Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ κριτηρίῳ ΤΟ ΑΚΟΥΤΕ
Κύριε, εἰ καὶ ἐν θυρίδι ἡ Θέκλα, προσεπάγη τῷ πόθῳ σου, ἀλλὰ νοερῶς ἐν ὑψίστοις, παρισταμένη τῷ θρόνῳ σου, ἐξεπλήττετο τὴν σήν, ἀσύγκριτον εὐπρέπειαν, τοῦ σαρκωθέντος φιλανθρώπως, ἵνα σώσῃς τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ δεσμευθέντι ἡ Θέκλα, τῷ Ἀποστόλῳ προσέδραμεν, ἀλλὰ προσπαθείας γηΐνων, τὸν δεσμὸν ἐναπεσείσατο, καὶ κραταιότητι τῆς σῆς, ἁλοῦσα ἀγαπήσεως, βεβαιωθεῖσα συνεδέθη, σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ διδασκάλου ἡ Θέκλα, οὐχὶ ἑκοῦσα μεμόνωται, ἀλλὰ συμπαρόντα σε εἶχεν, ἐν καιρῷ τὸ τῆς ἀθλήσεως, καὶ γυμνωθεῖσα στολῆς, ἐσκέπετο τῇ δόξῃ σου, καὶ στεφθεῖσα τῇ χειρί σου, προασπίζει τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ τῷ πυρὶ παρεδόθη, ἡ ἁγνὴ καὶ Πρωτομάρτυς σου, ἀλλ' οὐ κατεφλέχθη ἐν τούτῳ, δροσισμὸν ἐγκεκτημένη σε, καὶ ἐν θηρίοις πολλοῖς, ἀνάλωτος διέμεινε, τῇ χειρί σου φυλαχθεῖσα, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνατολίου
Οἱ δέ, Ἀνδρέου Ἱεροσολυμίτου

Ἀθλητικοῖς παλαίσμασι, τὸν ἐχθρὸν κατεπάτησας, Θέκλα παμμακάριστε, καὶ τάς τούτου μηχανάς, μαρτυρικῶς συντρίψασα, Θάμυριν ἔφυγες, καὶ Χριστῷ ἐνυμφεύθης τῷ ἀληθεῖ ἐραστῇ, τοῦ Παύλου συνόμιλε, καὶ τοῦ Στεφάνου σύναθλε, παρρησίαν ἔχουσα, Πρωτομάρτυς Χριστοῦ ἐν γυναιξί, τῶν πιστῶς ἐκτελούντων τὴν πανέορτον μνήμην σου, ἐκ κινδύνων λύτρωσαι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Τὸ μέγα σου προσφύγιον, ἐλπίς τε καὶ προστάτις μου, σὺ ὑπάρχεις, Μητροπάρθενε ἁγνή, σπεῦσον τοίνυν ἐν τάχει, καὶ ῥῦσαὶ με τῶν κύκλῳ, κακῶν συνεπιτιθεμένων μοι.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσα σε σταυρούμενον Χριστὲ ἡ κυήσασα, θρηνῳδοῦσα ἀνεβόα μητρικῶς, Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

Ἀπόστιχα Στιχηρὰ
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Ὦ εὐκλεὴς Πρωτομάρτυς, καὶ Ἰσαπόστολε, τῶν ἀθλουσῶν ἡ δόξα, καλλιπάρθενε Θέκλα, ἴασαι, βοῶ σοι, πάθη δεινά, τῆς ψυχῆς μου καὶ μώλωπας, θεοπειθέσι λιταῖς σου, καὶ ἐκ πυρός, τοῦ ἀσβέστου με ἑξάρπασον.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Δι' ὀμβροτόκου νεφέλης, τὴν φλόγα ἔσβεσε, δροσίζουσά σε Θέκλα, ὡς πιστὴν καὶ ἐνδίκως, φλέγουσα ἀπίστους ἡ πανσθενής, τοῦ Χριστοῦ θεία δύναμις, καὶ ἐκ θηρίων καὶ ταύρων διασπασμῶν, ῥυομένη σε ἐδόξασε.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Τὸν πανωραῖον ἐν κάλλει, νυμφίον ἄχραντον, ἐπιποθοῦσα Θέκλα, τὸν μνηστῆρα ἠρνήσω, Παύλου Ἐκκλησίας νυμφαγωγοῦ, ἑπομένη τοῖς ῥήμασι, μεθ' οὗ ἀρθεῖσα εἰς λῆξιν τὴν παντερπῆ, ἐμνηστεύσω ὃν ἐπόθησας.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀνατολίου
Λεόντων ὁρμὰς κατεπάτησας, καὶ Θάμυριν, καταισχύνασα, Πρωτομάρτυς Ἀπόστολε, ἠκολούθησας τῷ νυμφίῳ σου κράζουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστέ· διὸ καὶ Παῦλον διώκουσα, ἐξ οὐρανοῦ ἐδέξω τὸ χάρισμα, καὶ τὸ στέφος κεκλήρωσαι παρὰ τοῦ ἀθλοθέτου Θεοῦ, καὶ πρεσβεύεις ἀπαύστως, δωρηθῆναι πταισμάτων ἱλασμόν, τοῖς ἐν πίστει ἐκτελοῦσι τὸ ἱερὸν σου μνημόσυνον.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐλπίς μου καὶ προστάτις μου, θερμὴ ἀντίληψις καὶ προσφυγή μου, σὺ τῶν πιστῶν ἡ σωτηρία, πέλεις πανάχραντε Ἁγνή· ὅθεν καὶ προσφεύγω πρὸς σὲ Δέσποινα, κράζων καὶ βοῶν σοι το· Ἡμάρτηκα· Σῶσόν με Κόρη σῶσον, ἁμαρτανόντων μόνη, ὡς ἀληθῶς ἐγγυήτρια.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οὐ φέρω τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐκ παραβάσεως καρποῦ, ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν, παράσχῃς, ἡ Παρθένος ἔλεγεν θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοὶ· ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσαν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων σῶσον τάς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῆς Ἁγίας Μεγαλομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Ἡ Πρωτομάρτυς ἐνθέως δοξάζεται.
Ἄνευ τῶν Θεοτοκίων
Ποίημα Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Ἦχος γλώττης οὐ σθένει, τοὺς πανευκλεεῖς τῆς Πρωτομάρτυρος, διηγήσασθαι ἄθλους· ἀτονεῖ γὰρ πρὸς ὕμνον ἐπάξιον.

Πέπαυται τοῦ τυράννου, ἡ ἀλαζονεία ἡ ὑπεροφρύς, κατὰ τούτου γυναῖκες· εὐσεβῶς ἐν Χριστῷ γὰρ ἠνδρίσαντο.

Ῥήμασιν ἀπορρήτοις, εὐαγγελικῶς ἐνηχηθεῖσά σου, παμμακάριστε Παῦλε, τῷ Χριστῷ ἡ παρθένος νενύμφευται.
Θεοτοκίον
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμεν σε.

Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῆς ἀγαπήσεως, τῆς ὑπὲρ ἔννοιαν Πάνσεπτε! ᾗ ἐν Χριστῷ, Παύλῳ συνεδέθης, ἑνωθεῖσα τῷ Πνεύματι.

Τρῶσαι ἡ ἐνήδονος, τὴν τετρωμένην σου ἔρωτι, πνευματικῷ, φρένα οὐκ ἰσχύει, τῶν γηΐνων ἀπόλαυσις.

Ὅλη ἐκδημήσασα, τῶν τῆς σαρκὸς παθῶν ῥήμασι, τοῖς μητρικοῖς, οὐκ ἐμαλακίσθης, Ἀθληφόρε πανεύφημε.
Θεοτοκίον
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τάς προσβολὰς ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα, τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Τὴν σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Εἰς ἀνδρίαν τὸ θῆλυ δι' ἀρετῶν, μεταθεῖσα τῷ πόθῳ τῷ τοῦ Χριστοῦ, Θεοῦ οἰκητήριον, ἀμφοτέρωθεν γέγονας· τῶν παθῶν γὰρ τὸν γνόφον, ἀσκήσει μειώσασα, μαρτυρικῶς ἐδείχθης, ἀθλήσεως καύχημα· ὅθεν καὶ τῷ κόσμῳ, ὡς φωστὴρ διαλάμπεις, δισσῶς ἑξαστράπτουσα, τάς ἀκτῖνας τοῦ Πνεύματος, Πρωτομάρτυς πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρὲσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, ὁ μεν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος· ἰλάσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὰ ἄχραντα πάθη σου.

Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Μνηστευθεῖσαν Θαμύριδι, ὁ νυμφαγωγὸς σε Παῦλος ἡρμόσατο, τῷ νυμφίῳ ὡς ἀμώμητον, τῷ ἐπουρανίῳ Θέκλα πάνσοφε.

Ἀπηρτήθης τοῦ ἔρωτος, τῆς θεοσεβείας Παύλου τοῖς ἔπεσι, καὶ Θαμύριδος τὰ ῥήματα, ὥσπερ λῆρον Μάρτυς ἐμυκτήρισας.

Ῥαντισμῷ θείου αἵματος, τὸ Ἀδαμιαῖον γένος ηὐλόγηται, Εὕα χαίρει καθορῶσα δέ, γυναιξί τὸν ὄφιν ὑποπίπτοντα.

Τὴν ἁγνείαν ποθήσασα, πάντα τὰ τερπνὰ τοῦ βίου ἀπώσατο, πλοῦτον γένος ὡραιότητα, καὶ ἡδὺν μνηστῆρα ἡ πρωτόαθλος.
Θεοτοκίον
Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον, ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης σε.

Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Ὑπέρογκον ἀθλήσεως στάδιον, ἠγωνίσω, Θέκλα παμμακάριστε, καὶ τοῦ βραβείου ἠξίωσαι.

Σεσύληται ὁ δράκων ὁ δόλιος, ἡ παρθένος· θείοις γὰρ παθήμασιν, ὑπακοὴν ἐδιδάσκετο.

Ἐνίκα τὴν αἰδῶ σου ἡ ἔνθεος, παρρησίᾳ· πῦρ γὰρ σε ἐγκάρδιον, τὸ τῆς Τριάδος ἐξέκαυσε.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμεν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
άνιδος τὸ τῆς φύσεως σαθρόν, τῇ δυνάμει τοῦ Σωτῆρος ἐρρώσθη, νεανικόν, κόσμον τῷ θείῳ πόθῳ· περιελοῦσα γὰρ νύκτωρ ἐθάρσησε, καὶ ἔδραμε τοῦ ἐραστοῦ, τὰ εὐώδη ζητοῦσα διδάγματα.

Θαλάμων ὑπερφυῶς τῶν νυμφικῶν, αὐθαιρέτῳ ἀντηλλάξατο πόθῳ ἡ εὐκλεής, καὶ πρωτόαθλος Θέκλα, τὸ τῶν κακούργων οἰκεῖν δεσμωτήριον· ὁ πόθος γὰρ τοῦ Ποιητοῦ, τῶν κτισμάτων ἐνίκα τοὺς ἔρωτας.

Ἐν πνεύματι κατεφίλει τὰ δεσμά, τοῦ ἐνθέου Διδασκάλου ἡ Μάρτυς, ἐν τῇ φρουρᾷ, ὡς ἐνθέῳ λειμῶνι, ἀρδευομένη τοῖς λόγοις καὶ ηὔξανε, καὶ ἔφερεν ὡς ἀληθῶς, τῷ Δεσπότῃ καρπὸν ὡραιότατον.
Θεοτοκίον
Μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, Παναγία Θεοτόκε Παρθένε, ὅτι πιστῶν, στήριγμα σὺ ὑπάρχεις, καὶ τῇ ἐλπίδι τῇ σῇ κραταιούμεθα, καὶ πόθῳ σε καὶ τὸν ἐκ σοῦ, σαρκωθέντα ἀφράστως δοξάζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλὴσθη, καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Κοντάκιον, τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς ΤΟ ΑΚΟΥΤΕ ή Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Τῆς παρθενίας τῷ κάλλει ἐξέλαμψας, μαρτυρίου στεφάνῳ κεκόσμησαι, ἀποστολὴν πιστεύῃ Παρθένε ὡς ἔνδοξος, καὶ τοῦ πυρὸς μὲν τὴν φλόγα, εἰς δρόσον μετέβαλες, τοῦ ταύρου δὲ τὸν θυμόν, προσευχῇ σου ἡμέρωσας ὡς πρωτόαθλος.
Ὁ Οἶκος
Ἑορτῆς σεβασμίας ἡ ἔλλαμψις, ὑπερλάμπει φαιδρῶς ὑπὲρ ἥλιον· μαρμαρυγὰς γὰρ φωτὸς ἀπαστράπτουσα, τοῖς πιστῶν ὀφθαλμοῖς ἐνοπτρίζεται· διὸ Ἀγγέλοις συγχορεύοντες, τῷ Σωτῆρι Θεῷ ἀλαλάξωμεν πάντες, βοῶντες αὐτῷ· Ἐμεγάλυνας Σῶτερ τὰ ἐλέη σου, δωρησάμενος δώρημα τέλειον τῷ λαῷ, τὴν Πρωτόαθλον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.
Στίχοι
Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,
Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι.
Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κόπριος.
Στίχοι
Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ' ἄλλος βότρυς,
Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.

Μνήμη τοῦ γεγονότος θαύματος παρὰ τῆς Θεομήτορος ἐν τῇ νήσῳ Κυθήρων, ἔνθα ἡ ἐν τοῖς μυρτιδίοις εὑρεθεῖσα εἰκὼν τῆς Θεοτόκου ἤγειρε τὸν παράλυτον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Ὡς δεσμίῳ τῷ Παύλῳ, συνεδέθης τῷ πόθῳ, ὦ Παμμακάριστε, ἐν ἅμμασιν ἀλύτοις, τῇ πίστει συμφωνοῦσα, εὐσεβῶς καὶ συμψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Συμπαρέστης τῷ Παύλῳ, πρὸ βημάτων ἀδίκων, ὦ καλλιπάρθενε, καὶ πόθῳ τοῦ Δεσπότου, ἐβόας ἐν ἐκστάσει, τὴν αἰδῶ ἀπορρίψασα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Διὰ πόθον τὸν θεῖον, τῇ καμίνῳ τὸ σῶμα, Μάρτυς ἐκδέδωκας, καὶ τῇ τοῦ ποθουμένου, διέμεινας δυνάμει, ἀκατάφλεκτος ψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὀμβροτόκος νεφέλη, ὑετῷ καὶ χαλάζῃ, τὴν φλόγα σβέσασα, ἐνδίκως καταφλέγει, τοὺς ἄφρονας καὶ σῴζει, μελῳδοῦσαν τὴν Μάρτυρα, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Τὸν Βασιλέα τῶν οὐρανῶν ΤΟ ΑΚΟΥΤΕ
Ξενοφανὴς σου ὁ λογισμός· τὸν γὰρ τάφον, ὡς Ἐδὲμ κατῴκησας Παρθένε, Μάρτυς ἀνυμνοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἀμαυρωθῆναι τῆς εὐπρεποῦς παρθενίας, τὸ φαιδρὸν μὴ φέρουσα σου κάλλος, θνῄσκειν ᾑρετίσω, καὶ ζῇς εἰς τοὺς αἰῶνας.

Ζωοποιῷ καὶ ὑπερφυεῖ συναφθεῖσα, τῷ Χριστῷ Πρωτόαθλε νυμφίῳ, θῆρας ᾑρετίσω, φρουροὺς τῆς Παρθενίας.

Ἐκδυσαμένη σου τῆς φθορᾶς τὴν ἐσθῆτα, εὐσταλὴς Χριστοῦ σταδιοδρόμος, ἦλθε πρὸς ἀγήρω, ζωὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὸν κατελθόντα ἐξ οὐρανοῦ καὶ ἐν μήτρᾳ, παρθενικῇ οἰκήσαντα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Σὲ τὴν ἀπειρόγαμον ΤΟ ΑΚΟΥΤΕ
Τὶς σου τὸ ἀήττητον, ὦ Πρωτομάρτυς μὴ θαυμάσῃ; θῆρας νοητοὺς τὰ πάθη γάρ, τῆς ψυχῆς τιθασεύσασα, τὰ ἀκρατῆ θηρῶν ὁρμήματα οὐκ ἐπτοήθης, ἀλλὰ μένεις, ἐν μέσῳ τούτων ἀδιάφθορος.

Ἄβατος ἀκρότομος, Θεοῦ προστάξει σοι ἐρράγη, πέτρα θεοφόρῳ Μάρτυρι, λουτρῷ ἀναγεννήσεως, ἐσφραγισμένῃ θείᾳ νύμφῃ, ὡς θάλαμος τῇ φυγάδι, καὶ ἐν ἀγκάλαις ὑπεδέξατο.

Ἴασαι Πρωτόαθλε, τοὺς μώλωπας τοὺς τῆς ψυχῆς μου, κόσμῳ τὴν εἰρήνην βράβευσον, τῷ πιστῷ Βασιλεῖ ἡμῶν, κατὰ βαρβάρων δυσμενῶν νέμουσα τρόπαια, καὶ εἰρήνην ταῖς Ἐκκλησίαις σαῖς δεήσεσι.
Θεοτοκίον
Νέκρωσόν μου Δέσποινα, τὴν ἔτι ζῶσαν ἁμαρτίαν, ζώωσον ψυχῆς τὴν νέκρωσιν, ἐνεργείᾳ τῆς ὄντως ζωῆς, τῆς γεγεννημένης ἐκ γαστρός σου, δι' ἄφατον εὐσπλαγχνίαν, τοῖς εὐσεβῶς σε μεγαλύνουσιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν».

Ἐξαποστειλάριον, τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ῥωσθεῖσα καλλιπάρθενε, ταῖς θείαις εἰσηγήσεσι, τοῦ θεοκήρυκος Παύλου, φθαρτὸν μνηστῆρα παρεῖδες, καὶ τούτῳ ἠκολούθησας, Πρωτομάρτυς πολύαθλε, ὦ Θέκλα ἰσαπόστολε· διὸ καὶ νίκης τὸ στέφος παρὰ Χριστοῦ ἐκομίσω.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διὰ σοῦ σεσῳσμένοι· τὸν γὰρ Θεὸν ἀπορρήτως, ἐκύησας τὸν λύσαντα, διὰ Σταυροῦ τὸν θάνατον, πρὸς ἑαυτὸν δ' ἑλκύσαντα, Μαρτύρων δήμους, μεθ' ὧν σε, ἀνευφημοῦμεν Παρθένε.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Ἀνατολίου
Ἀθλητικὸν στάδιον σήμερον πρόκειται· λαοὶ χορεύσωμεν, καὶ τὰ ἐν αὐτῷ τελούμενα, παράδοξα πράγματα κατοπτεύσωμεν· ἄσπιλος γὰρ ἀμνάς, πρόκειται σφαγῇ, ὑπὲρ τοῦ σφαγιασθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ καλλιπάρθενος Θέκλα καὶ Θεόνυμφος· διὸ Τριάδος τῇ πίστει, τὴν τῶν τυράννων κατήργησεν ἀθεότητα· καὶ σύν, Ἀγγέλοις χορεύουσα, τῷ Σωτῆρι πρεσβεύει, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος α'
Ἀνατολίου
Νυμφίον ἔχουσα ἐν οὐρανοῖς, Χριστὸν τὸν Θεὸν ἡμῶν, νυμφῶνος κατεφρόνησας τοῦ ἐπιγείου καὶ μνηστῆρος, Θέκλα πρώταθλε· ταῖς γὰρ μητρῴαις θωπείαις ἐμφρόνως μὴ πεισθεῖσα, Παύλῳ ἠκολούθησας, ἐπ' ὤμων ἀραμένη τὸ σημεῖον τοῦ Σταυροῦ, καὶ τὸ μὲν πῦρ οὐκ ἐνάρκησας, τῶν δὲ θηρῶν τὴν ὠμότητα, εἰς ἡμερότητα μετέβαλες, φώκας δὲ ἀπενέκρωσας, τῇ ἐν Χριστῷ καταδύσει τοῦ ἁγίου Βαπτίσματος. Ἀλλ' ἐν ἄθλοις γενναίοις διαπρέψασα, μὴ διαλίπῃς πρεσβεύουσα ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ'
Ἀνατολίου
Ἀναθεῖσα σεαυτὴν παντοδυνάμῳ νεύματι, κρατυνομένη ὡς πρώταθλος τοῦ Χριστοῦ, καὶ τὴν γεώδη καταλείψασα στοργήν, ἀνεδέξω τὴν λαμπάδα τῆς αἰωνίου ζωῆς, ὄλβιος ὑπάρξασα θάλαμος, εἰς ὂν αἱ τῶν θηλειῶν ἀγέλαι προσαναπαύονται, εἴσοδον εὑράμεναι τῆς αἰωνίου ζωῆς, μεθ' ὧν ἱκέτευε Ἀπόστολε Θέκλα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ἀνατολίου
Χορείας ἐγείρατε φιλομάρτυρες· τῶν ἀγώνων γὰρ ἐφέστηκεν ὁ καιρός, καὶ τῆς Πρωτομάρτυρος ἡ ἐτήσιος μνήμη, πάντας εἰς δοξολογίαν προτρέπουσα Θεοῦ· Θέκλα γὰρ ἡ πρώτη Μαρτύρων ἐν γυναιξί, τὸ ἀθλητικὸν στάδιον ἀνύσασα, πρώτη καὶ στεφηφόρος ἀναδέδεικται, καὶ παρρησίᾳ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Τὴν σὴν ὑπὲρ ἄνθρωπον ἄθλησιν, Πρωτομάρτυς Χριστοῦ, οὐκ ἀνθρώπων μόνον ἐθαύμασαν τὰ γένη, ἀλλὰ καὶ θῆρες τεθήπασιν ἄγριοι· αἱ φλόγες, οὐ φλόγες ἐλογίσθησάν σοι καλλιπάρθενε Θέκλα, διὰ τὸν σὸν νυμφίον Χριστόν· γέγηθας γὰρ δι' αὐτὸν πάσχουσα, καὶ κόσμου χωριζομένη, ἵνα τῆς ἐπουρανίου τύχῃς μακαριότητος, ἐν παρρησίᾳ πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐπομβρίαις τοῦ Πνεύματος, τοῦ Ἁγίου Πανάχραντε, τὴν ἐμὴν διάνοιαν καταδρόσισον, ἡ τὴν σταγόνα κυήσασα, Χριστὸν τὸν τὴν ἄμετρον ἀνομίαν τῶν βροτῶν, οἰκτιρμοῖς ἀποσμήχοντα, ἀποξήρανον, τὴν πηγὴν τῶν παθῶν μου, καὶ χειμάρρου, καταξίωσον τρυφῆς με, τῆς ἀειζώου Πανάχραντε.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο, καί, Τὶ τὸ ὅραμα ἔκραζεν, Υἱὲ ποθεινότατε; ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας; Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δεσπότα.

Μεγάλη Δοξολογία

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος β'
Ἀνατολίου
Δεῦτε φίλαθλοι, τῶν θηλειῶν τὸ καύχημα, τὴν Πρωτομάρτυρα Θέκλαν, ἐν ὕμνοις τιμήσωμεν· αὔτη γὰρ τὸν ἀντίπαλον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ κατεπάτησε, καὶ τὴν νίκην ἄρασα, ἀξίως ἐστεφανώθη· διὸ δυσωπεῖ ἡ πολύαθλος, τοῦ ῥυσθῆναι κινδύνων, καὶ τῆς μελλούσης κρίσεως, τοὺς ἐν πίστει καὶ πόθῳ τελοῦντας τὴν μνήμην αὐτῆς.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ἄλλην, κραταιὰν καταφυγήν, καὶ ἰσχύος πύργον καὶ τεῖχος, ἀκαταμάχητον, ὄντως οὐ κεκτήμεθα, εἰ μὴ σὲ Παναγνέ, καὶ πρὸς σὲ καταφεύγομεν, καὶ σοὶ ἐκβοῶμεν· Δέσποινα βοήθησον, μὴ ἀπολώμεθα, δεῖξον, τὴν σὴν χάριν εἰς πάντας, καὶ τῆς δυναστείας τὴν δόξαν, καὶ τῆς εὐσπλαγχνίας σου τὸ μέγεθος.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Βότρυν ἡ τεκοῦσα τῆς ζωῆς, ὂν ἀγεωργήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.