Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Ἡ Μετάστασις τοῦ Ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Θεολόγου, Ἰωάννου τοῦ Εὐαγγελιστοῦ.



ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους γ' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια.

Στιχηρὰ

Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε, τῆς σοφίας τὸν βυθόν, καὶ τῶν ὀρθοδόξων δογμάτων, τὸν συγγραφέα πιστοί, ὕμνοις στεφανώσωμεν, ἐνθέοις σήμερον, Ἰωάννην τὸν ἔνδοξον, καὶ ἠγαπημένον· οὗτος γὰρ ἐβρόντησεν· Ὁ Λόγος ἦν ἐν ἀρχῇ· ὅθεν βροντόφωνος ἐδείχθη, ὡς τὸ Εὐαγγέλιον κόσμῳ, γράψας πολυσόφως ὁ ἀοίδιμος. (Δὶς)
Ἦχος β'
Ὄντως, σὺ ἐφάνης ἀληθῶς, ἐπιστήθιος μέγας, τῷ Διδασκάλῳ Χριστῷ, στήθει γὰρ ἐνέπεσας· ὅθεν ἐξήντλησας, τῆς σοφίας τὰ δόγματα, ἐν οἷς καὶ πλουτίζεις, πᾶσαν τὴν περίγειον, ὡς θεηγόρος Θεοῦ· ὅθεν καὶ κατέχουσα ταῦτα, ἡ τερπνὴ τοῦ Χριστοῦ Ἐκκλησία, νῦν εὐφραινομένη ἐπαγάλλεται.
Ἦχος β'
Χαίροις, θεολόγε ἀληθῶς, χαίροις τῆς Μητρὸς τοῦ Κυρίου, υἱὲ παμπόθητε· σὺ γὰρ παριστάμενος, ἐν Σταυρῷ τοῦ Χριστοῦ, τῆς ἐνθέου ἀκήκοας, φωνῆς τοῦ Δεσπότου. Ἴδε νῦν ἡ μήτηρ σου, πρὸς σὲ βοήσαντος· ὅθεν, ἐπαξίως σε πάντες, ὡς Χριστοῦ Ἀπόστολον μέγαν, καὶ ἠγαπημένον μακαρίζομεν.
Δόξα... Ἦχος β'
Θεολόγε Παρθένε, Μαθητὰ ἠγαπημένε τοῦ Σωτῆρος, ταῖς ἱκεσίαις σου ἡμᾶς περίσῳζε δεόμεθα, ἀπὸ βλάβης παντοίας, ὅτι σοῦ ἐσμεν ποίμνιον.
Καὶ νῦν... Ἦχος β'
Ὠσεὶ ἐλαία κατάκαρπος, ἡ Παρθένος ἐβλάστησε, σὲ τὸν καρπὸν τῆς ζωῆς, καρποφοροῦντα κόσμῳ, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Τὴν μνήμην τοῦ σεπτοὺ Μαθητοῦ, Χριστοῦ τοῦ Βασιλέως ἡμῶν, ἐπαξίως, ἀνυμνήσωμεν πιστοί· αὐτὸς γὰρ τῆς Τριάδος, τὴν γνῶσιν ἀριδήλως, πᾶσι τοῖς ἔθνεσιν ἐκήρυξεν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ἦχος πλ. β'
Τὴν ζάλην μετεποίησε, τῆς πλάνης τῶν εἰδώλων πρίν, εἰς γαλήνην, ὁ Ἀπόστολος Χριστοῦ, τὸν κόσμον ὁδηγήσας, ἐν πίστει ὀρθοδόξῳ· καὶ νῦν πρεσβεύει ὑπὲρ πάντων ἡμῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ἦχος πλ. β'
Μέγιστον ἀντιλήπτορα, Χριστὲ τὸν σὸν Ἀπόστολον, ἐδωρήσω, Ἐφεσίοις τὸν σοφόν, καὶ θεῖον θεολόγον, ὃν καὶ νῦν εὐφημοῦμεν, ὡς οἰκιστὴν καὶ πολιοῦχον αὐτῆς.
Θεοτοκίον
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Τριὰς ἀπειροδύναμε, Μονὰς ἡ τρισυπόστατος, ταῖς πρεσβείαις, Θεολόγου τοῦ σεπτοῦ, καὶ τῆς ἀειπαρθένου, καὶ μόνης Θεοτόκου, σῶσον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε.

Ἀπολυτίκιον
Ἦχος β'
Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ, Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια γ', ἃ καὶ δευτεροῦμεν.ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια γ', ἃ καὶ δευτεροῦμεν.

Στιχηρὰ τοῦ Εὐαγγελιστοῦ
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ θεατὴς τῶν ἀρρήτων ἀποκαλύψεων, καὶ ἐρμηνεὺς τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων, ὁ παῖς τοῦ Ζεβεδαίου, γράψας ἡμῖν, τὸ Χριστοῦ Εὐαγγέλιον, θεολογεῖν τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἐξεπαίδευσεν.
Ἦχος α'
Ἡ θεοκίνητος λύρα, τῶν οὐρανίων ᾠδῶν, ὁ μυστογράφος οὗτος, τὸ θεόπνευστον στόμα, τὸ ᾆσμα τῶν ᾀσμάτων, ᾄδει τερπνῶς, τὰ μεν χείλη κινῶν ὡς νευράς, ὥς περ δὲ πλῆκτρον τὴν γλῶτταν ἀνακινῶν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
Ἦχος α'
Τῇ βροντοφώνῳ σου γλώττῃ ἀναφθεγγόμενος, τῆς τοῦ Θεοῦ σοφίας, τὸν ἀπόκρυφον λόγον, Θεῷ ἠγαπημένε, κράζεις ἀεί, ἀναπτύσσων τὰ χείλη πυκνῶς, τό, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ δᾳδουχεῖς, πάντα ἄνθρωπον πρὸς γνῶσιν Θεοῦ.
Στιχηρὰ τοῦ Εὐαγγελιστοῦ
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ θεατὴς τῶν ἀρρήτων ἀποκαλύψεων, καὶ ἐρμηνεὺς τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων, ὁ παῖς τοῦ Ζεβεδαίου, γράψας ἡμῖν, τὸ Χριστοῦ Εὐαγγέλιον, θεολογεῖν τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἐξεπαίδευσεν.
Ἦχος α'
Ἡ θεοκίνητος λύρα, τῶν οὐρανίων ᾠδῶν, ὁ μυστογράφος οὗτος, τὸ θεόπνευστον στόμα, τὸ ᾆσμα τῶν ᾀσμάτων, ᾄδει τερπνῶς, τὰ μεν χείλη κινῶν ὡς νευράς, ὥς περ δὲ πλῆκτρον τὴν γλῶτταν ἀνακινῶν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
Ἦχος α'
Τῇ βροντοφώνῳ σου γλώττῃ ἀναφθεγγόμενος, τῆς τοῦ Θεοῦ σοφίας, τὸν ἀπόκρυφον λόγον, Θεῷ ἠγαπημένε, κράζεις ἀεί, ἀναπτύσσων τὰ χείλη πυκνῶς, τό, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ δᾳδουχεῖς, πάντα ἄνθρωπον πρὸς γνῶσιν Θεοῦ.
Δοξαστικὸν
Ἦχος β'
Γερμανοῦ
Οἱ δὲ Βυζαντίου

Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ Παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν· οὗτος γάρ, ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τό, Ἐν ἀρχῇ μὲν ἔφησεν ὁ Λόγος· αὖθίς τε τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα, τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι' αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ καὶ πράγματος ἐκπληκτικοῦ! ὅτι πλήρης ὢν τῆς ἀγάπης, πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι' ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Θεοτοκίον
Ἦχος β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Καθολικῆς Α' Ἐπιστολῆς, Ἰωάννου
(Κεφ. 3, 21-24 & 4, 1-6)

Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τάς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησου Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθῶς ἔδωκεν ἡμῖν ἐντολήν, καὶ ὁ τηρῶν τάς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ. Πᾶν πνεῦμα, ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι καὶ πᾶν πνεῦμα, ὃ μὴ ὁμολογεῖ Ἰησουν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε, ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί, διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν, ὁ γινώσκων τὸν Θεόν, ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν.
Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου
(Κεφ. 4, 1-16)

Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται, ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν σωτῆρα τοῦ κόσμου. Ὃς ἂν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.
Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου
(Κεφ. 4, 20-21 & 5, 1-5)

Ἀγαπητοί, ἐὰν τὶς εἴπῃ· Ὅτι ἀγαπῶ τὸν Θεὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστί· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεόν, οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν, καὶ τάς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὔτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τάς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον. Καὶ αὔτη ἐστὶν ἡ νίκη, ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰμὴ ὁ πιστεύων, ὅτι Ἰησους ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;

Εἰς τὴν Λιτὴν Στιχηρὰ Ἰδιομελα.
Ἦχος α' Γερμανοῦ

Ποταμοὶ θεολογίας ἐκ τοῦ τιμίου σου στόματος ἀνέβλυσαν Ἀπόστολε, ἐξ ὧν ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀρδευομένη, προσκυνεῖ ὀρθοδόξως Τριάδα ὁμοούσιον, ἣν καὶ νῦν αἴτησαι, Ἰωάννη θεολόγε, στηριχθῆναι, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς
Ἀνδρέου Πυροῦ

Τὸ φυτὸν τῆς ἁγνείας, τὸ μύρον τῆς εὐωδίας, πάλιν ἀνέτειλεν ἡμῖν, εἰς τὴν παροῦσαν Ἑορτήν, βοῆσαι πρὸς αὐτόν· Ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος τὸ δεσποτικόν, καὶ ἐπομβρήσας τῷ κόσμῳ τὸν λόγον, Ἰωάννη Ἀπόστολε, ὁ τὴν Παρθένον φυλάξας ὡς κόρην ὀφθαλμοῦ, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς
Μαθητὰ τοῦ Σωτῆρος, Παρθένε καὶ θεολόγε, σοὶ ὡς Παρθένῳ τὴν Παρθένον καὶ Θεοτόκον παρέθετο, Χριστὸς ὁ Θεὸς σταυρούμενος, καὶ ταύτην ἐφύλαξας ὡς κόρην ὀφθαλμοῦ· διὸ πρὲσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς
Ὡς τῶν ἀπορρήτων μυστηρίων αὐτόπτης ἐκέκραγες βοῶν, τὸν προαιώνιον Λόγον ἐν ἀρχῇ ὑπάρχειν πρὸς Θεόν, καὶ αὐτὸν εἶναι Θεόν, Ἰωάννη Ἀπόστολε, ἐπιστήθιε Χριστοῦ, καὶ φίλε γνήσιε, τῆς Τριάδος τὸ ἥδυσμα, Ἐφέσου καὶ τῆς Πάτμου, τὸ στήριγμα τὸ ἄσειστον, ἡμῶν δὲ βοήθεια. Πρὲσβευε Θεολόγε παμμακάριστε, ἐκ δυσσεβῶν ἐχθρῶν, αἰσθητῶν καὶ νοητῶν, λυτρωθῆναι λαὸν τὸν τὴν μνήμην σου, ἀεὶ ἐκτελοῦντα πιστῶς.
Ἦχος β' Θεοφάνους
Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα, τὸν πνευματικόν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, ἣν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς αἴτησαι, φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε, τοὺς ἐκ πόθου ἐκτελοῦντας τὴν μνήμην σου.
Δόξα... Ἦχος δ'
Βυζαντίου

Ἀναπεσὼν ἐν τῷ στήθει τοῦ Διδασκάλου Χριστοῦ, ἐν τῷ δείπνῳ Κυρίου, ἠγαπημένε Μαθητά, ἐκεῖθεν ἔγνως τὰ ἄρρητα, καὶ τὴν οὐράνιον πᾶσιν ἐβρόντησας φωνήν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον, εἰς τὸν κόσμον ἐρχόμενον, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενος Υἱός, ἐν ὑψίστοις ὑπὸ τῶν Χερουβίμ, τὸν πρωτόπλαστον ἀναπλάσαι βουλόμενος, ὅλον ἑαυτὸν ἐκένωσεν ἀφράστως ἐν μήτρᾳ, σου, Θεοτόκε πανύμνητε, καὶ ἐκ σοῦ ἀνατείλας, ἐφώτισε πάντα τὸν κόσμον Θεότητι, ῥυσάμενος εἰδωλομανίας, καὶ ἐν ἑαυτῷ θεώσας εἰς οὐρανοὺς συνανήγαγε τὸ ἀνθρώπινον, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ'

Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Τὸν τοῦ Ὑψίστου Υἱὸν θεολογήσας, Πατρὶ συναΐδιον καὶ ὁμοούσιον, φῶς ἐκ φωτὸς ἀπαράλλακτον, καὶ χαρακτῆρα, τῆς ὑποστάσεως τοῦ γεννήτορος, ἀχρόνως ἐκλάμψαντα, καὶ ἀπαθῶς ἐξ αὐτοῦ, Δημιουργόν τε καὶ Κύριον, πάντων αἰώνων, Ἠγαπημένε σὺ ἀνεκήρυξας, τοῦτον τῷ κόσμῳ, τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Τοῦ Παρακλήτου τὸ φῶς εἰσδεδεγμένος, ᾧ καὶ φωτιζόμενος ἐθεολόγησας, ἐκ τοῦ Πατρὸς προερχόμενον, διὰ Υἱοῦ δέ, τῇ ἀνθρωπότητι φανερούμενον, ὁμότιμον σύνθρονον καὶ ὁμοούσιον, ὃν τῷ Πατρὶ τῷ ἀνάρχῳ τε, καὶ θείῳ Λόγῳ, Ἠγαπημένε πᾶσιν ἐκήρυξας· ὅθεν ἐν ὕμνοις, σὲ γεραίρομεν, ὡς τῆς πίστεως θεῖον θεμέλιον, ἣν ἀσάλευτον τήρει, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Τῆς ὑψηλῆς ἐπιβὰς θεολογίας, ἐμυήθης ἄρρητα Θεοῦ μυστήρια, μίαν οὐσίαν Θεότητος, καὶ μίαν δόξαν, καὶ βασιλείαν καὶ κυριότητα, τρισὶν ὑποστάσεσι, διαιρουμένην αὐτήν, οὐσιωδῶς ἀδιαίρετον, καὶ ἑνουμένην, ἐν ἀσυγχύτῳ θείᾳ ἑνότητι· οὕτω δοξάζων ἀνεκήρυξας, Θεολόγε Τριάδα ἀχώριστον, ἣν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἰωάννου Μοναχοῦ
Ἀπόστολε Χριστοῦ, Εὐαγγελιστὰ Θεολόγε, τῶν ἀπορρήτων μύστης γενόμενος, τῆς σοφίας τὰ ἀπόρρητα, ἡμῖν ἐβρόντησας δόγματα, τό, Ἐν ἀρχῇ ἦν τρανώσας τοῖς πιστοῖς· καὶ τό, Οὐκ ἦν ἀποβαλών, τῶν αἱρετιζόντων ἀπεκρούσω τοὺς λόγους, ἐπιστήθιος φανεὶς καὶ φίλος ἠγαπημένος, ὡς Ἡσαΐας ὁ μεγαλοφωνότατος, καὶ Μωσῆς ὁ θεόπτης. Παρρησίαν ἔχων πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι ἅπαντες, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου· Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος β'
Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Σὺ υἱὸς ἐπεκλήθης θείας βροντῆς, ὡς τὰ ὦτα κωφεύσας τῶν δυσσεβῶν, καὶ σάλπιγγος ἡδύτερον, διηχήσας ὦ πάνσοφε, εἰς εὐθείας καρδίας τοῦ Λόγου τὴν σάρκωσιν, καὶ ὡς γνήσιος φίλος, τῷ στήθει ἀνέπεσας· ὅθεν ἑξαντλήσας, τὸ τῆς γνώσεως βάθος, τοῖς πᾶσιν ἐκήρυξας, τοῦ Πατρὸς τὸν συνάναρχον, Ἰωάννη Ἀπόστολε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γάστρι, συλλαβοῦσα ἀφράστως Μῆτερ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην τῆς φύσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου· Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν βυθὸν τῆς ἁλείας καταλιπών, τοῦ Σταυροῦ τῷ καλάμῳ πάντα σαφῶς, τὰ ἔθνη ἐζώγρησας, ὡς ἰχθύας Πανεύφημε· καὶ γὰρ καθὼς σοι ἔφη, Χριστὸς ἀναδέδειξαι, ἁλιεὺς ἀνθρώπων, ζωγρῶν πρὸς εὐσεβειαν· ὅθεν κατασπείρας, Θεοῦ Λόγου τὴν γνῶσιν, τὴν Πάτμον καὶ τὴν Ἔφεσον, ἐκαρπώσω τοῖς λόγοις σου, Θεολόγε Ἀπόστολε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ταπεινός, ἄξια καὶ δέομαι, Θεοτόκε πανύμνητε· Πρὶν ἢ νὺξ με φθάσῃ, θανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς μετανοίας, ὁδὸν ὁδηγοῦσα με·, ἵνα εὐχαρίστως, προσκυνῶν ἀνυμνῶ σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ οὗ αἰτοῦμαι σε, δοθῆναί μοι, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον, Πολυέλεος
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἀναπεσὼν ἐν τῷ στήθει τοῦ Ἰησοῦ, παρρησίας τυγχάνων ὡς μαθητής, ἠρώτησας· Τίς ἐστιν, ὁ προδότης σου Κύριε; καὶ ὡς ἠγαπημένῳ, ὑπάρχοντι ἔνδοξε, διὰ τοῦ ἄρτου οὗτος, σαφῶς ὑπεδείχθη σοι· Ὅθεν καὶ ὡς μύστης, γεγονὼς τῶν ἀρρήτων, τοῦ Λόγου τὴν σάρκωσιν, ἐκδιδάσκεις τὰ πέρατα, Θεολόγε Ἀπόστολε, πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος· Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλος σου.

Προκείμενον Ἦχος δ'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Δόξα... Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον Ἦχος β'
Θεολόγε Παρθένε, Μαθητὰ ἠγαπημένε τοῦ Σωτῆρος, ταῖς ἱκεσίαις σου ἡμᾶς, περίσῳζε δεόμεθα, ἀπὸ βλάβης παντοίας, ὅτι σοῦ ἐσμεν ποίμνιον.

Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.
Ἀλφάβητος ἀντιστρόφως.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Ὡς ὡραίαν ὡς περικαλῆ, ὅλην ὡς ἀμώμητον, ἐν γυναιξί Θεὸς σε ἐκλεξάμενος, σοῦ τὴν μήτραν ᾤκησε, τὴν ἀμώμητον, ὃν δυσώπει Πανάμωμε, μώμου ἐγκλημάτων, ἅπαντας ῥυσθῆναι τοὺς ὑμνοῦντας σε.

Ψαλμικῶς Ἁγνὴ ἐκ δεξιῶν, οἷά περ Βασίλισσα, τοῦ ἐκ τῆς σῆς νηδύος ἀναλάμψαντος, Βασιλέως ἕστηκας· ὃν ἱκέτευε, δεξιὸν παραστάτην με, δεῖξαι ἐν ἡμέρᾳ, τῆς ἀνταποδόσεως Θεόνυμφε.

Χερσωθεῖσαν φύσιν τῶν βροτῶν, πᾶσιν ἀτοπήμασι, τὸν ὑετὸν τεκοῦσα τὸν οὐράνιον, ὅλην ἀνεκαίνισας, ἀλλὰ δέομαι, τῆς ψυχῆς μου τὴν αὔλακα, ἀποχερσωθεῖσαν, δεῖξον καρποφόρον Θεονύμφευτε.

Ὁ Κανὼν τοῦ Εὐαγγελιστοῦ, οὗ ἡ Ἀκροστιχίς.
Βροντῆς τὸν υἱὸν χριστοτερπῶς.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε ποτὲ ΤΟ ΑΚΟΥΤΕ
Βασιλείαν τὴν τῶν οὐρανῶν, Μάκαρ ἣν ἐκήρυξας, ἀπολαβὼν καὶ τῷ Λόγῳ συνόμιλος, γεγονὼς οὐράνιος, τοὺς πιστεύοντας τῷ σεπτῷ σου κηρύγματι, καὶ θεολογίᾳ, ταῖς σαῖς ἱκεσίαις διαφύλαξον.

Ῥωμαλέον φρόνημα δεικνύς, πάντων κατεφρόνησας, τῶν ἐπὶ γῆς καὶ δεσμῶν τῶν τῆς φύσεως, καὶ τῷ Λόγῳ Πάνσοφε, λογικῶς τε καὶ νουνεχῶς συγγινόμενος, ἐκ τῆς ἀλογίας, τοὺς ἀλογωθέντας ἠλευθέρωσας.

Οὐρανίων γνῶσιν εἰληφώς, θεολογικώτατα, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον ἐκήρυξας. Ἐν ἀρχῇ ὁ Λόγος ἦν, καὶ ὁ Λόγος ἦν πρὸς τὸν αὐτοῦ Γεννήτορα, καὶ Θεὸς ὁ Λόγος, εὐαγγελιζόμενος θεόσοφε.
Θεοτοκίον
Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξί σε καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην Θεότητος· τὸν καλλοποιὸν γάρ, Λόγον ὑπὲρ λόγον ἀπεκύησας.

Ὁ Κανὼν τοῦ Εὐαγγελιστοῦ, οὗ ἡ Ἀκροστιχίς.
Ἕκτην δέησιν τῷ Θεοῦ Μύστῃ φέρω.
ὁ Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας ΤΟ ΑΚΟΥΤΕ
Εἰς τὰ τοῦ Πνεύματος βάθη τὸν λογισμόν, ἐλλαμφθεὶς ἐνέκυψας, καὶ τὴν γέννησιν ἡμῖν, τὴν φρικτὴν ἐτράνωσας βοῶν, Θεολόγε· Ἐν ἀρχῇ, ὁ Λόγος ἦν τοῦ Θεοῦ.

Κατακαμπτόμενοι πλήθει τῶν πειρασμῶν, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν ἐπαγωγαῖς, πίστει καταφεύγομεν πρὸς σέ, Θεολόγε, βοηθός, γενοῦ τοῖς δούλοις σου.

Τὰ τῶν ψυχῶν ἡμῶν πάθη τὰ χαλεπά, ἰατρὸς ὡς ἄριστος, ἰασάμενος σοφέ, αἰωνίου λύτρωσαι ἡμᾶς, καταδίκης καὶ πυρός, τῇ μεσιτείᾳ σου.
Θεοτοκίον
Ἡ τὸν Θεὸν συλλαβοῦσα τὸν δι' ἡμᾶς, γεγονότα ἄνθρωπον, τοῦτον αἴτησαι Ἁγνή, ἐν ἡμέρᾳ κρίσεως ἡμᾶς, οἰκτειρῆσαι τοὺς πολλά, ἡμαρτηκότας αὐτῷ.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».

Φορέσας με τὸν ἄνθρωπον, ἐκ γαστρός σου πρόεισιν, ὁ Ποιητὴς Πανάμωμε, ἀφθαρσίας στολὴν δωρούμενος, τοῖς πολλοῖς γυμνωθεῖσιν ἀτοπήμασιν.

Ὑπέρτιμον ἐκύησας, Θεὸν Λόγον Δέσποινα, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τὴν ταπεινήν μου ψυχήν, ἡδονῶν ἀτιμίαις, σκυθρωπάζουσαν.

Τὰ τραύματα θεράπευσον, τῆς ψυχῆς μου Ἄχραντε, τὴν ταπεινὴν καρδίαν μου, φαρμαχθεῖσαν ἰῷ τοῦ ὄφεως, δραστικῷ σου φαρμάκῳ περιποίησαι.

Κανών β', ᾨδὴ γ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Τριάδος ἐφανέρωσας, θεολόγῳ γλώττῃ σου, τὸ ὑπὲρ νοῦν μυστήριον, Ἰωάννη θεομακάριστε, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

Ἡ γλῶσσά σου γεγένηται, γραμματέως κάλαμος, τοῦ Παναγίου Πνεύματος, θεογράφως ὑποσημαίνουσα, τὸ σεπτόν τε καὶ θεῖον Εὐαγγέλιον.

Σοφίας σὺ τὴν ἄβυσσον, ἀνυμνήσω πάνσοφε, ἀναπεσὼν θεόφρονι, παρρησίᾳ τῇ τῆς σοφίας πηγῇ, καὶ ταύτης θεοκήρυξ ἐχρημάτισας.
Θεοτοκίον
Τὴν μόνην παρθενεύουσαν, καὶ Μητέρα σέβομεν, ὡς σωτηρίας πρόξενον, γενομένην ἡμῖν Πανάμωμε, καὶ κόσμον ῥυομένην ταῖς πρεσβείαις σου.

Κανών γ', ᾨδὴ γ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Οὐκ ἔστιν ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ
Νοῒ λαμπρῷ καὶ καθαρῷ, ὁμιλήσας τῷ Λόγῳ, Θεολόγε τρισμάκαρ, ἐμυήθης παρ' αὐτοῦ, τὰ ὑπὲρ λόγον σαφῶς, καὶ τὴν κτίσιν, πᾶσαν κατεφώτισας.

Δεσμῶν με ῥῦσαι χαλεπῶν, ἁμαρτίας Τρισμάκαρ, τῇ στοργῇ συνδεσμῶν με, τοῦ Δεσπότου καὶ Θεοῦ, ὃν ἀγαπήσας θερμῶς, Θεολόγος, τούτου ἐχρημάτισας.

Ἐδόθης πρόμαχος ἡμῖν, καὶ μεσίτης καὶ ῥύστης, καὶ πρὸς Κύριον πρέσβυς, καὶ θαυμάτων αὐτουργός, καὶ ἰαμάτων πηγή, Θεολόγε· ὅθεν σε γεραίρομεν.
Θεοτοκίον
Ἡνίκα Λόγος ὁ ἐκ σοῦ, σαρκωθεὶς ἀπορρήτως, Θεοτόκε ἐν ξύλῳ, ἀνυψοῦτο τοῦ Σταυροῦ, παρθένῳ τῷ Μαθητῇ, ὡς παρθένον, Κόρην σε παρέθετο.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῆς σοφίας τῷ στήθει ἀναπεσών, καὶ τὴν γνῶσιν τοῦ Λόγου καταμαθών, ἐνθέως ἐβρόντησας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καλλιγραφήσας πρῶτος, τὴν ἄναρχον γέννησιν, καὶ καταγγείλας πᾶσι, τοῦ Λόγου τὴν σάρκωσιν· ὅθεν καὶ τῇ γλώττῃ, σαγηνεύσας τὰ ἔθνη, τὴν χάριν τοῦ Πνεύματος, ἐκδιδάσκεις τοῖς πέρασι, Θεολόγε Ἀπόστολε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Ἐλεήμονα Λόγον καὶ συμπαθῆ, ὡς κυήσασα Δέσποινα τοῦ παντός, ἐλέησον ἅπαντας, τοὺς εἰς σὲ καταφεύγοντας, πειρασμῶν καὶ νόσων, καὶ πάσης κακώσεως, καὶ τῆς αἰωνιζούσης φλογὸς ἐλευθέρωσον ὅπως εὐχαρίστως, τῶν πολλῶν οἰκτιρμῶν σου, τὸν πλοῦτον δοξάζωμεν, καὶ τὸ ἄμετρον ἔλεος, καὶ βοῶμέν σοι πάντοτε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὸν τόκον σου Ἄχραντε.

Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε».

Σταγόνα μοι, κατανύξεως ὄμβρησον Δέσποινα, ἐξαίρουσαν ἅπαντα, τὸν τῆς καρδίας μου καύσωνα, καὶ τῆς ἀθυμίας μου, τάς βλαβερὰς ἐπικλύσεις ἀναστέλλουσαν.

Ῥομφαίᾳ με, ἡδονῆς πληγωθέντα καὶ κείμενον, τραυματίαν Ἄχραντε, μὴ ὑπερίδῃς, ἀλλ' ἴασαι, λόγχῃ καὶ τῷ αἵματι, τοῦ σταυρωθέντος Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν.

Πλουτήσασα, δεσποτείαν ἁπάσης τῆς κτίσεως, δεινῶς με πτωχεύσαντα, χάριτος θείας ἀξίωσον, ὅπως μεγαλύνω σε, ὡς ἀγαθὴν με προστάτιν Παναμώμητε.

Κανών β', ᾨδὴ δ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος β'
Ἐλήλυθας ΤΟ ΑΚΟΥΤΕ
Ὁ Λόγος σε, θεολόγον ἀξίως ἀνέδειξε, τὴν αὐτοῦ θεότητα, μυσταγωγήσας Πανάριστε, καὶ τὴν κατὰ ἄνθρωπον, οἰκονομίαν διδάξας τὴν ἀπόρρητον.

Νοῦν ἔνθεον καὶ παρθένον τὸ σῶμα κτησάμενος, ναὸς ἐχρημάτισας, ζῶν τε καὶ ἔμψυχος ἔνδοξε, καὶ κατοικητήριον, τῆς πανυμνήτου Τριάδος Ἱερώτατε.

Υἱότητι, τῆς ἀχράντου Παρθένου τετίμησαι, Παρθένε μακάριε, καὶ ἀδελφὰς ἀναδέδειξαι, τοῦ ἐκλεξαμένου σε, καὶ μαθητὴν θεολόγον ἐκτελέσαντος.
Θεοτοκίον
Ἰώμενος, τὴν τῆς Εὕας ἀρχαίαν παράβασιν, σὲ τὴν παναμώμητον, καὶ Παναγίαν κατῴκησεν, ὅλον με τὸν ἄνθρωπον, ἀναμορφώσας πεσόντα ὁ Ὑπέρθεος.

Κανών γ', ᾨδὴ δ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ
Σταγόσιν ἤρδευσας, τοῦ Λόγου Ἔνδοξε, τὴν ὑφήλιον πᾶσαν, τὰ θολερά, ἀσεβείας ὕδατα, ἀποξηράνας εὐσεβῶς· διὰ τοῦτο σε γεραίρομεν.

Ἰσχὺν περίζωσον, καὶ κράτος δέομαι, παρειμένην παντοίαις ἐπιφοραῖς, τὴν ψυχήν μου Πάνσοφε, τῶν ἀκαθάρτων δυσμενῶν, προσφυγοῦσαν ἐν τῇ σκέπῃ σου.

Ναὸς γενόμενος, τοῦ θείου Πνεύματος, τοὺς τῷ θείῳ ναῷ σου διηνεκῶς, πίστει προσεδρεύοντας, ναοὺς ἀνάδειξον Θεοῦ, Θεολόγε μεσιτείᾳ σου.
Θεοτοκίον
Τὸ θεῖον τέμενος, Θεοῦ ὑμνήσωμεν, τὴν Ἁγίαν Παρθένον περιφανῶς, πάντες μακαρίσωμεν, οἱ θεωθέντες δι' αὐτῆς, καὶ δεινῶν ἀπολυτρούμενοι.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».

Ὁδὸν τῆς ζωῆς, ἡ τεκοῦσα Ἄχραντε, ὁδήγησον, ὁδὸν εἰς εὐθεῖαν με, νῦν εἰς ἀνοδίας τε καὶ βάραθρα, χαλεπῶν συμπτωμάτων, ἀλόγως κρημνιζόμενον.

Ξενώσας φρενί, ἐμαυτὸν ἀγνώμονι Παρθένε Θεοῦ, ἀσώτως ἐβίωσα, χώραν εἰς μακρὰν παθῶν πλανώμενος· ἀλλ' ἐπίστρεψον σῶσον, ταῖς σαῖς με παρακλήσεσι.

Ναμάτων τῶν σῶν, ζωηρύτων πότισον τὸν δοῦλον σου, φλογμῷ συγκαιόμενον, τῶν ἁμαρτιῶν καὶ φλογιζόμενον, προσβολαῖς τῶν δαιμόνων, Παρθενομῆτορ ἄχραντε.

Κανών β', ᾨδὴ ε', τοῦ Εὐαγγελιστοῦ
Ἦχος β'
Μεσίτης Θεοῦ ΤΟ ΑΚΟΥΤΕ
Οὐράνιος νοῦς, Θεολόγε πέφηνας τῇ χάριτι, ὅλος φῶς γενόμενος, τῇ πρὸς τὸν ἀρχίφωτον ἐγγύτητι, καὶ συντόνῳ σου νεύσει, τῇ πρὸς αὐτὸν θεουμένος.

Νοῒ καθαρῷ, καὶ ἁγίοις χείλεσι θεόπνευστε, καὶ πανάγνῳ στόματι, τὸ σὸν Εὐαγγέλιον ἐκήρυξας, καὶ κοινὴν σωτηρίαν, πᾶσι πιστοῖς προτέθεικας.

Χριστῷ συνοικῶν, ἀπὸ βρέφους ὄργανον τῆς χάριτος, ὑπ' αὐτοῦ προβέβλησαι, τὴν θεολογίαν ἑξασκούμενος, καὶ Τριάδος τὴν δόξαν, ὑπερφυῶς μυούμενος.
Θεοτοκίον
Ῥημάτων τῶν σῶν, μεμνημένοι σε νῦν μακαρίζομεν, διὰ σοῦ Πανάμωμε, τὴν μακαριότητα τὴν ἄφραστον, καὶ ζωὴν τὴν ἀγήρω, παναληθῶς πλουτήσαντες.

Κανών γ', ᾨδὴ ε', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Τῷ θείῳ φέγγει σου ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ὄρθρος ἔλαμψας τοῖς ἐν γῇ, τὴν ἀνατολὴν τὴν νοητήν, ἀνακηρύττων Ἀπόστολε, κόσμῳ μετὰ σώματος ἐνδημήσασαν, καὶ τῆς πολυθεΐας τὸ σκότος λύσασαν.

Θεολογίαις σου ἱεραῖς, ἅπασαν κατήρδευσας ψυχήν, Ἱεροκῆρυξ, Ἀπόστολε· ὅθεν σοι κραυγάζω, τὴν χερσωθεῖσάν μου, καρδίαν ἁμαρτίαις, ὅλην κατάρδευσον.

Ἐπλήγην βέλεσι τοῦ ἐχθροῦ, ὅλον με ὑγίωσον Σοφέ, ἐπιστασίᾳ σου δέομαι, καὶ πρὸς τάς ὀδοὺς με Θεοῦ κατεύθυνον, ἀεὶ ταῖς ἀνοδίαις ἀποπλανώμενον.
Θεοτοκίον
Ὅτε παρέστης σὺν Μαθητῇ, τῷ ἠγαπημένῳ ἐν Σταυρῷ, τοῦ σοῦ Υἱοῦ Παναμώμητε, ἔστενες δακρύουσα καὶ ἐθαύμαζες, αὐτοῦ τὴν πρὸς ἀνθρώπους πολλὴν συμπάθειαν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα.

Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Μὴ με δείξῃς δαιμόνων ἐπίχαρμα, ἐν τῷ κριτηρίῳ τῷ μέλλοντι Δέποινα, ἀλλ' εὐμενῶς πρόσβλέψαί μοι, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον.

Λογισμοῖς παροργίζων σε Κύριε, καὶ ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου. Οἴκτειρον σῶσον με.

Κατακρίσεως ῥῦσαὶ με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοῖς πταίσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων πανύμνητε.

Κανών β', ᾨδὴ ς', τοῦ Εὐαγγελιστοῦ
Ἦχος β'
Ἐν ἀβύσσῳ ΤΟ ΑΚΟΥΤΕ
Ἰησοῦς ὁ Θεός μου καὶ Κύριος, σὲ τῆς καθαρότητος ἀποδεξάμενος, καὶ παντελοῦς ἁγνότητος, ἀδελφὸν Θεολόγε προσήκατο.

Στεφανώσας ἁγίως τὸν βίον σου, οὕτω πεποιθὼς τῆς σοφίας ἀνέπεσες, ἐπὶ τὸ στῆθος Ἔνδοξε, καὶ τὴν χάριν ἐκεῖθεν ἀνείλκυσας.

Τὰ μεγάλα καὶ θεῖα πυρσεύματα, τῆς θεολογίας σου πᾶσαν ἐφώτισαν, τὴν οἰκουμένην Ἔνδοξε, καὶ φωτὶ τρισηλίῳ κατηύγασαν.
Θεοτοκίον
Οὐρανὸν ὁ τανύσας βουλήματι, οὐρανὸν ἐπίγειον ἄλλον ἐπλάτυνε, σὲ Θεομῆτορ ἄχραντε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανεν.

Κανών γ', ᾨδὴ ς', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ
Ὑπῆρξεν ὡς κάλαμος, ὀξυγράφου ἀληθῶς, ἡ θεολόγος γλῶττά σου, καλλιγραφοῦσα γνῶσιν ἀληθινήν, καὶ νόμον καινότατον, ἐν πλαξὶ Θεολόγε καρδιῶν ἡμῶν.

Μαράνας προθέλυμνα, ἀσεβείας τὰ φυτά, ὡς γεωργὸς πανάριστος, ἐν τῇ ψυχῇ μου φόβον τὸν τοῦ Θεοῦ, ἐμφύτευσον Ἔνδοξε, ἀρετῶν εὐκαρπίαν ἀναθαλλοντα.

Υἱὸν τῆς Παρθένου σε, ὁ ἐκ ταύτης προελθών, περιφανῶς ὠνόμασε, μεθ' ἧς δυσώπει, θέσει πάντας υἱούς, Θεοῦ Παναοίδιμε, χρηματίσαι ποιοῦντας τὰ εὐάρεστα.
Θεοτοκίον
Σαρκὸς ὁμοιώματι, ἐγνωρίσθη τοῖς βροτοῖς, Θεὸς ἐκ σοῦ Πανάμωμε, ὃν ἐκδυσώπει πάντοτε τῆς σαρκός, ἡμῶν τὰ φρονήματα, Παναγία νεκρῶσαι τὰ ὀλέθρια.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Τὰ μεγαλεῖα σου Παρθένε, τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.
Ὁ Οἶκος
Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἔρευναν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ οὖν ἄστρα ἑξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὔτε τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν ἔστεψεν! οὗ τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου, καὶ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ, Φίλου, Ἐπιστηθίου, Παρθένου, Ἠγαπημένου, Ἰωάννου τοῦ Θεολόγου.
Στίχοι
Πατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ,
Πάντων μαθητῶν Ἠγαπημένε πλέον.
Πρός γε Θεὸν μετέβη βροντῆς παῖς εἰκάδι ἕκτῃ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος».

Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, βεβαία ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχουσα Δέσποινα, τοὺς πολεμοῦντας με, δαίμονας πολέμησον ἀεί, ἐπιζητοῦντας τοῦ θανατῶσαι με.

Θεὸν σωματώσασα παρθενικῶν σου, αἱμάτων ἐθέωσας, Παρθένε τὸ ἀνθρώπινον· διὸ με τοῖς πάθεσι καταρρυπούμενον, καὶ καταφθειρόμενον ἐχθροῦ, ταῖς μεθοδείαις ῥῦσαι πρεσβείαις σου.

Ἡ κάμινος γέννησιν προδιετύπου, τὴν σὴν Παναμώμητε· τοὺς Παῖδας γὰρ οὐκ ἔφλεξεν, ὡς οὐδὲ τὴν μήτραν σου τὸ πῦρ τὸ ἄστεκτον· ὅθεν ἱκετεύω σε, πυρὸς τοῦ αἰωνίου ῥῦσαι τὸν δοῦλον σου.

Κανών β', ᾨδὴ ζ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Τῇ θείᾳ λαμπόμενος φωτοχυσίᾳ, τὸ Πνεῦμα τὸ Ἅγιον, τρανῶς ἐθεολόγησας, τὸ ἐκπορευόμενον ἐκ τοῦ ἀνάρχου Πατρός, καὶ ἀναπαυόμενον Υἱῷ, ἀνεκφοιτήτως ὡς ὁμοούσιον.

Ἐν σοὶ Μάκαρ ἔθετο δικαιοσύνης, ὁ ἥλιος σκήνωμα, οὐρανὸν ἀεικίνητον, ὁ σὲ ἐργασάμενος, καὶ θεολόγῳ σου, γλώττῃ κηρυττόμενος Χριστός, ἠγαπημένε ὁ ὑπερένδοξος.

Ῥημάτων ἡ δύναμις, ὁ θεῖος φθόγγος, τῶν σῶν ἐξελήλυθε, Παμμάκαρ ἀξιάγαστε, καὶ τὸ ὑπερκόσμιον σου Εὐαγγέλιον, πᾶσαν περιέλαβε τὴν γῆν, τῇ τῶν δογμάτων μεγαλειότητι.
Θεοτοκίον
Πανάχραντον σύλληψιν, ἄφθορον τόκον, σὺ μόνη ὑπέδειξας, παρθένος διαμείνασα· Θεὸν γὰρ συνέλαβες, τὸν ἐπὶ πάντων Ἁγνή, ἄνθρωπον γενόμενον πιστῶν, πρὸς σωτηρίαν καὶ ἀπολύτρωσιν.

Κανών γ', ᾨδὴ ζ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ
Τὴν βροντὴν τὴν διηχήσασαν εἰς ἅπαντα, τὰ πέρατα ὑμνήσωμεν, τὸν Θεολόγον, δι' οὗ πᾶσα ὄντως ἀκοή, ἐμβρόντητος ἤρθη ἀπὸ γῆς, καὶ μεγαλύνεται Χριστός, ὁ τοῦ παντὸς Ποιητής.

Ἡ περίβλεπτος τοῦ οἴκου σου εὐπρέπεια, πᾶσαν φαιδρύνει ἔννοιαν, ἐν ᾧ πάντοτε ἀθροιζόμενοι θεοπρεπῶς, ὑμνοῦμεν τὸν πάντων Ποιητήν, καὶ εὐφημοῦμέν σε πιστῶς, ὄντα προστάτην ἡμῶν.

Φωτοβόλον ὡς ἀστέρα σε γινώσκοντες, ταῖς σελασφόροις λάμψεσι, σου φωτίζεσθαι, μαθητὰ δεόμεθα Χριστοῦ, ῥυόμενοι σκότους τῶν παθῶν, καὶ πειρασμῶν παντοδαπῶν τῇ μεσιτείᾳ σου.
Θεοτοκίον
Εὐλογοῦμεν σε πανάμωμε κυήσασαν, εὐλογημένον Κύριον, τὸν εὐλογίαις καταστέψαντα ταῖς θεϊκαῖς, ἐπάρατον φύσιν τῶν βροτῶν, καὶ καινουργήσαντα ἡμᾶς, παλαιωθέντας φθορᾷ.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ζήλου τὰ καλά, κακῶν μακρυνομένη, δι' ἐμμελείας θείων πράξεων, ψυχή μου πρεσβεύουσαν, ὑπὲρ σοῦ τὴν Θεομήτορα, καὶ πάντων ἀκαταίσχυντον, ἔχουσα προστασίαν, ὡς συμπαθῆ καὶ φιλάνθρωπον.

Ἔλυσας δεσμοῦ, τῆς πάλαι καταδίκης, Θεοκυῆτορ τὸ ἀνθρώπινον· ὅθεν ἱκετεύω σε, διαλῦσαι πάντα σύνδεσμον, κακίας τῆς καρδίας μου, Ἄχραντε συνδεσμοῦσα, θείᾳ στοργῇ με τοῦ κτίσαντος.

Δόξης τοῦ Πατρός, ἀπαύγασμα, τεκοῦσα, τὴν ἀδοξίᾳ σκυθρωπάζουσαν πταισμάτων καρδίαν μου, Θεοτόκε καταφαίδρυνον, καὶ δόξης με ἀνάδειξον, μέτοχον ἀϊδίου, ὅπως ἐν πίστει δοξάζω σε.

Κανών β', ᾨδὴ η', τοῦ Εὐαγγελιστοῦ
Ἦχος β'
Κάμινός ποτε ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ ἀστραπή, φωτὸς διερχομένη, τῇ οἰκουμένῃ Μάκαρ ἔφανας, ἁγνείας λαμπρότητι, παρθενίας τε φανότητι, καὶ εὐσεβείας δόγμασι, κόσμον καταλαμπρύνων, ἠγαπημένε Χριστῷ τῷ Θεῷ.

Σῶμα καὶ ψυχήν, καὶ νοῦν κεκαθαρμένος εὐηγγελίσω τὸ οὐράνιον, Χριστοῦ Εὐαγγέλιον, καὶ Ἀγγέλοις ὁμοδίαιτος, ἐν οὐρανοῖς γενόμενος, κράζεις νῦν· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Ἄγαλμα φαιδρόν, ἀνάθημά τε θεῖον, ἐπουρανίου ναοῦ γέγονας, καὶ θρόνου αἰσθήσεως, καὶ σοφίας ἐνδιαίτημα, θεολογίας ὄργανον, μέλπων, Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον
Ἵνα τὴν ἀράν, τὴν πρώην ἀφανίσῃς, καὶ τοῦ θανάτου τὸ κατάκριμα, τῆς πάλαι Προμήτορος, ἐκ Παρθένου Θεομήτορος, Λόγε Θεοῦ γεγέννησαι, πᾶσι δεδωρημένος, ἀθανασίαν ἀνώλεθρον.

Κανών γ', ᾨδὴ η', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ
Ῥητορεύουσαν γλῶσσαν, Μάκαρ εὐπόρησας, καὶ θανόντας κακίᾳ, πάντας ἐζώωσας, τοὺς τὸ ἱερόν, δεξαμένους σου κήρυγμα· ὅθεν σε τιμῶμεν, ὡς μύστην τῶν ἀρρήτων.

Ὡς Παράδεισος ἄλλος, ὁ θεῖος οἶκός σου, ἀναδέδεικται θαύμασιν, ὥσπερ ἄνθεσι, πάντων τάς ψυχάς, ἐνηδύνων Ἀπόστολε, καὶ τῶν παθημάτων, διώκων τὸ δυσῶδες.

Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες καὶ ῥῦσαι με, ἐξ ἐχθρῶν καθ' ἑκάστην, ἐπεμβαινόντων μοι, καὶ τὴν ταπεινήν, συντριβόντων καρδίαν μου, ἔχων δυσωποῦντα, τὸν θεῖον Μαθητήν σου.
Θεοτοκίον
Ἰησοῦν τὸν Σωτῆρα, ὃν ἐσωμάτωσας, ἐξ ἁγνῶν σου αἱμάτων, θεοχαρίτωτε, αἴτησαι ἡμᾶς, οἰκτειρῆσαι τοὺς δούλους σου, καὶ τῆς αἰωνίου κολάσεως ἐξᾶραι.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Γευσάμενος βρώσεως, μὴ προσηκούσης θάνατον, ὁ Ἀδὰμ ἐκ τοῦ ξύλου πικρῶς ἐτρύγησε, ξύλῳ δὲ παγεὶς ὁ Υἱός σου, τὸν γλυκασμὸν τῆς ἀθανασίας, ἐπήγασεν Ἄχραντε· διὰ τοῦτό σε γεραίρομεν.

Βασίλισσα πέφυκας, τὸν Βασιλέα Κύριον, ὑπὲρ λόγον τεκοῦσα τὸν διαλύσαντα, ᾍδου τὰ βασίλεια Κόρη, ὃν ἐκτενῶς, δυσώπει τῆς ἄνω, βασιλείας ἅπαντας, ἀξιῶσαι τοὺς τιμῶντας σε.

Ἀγάθυνον Δέσποινα, τὴν ταπεινὴν καρδίαν μου, ἡδονῶν κακωθεῖσαν ταῖς ἐπικλύσεσιν, ὡς τὸν ἀγαθὸν τετοκυῖα, καὶ ἀγαθὴ ὑπάρχουσα ὅλη, καὶ πρὸς μετανοίας με, ἀγαθὰς πύλας εἰσάγαγε.

Κανών β', ᾨδὴ θ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Νῦν οὐκ ἐν αἰνίγματι, πρὸς πρόσωπον δὲ πρόσωπον, τῆς τρυφῆς τὸν χειμάρρουν ὁρᾶν ἠξίωσαι, καὶ τὸν ποταμὸν τῆς εἰρήνης, καὶ τὴν πηγὴν τῆς ἀθανασίας, ἐξ ἧς ἀρδευόμενος, ἀπολαύεις τῆς θεώσεως.

Ἐπίγειον ᾔτησας, παρὰ Χριστοῦ καθέδραν λαβεῖν· ἀλλ' αὐτὸς σοι τὸ στῆθος αὐτοῦ χαρίζεται, ᾧ ἐπικλιθεὶς Θεολόγε, τὴν ἀσφαλῆ καὶ μόνιμον ἕδραν, τοῦ καλοῦ πεπλούτηκας, Ἀποστόλων ἐγκαλλώπισμα.

Σοφίας κατέσβεσας, Ἑλληνικῆς τὸ ἄθεον, ἐν ἀρχῇ ἦν ὁ Λόγος σοφὲ φθεγξάμενος, καὶ πρὸς τὸν Θεὸν ἦν ὁ Λόγος, καὶ ἀληθῶς Θεὸς ἦν ὁ Λόγος, δι' οὗ πάντα γέγονεν, ὁρατὰ καὶ τὰ ἀόρατα.
Θεοτοκίον
Ὡς ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα, τὴν ἀνατολὴν τοῦ Ἡλίου, τοῦ νοητοῦ τῆς δικαιοσύνης, ἡμῖν φανερώσασα, Θεομῆτορ πανσεβάσμιε.

Κανών γ', ᾨδὴ θ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον ΤΟ ΑΚΟΥΤΕ
Ὡρῶν καὶ χρόνων ὑπάρχων κύριος, ὁ Λυτρωτὴς μεσούσης τῆς ἡμέρας ἐκρέματο, ἐπὶ ξύλου καὶ σοὶ παρετίθετο, οἷα παρθένῳ Μάκαρ, τὴν Ἀειπάρθενον, κλέος ἀναφαίρετον διδούς, τοῦ μεγαλύνειν σε.

Συνὼν ταῖς ἄνω θείαις Δυνάμεσι, καὶ σὺν αὐταῖς τὸ θεῖον ἀνακράζων μελῴδημα, τοὺς ἐν οἴκῳ ἁγίῳ σου ψάλλοντας, καὶ ἀνυμνολογοῦντας, τὸν ὑπεράγαθον, σῷζε μεσιτείαις σου σεπταῖς, Χριστοῦ Ἀπόστολε.

Ἡμᾶς τοὺς πίστει παρακαλοῦντας σε, σῷζε παντὸς κινδύνου, Θεολόγε μακάριε, τάς πορείας ἡμῶν τάς πρὸς Κύριον, πνεύματι κατευθύνων, καὶ ὁδηγῶν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης, ἐντολῶν τοῦ Παντοκράτορος.
Θεοτοκίον
Φωνὴν προσάξωμεν χαριστήριον, τῇ τοῦ Θεοῦ μητρὶ περιφανῶς καὶ βοήσωμεν, Χαῖρε θρόνε Θεοῦ ὑψηλότατε, χαῖρε φωτὸς νεφέλη, χαῖρε παράδεισε, δι' ἧς Παραδείσου τῆς τρυφῆς κατηξιώθημεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Βροντῆς υἱὸς γενόμενος, βροτοῖς ἐθεολόγησας, τό, ἐν ἀρχῇ ἦν ὁ Λόγος, Ἀπόστολε Ἰωάννη, ἐπιπεσὼν τῷ στήθει γάρ· Πιστῶς τῷ τοῦ Δεσπότου σου, κἀκεῖθεν ἀρυσάμενος, θεολογίας τὰ ῥεῖθρα, τὴν κτίσιν πᾶσαν ἀρδεύεις.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ τῷ τοῦ Κυρίου σου, παρισταμένη Πάναγνε, σὺν Μαθητῇ τῷ Παρθένῳ· Γύναι ἰδοὺ ὁ υἱός σου, ἀκήκοας τοῦ πλάσαντος, τῷ Μαθητῇ ὡσαύτως δέ, ἰδού φησὶν ἡ μήτηρ σου· μεθ' οὗ σε πάντες ὑμνοῦμεν, Θεογεννῆτορ Παρθένε.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Μάκαρ, Ἰωάννη πάνσοφε, περιουσία θερμή, τῆς Χριστοῦ ἀγαπήσεως, πλέον πάντων πέφηνας, Μαθητῶν ἀγαπώμενος, τῷ παντεπόπτῃ Λόγῳ καὶ κρίνοντι, δικαίοις πᾶσαν τὴν οἰκουμένην ζυγοῖς, τῆς καθαρότητος, καὶ ἁγνείας κάλλεσι καταυγασθείς, σῶμα καὶ διάνοιαν θεομακάριστε.
Ἦχος πλ. δ'
Θεολογίας τὰ νάματα, ἐπὶ τοῦ στήθους πεσών, τῆς σοφίας ἐξήντλησας, καὶ τὸν κόσμον ἤρδευσας, Ἰωάννη πανάριστε, τῇ τῆς Τριάδος γνώσει τὴν θάλασσαν, καταξηράνας τῆς ἀθεότητος, στῦλος γενόμενος, καὶ νεφέλη ἔμψυχος καθοδηγῶν, πρὸς τὴν ἐπουράνιον, κληροδοσίαν ἡμᾶς.
Ἦχος πλ. δ'
Τὸ παρθενίας ἀπάνθισμα, τὸ τῶν σεπτὼν ἀρετῶν, δεκτικὸν ἐνδιαίτημα, τῆς σοφίας ὄργανον, τὸ τοῦ Πνεύματος τέμενος, τὸ φωτοφόρον στόμα τῆς χάριτος, τῆς Ἐκκλησίας τὸ φαεινότατον, ὄμμα τὸν πάνσεπτον, Ἰωάννην ᾄσμασι πνευματικοῖς, νῦν ἀνευφημήσωμεν, ὡς ὑπηρέτην Χριστοῦ.
Ἦχος πλ. δ'
Εὐαγγελιστὰ θεσπέσιε, τῶν ἀγαθῶν τὴν πηγήν, βασιλείαν ἀσάλευτον, καὶ ζωὴν αἰώνιον, καὶ χαρὰν ἀνεκλάλητον, καὶ θεωρίας θείας ἀπόλαυσιν, καὶ πλουτοδότως Χριστοῦ χαρίσματα, νοῦν ὑπερβαίνοντα, καὶ βροτῶν διάνοιαν, γόνε βροντῆς, εὐαγγελιζόμενος, τῷ κόσμῳ ἔλαμψας.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Εὐαγγελιστὰ Ἰωάννη, Ἰσάγγελε Παρθένε, Θεολόγε θεοδίδακτε, ὀρθοδόξως τῷ κόσμῳ, τὴν ἄχραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ βλύζουσαν ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωήν, ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Μεγάλη Δοξολογία

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ' καὶ ς' κλπ.

Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.