρούμεναι, ἐν Χριστῷ Ἰησοῦ δυναμούμεναι, τὸ τοῦ ἐχθροῦ ἀνίσχυρον, διωλέσατε κράτος, ἀναβοῶσαι· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Βασιλείας τῆς ἄνω ἐτύχετε, σὺν Χριστῷ Ἰησοῦ βασιλεύουσαι, πεποικιλμέναι στίγμασι, τῶν βασάνων τῷ κάλλει διηνθισμέναι, ἀξιάγαστοι Κόραι νεάνιδες.
Θεοτοκίον
Ὡς Θεοῦ ἀκηλίδωτον τέμενος, ὑπεδέξω αὐτὸν σωματούμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι, γνωριζόμενον Κόρη, ᾧ μελῳδοῦμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
ο Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Κανών β', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη. Διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν».

Ἐπάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας, τὸν τόκον ἐκληρώσω δι᾿ ἐπαγγελίας· τῇ ποτὲ γὰρ ἀκάρπῳ, θεόβλαστος καρπὸς ἐδόθης· διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν.

Πεπλήρωται τοῦ βοῶντος ἡ προφητεία, φησὶ γάρ· Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν, τοῦ ἱεροῦ Δαυΐδ, ἐν σοί, Ἄχραντε προτυπωθεῖσαν, δι᾿ ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς, εἰς σῶμα ἀνεπλάσθη Θεῷ.

Τὰ σπάργανα προσκυνοῦμέν σου Θεοτόκε, δοξάζομεν τὸν δόντα καρπὸν τῇ πρώην στείρᾳ, καὶ ἀνοίξαντα μήτραν, τὴν ἄγονον ἐκ παραδόξου· ποιεῖ γὰρ πάντα ὅσα βούλεται, Θεὸς ὢν παντεξούσιος.

Ἐβλάστησας νυμφοτόκε Ἄννα θεόφρον, ἐκ μήτρας παρ᾽ ἐλπίδα, καὶ ἐξ ἐπαγγελίας, παρθενόφυτον ἄνθος, θεόβλαστον ἁγνείας κάλλος· διὸ σε πάντες μακαρίζομεν, ὡς ῥίζαν τῆς ζωῆς ἡμῶν.
Δόξα...
Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν, τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παγκρατορίαν, δι᾿ ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ νεύματι τοῦ κράτους αὐτῆς.
Καὶ νῦν... Θεοτοκίον
Ἐχώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος Χριστὸν τὸν Βασιλέα, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι· αὐτὸν δυσώπει πανσεβάσμιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν ἐφιέμεναι κάλλος, τὸ τοῦ Νυμφίου ὁλοτρόπῳ, νεύσει πρὸς αὐτὸν θεοφόροι, ἀθανασίαν ἐμελετήσατε, ἐν τῷ θνητῷ τοῦ σώματος· ὅθεν ἀξίως μακαρίζεσθε.

Ὤφθητε τυράννων ἐν μέσῳ, οἷά περ λύκων ὠμοτάτων, ἄσπιλοι ἀμνάδες τὴν τούτων, θηριωδίαν καταπαλαίουσαι, καὶ τῷ Χριστῷ εὐπρόσδεκτα, ὡς Ἱερεῖα προσαγόμεναι.

Στέφος ἀνεπλέξασθε ἅμα, μὴ παλαιούμενον παρθένοι, θείας ἐπετύχετε δόξης, καὶ βασιλείαν ὄντως ἀσάλευτον, παραλαβεῖν ὡς Μάρτυρες, μετὰ Μαρτύρων ἠξιώθητε.

Ἧς κατηξιώθητε δόξης, καὶ ἐπετύχετε χορείαις, τοὺς ἐπιτελοῦντας ἐκ πόθου, ὑμῶν τὴν μνήμην τυχεῖν πρεσβεύσατε, ὡς παρρησίαν ἔχουσαι, πρὸς τὸν Δεσπότην Σεμνοπάρθενοι.
Θεοτοκίον
Φεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν κόσμον μετὰ δόξης, λῦσον τὴν ἀχλὺν τῶν παθῶν μου, ταῖς ἱκεσίαις τῆς κυησάσης σε, καὶ τῶν σεπτῶν Μαρτύρων σου, ὡς ἀγαθὸς καὶ πολυέλεος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀσαλεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ἀναλλοίωτον ΤΟ ΑΚΟΥΤΕ
Αἱ τρεῖς παρθένοι Τριάδα, Θεὸν ἀφράστως ποθοῦσαι, κηρύττουσι τῶν τυράννων, ἐνώπιον διὰ τοῦτο, βασανισθεῖσαι τοῦ στέφους, τυγχάνουσι τοῦ ἀφθάρτου.
Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ἀναλλοίωτον ΤΟ ΑΚΟΥΤΕ
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, ὁ φωτισμὸς τῶν ἀνθρώπων, ἡ προστασία τοῦ κόσμου, Θεογεννῆτορ Μαρία, τοὺς σὲ ὑμνοῦντας ἐν πίστει, ῥῦσαι πταισμάτων Παρθένε.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρά.
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Γόνος Ἰωακείμ, καὶ Ἄννης ἡ Παρθένος, ἐφάνη τοῖς ἀνθρώποις, τῶν δεσμῶν ἀφιεῖσα, τῆς ἁμαρτίας ἅπαντας.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Ὄρος ὡς ἀληθῶς, κατάσκιον ἐδείχθη, ἡ στείρωσις τῆς Ἄννης, ἐξ οὗ ἡ σωτηρία, πᾶσι πιστοῖς δεδώρηται.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ῥήξασα τὰ δεσμά, στειρώσεως τῆς Ἄννης, ἡ πάναγνος Παρθένος, προῆλθε τοῖς ἀνθρώποις, τὴν ἄφεσιν βραβεύουσα.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ἴωμεν οἱ πιστοί, δοξάζοντες τὴν Κόρην· ἐτέχθη γὰρ ἐκ στείρας, τὴν στειρωθεῖσαν φύσιν, ἡμῶν ἀνακαινίζουσα.

Ἀντίφωνον Α'
Ἦχος β'
Verse:
Μνήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Στίχ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.
Στίχ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.
Στίχ. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται.

Ἀντίφωνον Β'
Ἦχος β'
Στίχ.
Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Στίχ. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
Στίχ. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ
Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.

Ἀντίφωνον Γ'
Ἦχος δ'
Στίχ.
Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Εἰς τό, Ἐξαιρέτως
Κανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη. Διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν».

Κοινωνικὸν τῆς Ἑορτῆς
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.