Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ὁμολογητοῦ
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Πάθη τὰ τοῦ σώματος, δι' ἐγκρατείας ἐμάρανας, καὶ συντόνου δεήσεως, καὶ ὄφιν τὸν δόλιον, τῶν δακρύων ὄμβροις, ἀπέπνιξας Πάτερ, καὶ εὐηρέστησας Θεῷ, ὑπερβαλλόντως Χαρίτων Ὅσιε· διὸ σε κατεκόσμησεν, ἐπουρανίοις χαρίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ἱδρῶσιν ἀσκήσεως, ἐναποσβέσας τοὺς ἄνθρακας, τῶν παθῶν ἀξιάγαστε, πυρὶ προσωμίλησας, αἰκισμῶν καὶ πόνων, καθομολογήσας, πρὸ τῶν ἀνόμων δικαστῶν, τοῦ σαρκωθέντος Λόγου τὴν κένωσιν, καὶ Μάρτυς ἐχρημάτισας, πεποικιλμένος, τοῖς στίγμασι, πολυτρόπων κολάσεων, θεοφόρε πανόλβιε.
Ἦχος δ'
Ἐρήμοις καὶ ὄρεσι, σὺ φυγαδεύων ἐμάκρυνας, τὴν ψυχὴν ἀκηλίδωτον, τηρῶν ἱερώτατε, καὶ Τριάδος οἶκος, Χαρίτων ἐδείχθης, ἧς τῇ δυνάμει ἱερούς, ἀνεδομήσω οἴκους μακάριε, καὶ μάνδρας εἰς σωτήριον, τῶν μοναστῶν περιποίησιν, τῶν τιμώντων τὴν μνήμην σου, τὴν ἁγίαν ἀοίδιμε
Δοξαστικὸν
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Θεοφόρε Χαρίτων, σὺ καὶ μετὰ θάνατον ἐν οὐρανοῖς ζῇς ἐν τῷ Χριστῷ, δι' ὃν τῷ κόσμῳ σεαυτὸν ἀνεσταύρωσας· ἔξω γὰρ σαρκὸς καὶ κόσμου γενόμενος, ὑπὲρ τὰ ὁρώμενα ἔζης ἀληθῶς· οὐ γὰρ ἔζης σεαυτῷ, ἔζη δὲ μᾶλλον ἐν σοὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· Αὐτὸν ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα   χαρίτωσον, τὸν νοῦν μου Πανάμωμε, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο, καὶ τὶ τὸ ὅραμα ἔκραζεν, Υἱὲ ποθεινότατε; ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας; Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δέσποτα.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Χαρίτων Ὅσιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν· Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων, μεθ' ὧν πρὲσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε πιστῶν περιποίησις, ἁμαρτανόντων λιμήν, ἀμελούντων διόρθωσις, χαῖρε ψυχαγώγημα, θλιβομένων βοήθεια, παραμυθία, χαῖρε ψυχῶν ἀγαθή, τῶν ἀσθενούντων, ψυχῶν ἡ ἴασις, χαῖρε συνάλλαγμα, πρὸς Θεὸν μεσίτρια, τῶν Σεραφὶμ πάντων ὑπερέχουσα, ἁγιωτέρα σεμνή.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Τὶ τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι ὁ πᾶσι νέμων ζωήν; ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ κρεμάμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄ

Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς τῶν δακρύων σου ῥοαῖς,
τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας,
καὶ τοῖς ἐκ βάθους στεναγμοῖς,
εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας,
καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν·
Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε,
πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἠιμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἀθλήσεως πόνοις δοκιμασθείς, τῆς ἀσκήσεως ἄθλοις βεβαιωθείς, χρυσίου λαμπρότερον, εὐσεβείᾳ ἀπήστραψας, καὶ καθαρὸν δοχεῖον ὑπάρξας τοῦ Πνεύματος, πονηρῶν πνευμάτων τὸ σκότος ἐμείωσας· ὅθεν συναθροίσας, μοναζόντων ἀγέλας, ποιμὴν τούτων γέγονας, καὶ φωστὴρ διαυγέστατος· Ὦ Χαρίτων μακάριε, πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον, ὅμοιον
Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν· καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δός μοι μετάνοιαν, καὶ πταισμάτων συγχώρησιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρὲσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σε γὰρ ἔχω ἐλπίδα ὁ δοῦλος σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε κλαίουσα, καὶ πικρῶς ἀπεφθέγγετο· ὁ μεν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος· ἱλάσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων, ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὰ ἄχραντα πάθη σου.

Κανών α', ᾨδὴ α', τοῦ Ὁμολογητοῦ, Ποίημα Θεοφάνους. οἱ δέ, Ἰωάννου Μοναχοῦ.
Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Θαλάσσης, ἀθλητικῆς τὸ πέλαγος, διανηξάμενος, τῷ ζωηφόρῳ ὅπλῳ τοῦ Σταυροῦ, Φαραὼ τὸν ἀλάστορα, τὸν νοητὸν Μακάριε, θείᾳ δυνάμει κατεπόντισας.

Κυρίῳ, ἀνατεθεὶς Μακάριε, σπαργάνων ἐκ μητρικῶν, τυραννικοῦ πρὸ βήματος Χριστόν, θεοφρόνως ἐκήρυξας, μωσαϊκῶς καθεῖλες δέ, τῶν ἀντιθέων τὰ φρυάγματα.

Τῆς πλάνης, καταλιπὼν τὴν Αἴγυπτον, Χαρίτων Ὅσιε, καὶ ἐρημοπολίτης γεγονώς, καθαρῶς προσωμίλησας, τῷ καθαρῷ καὶ εἴληφας, τὴν κληρουχίαν τὴν οὐράνιον.
Θεοτοκίον
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁμολογητοῦ
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνεται ἐπὶ σοί, τῶν φοιτητῶν ἡ λογικὴ ποίμνη σου, πνευματικῆς Ὅσιε, τῆς σῆς κοινωνοῦσα φαιδρότητος.

Τὸ φρόνημα τῆς σαρκός, ὡς δυσμενείας εἰς Θεὸν αἴτιον, τῷ τῆς ζωῆς πνεύματι, Ὅσιε Χαρίτων ὑπέταξας.

Κάθεῖλες δαυϊτικῶς, τοῦ ἀλλοφύλου Γολιὰθ Ὅσιε, τὴν νοητὴν δύναμιν, ἐν τῇ παντευχίᾳ τοῦ Πνεύματος.
Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί,
ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·
Σύ μου ἰσχὺς Κύριε,
καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ' εἰκόνα Θεοῦ, Χαρίτων μακάριε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χαρίτας ἰαμάτων, ἀπαστράπτουσα πίστει· διὸ καὶ ἑορτάζομεν, πόθῳ τὴν μνήμην σου.
Θεοτοκίον
Παρθένε πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν τοῖς Ὁσίοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσι σε κατὰ χρέος, μόνη πανύμνητε.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ σε ἡλούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς εὔσπλαγχνος.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁμολογητοῦ
Ἦχος δ'
Δι' ἀγάπησιν Οἰκτίρμον ΤΟ ΑΚΟΥΤΕ
Τάς τυραννούσας Χαρίτων πρὸ τελευτῆς σου, τῆς ἐγκρατείας πόνοις, ἡδονὰς θανατώσας, ζωηφόρον νέκρωσιν, ὁσίως ἐνδέδυσαι.

Τάς συμπνιγούσας ψυχῆς τὴν καρποφορίαν, βιωτικὰς μερίμνας, τῇ ἐμπύρῳ μελέτῃ, ὡς ἀκάνθας ἔφλεξας, Χαρίτων μακάριε.

Ἐστεφάνωσαν αἱ χάριτες σὲ Χαρίτων, ἀθλητικῷ στεφάνῳ, τῆς Χριστοῦ βασιλείας· τῆς γὰρ πλάνης ἔσβεσας, τὴν μέθην μακάριε.
Θεοτοκίον
Ἀνεκλάλητος ὁ τόκος σου ἀνεδείχθη, Θεογεννῆτορ μόνη, ἁγνὴ εὐλογημένη· ὅθεν σοι προσπίπτοντες, τὸ Χαῖρε κραυγάζομεν.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁμολογητοῦ
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Σὺ Ὅσιε φωτός, ἀκηλίδωτον ἔσοπτρον, τῆς ἄνωθεν φρυκτωρίας, τηλαυγῶς ἀνεδείχθης, Χαρίτων παμμακάριστε.

Σὺ Ὅσιε δισσαῖς, ἀπαστράπτεις ταῖς χάρισιν· ἀθλήσεων αἰκισμοῖς γάρ, εὐσεβῶς ἐπυρσώθης, καὶ πόνοις τῆς ἀσκήσεως.

Σὺ Ὅσιε ψυχῶν, ἰατρὸς ἀναδέδειξαι, τὴν ἔνθεον ἐξ ὀνύχων, ἁπαλῶν ἐκζητήσας, σοφίαν παμμακάριστε.
Θεοτοκίον
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁμολογητοῦ
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Οὐ ψάμμον, ἀλλὰ Χριστὸν θεμέλιον θέμενος, ἐπῳκοδόμησας Πάτερ, ἀρετὴν χρυσίου τιμιωτέραν, καὶ Τριάδος, τῆς Παναγίας γέγονας οἴκημα.

Ὄργανον, τῆς κακίας ὁ ὄφις γνωρίζεται, ἀλλὰ ταῖς σαῖς θεοφόρε, ἀρεταῖς Χαρίτων νενικημένος, τοὺς ἀδίκους, ἐκ δικαίας προνοίας ἀμύνεται.

Οὐδὲν σε, τῆς πρὸς Θεὸν ἀγάπης ἐχώρισεν, οὐκ αἰκιζόμενον σῶμα, οὐ θανάτου ψῆφος ἀπειλουμένη, ἐν ἑνώσει, Θεοῦ κατατρυφῶντα Μακάριε.
Θεοτοκίον
Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε,
ἡ Ἐκκλησία βοᾷ σοι,
ἐκ δαιμόνων λύθρου κεκαθαρμένη,
τῷ δι' οἶκτον,
ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον
Ἦχος β'
Τοὺς ἀσφαλεῖς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀσκητὴν τῆς ἐγκρατείας ἅπαντες, καὶ ἀθλητὴν τῆς εὐσεβείας σήμερον, οἱ πιστοὶ ἐν ὕμνοις στέψωμεν, καὶ ἐγκωμίοις εὐφημήσωμεν, Χαρίτωνα ποιμένα καὶ Διδάσκαλον, καὶ Μάρτυρα Χριστοῦ τὸν χαριτώνυμον, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.
Ὁ Οἶκος
Τοῦτον τὸν μέγαν ἐν τοῖς Ὁσίοις, τὸν φωστῆρα τὸν θεῖον Ἰκονίου πιστοί, Χαρίτωνα τὸν μακάριον, ἐν ὑμνῳδίαις ἀνευφημήσωμεν, καὶ ἐν ᾄσμασι θείοις, αὐτοῦ τὴν κάραν στέψωμεν· τὴν γὰρ ὀφρὺν τῶν ματαίων εἰδώλων ἠδάφισε, σὺν τούτοις καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν πᾶσαν ἐνέκρωσε· διὸ τοὺς πόνους μὲν ἤνεγκε, τῶν βραβείων δὲ ἔτυχεν ἀληθῶς· Αὐτὸν οὖν ἐπαινοῦντες γεραίρομεν, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος.
Στίχοι
Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων,
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Βαρούχ.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων, καὶ αὐταδέλφων, Ἀλεξάνδρου, Ἀλφειοῦ, καὶ Ζωσίμου, καὶ τοῦ Ἁγίου Μάρτυρος Μάρκου τοῦ ποιμένος, καὶ τῶν Ἁγίων Μαρτύρων Νίκωνος, Νέωνος, Ἡλιοδώρου, καὶ τῶν λοιπῶν παρθένων καὶ παίδων.
Στίχοι
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον.
Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος,
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια,
Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσταθίου τοῦ Ῥωμαίου.
Στίχοι
Ῥωμαῖός ἐστιν, ἀλλὰ καὶ ῥωμαλέος.
Ὁ Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου, καὶ τῶν σὺν αὐτῷ τριάκοντα Μαρτύρων.
Στίχοι
Ἔξαρχον Ἀλέξανδρον εἶχον τοῦ τέλους,
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρισδέκα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁμολογητοῦ
Ἦχος δ'
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Τοῖς ἐν καμίνῳ, Ἀβραμιαίοις ἁμιλλώμενος, ζήλῳ εὐσεβείας δόγμα τυραννικόν, θεοφόρε κατεπάτησας· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

Ὡς ἐν καμίνῳ, τῶν πειρασμῶν τοῖς ὑπεκκαύμασι, θεία δροσοβόλος χάρις ἐξ οὐρανοῦ, ἐπεσκέψατό σε Ὅσιε· Εὐλογημένος εἶ ὁ Θεός μου, βοῶντα καὶ Κύριος.

Ὡς τετρωμένος, τῷ τῆς Τριάδος θείῳ ἔρωτι, ταύτῃ ἰσαρίθμους μάνδρας πνευματικάς, μελῳδούσας ἀνατέθεικας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου, ἠγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται, ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

Κανών α', ᾨδὴ η', τοῦ Ὁμολογητοῦ
Ἦχος δ'
Χεῖρας ἐκπετάσας ΤΟ ΑΚΟΥΤΕ
Τὰ στέρνα πυρούμενος φλογί, ἀδίκους Ὅσιε ταύτῃ κατέφλεξας, αὐτὸς δὲ ἄφλεκτος ἔμεινας, ἐνεργείᾳ θείου Πνεύματος, καὶ πρὸς εὐσέβειαν λαούς, ψάλλειν διήγειρας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Χριστὸν ἐνεδύσω ἀληθῶς, τὸν πάλαι ἄνθρωπον, ἀπεκδυσάμενος, καὶ ἐθριάμβευσας Ὅσιε, τὸν τοῦ σκότους κοσμοκράτορα, ἐν αἰκισμοῖς μαρτυρικοῖς, μετ' εὐφροσύνης βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τοῦ Παύλου Χαρίτων ἀψευδῶς, γενόμενος φοιτητής, τοῖς τούτου ἴχνεσιν, ἐπηκολούθησας Ὅσιε, καὶ ἀλείπτης ἐχρημάτισας, τῶν μοναζόντων γεγονώς, πᾶσι κανὼν ἀρετῆς, τοῖς βοῶσι· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεονυμφε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ,
λεόντων χάσματα, ἐν λάκκω ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν,
ἀρετὴν περιζωσάμενοι,
οἱ εὐσεβείας ἐρασταί,
Παῖδες κραυγάζοντες· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τοῦ Ὁμολογητοῦ
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Οὐ τάφος ὁ πρόξενος λήθης, ἐmκαλύψαι ἴσχυσέ σου, Ὅσιε Χαρίτων ἀρετάς· ἡ σὴ γὰρ μνήμη διαιωνίζουσα, ἡλιακῶς ἐξέλαμψεν· ἣν ἐπαξίως μεγαλύνομεν.

Δεῦτε τὴν ἐτήσιον μνήμην, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν θεοφόρον πάντες ζηλώσωμεν, καὶ σὺν αὐτῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε.
Τριαδικὸν
Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον· ἣν εὐσεβοῦντες μεγαλύνομεν.
Θεοτοκίον
Χαῖρε καὶ εὐφραίνου ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, καὶ ὑπὲρ ἥλιον ἀστράπτουσαν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους,
ἐξ ἀλαξεύτου σου Παρθένε,
ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς
συνάψας τάς διεστώσας φύσεις.
Διὸ ἐπαγαλλόμενοι
σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀθλήσει μεν τὸ πρότερον, καλῶς ἐγγυμνασάμενος, τὸ δεύτερον δὲ ἀσκήσει, δρόμον τὸν θεῖον τελέσας, εἰς οὐρανοὺς ἀνέδραμες, καὶ τῷ Χριστῷ παρίστασαι, Χαρίτων πάτερ Ὅσιε, ὑπὲρ ἡμῶν ἐντυγχάνων, τῶν σὲ θερμῶς ἀνυμνούντων.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Βουλῆς μεγάλης Ἄγγελον, τῆς τοῦ Πατρὸς γεγέννηκας, Χριστὸν πανύμνητε Κόρη, τὸν Βασιλέα τῆς δόξῃς, οὗ τὸν σταυρὸν ἀράμενοι, οἱ Ἀσκηταὶ καὶ Μάρτυρες, ὀπίσω τούτου ἔδραμον, μεθ' ὧν ἀπαύστως δυσώπει, ὑπὲρ ἡμῶν Θεοτόκε.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Χάρις ἡ τοῦ Πνεύματος, Χαρίτων Πάτερ σοι λάμψασα, τηλαυγῶς κατεφώτισεν, ἐντεῦθεν ἐμείωσας, τῶν παθῶν τὴν νύκτα, καὶ τῆς ἀπαθείας, ἡμέραν φθάσας καθαρῶς, καθαρωτάτῳ φωτὶ ὡμίλησας, ἐν ᾧ  ἐνδιαιτώμενος, μὴ ἐπιλάθῃ Θεσπέσιε, τῶν ἐν πίστει ὑμνούντων σου, ἱερῶς τὰ μνημόσυνα.
Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Χάρις ἡ τοῦ Πνεύματος, Χαρίτων Πάτερ σοι λάμψασα, τηλαυγῶς κατεφώτισεν, ἐντεῦθεν ἐμείωσας, τῶν παθῶν τὴν νύκτα, καὶ τῆς ἀπαθείας, ἡμέραν φθάσας καθαρῶς, καθαρωτάτῳ φωτὶ ὡμίλησας, ἐν ᾧ  ἐνδιαιτώμενος, μὴ ἐπιλάθῃ Θεσπέσιε, τῶν ἐν πίστει ὑμνούντων σου, ἱερῶς τὰ μνημόσυνα.
Ἦχος δ'
Χάριν ἐπανθοῦσάν σοι, Χαρίτων φέρων οὐράνιον, ἐπιγείων ἠλόγησας· ἐντεῦθεν ὡς ἄσαρκος, κακουχίαις εἵλου, ζῆν ὡς ἀϊδίου, τρυφῆς χειμάρρουν εὐσεβῶς, περιπολεύειν μέλλων θεόληπτε, καὶ δάκρυσιν ἐξήρανας τὴν θολερὰν πηγὴν Ὅσιε, τῶν παθῶν καὶ κατήρδευσας, ψυχοτρόφους τοὺς στάχυας.
Ἦχος δ'
Χάριν τῶν ἰάσεων, Χαρίτων θείας ἐκ χάριτος, ἐπαξίως ἀπείληφας· ἐντεῦθεν πνευμάτων σοι, τῶν τῆς πονηρίας, τέτραπται ἡ πλάνη, καὶ νοσημάτων δυσχερῶν, λύμη φυγοῦσα οἴχεται Ὅσιε· πηγάζεις γὰρ ὡς νάματα, τῶν χαρισμάτων τὰ ῥεῖθρά σου, ἀφ' ὧν νῦν ἀρδευόμενοι, ἀνυμνοῦμεν τὴν μνήμην σου.
Δοξαστικὸν
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τάς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἐμε τὸν ἀδιόρθωτον, διόρθωσον πρεσβείαις σου, Θεοτόκε, ἡ ἐλπὶς Χριστιανῶν, καὶ ῥῦσαί με βασάνων, καὶ πάσης τιμωρίας, καὶ τοῦ πυρὸς τοῦ αἰωνίζοντος.

Μεγάλη Δοξολογία


Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος ᾨδὴ γ' καὶ ς' κτλ.

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.