Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου καὶ τῆς συνοδίας αὐτοῦ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῷμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ'.

Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὄφιν, ἀνεστήλωσε χαλκοῦν, πάλαι Μωϋσῆς ὁ θεόπτης, πρὸς τὴν ἀναίρεσιν, τῶν δακνόντων ὄφεων, αὐτὸς δὲ ὅλον σαυτόν, ἐπὶ ξύλου ἀνύψωσας, Σωτήρ μου ζωώσας, πάντας ἐν τῷ θείῳ σου, καὶ ζωηφόρῳ Σταυρῷ· ὃς νῦν, ἀνυψούμενος φλέγει, φάλαγγας δαιμόνων, καὶ τρέπει, τῶν βαρβάρων φῦλα καὶ φρυάγματα.
Ἦχος β'
Σύ μου, τὸ φθαρτόν τε καὶ θνητόν, Σῶτερ ἐκ Παρθένου φορέσας, καὶ Θεομήτορος, ἄφθαρτον ἀπέδειξας, καὶ πρὸς ζωὴν καὶ τρυφήν, ἀτελεύτητον εἵλκυσας, πρὸς ἥν ἐπανάγεις, πάντας τοὺς ὑμνοῦντάς σε, Λόγε Χριστὲ ὁ Θεός, ὅπλον κραταιὸν ἐν πολέμοις, Δέσποτα τὸν θεῖον Σταυρόν σου, τῷ πιστῷ σου Ἄνακτι δωρούμενος.
Ἦχος β'
Λάμψον, φῶς ἀπρόσιτον ἡμῖν· ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες Χριστὲ ὁ Θεός, ὅπλῳ δὲ στεφάνωσον, τοὺς εὐσεβεῖς Βασιλεῖς, νίκας τούτοις δωρούμενος, κατὰ πολεμίων, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον, τὸν Σταυρόν σου πλουτοῦσιν, Ὕψιστε ὁ ἄφθορον μήτραν, Σῶτερ ὑποδὺς τῆς Θεομήτορος.
Στιχηρὰ τῶν Ἁγίων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἄνωθεν ἡ κλῆσίς σου, οὐκ ἀπ' ἀνθρώπων Εὐστάθιε, ἀλλ' αὐτὸς σοι ὀπτάνεται, Χριστὸς ὁ φιλάνθρωπος, καὶ ἀγρεύει μάκαρ, πίστεως δικτύοις, καὶ τῷ Βαπτίσματι αὐτοῦ, ἀποκαθάρας τὰς ἁμαρτίας σου, πρὸς βίου πειρατήριον, ὑπομονὴν σοι προτείνεται, ὁ Δεσπότης καὶ δείκνυσι, νικητὴν διαβόητον.
Ἦχος δ'
Χαίρων ἐν νεότητι, τῆς ἀρετῆς τὸ γυμνάσιον, ὑπεδέξω Εὐστάθιε, τῶν παίδων στερούμενος, καὶ τῆς σῆς συζύγου, τὴν αἰχμαλωσίαν, ὑπενεγκὼν καρτερικῶς, καὶ ὑπομείνας θητείαν ἄτιμον· ἀλλὰ σε παναοίδιμε, ἡ ἐν πολέμοις ἀνδρία σου, ποθητὸν κατεστήσατο, καὶ λαμπρῶς ἐπανήγαγε.
Ἦχος δ'
Θεῖον ὡς θυμίαμα, διὰ πυρὸς εὐωδέστατον, καὶ τερπνὸν ὁλοκαύτωμα, θυσία εὐπρόσδεκτος, προσφορά τε ζῶσα, καὶ τελειοτάτη, σὺ προσηνέχθης τῷ Θεῷ, πανοικεσίᾳ καρποφορούμενος· διὸ σε ἡ οὐράνιος, νῦν κατοικία Εὐστάθιε, σὺν τοῖς σοῖς εἰσεδέξατο, καὶ Ἁγίων στρατεύματα.
Δοξαστικὸν
Ἦχος β'
Ἐφραὶμ Καρίας
Ὁ δεύτερος Ἰὼβ Εὐστάθιος, τὸν βίον τοὺς ἄθλους καὶ τοὺς στεφάνους, εἰς προτροπὴν ἀρετῶν, ἑαυτὸν ἡμῖν προέθηκε, καὶ στήλην καρτερίας, ὑπερβὰς ἀληθῶς τόν, Ἰώβ, τῇ ἀρετῇ, σὺν τῇ συζύγῳ καὶ τοῖς τέκνοις, ὁ πιστὸς ἐν βίῳ, καὶ ἀκράδαντος ἐν πειρασμοῖς, καὶ ἐν ἀθλήσει νικηφόρος, ὃν προσάξωμεν εἰς πρεσβείαν Χριστῷ, τοῦ δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν φωτισμόν, καὶ ἱλασμὸν τῶν πλημμελημάτων.
Θεοτοκίον
Ἦχος β'
Θεῖος θησαυρὸς ἐν γῇ κρυπτόμενος, τοῦ Ζωοδότου ὁ Σταυρός, ἐν οὐρανοῖς ἐδείκνυτο Βασιλεῖ εὐσεβεῖ, νίκης κατ' ἐχθρῶν ὑπογραμμὸν δηλῶν νοερόν· ὃν γεγηθὼς πίστει καὶ πόθῳ, θεόθεν ἀναδραμὼν πρὸς θεωρίας ὕψωσιν, σπουδῇ μεγίστῃ ἐκ γῆς λαγόνων ἀνέφηνεν, εἰς κόσμου λύτρον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα Στιχηρὰ
Ἦχος πλ. β', Τριήμερος ἀνέστης
ΤΟ ΑΚΟΥΤΕ
Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν Μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πανοικτίρμων καὶ φιλάνθρωπος.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τιμῶ σου τὸν Σταυρὸν ἀγαθέ, τοὺς ἥλους καὶ τὴν λόγχην Σωτήρ, δι' ὧν πάντας, ἐλυτρώσω τῆς φθορᾶς, ὡς μόνος ζωοδότης, καὶ πάντων εὐεργέτης, μόνε φιλάνθρωπε Σωτὴρ ἡμῶν.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σταυρῷ προσηλωθεὶς δι' ἐμέ, Σωτήρ μου ὑπεράγαθε, ἐρραπίσθης, καὶ ὑβρίσθης Λυτρωτά, καὶ ὄξος ἐποτίσθης, καὶ λόγχῃ ἐκεντήθης, καὶ πάντα φέρεις ἀναμάρτητε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἐφραὶμ Καρίας
Ἀδαμάντινε τὴν ψυχήν, πῶς σε κατ' ἀξίαν ἐπαινέσωμεν; τὴν γὰρ φύσιν ὑπερέβης, χρημάτων καὶ παίδων, καὶ τῆς συμβίου στερούμενος, τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνὴν τοῦ Ἰὼβ ἐξεβόησας, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν. Οὕτω καὶ ἐγένετο. Ἀλλ' ὃν ἠγάπησας Θεόν, καὶ ὃν θερμῶς ἐπεπόθησας, πάλιν σοι τοὺς φιλτάτους ἐδωρήσατο, συναθλητὰς γενέσθαι σοι προμηθευσάμενος, μεθ' ὧν διὰ ποικίλων βασάνων, τὸ μακάριον τέλος διήνυσας, αὐτοὺς καὶ συμπρεσβευτάς σου λαβόμενος, καρτερόψυχε Εὐστάθιε, δυσώπησον λυτρωθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα, ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας, αὐτόν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ, φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οἱ Μάρτυρές σου Κύριε,
ἐν τῇ ἀθλήσει αὐτῶν,
στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας,
ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν·
σχόντες γὰρ τὴν ἰσχύν σου,
τοὺς τυράννους καθεῖλον,
ἔθραυσαν καὶ δαιμόνων,
τὰ ἀνίσχυρα θράση.
Αὐτῶν ταῖς ἱκεσίαις,
Χριστὲ ὁ Θεός,
σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐν μέσῳ τῆς Ἐδέμ, ξύλον ἤνεγκε θάνατον, ἐν μέσῳ δὲ τῆς γῆς, ξύλον ζωῆς ἐβλάστησε· γευσάμενοι γὰρ τοῦ πρώτου, ἄφθαρτοι ὄντες, φθαρτοὶ γεγόναμεν, τυχόντες δὲ τοῦ δευτέρου, τῆς ἀφθαρσίας κατετρυφήσαμεν· διὰ Σταυροῦ γὰρ σῴζει ὁ Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε, σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Ὁ Κανών, ὃς τὴνδε τὴν ἀκροστιχίδα φέρει.
Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι.
Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σταυρὸν χαράξας Μωσῆς,
ἐπ' εὐθείας ῥάβδω,
τὴν Ἐρυθρὰν διέτεμε,
τῷ Ἰσραὴλ πεζεύσαντι,
τὴν δὲ ἐπιστρεπτικῶς,
Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν,
ἐπ' εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον.
Διὸ Χριστῷ ᾄσωμεν
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».

Τὸν τύπον πάλαι Μωσῆς,
τοῦ ἀχράντου πάθους,
ἐν ἑαυτῷ προέφηνε,
τῶν ἱερῶν μεσούμενος,
Σταυρῷ δὲ σχηματισθείς,
τεταμέναις τρόπαιον,
παλάμαις ἤγειρε, τὸ κράτος διολέσας,
Ἀμαλὴκ τοῦ πανώλους· διὸ Χριστῷ ᾄσωμεν,
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ἀνέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος,
φθοροποιοῦ λυτήριον,
καὶ ἰοβόλου δήγματος·
καὶ ξύλῳ τύπῳ Σταυροῦ,
τὸν πρὸς γῆν συρόμενον,
ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ,
θριαμβεύσας τὸ πῆμα·
διὸ Χριστῷ ᾄσωμεν,
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὑπέδειξεν οὐρανός,
τοῦ Σταυροῦ τὸ τρόπαιον,
τῷ εὐσεβείας κράτορι,
καὶ Βασιλεῖ θεόφρονι,
ἐχθρῶν ἐν ᾧ δυσμενῶν,
κατεβλήθη φρύαγμα· ἀπάτη ἀνετράπη δέ·
καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία·
διὸ Χριστῷ ᾄσωμεν,
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Τῆς εὐσταθείας τῷ φερωνύμῳ κρότος.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Τῷ λόγῳ, τὸ τῶν παθῶν μου σκίρτημα, ταῖς ἱκεσίαις σου, καθυποτάξας Μάρτυς τοῦ Χριστοῦ, εὐφημεῖν παρασκεύασον, τὴν ἱερὰν πανήγυριν, τῶν σῶν ἀγώνων παμμακάριστε.

Ἡ κλῆσις, οὐκ ἀπ' ἀνθρώπων γέγονεν, ἡ σὴ Πανάριστε, ἀλλ' οὐρανόθεν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς σε ἐκάλεσεν, ἐπιφανεὶς ὡς ἔλαφος, τῶν ἰοβόλων ἐκλυτρούμενος.

Σοφίας, τῆς ἀνωτάτω ἔμπλεως, Μάρτυς γενόμενος, τοῦ φθειρομένου πλούτου καὶ τρυφῆς, οὐρανῶν τὴν ἀπόλαυσιν, πανευσεβῶς προέκρινας, πανοικεσίᾳ στεφανούμενος.
Θεοτοκίον
Εὑρών σε, καθαρωτέραν Πάναγνε, πάσης, τῆς κτίσεως ὁ τῶν ἁπάντων Κτίστης καὶ Θεός, σαρκωθῆναι ηὐδόκησεν, ἐκ σοῦ σαρκὶ τὸν ἄνθρωπον, ἀναμορφῶσαι προμηθούμενος.

Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται·
τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα,
τῇ στειρευούσῃ δὲ πρῴην,
Ἐκκλησίᾳ νῦν ἐξήνθησε,
ξύλον Σταυροῦ,
εἰς κράτος καὶ στερέωμα».

Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος,
ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ,
τῆς θεοκλήτου ἐδήλου,
Ἐκκλησίας τὸ μυστήριον,
ἧς ὁ Σταυρός,
τὸ κράτος καὶ στερέωμα.

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης,
ὕδωρ σὺν αἵματι ἐξεβλήθη,
ἐγκαινίζον διαθήκην,
καὶ ῥυπτικὸν ἁμαρτίας·
τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα,
καὶ Βασιλέων κράτος καὶ στερέωμα.

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Ὑπέφερες πειρασμῶν, τὰς τρικυμίας καρτερῶς ἔνδοξε, Μάρτυς Χριστοῦ Εὐστάθιε, τέκνων γυναικός τε στερούμενος.

Σωθέντες παρὰ Θεοῦ, τῆς τῶν θηρῶν διαρπαγῆς παῖδές σου, Μάρτυς Χριστοῦ Εὐστάθιε, θήρας νοητοὺς ἐτροπώσαντο.

Τὸν βίον διαπερῶν, ὡς ποταμὸν τοῖς πειρασμοῖς Ἔνδοξε, σοῦ τῆς ψυχῆς διέσωσας, τὸ θεοειδὲς ἀταπείνωτον.
Θεοτοκίον
Ἁγνείας τὸ καθαρόν, καὶ παρθενίας τὸ σεπτὸν σκήνωμα, δεῦτε πιστοὶ ὑμνήσωμεν, ἐν χαρμονικοῖς μελῳδήμασιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί,
ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·
Σύ μου ἰσχὺς Κύριε,
καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, καρτερίας τοῖς πόνοις ὑπεραθλῶν, νέος ἀνηγόρευσαι, Ἰὼβ Μάρτυς πανένδοξε· τῶν γὰρ τερπνῶν τοῦ βίου, παθῶν τὴν ἀφαίρεσιν, σὺν γυναικὶ καὶ τέκνοις, Θεῷ ηὐχαρίστησας· ὅθεν ἐπὶ τέλει, τῶν ἀγώνων ὡς νίκης, βραβεῖον παρέσχε σοι, τὴν τοῦ αἵματος πρόσχυσιν, Ἀθλοφόρε Εὐστάθιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν...
τῆς Ἑορτῆς, ὅμοιον
Τὸν Σταυρὸν τοῦ Σωτῆρος ὑπὸ τὴν γῆν, κεκρυμμένον ἀνείλετο ἡ σεμνή, Ἑλένη, καὶ πίμπλησι, χαρᾶς κόσμου τὸ πλήρωμα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια· ὅπερ καὶ δεικνῦσα, τῷ υἱῷ ἀνεβόα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου, καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, τοῦ προσκυνεῖν μετὰ πόθου, Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.

Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε,
τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου,
καὶ ἐδόξασά σου τὴν Θεότητα».

Πικρογόνους μετέβαλε,
ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι,
τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν,
τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

Ὁ βυθῷ κολπωσάμενος,
τέμνουσαν ἀνέδωκεν Ἰορδάνης ξύλῳ,
τῷ Σταυρῷ καὶ τῷ Βαπτίσματι,
τὴν τομὴν τῆς πλάνης τεκμαιρόμενος.

Ἱερῶς προστοιβάζεται,
ὁ τετραμερὴς λαὸς προηγούμενος,
τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς,
σταυροτύποις τάξεσι κλεϊζόμενος.

Θαυμαστῶς ἐφαπλούμενος,
τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν,
ὁ Σταυρός· καὶ διηγήσαντο,
οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Θείᾳ παλάμῃ σωθεῖσα τῆς τυραννίδος, τῆς τοῦ ἐχθροῦ διέμεινε, τὰ τῆς σωφροσύνης, σῴζουσα ἡ σύμβιος, ἡ σὴ ἀνακράζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἐπειράσθης καὶ ποικίλως ἐδοκιμάσθης, Μάρτυς Χριστοῦ Εὐστάθιε, καὶ τοῦ μαρτυρίου, ἔδραμες τὸ στάδιον, βοῶν τῷ Δεσπότῃ σου· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰθυνόμενος προστάγματι τοῦ Δεσπότου, μαρτυρικοῖς ἐν αἵμασι, καθωραϊσμένος, ὤφθης παναοίδιμε, Εὐστάθιε ἔνδοξε, σὺν γυναικὶ καὶ τοῖς τέκνοις σου.
Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὦ τρισμακάριστον ξύλον!
ἐν ᾧ ἐτάθη Χριστός,
ὁ Βασιλεὺς καὶ Κύριος,
δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας,
τῷ ἐν σοὶ δελεασθείς,
Θεῷ τῷ προσπαγέντι σαρκί,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν».

Σὲ τὸ ἀοίδιμον ξύλον,
ἐν ᾧ ἐτάθη Χριστός,
τὴν Ἐδὲμ φυλάττουσα,
στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη,
τὸ φρικτὸν δὲ Χερουβίμ,
εἶξε τῷ σοὶ παγέντι Χριστῷ,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὑποχθονίων δυνάμεις,
ἀντίπαλοι τοῦ Σταυροῦ,
φρίττουσι χαραττόμενον,
τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν·
οὐρανίων γηγενῶν,
γένος δὲ γόνυ κάμπτει Χριστῷ,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Μαρμαρυγαῖς ἀκηράτοις,
φανεὶς ὁ θεῖος Σταυρός,
ἐσκοτισμένοις ἔθνεσι,
τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος,
ἀπαστράψας οἰκειοῖ,
τῷ ἐν αὐτῷ παγέντι Χριστῷ,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Σὺ οἷά περ Ἰώβ, ἀνεφάνης Εὐστάθιε, σὺ ἄμεμπτος εὐσεβής τε, μακροθύμως τὸν βίον, εὑρέθης περαιούμενος.

Τὶς μάκαρ ἀνυμνεῖν, τοὺς σοὺς πόνους δυνήσεται, Εὐστάθιε, οὓς ὑπέστης, τὴν ὁμόζυγον Μάρτυς, καὶ παῖδας ἀφαιρούμενος;
Θεοτοκίον
Ὦ Μῆτερ τοῦ Θεοῦ, τῆς ψυχῆς μου τὴν κάκωσιν, θεράπευσον ἡ τεκοῦσα, τὸν πανάγαθον Λόγον, τὸν πάντας ἀγαθύνοντα.

Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νοτίου θηρὸς ἐν σπλάγχνοις,
παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας,
τὸ σωτήριον πάθος προδιετύπου σαφῶς.
Ὅθεν τριήμερος ἐκδύς,
τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε,
τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ,
καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος».

Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς,
ἀνωρθοῦτο Ἰακὼβ χεῖρας ἀμείψας,
τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ·
τὴν παλαιότητα καὶ γάρ,
τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν,
ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός,
καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

Νεαζούσαις θεὶς παλάμας,
ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου,
ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός·
ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι,
οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον·
ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ,
νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Φανέντα, σὺ τὸν Χριστὸν ἐπόθησας ἔνδοξε, καὶ συνεκράθης τῷ πόθῳ, ὡς φανῆναι Μάρτυς ὡραϊσμένος, πορφυρίδι, τῶν σῶν αἱμάτων καλλωπιζόμενος.

Ἔδραμες, ἀκολουθῶν Χριστοῦ θείοις ἴχνεσι, καὶ κοινωνὸς ἀνεδείχθης, τῶν παθῶν τῶν τούτου καὶ βασιλείας, ὁλοκλήρως, πανοικεσίᾳ Μάρτυς στεφόμενος.
Θεοτοκίον
Ῥήμασι, τοῦ Γαβριὴλ Παρθένε πανάμωμε, νῦν κεχρημένοι βοῶμεν· Χαῖρε μόνη Μήτηρ εὐλογημένη, χαῖρε πύλη, δικαιοσύνης Ἥλιον ἔχουσα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε,
ἡ Ἐκκλησία βοᾷ σοι,
ἐκ δαιμόνων λύθρου κεκαθαρμένη,
τῷ δι' οἶκτον,
ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὰ πάθη Χριστοῦ, σαφῶς μιμησάμενος, καὶ τούτου πιών, πιστῶς τὸ ποτήριον, κοινωνὸς Εὐστάθιε, καὶ τῆς δόξης σύγκληρος γέγονας, παρ' αὐτοῦ τοῦ πάντων Θεοῦ, λαμβάνων ἐξ ὕψους θείαν ἄφεσιν.
Ὁ Οἶκος
Ὕμνον μοι δώρησαι ὁ Θεός μου, ἀνυμνῆσαι καὶ λέγειν νυνὶ τοὺς ἀγῶνας τοῦ Ἀθλοφόρου σου Κύριε, ὅπως εὐρύθμως ἐγκωμιάσω τὸν γενναῖον ἐν τοῖς ἄθλοις Εὐστάθιον, τὸν νικητὴν ἐν πολέμοις ἐχθρῶν γεγονότα ἀεί, τὸν μέγαν ἐν εὐσεβείᾳ, καὶ χορῷ τῶν Μαρτύρων ἐκλάμψαντα· σὺν τούτοις γὰρ ψάλλει ἀπαύστως σοι, μετ' Ἀγγέλων ὁ πάνσοφος, λαμβάνων ἐξ ὕψους θείαν ἄφεσιν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης, συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου.
Στίχοι
Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει,
Καὶ παγγενῆ σὺ τοῦ Θεοῦ σῴζεις Λόγε.
Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα βοῒ καύθη.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν, Ὑπατίου Ἐπισκόπου, καὶ Ἀνδρέου Πρεσβυτέρου.
Στίχοι
Ὑπὲρ πανάγνων Ὑπάτιον εἰκόνων,
Σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων, Μαρτίνου Πάπα Ῥώμης, Μαξίμου, καὶ τῶν σὺν αὐτοῖς.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀρτεμιδώρου καὶ Θαλοῦ.
Στίχοι
Ἀρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος,
Μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτονον.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρος ἡμῶν Μελετίου, Ἐπισκόπου Κύπρου.
Στίχοι
Ζωῆς ῥεούσης οὐ μέλει Μελετίῳ·
Ὅθεν τελευτᾶν, πῶς ἂν εἴποις; ἠγάπα.

Καὶ Μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου Ἰωάννου τοῦ Αἰγυπτίου.
Ὁ ἅγιος νέος ὁσιομάρτυς Ἱλαρίων ὁ Κρής, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ 1804, ξίφει τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς,
καὶ δυσφημίας θεοστυγοῦς.
Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,
θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον,
ἀλλ' ἀντηχούντι δροσοβόλῳ πνεύματι,
πυρὶ συνόντες ἔψαλλον·
ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ».

Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς,
φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς,
ὅλῳ τῷ γένει σωματοφθόρος τις,
ὡς λύμη τῆς νόσου μετέδωκεν·
ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν,
Σταυροῦ τὸ ξύλον κράζομεν·
Ὁ ὑπερύμνητος,
τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον
ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν·
ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ,
ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο,
ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν,
εὐγνωμοσύνης κράζοντος·
ὁ ὑπερύμνητος,
τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ,
ὁ γενησόμενον, βλέπων, Ἰσραήλ,
τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει
ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν·
οὗτος γὰρ τοῖς βασιλεῦσι,
τροπαιοῦχον καύχημα,
καὶ φῶς τοῖς πίστει κράζουσιν· ὁ ὑπερύμνητος,
τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ὡς ἐν καμίνῳ, τῷ πυρωθέντι χαλκουργήματι, ἔνδον καθειργμένοι Μάρτυρες τοῦ Χριστοῦ, εὐχαρίστως ἐκραυγάζετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Νόμῳ φιλίας, ὡς ἡνωμένοι καὶ τῆς φύσεως, μίαν καρτερίαν Μάρτυρες εὐκλεεῖς, ἐναθλοῦντες ἐπεδείξασθε· Εὐλογημένος εἶ, ὁ Θεὸς ἐκβοῶντες καὶ Κύριος.
Θεοτοκίον
Ὑψηλοτέρα, τῶν οὐρανίων θείων Δυνάμεων, μόνη ἐξ αἰώνων πέφηνας ἀληθῶς· τὸν γὰρ Κτίστην τούτων τέτοκας, ἀνερμηνεύτως σύ, Θεογεννῆτορ πάναγνε Δέσποινα.

Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογεῖτε Παῖδες,
τῆς Τριάδος ἰσάριθμοι,
Δημιουργὸν Πατέρα Θεόν,
ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,
καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα,
καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον,
Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας».

Ὑψουμένου ξύλου,
ῥαντισθέντος ἐν αἵματι,
τοῦ σαρκωθέντος Λόγου Θεοῦ,
ὑμνεῖτε αἱ τῶν οὐρανῶν Δυνάμεις,
βροτῶν τὴν ἀνάκλησιν ἑορτάζουσαι·
Λαοὶ προσκυνεῖτε Χριστοῦ τὸν Σταυρόν,
δι' οὗ τῷ κόσμῳ ἀνάστασις εἰς τοὺς αἰῶνας.

Γηγενεῖς παλάμαις,
οἰκονόμοι τῆς χάριτος,
Σταυρὸν οὗ ἔστη Χριστὸς ὁ Θεός,
ὑψοῦτε ἱεροπρεπῶς καὶ Λόγχην,
Θεοῦ Λόγου σῶμα ἀντιτορήσασαν.
Ἰδέτωσαν ἔθνη πάντα τὸ σωτήριον,
τοῦ Θεοῦ δοξάζοντα εἰς τοὺς αἰῶνας.

Οἱ τῇ θείᾳ ψήφῳ,
προκριθέντες ἀγάλλεσθε,
Χριστιανῶν πιστοὶ Βασιλεῖς·
καυχᾶσθε τῷ τροπαιοφόρῳ ὅπλῳ,
λαχόντες θεόθεν, Σταυρὸν τὸν τίμιον·
ἐν τούτῳ γὰρ φῦλα πολέμων, θράσος ἐπιζητοῦντα,
σκεδάννυνται εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Μαρτύρων χορείαν ἀψευδῶν, συγκροτουμένην λαμπρῶς, θεσμοῖς τῆς φύσεως, καὶ λόγῳ πίστεως, ἅπαντες, εὐσεβῶς νῦν εὐφημήσωμεν, ὡς εὐσεβείας ἐραστάς, καὶ πίστει μέλψωμεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὡραίως ἡνώθητε σεπτοί, διαιρεθέντες πρίν, προνοίᾳ μείζονι, οἰκείοις αἵμασι βάψαντες, τὴν πορφύραν τῆς νυμφεύσεως, καὶ πρὸς οὐράνιον θερμῶς, παστάδα σπεύδοντες, καὶ βοῶντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Καρπὸν τῆς κοιλίας εὐσεβῶς, Θεῷ προσήγαγες, μάκαρ Εὐστάθιε, καὶ τὴν ὁμόζυγον χαίρουσαν· κοινωνοὺς γὰρ τῆς ἀθλήσεως, τοὺς ἐκ τῆς φύσεως Χριστῷ, ψάλλοντας εἴληφας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, Παρθένος πέφηνας, ἄνθος βλαστήσασα, τὸν παντοδύναμον Κύριον, τὸν ἡμᾶς εὐωδιάσαντα, καὶ τὴν ὀσμὴν τὴν ἑαυτοῦ, πᾶσι παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ,
λεόντων χάσματα, ἐν λάκκω ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν,
ἀρετὴν περιζωσάμενοι,
οἱ εὐσεβείας ἐρασταί,
Παῖδες κραυγάζοντες· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστικῶς εἶ Θεοτόκε Παράδεισος,
ἀγεωργήτως βλαστήσασα Χριστόν,
ὑφ' οὗ τὸ τοῦ Σταυροῦ,
ζωηφόρον ἐν γῇ,
πεφυτούργηται δένδρον.
Διὸ νῦν ὑψουμένου,
προσκυνοῦντες αὐτὸν,
σὲ μεγαλύνομεν».

Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα,
ἁγιασθείσης τῆς φύσεως αὐτῶν,
ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς,
ἐφυτεύθη Χριστοῦ,
τανυθέντος ἐν ξύλῳ·
δι᾿ οὗ νῦν ὑψουμένου,
προσκυνοῦμεν αὐτὸν
καὶ μεγαλύνομεν.

Ἱερὸν ἠγέρθη κέρας θεόφροσι,
τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός,
ἐν ᾧ ἁμαρτωλῶν νοουμένων,
συνθλῶνται
τὰ κέρατα πάντα,
δι᾿ οὗ νῦν ὑψουμένου,
προσκυνοῦμεν αὐτὸν
καὶ μεγαλύνομεν.
Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διὰ βρώσεως τοῦ ξύλου,
τῷ γένει προσγενόμενος θάνατος,
διὰ Σταυροῦ κατήργηται σήμερον·
τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται,
τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσι».

Μὴ τὴν πικρίαν τὴν τοῦ ξύλου,
ἐάσας ἀναιρέσιμον Κύριε,
διὰ Σταυροῦ τελείως ἐξήλειψας·
ὅθεν καὶ ξύλον ἔλυσε ποτέ, πικρίαν ὑδάτων Μερρᾶς,
προτυποῦν τοῦ Σταυροῦ τὴν ἐνέργειαν· ἣν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσιν.

Ἀδιαλείπτως βαπτομένους,
τῷ ζόφῳ τοῦ προπάτορος Κύριε,
διὰ Σταυροῦ ἀνύψωσας σήμερον·
ὡς γὰρ τῇ πλάνῃ ἄγαν ἀκρατῶς, ἡ φύσις προκατηνέχθη,
παγκλήρως ἡμᾶς πάλιν ἀνώρθωσε, τὸ φῶς τὸ τοῦ Σταυροῦ σου·
ὃν οἱ πιστοὶ μεγαλύνομεν.

Ἴνα τὸν τύπον ὑποδείξῃς,
τῷ κόσμῳ προσκυνούμενον Κύριε,
τόν τοῦ Σταυροῦ ἐν πᾶσιν ὡς ἔνδοξον,
ἐν οὐρανῷ ἐμόρφωσας, φωτὶ ἀπλέτῳ ἠγλαϊσμένον,
Βασιλεῖ πανοπλίαν ἀήττητον· ἣν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσιν.

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Ὅλῳ τῷ φωτὶ τῆς Τριάδος, μέτ' εὐφροσύνης προσχωρήσας, ταῖς ἀγγελικαῖς στρατηγίαις, νῦν συναγάλλῃ Μάρτυς Εὐστάθιε, μεθ' ὧν ἀπαύστως πρέσβευε, πάντας σωθῆναι τοὺς ὑμνοῦντάς σε.

Τοὺς ἐπὶ τῆς γῆς σου ἀγῶνας, καὶ τὰς ποικίλας περιστάσεις, ἡ ἐν οὐρανοῖς εὐφροσύνη, μετὰ Δικαίων νῦν διεδέξατο· ἧς ἀπολαύειν Ἔνδοξε, τοὺς σὲ ὑμνοῦντας καταξίωσον.

Ὅλον ἐμαυτὸν σοι προσφέρω, Μάρτυς Εὐστάθιε προθύμως, ἵνα σε πλουτήσω προστάτην, πρὸς τὸν Δεσπότην σῴζειν δυνάμενον, ἐκ πάσης περιστάσεως, καὶ σωτηρίας θείας πρόξενον.
Θεοτοκίον
Σὲ τὴν ἀπειράνδρως τεκοῦσαν, τὸν ζωοδότην καὶ Σωτῆρα, πάντες δυσωποῦμεν ἐκτενῶς, οἱ Θεοτόκον ὁμολογοῦντές σε, ῥυσθῆναι πάσης θλίψεως, σαῖς ἱκεσίαις Μητροπάρθενε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους,
ἐξ ἀλαξεύτου σου Παρθένε,
ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς
συνάψας τάς διεστώσας φύσεις.
Διὸ ἐπαγαλλόμενοι
σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον τῶν Ἁγίων
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἀθανάτου δόξης τε, καὶ ζωῆς τῆς ἀλήκτου, ἐπέτυχες καταλιπών, τὰ τοῦ κόσμου ἡδέα, σὺν παισὶ θεόφροσι, καὶ γυναικὶ πανολβίῳ· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.
Ἢ Σταυροθεοτοκίον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἡμεῖς ἐν σοὶ θαρροῦντες τῇ Θεοτόκῳ, ἐχθροὺς διπλοῦς τροπούμεθα κατὰ κράτος, τὸν Σταυρὸν κατέχοντες τοῦ Υἱοῦ σου, ὅπλον ἡμῖν καὶ τρόπαιον, ἀσπίδα ξίφος καὶ δόρυ, καὶ βέλος κατὰ Βελίαρ.


Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῶν Ἁγίων.
Στιχηρὰ Ἰδιόμελα τῶν Ἁγίων
Ἦχος δ'
Ἀνδρέου Πυροῦ
Τὶς μὴ μακαρίσει σου, τὸν πανόλβιον τρόπον Εὐστάθιε; ὅτι γενναίως ὑπήνεγκας, τοῦ ἀρχεκάκου ἐχθροῦ τὰς προσβολάς· τῆς γὰρ συζύγου καὶ τῶν τέκνων, τὴν στέρησιν οὐκ ἐδυσφόρησας, ἀλλ' ἐβόας τὴν εὐχάριστον φωνὴν τοῦ Ἰώβ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι πρὸς τὸν μόνον Δημιουργόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Στιχηρὰ Ἰδιόμελα τῶν Ἁγίων
Ἦχος δ'
Ἀνδρέου Πυροῦ
Τὶς μὴ μακαρίσει σου, τὸν πανόλβιον τρόπον Εὐστάθιε; ὅτι γενναίως ὑπήνεγκας, τοῦ ἀρχεκάκου ἐχθροῦ τὰς προσβολάς· τῆς γὰρ συζύγου καὶ τῶν τέκνων, τὴν στέρησιν οὐκ ἐδυσφόρησας, ἀλλ' ἐβόας τὴν εὐχάριστον φωνὴν τοῦ Ἰώβ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι πρὸς τὸν μόνον Δημιουργόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β'
Ἀφθόρου τόκου Μαρίας, ὑπάρχων Μάρτυς καταγώγιον, ἀλήκτως τε πέλων ἐν φωτὶ ἀΰλῳ, καὶ ἡμῖν εὐνίζου Τριάδα τὴν ἄκτιστον.
Ἦχος πλ. δ'
Τῷ ἀδύτῳ γνόφῳ εἰσδύς, καὶ τῷ τῆς δικαιοσύνης Ἡλίῳ οἰκειωθείς, τῇ ἐξ ὕψους νοητῶς φανείσῃ διὰ ζώου εἰκόνι, θείως προσψαύσας, ἔμπνους εἰκὼν ὑπῆρξας, παμμάκαρ Εὐστάθιε· ὅθεν τὴν ἐκ Πνεύματος καὶ ὕδατος ἐσχηκὼς ἐνέργειαν, τῷ μαρτυρικῷ τε λουσάμενος αἵματι, ταῖς οὐρανίαις κατηξίωσαι συγχορεύειν, τῶν Ἀγγέλων ὁμηγύρεσιν, ἐν ᾧ καὶ ἡμᾶς προσοικείωσον, τῷ Σωτῆρι Χριστῷ καὶ Θεῷ ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Γερμανοῦ
Τὴν στρατοπεδαρχίαν τῆς κάτω βασιλείας ἀποβαλόμενος, καὶ διὰ ζώου ὀφθέντος σοι ἐν εἰκόνι, τοῦ Σωτῆρος ἡμῶν γενόμενος ἐραστής, νῦν συγχορεύεις τοῖς ἄνω σύν γυναικί σου καὶ τέκνοις, παμμάκαρ Εὐστάθιε· διὸ δυσωποῦμέν σε, τῷ Κυρίῳ πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὄνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ ὁ Μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα· Κύριε, σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.

Μεγάλη Δοξολογία


Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Ξύλον τὸ τοῦ Σταυροῦ, ὑψούμενον ὁρῶντες, μεγαλωσύνην δῶμεν Θεῷ τῷ σταυρωθέντι, σαρκὶ δι' ἀγαθότητα.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὕδατι θεουργῷ, καὶ αἵματί σου Λόγε, λαμπρῶς ἡ Ἐκκλησία, στολίζεται ὡς νύμφη, Σταυροῦ τὴν δόξαν μέλπουσα.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ὕλην φθοροποιόν, ἐξαίρει ἁμαρτίας, τὸ τοῦ Σταυροῦ σου ξύλον, ὑψούμενον Σωτήρ μου, λαμπρύνει δὲ τὰ σύμπαντα.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ὥσπερ Παῦλος τὴν κλῆσιν, οὐκ ἐξ ἀνθρώπων δεξάμενος, Μάρτυς Εὐστάθιε, καὶ αὐξάνων ἐν Θεῷ τῇ τοῦ Σταυροῦ πεποιθήσει, τῶν τυράννων τὸ δυσσεβές, καὶ τῶν βασάνων τὸ ἀπηνὲς ἀνδρείως κατῄσχυνας· διὸ καὶ μέχρις αἵματος, ἀντικατέστης πρὸς τὴν ἁμαρτίαν, πρὸς ἀοράτους ἐχθροὺς ἀνταγωνισάμενος, καὶ πρεσβεύεις ἀπαύστως τῷ Βασιλεῖ καὶ Θεῷ, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ἡμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε, δόξα σοι.

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων.

Ἀντίφωνον Α'
Ἦχος α'
Στίχ.
Ὁ Θεός μου πρόσχες μοι, ἵνα τὶ ἐγκατέλιπές με;
Στίχ. Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
Στίχ. Ὁ Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ.
Στίχ. Σὺ δὲ ἐν Ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.

Ἀντίφωνον Β'
Ἦχος β'
Στίχ.
Ἴνα τὶ ὁ Θεὸς ἀπώσω εἰς τέλος;
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς.
Στίχ. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων.

Ἀντίφωνον Γ'
Ἦχος α'
Στίχ.
Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Στίχ. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστι.
Στίχ. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ.

Προκείμενον, Ἦχος δ'
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός.

Ἀλληλούϊα, Ἦχος δ'
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.


Κοινωνικὸν τῆς Ἑορτῆς
Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε. Ἀλληλούϊα.