Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. α'
Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Μῆτερ Ὁσία, Εὐφροσύνη ἀξιάγαστε, τὴν ὄντως εὐφροσύνην ἐπιποθήσασα, τὴν ταύτην προξενοῦσαν ὥδευσας τρίβον· πλούτου ἠλλάξω γάρ, πτωχείαν πολλήν, σαρκικοῦ μνηστῆρος, τὸν ζῶντα εἰς αἰῶνας, τρυφῆς ῥεούσης, τὸ ἐγκρατές, τῆς ἀναπαύσεως, πόνους τοὺς ἐν ἀσκήσει, τὴν ὑπερκόσμιον ζωὴν τὴν ἐν τῷ κόσμῳ, ἧς καὶ ἐπέτυχες φρονίμοις σὺν Παρθένοις, διατηρήσασα τὴν σὴν λαμπάδα ἄσβεστον, καὶ νυμφῶνος ἀξιωθεῖσα, ὡς παρθένος, ὡς νύμφη Χριστοῦ πανεύφημε.
Ἦχος πλ. α'
Ῥείθροις δακρύων, ἀρδευθεῖσα τὴν διάνοιαν, εὐθήνησας ἀσκήσει, τοὺς ἐναρέτους καρπούς, ἄμπελος καθάπερ ὡραιοτάτη, ἤνεγκας βότρυας ὡραίους σεμνή, ὧν τοῦ θείου γλεύκους, σαφῶς ἐμφορηθέντες, τὰ αἰσθητήρια τῆς ψυχῆς, καταγλυκαίνομεν ὄντως σοῦ τῇ μιμήσει, καὶ εὐφραινόμεθα τὴν θείαν εὐφροσύνην, μέθην ὠθούμενοι τὴν ἐκ τῆς ἁμαρτίας, βοῶντες· Πάνσεμνε, Χριστὸν δυσώπει πάντοτε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν εἰρήνην καὶ μέγα ἔλεος.
Ἦχος πλ. α'
Θέαμα ξένον, καὶ τῇ φύσει δυσπαράδεκτον! πῶς ἔλαθες τῆς Εὔας τοῦ παλαιοῦ πτερνιστοῦ, δεινὰς μηχανουργίας, μέσον ἀνδρῶν, κατασκηνώσασα τελείῳ νοΐ· πῶς πυρὸς ἐν μέσῳ, διῆλθες μὴ φλεχθεῖσα, πῶς συνεκάλυψας γυναικῶν τὸ ἀσθενές, νευρουμένη θείᾳ δυνάμει, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἀναλαβόντος, καὶ ἀνατείλαντος ἐκ Κόρης ἀπειράνδρου· ὂν καθικέτευε, Ἀγγέλοις συγχορεύουσα, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν εἰρήνην καὶ μέγα ἔλεος.
Ἦχος β'
Τοῦ Στουδίτου
Τὸ καθαρὸν τῆς ἁγνείας σου χρῆμα, ἄμωμον ἐξ ἀνδρῶν φυλάξασα, νύμφη Χριστοῦ ἐχρημάτισας, Εὐφροσύνη παμμακάριστε· σώματος μεν κάλλος, ἀσκητικοῖς πόνοις μαράνασα, ψυχὴν δὲ ὡραΐσασα, τῇ εὐμορφίᾳ τῆς χάριτος· ἐν γὰρ τῷ ἄρρενι τὸ θῆλυ σαφῶς ὑποκρύψασα, ἔλαθες Βελίαρ τὰ ἔνεδρα, ἀγγελικῶς ἐν γῇ βιώσασα. Ἀλλ' αἴτησαι εἰρήνην, τοῖς πόθῳ εὐφημοῦσι σε, ὡς χαρᾶς ἐπώνυμος κοσμοχαρμόσυνε.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε, ἡλιόμορφε ἀστήρ· χαῖρε ἡ αἰτία ἁπάντων, καλῶν Πανάμωμε, χαῖρε ἡ χωρήσασα, Θεὸν ἀχώρητον ἡ τὸν στάχυν βλαστήσασα, τῆς ἀθανασίας· χαῖρε θεῖον ὄχημα, πύλη ἡ πάμφωτος· χαῖρε ἡ ἀρᾶς ἀναιρέτις, τῆς προγονικῆς ἡμῶν Κόρη, ἀγαθῶν ἡ πρόξενος ὑπάρχουσα.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, ἡ ἀμίαντος ἀμνάς, ἔβλεψε τὸν ἴδιον ἄρνα, ἐπὶ σφαγὴν ὡς βροτόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν· Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν, τὶ τοῦτο πεποίηκας, ὁ λυτρωτὴς τοῦ παντός; Ὅμως, ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν ἀγαθότητα φιλάνθρωπε.

Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα·
λαβοῦσα γὰρ τὸν Σταυρόν,
ἠκολούθησας τῷ Χριστῷ,
καὶ πράττουσα ἐδίδασκες
ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ,
ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου·
διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται
Ὁσία Εὐφροσύνη τὸ πνεῦμά σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

(ὁ παρὼν οὐχ εὑρίσκεται ἐν τῷ χειρογράφῳ).
Κανών α', ᾨδὴ α', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. δ'
Ἁρματηλάτην ΤΟ ΑΚΟΥΤΕ
Ὁ τρισαγίαις ἐν φωναῖς ὑμνούμενος, ὑπὸ φρικτῶν στρατιῶν, καὶ συνῳδᾶ δείξας, τοὺς βροτοὺς δοξάζειν σε, καὶ νῦν αὐτὸς τὴν βλάσφημον, ἀνατρέπων προσθήκην, τοῦ Τρισαγίου ἐξαίσιον, ἔθου τοῦ παιδὸς ἁρπαγὴν καὶ φωνήν.

Σὺ τὸν Θεὸν ἀπὸ ψυχῆς ἐπόθησας, καὶ ἐμνηστεύθης αὐτῷ, κοσμικὸν μνηστῆρα, καὶ σαρκὸς εὐπάθειαν, καὶ πλοῦτον τὸν ἐπίκηρον, καὶ τρυφὴν καὶ τὴν δόξαν, καταλιποῦσα Πανεύφημε, καὶ ἀσκητικὸν βίον ζήσασα.

Εὐφορωτάτη γῆ καθάπερ πέφηνας, ἑκατοστεύοντα, καρπὸν ἀποδοῦσα, Εὐφροσύνη πάνσεμνε· καὶ γὰρ ἐν τῇ καρδίᾳ σου, δεξαμένη προθύμως, τὴν συμβουλὴν τὴν σωτήριον, ἐνεγκεῖν εἰς ἔργον ἐσπούδασας.
Θεοτοκίον
Ῥήσεσι θείων Προφητῶν ἑπόμενοι, καθωμολόγησαν, τὸν τοῦ Θεοῦ Λόγον, σάρκα προσλαβόμενον, οἱ θεοφόροι Μάρτυρες, ἐξ ἀχράντου Παρθένου, ἣν Θεοτόκον δοξάζομεν, ᾄσμασιν ἀεὶ μακαρίζοντες.

Ἕτερος Κανών, τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς.
Ὕμνον σοι μέλπω προφρόνως Εὐφροσύνη·
Ὁ Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. α'
Ἵππον καὶ ἀναβάτην ΤΟ ΑΚΟΥΤΕ
Ὕμνοις θεοτερπέσιν, ὑμνοῦντα σήμερον, τὴν ἁγίαν σου μνήμην, καὶ ὄντως ἀξιέπαινον, φωτὶ με καταύγασον, τῶν εὐχῶν σου Πάνσεμνε, εὐφροσύνης θείας ἐπώνυμε.

Μόνον τὸ θεῖον κάλλος, Χριστοῦ ποθήσασα, καὶ ταῖς τούτου θελχθεῖσα, ἀΰλοις ὡραιότησι, τὸ κάλλος τοῦ σώματος, ἐβδελύξω ἔνδοξε, θεωρίαις θείαις σχολάζουσα.

Νύμφη ὠραΐσμένη, τῶν ἀρετῶν καλλοναῖς, ἐμνηστεύσω τὸν ὄντως, ὡραῖον κάλλει Χριστόν, λιποῦσα τὸν πρόσκαιρον, Εὐφροσύνη μνήστορα, καὶ τοῦ βίου πᾶσαν τερπνότητα.
Θεοτοκίον
Ὅλος ἐπιθυμία, καὶ γλυκασμὸς καὶ ζωή, ὁ ἐκ σοῦ ἀνατείλας, ὑπερβολῇ χρηστότητος, Παρθένε πανάμωμε, ὂν δυσώπει σῶσαι με, τὸν ἀπαύστως σε μακαρίζοντα.

Κανών α', ᾨδὴ γ', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. δ'
Ὁ στερεώσας κατ' ἀρχάς ΤΟ ΑΚΟΥΤΕ
Ἀπὸ σοφῶν καὶ συνετῶν, ὁ ἀποκρύψας τὰ βάθη, μυστηρίων σου καὶ ἀποκαλύψας, νηπίοις ταῦτα θαυμαστῶς, νηπίῳ ἐκκαλύπτεις νῦν, ἀρθέντι ἐν νεφέλαις, μέλος σαφῶς τὸ Τρισάγιον.

Τῆς ἐμπαθείας δυσειδῆ, χιτῶνα ἐκδυσαμένη, ἐν σοφίᾳ τὴν στολὴν ἐνεδύσω, ἀπαθείας ἐν Χριστῷ, μέσον ἀνδρῶν ἀπήστραψας, ἀσκητικῶς βιοῦσα, καὶ σκεπομένη τῇ χάριτι.

Τῆς ἐγκρατείας χαλινῷ, τάς ἀκαθέκτους ὀρέξεις, τῆς σαρκὸς ἀναχαιτίζουσα, Μῆτερ, πρὸς τὸν δρόμον τὸν καλόν, τῆς ἱερᾶς ἀσκήσεως, τὴν σὴν καρδίαν εἶχες, εὐθυποροῦσαν ἀπρόσκοπα.
Θεοτοκίον
Ἀπειρογάμως τοῦ Θεοῦ, τὸν Λόγον ὦ Θεοτόκε, ἀπεγέννησας ἐκ σοῦ σαρκωθέντα, ὂν οἱ Μάρτυρες Θεόν, ἀνδρείως ὡμολόγησαν, ὡς στρατιῶται τούτου, στεφανῖται γενόμενοι.

Κανών β', ᾨδὴ γ', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. α'
Ὁ πήξας ἐπ' οὐδενὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλως ἐγκαρτερήσασα ἀγωνίσμασι, τοῦ ἐχθροῦ κάθεῖλες τὰ μηχανήματα, ἔτρεψας δαιμόνων προσβολάς, Ἀγγέλοις ὡμοιώθης, ἀθανασίαν μελετήσασα, Μῆτερ, ἐν θνητῷ σου τῷ σώματι.

Εὐφραίνει τῶν Μοναστῶν καρδίας ὁ βίος σου, στηριγμὸς ὑπάρχων καὶ παιδαγώγησις, πρὸς σωτηριώδεις ἐντολάς, πρὸς τρίβους ἀφθαρσίας, πρὸς τῆς ἀγάπης τὸν ἀκρότατον, ὅρον Εὐφροσύνη τοῦ Κτίσαντος.

Λαμπρύνει τὰ τῶν πιστῶν ἐνθέως συστήματα, ἡ λαμπρὰ σου μνήμη καὶ ἀξιέπαινος, θέλγει τῶν Ὁσίων τοὺς χορούς, Ἀγγέλους ἐπευφραίνει, μεθ' ὧν αὐλίζῃ ὥσπερ Ἄγγελος, ὧν περ καὶ τὸν βίον ἐζήλωσας.
Θεοτοκίον
Παθῶν με τὸ χαλεπὸν χειμάζει κλυδώνιον, πονηρῶν πνευμάτων βυθὸς συνέχει με, ἡ τῆς ἁμαρτίας καταιγίς, δονεῖ μου τὴν καρδίαν, Θεοκυῆτορ σὺ με στήριξον, εἰλικρινῶς σε δοξάζοντα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου,
καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν,
ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου,
τὴν Ἐκκλησίαν σου στερέωσον,
μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».

Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον ΤΟ ΑΚΟΥΤΕ
Τὸ τοῦ θήλεος χαῦνον ἐπινευρώσασα, οὐρανίαις ἐλπίσι μέσον κατῴκησας, ἀδιστάκτῳ λογισμῷ ἀνδρῶν θεόπνευστε, τὸν τῆς Εὕας πτερνιστήν, ὑποτάττουσα ταῖς σαῖς, Παρθένε πτέρναις τοῖς πόνοις, καὶ ταῖς ἀγρύπνοις μελέταις· διὸ ἐν πίστει σε μακαρίζομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σε λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν θερμήν, εὑρηκότες οἱ πιστοί, πρὸς σὲ προστρέχομεν· καὶ ἐκβοῶντες ἐκτενῶς, ἀνακράζομεν πιστῶς· Ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἀπάλλαξον.
Ἢ Σταυροθεοτοκίον
Ἐν Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ, ὥσπερ κακοῦργος ἐπάγης, τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεραγαθός.

Κανών α', ᾨδὴ δ', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ μου ἰσχὺς Κύριε, σὺ μου καὶ δύναμις, σὺ Θεός μου, σὺ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε».

Οἰκονομῶν, πρὸς τὸ συμφέρον τὰ πάντα Σωτήρ, καὶ παιδεύων, πάντας πρὸς διόρθωσιν, καὶ τῶν κακῶν πάντων ἀποχήν, καὶ τά νῦν συνήθως, σεισμῷ τὴν γῆν συνετάραξας, βλασφήμους ἀνατρέπων, δόξας αἱρετιζόντων, καὶ διδάσκων ὡς θέμις δοξάζειν σε.

Ἀσκητικήν, παλαίστραν ἤνυσας χαίρουσα, Εὐφροσύνη, ἀνδρῶν μέσον μενοῦσα, καὶ θανατοῦσα τάς ἐμπαθεῖς, τῆς σαρκὸς ὀρέξεις, τῷ πόθῳ τῷ τοῦ Δεσπότου σου· διὸ τῆς ἀθανάτου, κατοικίας καὶ δόξης, ἠξιώθης λαβοῦσα τὸν στέφανον.

Τοὺς στεναγμούς, τῶν σῶν δακρύων προσφέρουσα, ὥσπερ μῦρα, Μῆτερ τῷ Δεσπότῃ σου, τὴν εὐωδίαν τὴν παρ' αὐτοῦ, τὴν τῶν χαρισμάτων, τῶν θεϊκῶν ἀνταπείληφας, δι' ὧν εὐωδιάσθης, καὶ διέπνευσας πᾶσι, τὴν ὀσμὴν τῶν θαυμάτων θεόπνευστε.
Θεοτοκίον
Ὅπλον Χριστέ, τὴν σὲ τεκοῦσαν Πανάμωμον, κεκτημένοι, πλάνης ἐτροπώσαντο, τάς μηχανάς, Μάρτυρες σοφοί, καὶ τάς τῶν τυράννων, θωπείας σοφῶς διέλυσαν, καὶ νῦν στεφανηφόροι, δεδειγμένοι βοῶσι· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Κανών β', ᾨδὴ δ', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. α'
Τὴν θείαν ἐννοήσας σου ΤΟ ΑΚΟΥΤΕ
Πατρὶ σε οὐρανίῳ προσέχουσαν, τῷ τῶν ψυχῶν νυμφαγωγῷ, πατρὸς στοργὴ οὐκ ἐκώλυσε, οὔτε προσκαίρου νυμφίου, ὀδεῦσαι τὴν ὁδὸν τὴν σωτήριον.

Ὡς φοίνιξ θεοφρόνως ἐξήνθησας, δικαιοσύνης γλυκασμόν, καὶ ὡσεὶ κέδρος παρ' ὕδατα, τῆς ἐγκρατείας θέοφρον, καρποὺς τοὺς ἐναρέτους ἐπλήθυνας.

Πυρὶ τῆς ἐγκρατείας ἐτέφρωσας, τάς φρυγανώδεις ἡδονάς, καὶ πυρωθεῖσα τῷ ἄνθρακι, τῆς τοῦ Κυρίου ἀγάπης, θαυμάτων λαμπηδόνας ἐξήστραψας.
Θεοτοκίον
Οἰκτείρησον οἰκτιρμῶν ὑπάρχουσα, τὴν παναθλίαν μου ψυχήν, Θεοκυῆτορ πανάμωμε, τὴν ἐκ παθῶν ἁμαρτίας, δεινῶς ἀμαυρωθεῖσαν καὶ στένουσαν.

Κανών α', ᾨδὴ ε', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Προτυπῶν τῶν δικαίων τὴν ἐν τῇ δευτέρᾳ Χριστὲ παρουσίᾳ σου, ὑπαντὴν φρικώδη, ἐν νεφέλαις καὶ νῦν τὴν ἐξαίσιον, ἁρπαγὴν εἰργάσω τὴν τοῦ παιδός, δι' οὗ διδάσκεις, τὸ Τρισάγιον μέλος ὀρθότομον.

Τοῖς ἐνθέοις σου ἔργοις, ἔδειξας τὴν κλῆσίν σου ἐπαληθεύουσαν· ὡς γὰρ λίθος ὤφθης, πολυτίμητος σμάραγδος ἔνδοξε, διαλάμπων μέσον τῶν ἱερῶν ἀνδρῶν Παρθένε, τῇ λαμπρότητι τῆς καθαρότητος.

Εὐφροσύνην τὴν θείαν, ἔσχες ἐν καρδίᾳ σου, εὐφραινομένη ἀεί, ἐν τοῖς τοῦ Κυρίου διατάγμασιν, οἷς ἐντρυφήσασα, πολιτείαν ἤσκεις, τὴν ἀκραιφνῆ καὶ πανολβίαν, Εὐφροσύνη παρθένε Θεόνυμφε.
Θεοτοκίον
Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε Μάρτυρες ἔνδοξοι, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες ἐκήρυξαν, πρὸς τὴν ἁμαρτίαν, νεανικῶς μέχρι τοῦ θανάτου, ἀνθιστάμενοι Κόρη πανύμνητε.

Κανών β', ᾨδὴ ε', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. α'
Ὁ ἀναβαλλόμενος ΤΟ ΑΚΟΥΤΕ
Φέγγει θείων πράξεων, ὡς λίθος σμάραγδος, σεμνὴ ὡράθης, ἀνδρῶν ἐν μέσῳ, ἀνδρικὰ παλαίσματα, ἐπιδεικνυμένη, καὶ τέρπουσα τὸν Κύριον.

Ῥαίνουσα τὰ δάκρυα, ὥσπερ ἀρώματα εὐωδιάσθης, ἐμεγαλύνθης ὡς μύρον πολύτιμον, Θεῷ προσηνέχθης, παρθένος ἀδιάφθορος.

Ὅλην σου τὴν ἔφεσιν, Θεῷ προσένειμας, αὐτὸν ποθοῦσα, αὐτὸν ζητοῦσα, αὐτοῦ ἀνιχνεύουσα, τὴν νομοθεσίαν, Παρθένε τὴν σωτήριον.
Θεοτοκίον
Νέον ἀπεκύησας, ὡς βρέφος ἄχραντε, τὸν πρὸ αἰώνων, Πατρὸς ἀνάρχου, ἀχρόνως ἐκλάμψαντα, ὂν ὑπὲρ τοῦ κόσμου, δυσώπει Θεονύμφευτε.

Κανών α', ᾨδὴ ς', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Συνέσεισας μὲν τὴν γῆν, καὶ βλέμματι, συνετάραξας, καρδίας δὲ τῶν βροτῶν, κλονήσας ἐσάλευσας δεινῶς βλασφημούντων σε, ἀλλ' ἀνεκαλέσω, συμπαθῶς αὖθις τὸ σύντριμμα.

Ὡραία νύμφη Χριστοῦ, ἐδείχθης καὶ περιδέξιος, τῷ κάλλει τῶν ἀρετῶν, σεαυτὴν κοσμήσασα, Εὐφροσύνη πάνσεμνε· διὸ καὶ παστάδος οὐρανίου κατηξίωσαι.

Μαράνασα τῆς σαρκός, τὰ θηριώδη ὁρμήματα, τὸν ἔρωτα τῆς Χριστοῦ, ἀγάπης λαμπρότερον, ἔσχες διανάπτοντα, καὶ φωτίζοντά σου, τῆς ψυχῆς τὰ αἰσθητήρια.
Θεοτοκίον
Νευρούμενοι ταῖς ἐκ σοῦ, ἐκπεμπομέναις δυνάμεσιν, οἱ Ἀθλοφόροι Χριστέ, νομίμως ἐνήθλησαν, τὴν ἁγνὴν Μητέρα σου, ἀνυμνολογοῦντες, ἀπορρήτως σε κυήσασαν.

Κανών β', ᾨδὴ ς', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. α'
Μαινομένην κλύδωνι ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἁγνὴ καὶ ἄμωμος, ὡς ὡραία ὡς περικαλής, τῷ νυμφίῳ Λόγῳ σὺ μεμνήστευσαι, εἰς αἰῶνας, διατηροῦντι σε ἄφθορον.

Στεναγμοῖς καὶ δάκρυσιν, ἐκζητοῦσα τὸν Δημιουργόν, τῆς ἐκείνου θέας κατηξίωσαι, ὡς ἐκλεκτή, σὺν ἐκλεκτοῖς ἀξιάγαστε.

Ἐγκρατείας ἄγαλμα, σωφροσύνης ἔμψυχος εἰκών, τοῖς πιστοῖς ὡράθης εὐφημοῦσί σου, τὸ Ἱερόν, ὦ Εὐφροσύνη μνημόσυνον.
Θεοτοκίον
Ὑπὲρ νοῦν τὸν ἄχρονον, ὑπὲρ λόγον τὸν Δημιουργόν, Παναγία τέτοκας λυτρούμενον, πάσης φθορᾶς, τοὺς Θεοτόκον ὑμνοῦντάς σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μαινομένην κλύδωνι,
ψυχοφθόρῳ Δεσπότα Χριστέ,
τῶν παθῶν τὴν θάλασσαν κατεύνασον,
καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος».

Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἄνω ζωῆς, τυχεῖν ἐπιποθήσασα, τὴν κάτω τρυφήν, σπουδαίως καταλέλοιπας, καὶ σαυτὴν ἀνέμιξας, ἀνάμεσον ἀνδρῶν παναοίδιμε· διὰ Χριστὸν γὰρ τὸν νυμφίον σου, μνηστῆρος προσκαίρου κατεφρόνησας.
Ὁ Οἶκος
Ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ, τάς ψυχὰς εὐφρανθέντες, ἀναστῶμεν σπουδῇ ἀκοῦσαι λόγον παράδοξον· ὑπερβαίνει γὰρ ἔννοιαν πᾶσαν τὸ διήγημα τοῦτο καὶ καταπλήττει, ὅτι γυνὴ ἐν μέσῳ ἀνδρῶν καταμένουσα, ἐνίκησε τὸν Βελίαρ, καὶ τὸ πῦρ κατεπάτησε τῶν ἡδονῶν, καὶ οὐκ ἐφλέχθη τὸ σύνολον· τὸν Χριστὸν γὰρ ποθοῦσα ἡ ἄσπιλος, μνηστῆρος προσκαίρου κατεφρόνησε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου.
Στίχοι
Τὸ θῆλυ κρύπτεις ἀνδρικῶς Εὐφροσύνη,
Καὶ κρυπτὰ τὸν βλέποντα Δεσπότην βλέπεις.
Εἰκάδα Εὐφροσύνη κατὰ πέμπτην πότμον ὑπέστη.
Εἰς τὸν Ὅσιον Παφνούτιον, τὸν πατέρα αὐτῆς.

Στίχοι
Μύσας ὁ Παφνούτιος ἐν τῷ σαρκίῳ,
Τῷ πνεύματι ζῇ, καὶ θεωρεῖ φῶς μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παφνουτίου.
Στίχοι
Σταυροῦσι Παφνούτιον οἱ κόσμου φίλοι.
Τὸν παντὶ κόσμῳ καὶ πρὶν ἐσταυρωμένον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ μεγάλου σεισμοῦ, ἐν ᾗ τελεῖται ἡ ἐν ἀέρι ἁρπαγὴ τοῦ παιδός.
Στίχοι
Ἀρθεὶς ἄνω παῖς τὸ τρισύμνητον μέλος,
καθὼς νόες ψάλλουσιν, ἀγγέλλει κάτω.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου, Τάττης, καὶ τέκνων αὐτῶν Σαβινιανοῦ, Μαξίμου, Ῥούφου καὶ Εὐγενίου.
Στίχοι
Πατὴρ ὁ Παῦλος μαρτυρεῖ σὺν τοῖς τέκνοις,
Μεθ' ὧν σεαυτὴν Τάττα τάττεις ἐμφρόνως.

Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Ἐχθροὺς ματαιόφρονας, νηπιοφρόνως σε παροργίζοντας, καὶ δεινῶς βλασφημοῦντας, προσθήκῃ νόθῳ τῆς τρισαγίας φωνῆς, διὰ νηπίου φωνῆς νῦν διήλεγξας, ἐπιστηρίξας πιστοὺς ἐν ξένοις τέρασι.

Θεῷ προσανέθηκας τὴν τῆς καρδίας πᾶσαν ἔφεσιν, αὐτὸν στέργουσα πίστει, αὐτὸν ζητοῦσα καὶ ἀνιχνεύουσα, τῶν προσταγμάτων αὐτοῦ τὴν σωτήριον, νομοθεσίαν σεμνή, δι' ἧς ἐφεῦρες ζωήν.

Νηστείαις δεήσεσι, σκληραγωγίαις καὶ χαμευνίαις σεμνή, ἐκλεπτύνασα σάρκα, τὸν νοῦν ἀνύψωσας πρὸς τὸν Κτίστην σου, ᾧ ἐνυμφεύθης, ὃν καὶ ἐπόθησας, οὗ κατετρύφησας νῦν τῆς ὡραιότητος.
Θεοτοκίον
Ὑπάρχουσα Δέσποινα, καθαρωτέρα πάσης τῆς Κτίσεως, ὑπεδέξω τὸν Λόγον, ἐκ σοῦ ἀρρήτως ἀποτικτόμενον, ὃν οἱ γενναῖοι ποθήσαντες Μάρτυρες, τῇ τῶν βασάνων πυρᾷ ἐνεκαρτέρησαν.

Κανών β', ᾨδὴ ζ', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. α'
Ὁ ὑπερυψούμενος ΤΟ ΑΚΟΥΤΕ
Φῶς σοι ἀνατέταλκε, καὶ ἡ τούτου σύζυγος, Εὐφροσύνη Ἔνδοξε· εὐθεῖαν γὰρ ἔσχηκας, τὴν γνώμην μελῳδοῦσα, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ῥάβδον δυναμοῦσαν σε, τὸν Σταυρὸν κατέχουσα, δαιμόνων τὰ χάσματα, διέβης ἀπήμαντος, Ὁσία μελῳδοῦσα, ὁ Θεὸς εὐλογητὸς εἶ.

Οἶκον τὴν καρδίαν σου, τοῦ Ἁγίου Πνεύματος, Ὁσία ἐτέλεσας, τοῦ ἐνισχύσαντος, καὶ δείξαντος πνευμάτων, πονηρῶν δυνατωτέραν.
Θεοτοκίον
Σῶμα περικείμενον, Θεὸν τὸν ἀσώματον, Πανάμωμε τέτοκας, ἡμᾶς ἐκλυτρούμενον, τοὺς φόβῳ μελῳδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τῷ πύργῳ πάλαι μέν, τῆς Χαλάνης συνέχεας, γλώσσας τῶν κακῶς, ὁμονοούντων Κύριε, καὶ νῦν ἐστηλίτευσας, τάς γλωσσαλγίας τῶν δυσσεβῶν, ἐπὶ βλασφημίᾳ, συμφωνούντων ἀθέσμῳ, ἐν γλώσσῃ ψελλιζούσῃ, αἰθερίου ἀρθέντος, νηπίου παραδόξως, εἰς θάμβος τῶν ὁρώντων.

Ἀσκητικοῖς παλαίσμασι, τὸν ἐχθρὸν κατεπάτησας, καὶ ἠγαλλιάσθης, ἀληθῶς τῷ πνεύματι, ἐντεῦθεν ἀΐδιος, σὲ εὐφροσύνη πάνσεμνε, Κόρη ὑπεδέχθη, τὰ βραβεῖα τῆς νίκης, κατέχουσαν καὶ πίστει, τὸν Σωτῆρα βοῶσαν, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μέσον ἀνδρῶν κατῴκησας, τὴν ἁγνείαν φυλάττουσα, καὶ συντηρουμένη, μηχαναῖς τοῦ ὄφεως, ἀπήμων ἀκράδαντος, τοῦ Θεοῦ σε σκεπάζοντος, καὶ διατηροῦντος, τῇ οἰκείᾳ δυνάμει, καὶ πᾶσι προδεικνύντος, τῆς ψυχῆς σου τὴν αἴγλην, καὶ γνώμην καὶ ἀνδρίαν, θέοφρον Εὐφροσύνη.
Θεοτοκίον
Νέον ὡς βρέφος τέτοκας, τὸν Πατρὶ καὶ τῷ Πνεύματι, ἄχραντε Παρθένε, συμφυῶς νοούμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν οἱ γενναῖοι Μάρτυρες, καθομολογοῦντες, ἱερῶς ἐναθλοῦσι, μεθ' ὧν σε Παναγία, μακαρίζουσι πίστει, λαοὶ φυλαὶ καὶ γλῶσσαι, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. α'
Σοὶ τῷ παντουργῷ ΤΟ ΑΚΟΥΤΕ
Ὕλην τῶν παθῶν, ἀπετινάξω κόρη, Ἀγγέλων τὸν ἄϋλον, βίον ζηλώσασα, οἷς περ συμμέλπεις· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νέμει σοι ζωήν, ὁ τῆς ζωῆς ταμίας· αὐτοῦ γὰρ τοῖς ἴχνεσιν, ἐξηκολούθησας, τούτου τὸ κάλλος, ποθήσασα τὸ θεῖον, ᾧ καὶ συνεφραίνῃ, εἰς πάντας τοὺς αἰῶνας.

Ἤρθης πρὸς μονάς, τάς ἀειζώους ὄντως, ἐφέσεως ἔτυχες, ἧς ἐπεπόθησας, ξύλου Παρθένε, ζωῆς κατατρυφῶσα, καὶ ὑπερυψοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὅλη ἐκλεκτή, ὡραϊσμένη ὅλη, Θεὸς ἣν ἡγίασεν, ἣν ἐξελέξατο, ὤφθης Παρθένε, ἀεὶ δεδοξασμένη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες,
παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον·
Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη ἐπὶ ξένῳ καὶ φοβερῷ, τεραστίῳ τῷ νῦν τελεσθέντι γῆ, καὶ οὐρανός, ὅτι πρὸς αἰθέριον ἁρπαγήν, ἀπὸ λαοῦ θεόφρονος, τὸ νήπιον ἤρθη τὸ τὴν ᾠδήν, μεμυσταγωγημένον, τοῦ Τρισαγίου μέλους, δι' οὗ ἀθάνατος ὑμνεῖται Θεός.

Ἐκσπάσας σε ἰλύος βιωτικῆς, ὁ νυμφίος ὁ σὸς Εὐφροσύνη σεμνή, εἰς τὴν στερράν, πέτραν προσταγμάτων τῶν ἑαυτοῦ, ἔστησε καὶ κατεύθυνε, σοῦ τὰ διαβήματα προφανῶς, εἰς πρᾶξιν ἐναρέτου, καὶ σεμνῆς πολιτείας, καὶ κατεσκήνωσεν εἰς θείας αὐλάς.

Ἀσκήσεως τὸν δρόμον τὸν εὐκλεῆ, διανύσασα σθένει τοῦ Πνεύματος, καὶ σεαυτήν, τέμενος τελέσασα θεϊκόν, τὴν εὐφροσύνην εἴληφας, τὴν διηνεκῆ τε καὶ καθαράν, τοῦ κάλλους τοῦ νυμφίου, ἀεὶ κατατρυφῶσα, ὦ Εὐφροσύνη παμμακάριστε.
Θεοτοκίον
Ὡς ἥλιος ἡ μνήμη τῶν ἀθλητῶν, τοὺς πιστοὺς περιλάμπει τοῖς θαύμασιν· ὁ γὰρ ἐκ σοῦ, ἄχραντε Παρθένε τεχθεὶς Θεός, ὃν εὐσεβῶς ἐκήρυξαν, τούτοις κατελάμπρυνεν ἐμφανῶς, δοξάζων τοὺς ἐν πίστει, αὐτοῦ τὴν παρουσίαν, τετιμηκότας ὡς ὑπέσχετο.

Κανών β', ᾨδὴ θ', τῆς Ὁσίας Μητρὸς
Ἦχος πλ. α'
Ἡσαΐα χόρευε ΤΟ ΑΚΟΥΤΕ
Ἱερὰν πανήγυριν, μοναζόντων δῆμος συγκροτεῖ, τὴν μνήμην σου ἐκτελῶν τὴν θεολαμπῆ· χορὸς ἐπαγάλλεται, μοναζουσῶν· ὤφθης γὰρ σεμνή, πάντων ἀγλάϊσμα, Εὐφροσύνη ἀξιάγαστε.

Ὡς σεπτὸν ἀνάθημα, οὐρανίου γέγονας ναοῦ, ὡς κρίνον ἐν ταῖς αὐλαῖς, ἤνθησας Θεοῦ, ὡς ῥόδον ἡδύπνοον, προσηνέχθης τῷ Παμβασιλεῖ, μύρον ὡς τίμιον, Εὐφροσύνη παμμακάριστε.

Σεαυτὴν ἐφαίδρυνας, ἀρετῶν σου κόσμῳ φωτεινῷ, καὶ ἤχθης πρὸς νοητὸν θάλαμον ἁγνή, καὶ νῦν τὸ ἀμήχανον, κατανοεῖς, κάλλος τοῦ Χριστοῦ, καὶ τῆς θεώσεως, ἀπολαύεις τελεώτερον.

Ἡ ἁγία μνήμη σου, ἁγιάζει σήμερον πιστούς, πηγάζουσα φωτισμὸν ἁγιαστικόν, ἐν ᾗ δυσωποῦμεν σε, ὡς ἐκλεκτὴν νύμφην τοῦ Χριστοῦ, σῷζε πρεσβείαις σου, Εὐφροσύνη τοὺς τιμῶντας σε.
Θεοτοκίον
Φωτὶ τοῦ προσώπου σου, τὸν ἐν σκότει κείμενον παθῶν, καταύγασον τοῦ φωτός, πύλη νοητή, μὴ νὺξ καταλάβῃ με, τοῦ θανάτου ἄχραντε Ἁγνή, τῆς σωτηρίας μου, τάς ἐλπίδας ἀνακόπτουσα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».

Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἄρχοντα διέλαθες, τῆς αἰσχύνης καὶ τοῦτον, ἐν φιλοσόφῳ σχήματι, ἐναπέδειξας ἄνουν, παρθένος οὖσα τὴν ψυχήν, καὶ τὸ σῶμα γέγονας, ἀνὴρ φρονήσει καὶ πίστει, Εὐφροσύνη Ὁσία, τῶν παρθένων καλλονή, μοναζουσῶν ὡραιότης.
Θεοτοκίον
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Θρόνοι καὶ Κυριότητες, Ἐξουσίαι Δυνάμεις,, Ἀρχάγγελοι καὶ Ἄγγελοι, Μητροπάρθενε Κόρη, τῷ σῷ Υἱῷ λατρεύουσιν, ὡς Θεῷ καὶ Δεσπότῃ, καὶ σὲ ἀπαύστως ὑμνοῦσι, τοῦτον ἀεὶ ἱκέτευε, λυτρωθῆναι με ἁγνή, τῆς φοβερᾶς καταδίκης.