Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου, καὶ Δορυμέδοντος.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ'.

Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἱρόμενος, ἐμφανίζεται σήμερον· δοξολογοῦσι, πάντα τὰ πέρατα· ἐκδειματοῦνται, δαίμονες ἅπαντες· Ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι᾽ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον, δι᾽ οὗ πρὸς Θεόν, πάντες εἱλκύσθημεν, καὶ κατεπόθη, εἰς τέλος θάνατος, Ὢ ξύλον ἄχραντον! ὑφ᾽ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος! εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ χάριτι, ἁγιάζει τὰ σύμπαντα· ἐν τούτῳ ἔθνη, βάρβαρα ἥτηνται· ἐν τούτῳ σκῆπτρα, ἀνάκτων ἥδρασται. Ὢ θείας κλίμακος! δι᾽ ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ᾄσμασι, Χριστὸν τὸν Κύριον.
Στιχηρὰ τῶν Ἁγίων
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Τρυφὴν τὴν ἀδαπάνητον, ποθῶν κληρώσασθαι, Τρόφιμε Μάρτυς, πόνοις τοῦ σώματος, σὺ ἐνετρύφας· καὶ δὴ μετέστης ἐκ φθορᾶς, πρὸς τὴν ἀφθαρσίαν ἀγαλλόμενος, καὶ τῷ μαρτυρίῳ ἐγκοσμούμενος· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι μάκαρ τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Σαββάτιος ὁ ἔνδοξος, πολλαῖς κολάσεσιν ἐγκαρτερήσας, νῦν ἐσαββάτισεν εἰς τὰς ἐπαύλεις, τῶν οὐρανῶν περιχαρῶς, γέρα τῶν ἀγώνων κομιζόμενος, δήμοις τῶν Ἀγγέλων ἀριθμούμενος· αὐτοῦ Χριστὲ πρεσβείαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Ἀθέων βουλευτήριον, ἀποκρουσάμενος βουλαῖς ἐνθέοις, τὸν νοῦν ὠχύρωσεν ὁ Δορυμέδων, καὶ προσεχώρησε στερρῶς, πρὸς τὰ τῶν βασάνων πειρατήρια· νίκης τε βραβεῖα κομισάμενος, Χριστῷ συμβασιλεύει, πάντοτε ὑπὲρ πάντων ἡμῶν δεομενος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως, ὁ Θεὸς πεπλήρωται, ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε, δόξα σοι.

Ἀπόστιχα Στιχηρὰ
Ἦχος πλ. β', Τριήμερος ἀνέστης
ΤΟ ΑΚΟΥΤΕ
Οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, τὸν τύπον προσκυνήσωμεν, ἀνυψοῦντες τὸν τρισόλβιον Σταυρον, ἐν ᾧ κατεκενώθη, τὸ αἷμα τοῦ Δεσπότου, τὸ βλύσαν κόσμῳ τὴν ἀνάστασιν.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Νεκρώσαντες τὰ πάθη σαρκός, καὶ πνεύματος θεόφρονες, ἐπειχθῶμεν, ὑψωθῆναι ἀπὸ γῆς, οὐράνιον πρὸς λῆξιν, Σταυροῦ τῇ ἀνυψώσει, συσταυρωθέντες τῷ Δεσπότῃ Χριστῷ.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ζωήρυτος ἐκ θείας πλευρᾶς, πηγὴ σαφῶς ἐξέβλυσε, τοῦ Σωτῆρος καταρδεύουσα ψυχάς, τῶν πίστει προσκυνούντων, τὸ θεῖον πάθος τούτου, καὶ τὸν Σταυρὸν καὶ τήν Ἀνάστασιν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὁ τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κέρας τῶν πιστῶν συνυψοῦται Βασιλέων ἡμῶν, συντριβόντων ἐν αὐτῷ τῶν δυσμενῶν τὰ κέρατα. Μέγας εἶ Κύριε, καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου! δόξα σοι.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέωξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα, ἀλλ᾽ ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ᾽ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Ὁ Κανών, ὃς τὴνδε τὴν ἀκροστιχίδα φέρει.
Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι.
Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σταυρὸν χαράξας Μωσῆς,
ἐπ' εὐθείας ῥάβδω,
τὴν Ἐρυθρὰν διέτεμε,
τῷ Ἰσραὴλ πεζεύσαντι,
τὴν δὲ ἐπιστρεπτικῶς,
Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν,
ἐπ' εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον.
Διὸ Χριστῷ ᾄσωμεν
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».

Τὸν τύπον πάλαι Μωσῆς,
τοῦ ἀχράντου πάθους,
ἐν ἑαυτῷ προέφηνε,
τῶν ἱερῶν μεσούμενος,
Σταυρῷ δὲ σχηματισθείς,
τεταμέναις τρόπαιον,
παλάμαις ἤγειρε, τὸ κράτος διολέσας,
Ἀμαλὴκ τοῦ πανώλους· διὸ Χριστῷ ᾄσωμεν,
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ἀνέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος,
φθοροποιοῦ λυτήριον,
καὶ ἰοβόλου δήγματος·
καὶ ξύλῳ τύπῳ Σταυροῦ,
τὸν πρὸς γῆν συρόμενον,
ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ,
θριαμβεύσας τὸ πῆμα·
διὸ Χριστῷ ᾄσωμεν,
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὑπέδειξεν οὐρανός,
τοῦ Σταυροῦ τὸ τρόπαιον,
τῷ εὐσεβείας κράτορι,
καὶ Βασιλεῖ θεόφρονι,
ἐχθρῶν ἐν ᾧ δυσμενῶν,
κατεβλήθη φρύαγμα· ἀπάτη ἀνετράπη δέ·
καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία·
διὸ Χριστῷ ᾄσωμεν,
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Τρίφωτον ὑμνῶ Μαρτυρων διαυγίαν.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ ΤΟ ΑΚΟΥΤΕ
Ταῖς ὑπερφώτοις ἀστραπαῖς τοῦ Πνεύματος, καταλαμπόμενοι, τὰ σκοτεινὰ νέφη, τῆς ψυχῆς μου λύσατε, τὸν νοῦν μου καταυγάσατε, καὶ τὰ χείλη πρὸς ὕμνον, ὑμᾶς γεραίρειν ἀνοίξατε, Μάρτυρες Χριστοῦ μεγαλώνυμοι.

Ῥωμαλεότητι φρενῶν ἀντέστητε, τῷ ματαιόφρονι, νέμειν θεοῖς σέβας, Μάρτυρες ἀλλόκοτον, ὑμᾶς καταναγκάζοντι, καὶ θυσίᾳ τελείᾳ, διὰ ποικίλων κολάσεων, τῷ Παμβασιλεῖ προσηνέχθητε.

Ἰσχὺς ὑμῖν παρὰ Θεοῦ δεδώρηται, τοῦ παντοκράτορος, καταβαλεῖν πᾶσαν, τὴν ἰσχὺν τοῦ δράκοντος, σεπτοὶ Μεγαλομάρτυρες, τῆς Τριάδος ὁπλῖται, Σαββάτιε ἀξιάγαστε, θεῖε Δορυμέδον καὶ Τρόφιμε.
Θεοτοκίον
Φωτιστικαῖς σου πηγαζούσαις χάρισι, θεοχαρίτωτε, πύλη φωτὸς μόνη, οἱ γενναῖοι Μάρτυρες, φαιδρῶς καταυγαζόμενον, τὸ βαθύτατον σκότος, τῶν ἀνυποίστων κολάσεων, σὲ ὑμνολογοῦντες παρέδραμον.

Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται·
τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα,
τῇ στειρευούσῃ δὲ πρῴην,
Ἐκκλησίᾳ νῦν ἐξήνθησε,
ξύλον Σταυροῦ,
εἰς κράτος καὶ στερέωμα».

Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος,
ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ,
τῆς θεοκλήτου ἐδήλου,
Ἐκκλησίας τὸ μυστήριον,
ἧς ὁ Σταυρός,
τὸ κράτος καὶ στερέωμα.

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης,
ὕδωρ σὺν αἵματι ἐξεβλήθη,
ἐγκαινίζον διαθήκην,
καὶ ῥυπτικὸν ἁμαρτίας·
τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα,
καὶ Βασιλέων κράτος καὶ στερέωμα.

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ στερεώσας κατ' ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ
Ὡραιοτάτῳ λογισμῷ καὶ σταθερᾷ διανοίᾳ, πρὸς βασάνων ἐχωρήσατε πεῖραν, αἰκιζόμενοι σφοδρῶς, καὶ μάστιξι ξεόμενοι, καὶ ἀηττήτῳ γνώμῃ, ἀπαρασάλευτοι μένοντες.

Ταῖς τῶν αἱμάτων προχοαῖς, ἱερωτάτην πορφύραν, ἐπιχρώσαντες γενναῖοι ὁπλῖται, ἀθανάτῳ Βασιλεῖ, Κυρίῳ νῦν παρίστασθε, ὑπὲρ ἡμῶν πρεσβείαν, ἀκαταπαύστως ποιούμενοι.

Οὐκ ἐξηρνήσασθε Χριστόν, προσομιλοῦντες βασάνοις καὶ ξεόμενοι τὸ σῶμα ποικίλως, καὶ τεινόμενοι δεινῶς, καὶ τοῖς θηρσὶ διδόμενοι, πανευκλεεῖς ὁπλῖται, Ἅγιοι Μεγαλομάρτυρες.
Θεοτοκίον
Νομοθεσίαις τοῦ ἐκ σοῦ, σεσαρκωμένου Δεσπότου, πειθαρχοῦντες παναμώμητε Κόρη, οἱ γενναῖοι Ἀθληταί, ἀνόμους ἐτροπώσαντο, σὲ συνεργὸν ὡς σχόντες, τὴν σῴζουσαν τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας κατ' ἀρχάς,
τοὺς οὐρανοὺς ἐν συνέσει,
καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας,
ἐν τῇ πέτρᾳ με Χριστέ,
τῶν ἐντολῶν (τῆς Ἐκκλησίας) σου στήριξον,
ὅτι οὔκ ἐστι πλὴν σοῦ,
ἅγιος μόνε φιλάνθρωπε».

Κάθισμα τῶν Μαρτύρων
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Βασάνων ἀνδρικῶς, ὑπομείναντες πόνους, τὴν ἄπονον ζωήν, ἐκομίσασθε ἅμα, Δορυμέδον καὶ Τρόφιμε, καὶ Σαββάτιε πάνσοφε· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, τὴν ἱερὰν ὑμῶν μνήμην, ἐνθέως ἀγάλλεται.
Δόξα... Καὶ νῦν... τῆς Εορτῆς
Ὁ ἄνω ὡς Θεός, οὐρανὸν θρόνον ἔχων, καὶ γῆν Χριστὲ Σωτήρ, ὑποπόδιον φέρων, Σταυρὸν ἡμῖν ὑπέδειξας, σῶν ποδῶν ὑποπόδιον. Τοῦτον ἅπαντες, δαυϊτικῶς προσκυνοῦμεν. Τοῦτον φύλακα, καὶ βοηθὸν ἐξαιτοῦμεν, καὶ πίστει δοξάζομεν.

Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε,
τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου,
καὶ ἐδόξασά σου τὴν Θεότητα».

Πικρογόνους μετέβαλε,
ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι,
τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν,
τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

Ὁ βυθῷ κολπωσάμενος,
τέμνουσαν ἀνέδωκεν Ἰορδάνης ξύλῳ,
τῷ Σταυρῷ καὶ τῷ Βαπτίσματι,
τὴν τομὴν τῆς πλάνης τεκμαιρόμενος.

Ἱερῶς προστοιβάζεται,
ὁ τετραμερὴς λαὸς προηγούμενος,
τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς,
σταυροτύποις τάξεσι κλεϊζόμενος.

Θαυμαστῶς ἐφαπλούμενος,
τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν,
ὁ Σταυρός· καὶ διηγήσαντο,
οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὑπομονῇ, τῶν αἰκισμῶν λαμπρυνόμενοι, ἐπὶ ξύλου, Μάρτυρες ἠρτήθητε, καὶ σιδηροῖς ὄνυξι πλευράς, ἔνδοξοι ξεσθέντες, τῇ ἀπεκδύσει τοῦ σώματος, τὴν θείαν ἀφθαρσίαν, ἐνεδύσασθε θρόνῳ, τῆς Τριάδος ἀεὶ παριστάμενοι.

Μαστιγωθείς, διὰ Χριστὸν Μάρτυς Τρόφιμε, ἐνετρύφας, πόνοις ὑπερβάλλουσιν, ἀποσκοπῶν τὰς ἐν οὐρανοῖς, θείας ἀντιδόσεις, καὶ τὴν τρυφὴν τὴν ἀδάπανον· ἧς νῦν κατηξιώθης, τὸν ἀγῶνα τελέσας, καὶ τρυφῇ τῷ Δεσπότῃ γενόμενος.

Νεανικῶς, ἐγκαρτερήσας Σαββάτιε, ταῖς βασάνοις, χαίρων ἐναπέδωκας, Θεοῦ εἰς χεῖρας τὴν σὴν ψυχήν, καὶ πρὸς οὐρανίους, μονὰς καλῶς ἐσαββάτισας, νικήσας τόν ἐκεῖθεν, ἐκριφθέντα ἀθλίως, καὶ βραβεῖα τῆς νίκης δεξάμενος.
Θεοτοκίον
Ὡς καθαρόν, τοῦ Βασιλέως παλάτιον, σὲ Μαρτύρων, σύστημα τρισάριθμον, ἐπικαλούμενοι βοηθόν, ἄχραντε Παρθένε, ναοὺς δαιμόνων ἠδάφισαν, καὶ πρὸς ναὸν ἄνω, μετετέθησαν δόξης, ἐν αἰνέσει ἀεὶ σε γεραίροντες.

Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὦ τρισμακάριστον ξύλον!
ἐν ᾧ ἐτάθη Χριστός,
ὁ Βασιλεὺς καὶ Κύριος,
δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας,
τῷ ἐν σοὶ δελεασθείς,
Θεῷ τῷ προσπαγέντι σαρκί,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν».

Σὲ τὸ ἀοίδιμον ξύλον,
ἐν ᾧ ἐτάθη Χριστός,
τὴν Ἐδὲμ φυλάττουσα,
στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη,
τὸ φρικτὸν δὲ Χερουβίμ,
εἶξε τῷ σοὶ παγέντι Χριστῷ,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὑποχθονίων δυνάμεις,
ἀντίπαλοι τοῦ Σταυροῦ,
φρίττουσι χαραττόμενον,
τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν·
οὐρανίων γηγενῶν,
γένος δὲ γόνυ κάμπτει Χριστῷ,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Μαρμαρυγαῖς ἀκηράτοις,
φανεὶς ὁ θεῖος Σταυρός,
ἐσκοτισμένοις ἔθνεσι,
τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος,
ἀπαστράψας οἰκειοῖ,
τῷ ἐν αὐτῷ παγέντι Χριστῷ,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἴνα τὶ μὲ ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Μακρυνθέντες φιλίας, σώματος Πανεύφημοι προσῳκειώθητε, διὰ πλείστων πόνων, καὶ μεγίστων Θεῷ πανοικτίρμονι, τῷ ὑμᾶς δι᾽ οἶκτον, πεφιληκότι καὶ τὰ πάθη, τοῖς αὐτοῦ ἀποκτείναντι πάθεσιν.

Αἱ πορεῖαι σου Μάρτυς, Τρόφιμε γεγόνασι κατευθυνόμεναι, πρὸς ὁδοὺς πανσόφους, μαρτυρίου, ἐν αἷς καλλυνόμενος, σιδηραῖς κρηπῖσι, καθηλωμένος τοῦ Βελίαρ, κεφαλὴν καὶ τὰ κέντρα συνέτριψας.

Ῥητορεύων τὰ θεῖα, Τρόφιμε πολύαθλε, τυράννους ᾔσχυνας· καὶ τοῖς αἵμασί σου, βηματίζων τὴν γῆν καθηγίασας, ἐμπεριπατεῖς δέ, χαρμονικῶς τῷ Παραδείσῳ, σωτηρίαν ἡμῖν ἐξαιτούμενος.

Θεοτοκίον
Τὴν ἁγίαν Παρθένον, τὴν θεοχαρίτωτον καὶ παναμώμητον, οἱ στερροὶ ὁπλῖται, εἰς βοήθειαν ἐπικαλούμενοι, τῶν βασάνων ὄγκον, καὶ τῶν δεινῶν τὴν τρικυμίαν, ἀκλονήτῳ διῆλθον φρονήματι.

Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νοτίου θηρὸς ἐν σπλάγχνοις,
παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας,
τὸ σωτήριον πάθος προδιετύπου σαφῶς.
Ὅθεν τριήμερος ἐκδύς,
τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε,
τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ,
καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος».

Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς,
ἀνωρθοῦτο Ἰακὼβ χεῖρας ἀμείψας,
τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ·
τὴν παλαιότητα καὶ γάρ,
τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν,
ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός,
καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

Νεαζούσαις θεὶς παλάμας,
ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου,
ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός·
ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι,
οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον·
ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ,
νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὑπέπλευσαν γαληνῶς, τῇ κυβερνήσει τοῦ Πνεύματος, οἱ εὐκλεεῖς, Ἀθληταί, βασάνων τὸ πέλαγος, καὶ πρὸς τὸν ἀκύμαντον, σωτηρίας ὅρμον, ἱερῶς ἐγκαθωρμίσθησαν.

Ῥαινόμενα καθορῶν, εἰς γῆν τὰ μέλη σου Τρόφιμε, καὶ ὄξος κατὰ τῶν σῶν, μυκτήρων δεχόμενος, εὐώδους ὀσφρήσεως, ἀντελάβου πλέον, τοῦ Χριστοῦ τῆς ἀγαπήσεως.

Ὡς βουλευτὴς τῶν Χριστοῦ, δικαιωμάτων γενόμενος, βουλὰς ἀθέων ἐχθρῶν, τελείως ἐξέκλινας, καὶ σαυτὸν παρέδωκας, Δορυμέδον Μάρτυς, ταῖς βασάνοις μαστιζόμενος.
Θεοτοκίον
Νευρούμενοι ταῖς ἐκ σοῦ, ἐκπεμπομέναις δυνάμεσιν, οἱ Ἀθλοφόροι Χριστέ, νομίμως ἐνήθλησαν, τὴν ἁγνὴν Μητέρα σου, ἀνυμνολογοῦντες, ἀπορρήτως σε κυήσασαν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ·
πολλαὶ γὰρ αἱ ἀνομίαι μου,
καὶ ἐκ βυθοῦ τῶν κακῶν,
ἀνάγαγε δέομαι·
πρὸς σὲ γὰρ ἐβόησα,
καὶ ἐπάκουσόν μου,
ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς ΤΟ ΑΚΟΥΤΕ ή Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀθλητῶν ἑδραίωμα, καὶ εὐσεβείας ἔρεισμα, ἡ Ἐκκλησία τιμᾷ καὶ γεραίρει σου, τὴν φωτοφόρον ἄθλησιν· παναοίδιμε μάκαρ, ἀθλητὰ γενναιόφρον, ἔνδοξε Τρόφιμε, σὺν τοῖς συνάθλοις σου, ἱλασμὸν τοῖς ὑμνοῦσί σε αἴτησαι, ὡς ἀήττητος.
Ὁ Οἶκος
Τῶν Ἁγίων Μαρτυρων τὰ ἔπαθλα, οὐρανῶν αἱ Δυνάμεις ἐθαύμασαν, ὅτι σῶμα θνητὸν περικείμενοι, ἀσωμάτους ἐχθροὺς ἐτροπώσαντο, Σταυροῦ τῇ ἰσχὺϊ κρατυνόμενοι· ὅθεν μακαρίζονται εἰς αἰῶνας, ἱλασμὸν τῶν πταισμάτων αἰτούμενοι ὑπὲρ πάντων ἡμῶν· καὶ γὰρ τιμῶνται αὐτοί, ὡς ἀήττητοι.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου καὶ Δορυμέδοντος.
Στίχοι
Πνέοντες ἓν Τρόφιμε καὶ Δορυμέδον,
Ἓν ἐκ ξίφους δέχεσθε καὶ βίου τέλος.
Ξεσθεὶς σιδηροῖς Σαββάτιος ὀξέσιν,
Εἰς σαββατισμὸν θεῖον ὡς Μάρτυς φθάνει.
Ἐννεαδεκάτῃ Τρόφιμον τάμον, ἠδὲ συνάθλους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς,
καὶ δυσφημίας θεοστυγοῦς.
Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,
θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον,
ἀλλ' ἀντηχούντι δροσοβόλῳ πνεύματι,
πυρὶ συνόντες ἔψαλλον·
ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ».

Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς,
φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς,
ὅλῳ τῷ γένει σωματοφθόρος τις,
ὡς λύμη τῆς νόσου μετέδωκεν·
ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν,
Σταυροῦ τὸ ξύλον κράζομεν·
Ὁ ὑπερύμνητος,
τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον
ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν·
ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ,
ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο,
ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν,
εὐγνωμοσύνης κράζοντος·
ὁ ὑπερύμνητος,
τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ,
ὁ γενησόμενον, βλέπων, Ἰσραήλ,
τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει
ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν·
οὗτος γὰρ τοῖς βασιλεῦσι,
τροπαιοῦχον καύχημα,
καὶ φῶς τοῖς πίστει κράζουσιν· ὁ ὑπερύμνητος,
τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Διόλου ταῖς νεύσεσι, ταῖς πρὸς τὸ θεῖον καλλωπιζόμενος, ὀβελίσκοις τε μάκαρ, πυρακτωθεῖσι καταφλεγόμενος, καὶ τὰς πλευράς σου ἀδίκως ξεόμενος, ὦ Δορυμέδον, στερρῶς ἐνεκαρτέρησας.

Ἰδεῖν ἀφιέμενος, Θεοῦ τὴν δόξαν τὴν ἀνεκλάλητον, ὀφθαλμοὺς ἐπηρώθης, πυρακτωθεῖσι σιδήροις Τρόφιμε, καὶ εὐχαρίστως Κυρίῳ ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀγάπῃ φλεγόμενοι, σεπτῆς Τριάδος οἱ τρεῖς ἠνύσατε, τοὺς μεγίστους ἀγῶνας, καὶ μυριάσι νῦν συναγάλλεσθε, ἐπουρανίαις· μεθ᾽ ὧν ἡμῶν μέμνησθε, λύσιν πταισμάτων ἀεὶ ἡμῖν αἰτούμενοι.
Θεοτοκίον
Ὑπάρχουσα Δέσποινα, καθαρωτέρα πάσης τῆς κτίσεως, ὑπεδέξω τὸν Λόγον, ἐκ σοῦ ἀρρήτως ἀποτικτόμενον· ὃν οἱ γενναῖοι ποθήσαντες Μάρτυρες, τῇ τῶν βασάνων πυρᾷ ἐνεκαρτέρησαν.

Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογεῖτε Παῖδες,
τῆς Τριάδος ἰσάριθμοι,
Δημιουργὸν Πατέρα Θεόν,
ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,
καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα,
καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον,
Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας».

Ὑψουμένου ξύλου,
ῥαντισθέντος ἐν αἵματι,
τοῦ σαρκωθέντος Λόγου Θεοῦ,
ὑμνεῖτε αἱ τῶν οὐρανῶν Δυνάμεις,
βροτῶν τὴν ἀνάκλησιν ἑορτάζουσαι·
Λαοὶ προσκυνεῖτε Χριστοῦ τὸν Σταυρόν,
δι' οὗ τῷ κόσμῳ ἀνάστασις εἰς τοὺς αἰῶνας.

Γηγενεῖς παλάμαις,
οἰκονόμοι τῆς χάριτος,
Σταυρὸν οὗ ἔστη Χριστὸς ὁ Θεός,
ὑψοῦτε ἱεροπρεπῶς καὶ Λόγχην,
Θεοῦ Λόγου σῶμα ἀντιτορήσασαν.
Ἰδέτωσαν ἔθνη πάντα τὸ σωτήριον,
τοῦ Θεοῦ δοξάζοντα εἰς τοὺς αἰῶνας.

Οἱ τῇ θείᾳ ψήφῳ,
προκριθέντες ἀγάλλεσθε,
Χριστιανῶν πιστοὶ Βασιλεῖς·
καυχᾶσθε τῷ τροπαιοφόρῳ ὅπλῳ,
λαχόντες θεόθεν, Σταυρὸν τὸν τίμιον·
ἐν τούτῳ γὰρ φῦλα πολέμων, θράσος ἐπιζητοῦντα,
σκεδάννυνται εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Γεγυμνωμένοις σώμασιν, αἰκισμοῖς προσπαλαίοντες, τὸν τῆς ἀφθαρσίας, στολισμὸν ἐδέξασθε, αἰσχύνην ἐνδύσαντες τὸν δυσμενῆ αἰώνιον, καὶ στεφανηφόροι, μεταβάντες πρὸς λῆξιν, τὴν θείαν ἐκβοᾶτε· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἰχνηλατοῦντες Μάρτυρες, τοῦ Χριστοῦ τὰ παθήματα, ξύλοις προσδεθέντες, πειρασμοὺς ἠνέγκατε, γενναίῳ φρονήματι· καὶ ταῖς ῥοαῖς τοῦ αἵματος, πνίξαντες δαιμόνων, πονηρότατα στίφη, ἐνθέως μελῳδεῖτε· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἀνευφημείσθω Τρόφιμος, δοξαζέσθω Σαββάτιος, καὶ μεγαλυνέσθω, Δορυμέδων σήμερον· οἱ στῦλοι οἱ ἄσειστοι, τὰ τῶν πιστῶν προπύργια, οἱ φωτοειδεῖς, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ταύτην ταῖς ἀκτῖσι, τῶν μεγίστων ἀγώνων, σεπτῶς φωταγωγοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Νέον βρέφος τέτοκας, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ἄχραντε Παρθένε, συμφυῶς νοούμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν οἱ γενναῖοι Μάρτυρες, καθομολογοῦντες, ἱερῶς ἐναθλοῦσι· μεθ᾽ ὧν σε Παναγία, μακαρίζουσι πίστει, λαοὶ φυλαὶ καὶ γλῶσσαι, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον,
τῶν Χαλδαίων ὁ Τύραννος,
τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε,
δυνάμει δὲ κρείττονι,
περισωθέντας τούτους ἰδών,
τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα·
οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστικῶς εἶ Θεοτόκε Παράδεισος,
ἀγεωργήτως βλαστήσασα Χριστόν,
ὑφ' οὗ τὸ τοῦ Σταυροῦ,
ζωηφόρον ἐν γῇ,
πεφυτούργηται δένδρον.
Διὸ νῦν ὑψουμένου,
προσκυνοῦντες αὐτὸν,
σὲ μεγαλύνομεν».

Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα,
ἁγιασθείσης τῆς φύσεως αὐτῶν,
ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς,
ἐφυτεύθη Χριστοῦ,
τανυθέντος ἐν ξύλῳ·
δι᾿ οὗ νῦν ὑψουμένου,
προσκυνοῦμεν αὐτὸν
καὶ μεγαλύνομεν.

Ἱερὸν ἠγέρθη κέρας θεόφροσι,
τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός,
ἐν ᾧ ἁμαρτωλῶν νοουμένων,
συνθλῶνται
τὰ κέρατα πάντα,
δι᾿ οὗ νῦν ὑψουμένου,
προσκυνοῦμεν αὐτὸν
καὶ μεγαλύνομεν.
Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διὰ βρώσεως τοῦ ξύλου,
τῷ γένει προσγενόμενος θάνατος,
διὰ Σταυροῦ κατήργηται σήμερον·
τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται,
τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσι».

Μὴ τὴν πικρίαν τὴν τοῦ ξύλου,
ἐάσας ἀναιρέσιμον Κύριε,
διὰ Σταυροῦ τελείως ἐξήλειψας·
ὅθεν καὶ ξύλον ἔλυσε ποτέ, πικρίαν ὑδάτων Μερρᾶς,
προτυποῦν τοῦ Σταυροῦ τὴν ἐνέργειαν· ἣν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσιν.

Ἀδιαλείπτως βαπτομένους,
τῷ ζόφῳ τοῦ προπάτορος Κύριε,
διὰ Σταυροῦ ἀνύψωσας σήμερον·
ὡς γὰρ τῇ πλάνῃ ἄγαν ἀκρατῶς, ἡ φύσις προκατηνέχθη,
παγκλήρως ἡμᾶς πάλιν ἀνώρθωσε, τὸ φῶς τὸ τοῦ Σταυροῦ σου·
ὃν οἱ πιστοὶ μεγαλύνομεν.

Ἴνα τὸν τύπον ὑποδείξῃς,
τῷ κόσμῳ προσκυνούμενον Κύριε,
τόν τοῦ Σταυροῦ ἐν πᾶσιν ὡς ἔνδοξον,
ἐν οὐρανῷ ἐμόρφωσας, φωτὶ ἀπλέτῳ ἠγλαϊσμένον,
Βασιλεῖ πανοπλίαν ἀήττητον· ἣν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσιν.

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Ἰσχὺϊ τοῦ τῶν ὅλων Δημιουργοῦ, τῶν θηρῶν τὰς ὁρμὰς ἐπεδήσατε, καὶ ἀβλαβεῖς, Μάρτυρες ἐμείνατε ἐξ αὐτῶν, μεγάλως θαυμαζόμενοι, ταῖς ἀμετατρέπτοις μεταβολαῖς· διὸ ταῖς τῶν Μαρτύρων, ἀγέλαις συναφθέντες· ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύσατε.

Ὡς θύματα τραπέζῃ τῇ λογικῇ, προσηνέχθητε ξίφει τεμνόμενοι, πανευκλεῶς, καὶ τῶν πρωτοτόκων νῦν ἐν σκηναῖς, περιχαρῶς αὐλίζεσθε, βλέποντες τὴν δόξαν τήν τοῦ Θεοῦ, καὶ τὰς ἐπικαρπίας, δεχόμενοι τῶν πόνων, καὶ τὰ βραβεῖα τῆς ἀθλήσεως.

Συμφώνως συνελθόντες δεῦτε πιστοί, Δορυμέδοντα νῦν καὶ Σαββάτιον, καὶ τὸν κλεινόν, Τρόφιμον δοξάσωμεν τοὺς στερρούς, τῆς ἀληθείας Μάρτυρας, βότρυας ἀμπέλου τῆς νοητῆς, ἐξ ὧν ἡμῖν ὁ οἶνος, τῆς ὄντως εὐφροσύνης, ἐναποστάζει θείᾳ χάριτι.

Ἡ μνήμη ἡ πανέορτος τῶν σοφῶν, Ἀθλητῶν ἀνατείλασα σήμερον, ὡς ἀληθῶς, ὑπὲρ τὰς αὐγὰς τὰς ἡλιακάς, καταφωτίζει ἅπαντας, σκότος ἀπελαύνουσα τῶν παθῶν, καὶ νέφη ῥαθυμίας· ὧν Λόγε ταῖς πρεσβείαις, παράσχου πᾶσι τὰ ἐλέη σου.
Θεοτοκίον
Φυλάξας σε Παρθένον ὁ ἐκ τῶν σῶν, ἀνατείλας λαγόνων ἀνέσπερος, ὡς ἀληθῶς, Ἥλιος Παρθένε τοὺς ἀθλητάς, περιφανῶς ἐλάμπρυνε, διηγωνισμένους καρτερικῶς, μεθ᾽ ὧν αὐτὸν δυσώπει, ἡμᾶς κατοικτειρῆσαι, τοὺς εὐσεβῶς σε μακαρίζοντας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός,
καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός,
ὤφθη τοῖς ἀνθρώποις σωματικῶς,
καὶ ἡ γαστήρ σου γέγονεν,
εὐρυχωροτέρα τῶν οὐρανῶν·
διό σε Θεοτόκε,
Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσι».

Ἐξαποστειλάριον τῶν Ἁγίων
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Ἀπόστιχα Στιχηρὰ
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Ὕλην φθοροποιόν, ἐξαίρει ἁμαρτίας, τὸ τοῦ Σταυροῦ σου ξύλον, ὑψούμενον Σωτήρ μου, λαμπρύνει δὲ τὰ σύμπαντα.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Λύσιν τῶν δυσχερῶν, καὶ κτῆσιν τῶν ἀρίστων, ὑψούμενος βραβεύει, τῷ γένει τῶν ἀνθρώπων, Σταυρὸς Χριστοῦ ὁ ἅγιος.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ὅτε τὸν Ἀμαλήκ, Μωσῆς κατετροποῦτο, Χριστοῦ προλέγων πάθη, Σταυρὸν προδιετύπου, τὸν θεῖον καὶ πανάχραντον.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον Ξύλον, ἐν ᾧ ἐξετανύθη, Χριστὸς ἡ ἀπολύτρωσις.

Ἀντίφωνον Α'
Ἦχος α'
Στίχ.
Ὁ Θεός μου πρόσχες μοι, ἵνα τὶ ἐγκατέλιπές με;
Στίχ. Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
Στίχ. Ὁ Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ.
Στίχ. Σὺ δὲ ἐν Ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.

Ἀντίφωνον Β'
Ἦχος β'
Στίχ.
Ἴνα τὶ ὁ Θεὸς ἀπώσω εἰς τέλος;
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς.
Στίχ. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων.

Ἀντίφωνον Γ'
Ἦχος α'
Στίχ.
Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Στίχ. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστι.
Στίχ. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ.

Κοινωνικὸν τῆς Ἑορτῆς
Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε. Ἀλληλούϊα.