Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Παθῶν κυριεύσας τοῦ σώματος, ἐγκρατείας χαλινῷ, θαυματουργὲ Κυριακέ, ἀπαθείας τὴν λαμπράν, Πάτερ ἐνδέδυσαι στολήν, καὶ πᾶσαν, τὴν κακίαν ἀπεγύμνωσας, τοῦ πάλαι, τοὺς Προπάτορας γυμνώσαντος, καὶ νῦν οἰκεῖς τὸν Παράδεισον, διὰ παντὸς εὐφραινόμενος, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Φέρων τὸν σταυρὸν ἐπὶ ὤμων σου, ἠκολούθησας Χριστῷ, ἀνεπιστρόφῳ λογισμῷ, τῶν ἐν βίῳ ἡδονῶν, καταφρονῶν Κυριακέ, καὶ πάθη, θανατώσας τὰ τοῦ σώματος, συντόνοις, ἀγρυπνίαις καὶ δεήσεσι, χάριν ἀπείληφας Ὅσιε, τοῦ θεραπεύειν νοσήματα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Ἔρημον κατῴκησας ὅσιε, ἐδωδὴν Κυριακέ, σκίλλαν ποιούμενος πικράν· καὶ τὴν αἴσθησιν πικραίνων, τῆς ψυχῆς τάς ἡδονάς, προρρίζους, ἐναπέτεμες μακάριε· διὸ σε ἡ οὐράνιος ἀπόλαυσις, μετὰ τὸ τέλος ἐδέξατο, ἀγγελικῶς βιοτεύσαντα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Κυριακὲ Πατὴρ ἡμῶν· διὰ σου γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συμμέτοχε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ' ὧν πρὲσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὶς ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου, Θεοτόκε ἀειπάρθενε, ἀνύμφευτε Ἁγνή, οὐ λαμβάνει τὴν ταχεῖαν, τῶν δεινῶν ἀπαλλαγήν, εὑρίσκει, βοηθὸν σε ἀκαταίσχυντον, προστάτιν τε, καὶ πύργον ἀρραγέστατον, Θεογεννῆτορ πανάμωμε, Χριστιανῶν ἡ ἀντίληψις, μεσίτευσον, τοῦ σωθῆναι τοὺς τιμῶντας σε.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἄρνα ἡ ἀμνὰς ὡς ἑώρακε, τὸν Υἱὸν τὸν ἑαυτῆς, καθηλωμένον ἐν Σταυρῷ, ἐτιτρώσκετο τῆς λύπης, τῇ ῥομφαίᾳ τὴν ψυχήν· τὰ σπλάγχνα, ἐδονεῖτο γόους πλέκουσα, καὶ λύπης, τὴν καρδίαν ἐνεπίμπλατο· Οἴμοι Υἱέ μου! κραυγάζουσα, πῶς ταῦτα πάσχεις μακρόθυμε; Δοξάζω σου, τὸ πρὸς ἅπαντας μακρόθυμον.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τάς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς τὸν Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Μεγίστων δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς· Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει βροτῶν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον ὃ ὀρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγέ.

Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐρήμου πολίτης, καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Κυριακέ· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τάς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σου πᾶσιν ἰάματα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Κυριακὲ γένοιο πρὸς Θεόν μοι προστάτης.
Ἄνευ τῶν Θεοτοκίων
Ποίημα Στεφάνου τοῦ Σαββαίτου.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾎσμα ἀναπέμψωμεν ΤΟ ΑΚΟΥΤΕ
Κλέος θείας γνώσεως Χριστέ, παράσχου μοι καὶ χάριτος, τὸν ὅσιον ἀξίως, Κυριακὸν ὑμνῆσαι, ταῖς τούτου ἐντεύξεσι· σὺ γὰρ τῶν ὑπὲρ λόγον, ὁ ταμίας σοφῶν διδαγμάτων.

Ὕμνον προσκομίζοντά σοι νῦν, Κυριακὲ μακάριε, εὐμενῶς δεδεγμένος, τῆς θείας μετασχεῖν με, Χριστὸν καθικέτευε, αἴγλης καὶ φωταυγίας, καὶ τῆς ὄντως τυχεῖν σωτηρίας.

Ῥώμῃ τοῦ Δεσπότου κραταιᾷ, ῥωννύμενος τοὺς ἄρχοντας, Κυριακὲ παμμάκαρ, τοῦ σκότους ἐτροπώσω· τοῖς τούτου δὲ ἴχνεσι, Πάτερ ἀκολουθήσας, πρὸς τὴν ἄνω κατήντησας λῆξιν.

Ἴσην ἐδείξω ἐπὶ γῆς, πρὸς Ἀσωμάτους ἅμιλλαν, ὅλον καθυποτάξας, σαρκὸς τῷ ζωηφόρῳ, τὸ φρόνημα Πνεύματι· ὅθεν ἐν οὐρανοῖς νῦν, συγχορεύεις αὐτοῖς θεοφόρε.
Θεοτοκίον
Κλῖμαξ ἀνεδείχθης νοητή, ἢν Ἰακὼβ τεθέαται, ὁ ἐκλεκτὸς τοῦ Θεοῦ, δι' ἧς ἀρρήτῳ λόγῳ, κατῆλθεν ὁ ἄσαρκος, σὰρξ ἀτρέπτως, γενέσθαι, ὑπὲρ λόγον ἐκ σοῦ Θεοτόκε.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Οὐκ ἔστιν ἅγιος ΤΟ ΑΚΟΥΤΕ
Ἀόκνως διήνυσας, τὴν τρίβον τῆς ζωῆς· ἐκ γὰρ βρέφους ἐπόθησας, τὸν Κτίστην σου Ὅσιε, ὃν διψῶν ἐξεζήτεις, ἐλάφου μιμούμενος, τὸν δρόμον ἐφ' ὑδάτων πηγάς.

Καρδίας τοῖς πίναξιν, ἐγγραφείσας τῆς σῆς, δεδεγμένος Θεσπέσιε, δακτύλῳ τοῦ Πνεύματος, ὥσπερ ἔμψυχος βίβλος, ἐμπράκτως ἐτήρησας, Χριστοῦ τάς ζωτικὰς ἐντολάς.

Ἐκράτησας Ὅσιε, ἐν νηστείαις γαστρός, τῆς λιχνώδους ὀρέξεως, καὶ τὴν ὑπόγαστρον ἡδονὴν συννεκρώσας, ἁγνείᾳ συνέζησας, Πάτερ διὰ βίου παντός.

Γηθόμενος ἔμφρονα, τῇ Τριάδι ναόν, σαυτὸν κατεσκεύασας, τὸν νοῦν καθηράμενος, καὶ σῶμα καὶ Πνεῦμα, Τρισμάκαρ καὶ γέγονας, δοχεῖον τρισηλίου φωτός.
Θεοτοκίον
Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας Μήτηρ ἀνύμφευτε, Θεοτόκε Μαρία, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι ἡμᾶς.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις, οὐκ ἔστιν ἅγιος πλὴν σου Κύριε».

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἄνω ἐφιέμενος, ὑπερκοσμίου ζωῆς, τοῦ κόσμου τὴν τερπνότητα, ὡς διαπίπτουσαν, κατέλιπες Ὅσιε· ὅθεν ἐν ταῖς ἐρήμοις, καὶ σπηλαίοις οἰκήσας, πόλεως οὐρανίου, ἀνεδείχθης πολίτης, ἐν ᾗ τῶν ἐκτελούντων τὴν σήν, μνήμην μνημόνευε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθε σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου· ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Σὺ μου ἰσχὺς Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἔφριξέ σου ἥλιος, τὸ ἐγκρατὲς καὶ στερρόν, δι' ἐτῶν σε, πλείστων ὀργιζόμενον, μὴ δυνηθείς, ὅλως κατιδεῖν, μήτε ἐν ἡμέρᾳ, τροφῆς μετέχοντα Ὅσιε, εὐτόνως μελῳδοῦντα, ἀγρυπνίαις ἀπαύστοις· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Νόμοις Καινῆς, καὶ Παλαιὰς Διαθήκης σοφέ, ἐν συνέσει, Μάκαρ τῶν Ἁγίων ἀνδρῶν, ἐμμελετῶν ἅπαν ἀρετῆς, εἶδος ἀπεμάξω, σοφῆς μελίσσης τὸν τρόπον ζηλῶν, καὶ σκεῦος χρηματίσας, ἐκλογῆς ἀνεβόας· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὄλβος τρυφῆς, καύχημα καὶ ἀγαλλίαμα, τῶν Ὁσίων, πέφυκας Χριστὲ ὁ Θεός· ὅθεν ποθῶν, σὲ Κυριακός, πάντα τὰ ἐν κόσμῳ, τερπνὰ λελόγισται σκύβαλα· διὸ καὶ ἐν ἐρήμοις, ἐρωτικῶς ἀβάτοις, κατετρύφα τῆς σῆς ὡραιότητος.

Ἴσμεν ποτέ, Μερρᾶς γλυκάναντα νάματα, τὸν Προφήτην, σκίλλης δὲ πικρὰν ἐδωδήν, μεταβαλών, σὺ Κυριακέ, εἰς γλυκεῖαν γεῦσιν, τὴν παρρησίαν δεικνύεις σαφῶς, πρὸς Κύριον τὸν ὄντως, τοὺς αὐτοῦ ὑπηρέτας, θεϊκῇ δυναστείᾳ δοξάζοντα.

Ὁ φοιτητής, καὶ μιμητὴς τοῦ Δεσπότου Χριστοῦ, τοῦ ἱκέτου σεληνιαζόμενον, σὺ τὸν υἱόν, διὰ προσευχῆς, οἴκτῳ θεραπεύεις, πρὸς τούτου χάριν δεξάμενος, τάς νόσους φυγαδευειν, καὶ δαιμόνων τὰ στίφη, ἀπελαύνειν τῷ τύπῳ τοῦ θείου Σταυροῦ.
Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Πρὸς Χριστοῦ δεδεγμένος, τὴν ἀκαταμάχητον χάριν τοῦ Πνεύματος, καταβέβληκας μέν, κατὰ κράτος δεινοὺς κοσμοκράτορας, ψυχικῶν παθῶν δέ, Κυριακὲ ἐπικρατήσας, ἀπαθείας στεφάνῳ κατέστεψαι.

Ῥωμαλέος ἐδείχθης, πόνοις τῆς ἀσκήσεως, ἐγκαρτερήσας στερρῶς, μέχρι γήρως μείνας, βαθυτάτου ἀνένδοτος Ὅσιε, ἐν ἐρήμοις ὥσπερ, βασιλικῶν αὐλῶν θαλάμοις, σὺν πολλῇ χαρμονῇ διαιτώμενος.

Ὁλονύκτους ἀνύων, Μάκαρ ἀγρυπνίας, πρὸς τὸν Θεὸν ἐκδημῶν, ἀμετεωρίστως, δι' εὐχῆς τῷ ἀΰλῳ ὡμίλεις Νοΐ, καὶ λαμπρὰς ἐδέχου, Κυριακὲ φωτὸς ἀκτῖνας, φεγγοβόλους τὸν νοῦν ἐλλαμπόμενος.

Σελασφόρου πλησθεῖσα, καὶ προφητικῆς ἀναρρήσεως Ὅσιε, ἡ σεπτή σου γλῶσσα, προηγόρευσε τῆς τυραννούσης ποτέ, Ὠριγένους λύμης, φρενοβλαβοῦς καὶ ψυχοφθόρου, παντελῆ καὶ τελείαν καθαίρεσιν.
Θεοτοκίον
Νοερῶς ἐμυήθη, Προφητῶν ὁ σύλλογος τὰ σὰ μυστήρια· οὐρανοῦ γὰρ πύλην, ὁ Δεσπότης σε ἔδειξεν ἄχραντε, καὶ ἐκ σοῦ Παρθένε, σωματωθεὶς δικαιοσύνης, τοῖς ἐν σκότει ἀνέτειλεν ἥλιος.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Θεὸς θετὸς γεγονώς, Χριστοῦ θεώσει τοῦ φύσει Θεοῦ, τῆς φύσεως ἀλγεινάς, πηρώσεις ἀνώρθωσας, νοσοῦντας ἰώμενος, δαιμονῶντας αὖθις, θεραπεύων θείᾳ χάριτι.

Ἐξέφυγες τοῦ πρὸς σὲ, φοιτῶντος πλήθους τὴν ὄχλησιν, καὶ πάλιν τοὺς φοβερούς, χειμάρρους κατέλαβες, ἐκκλίνων, ἀοίδιμε, τῶν κενῶν ἐπαίνων, ἀνθρώπων τὸ δοξάριον.

Ὀνείρου δίκην φθαρτοῦ, τοῦ κόσμου πᾶσαν τὴν δόξαν ὁρῶν, τοῦ νόμου ζῶντος Θεοῦ, τῆς δόξης τῆς κρείττονος, ἐπόθησας μέτοχος, σοφὲ χρηματίσαι, ἧς ἐνδίκως κατηξίωσαι.
Θεοτοκίον
Ὡς ἔμψυχος κιβωτός, ἐδέξω Λόγον τὸν ἄναρχον, ὡς Ἅγιον Ἱερόν, τὸν Κτίστην ἐχώρησας, ὡς θρόνος πυρίμορφος, φέρεις τὸν Δεσπότην, Θεομῆτορ πάσης κτίσεως.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον
Ἦχος πλ. δ'
Τῇ ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ὑπερμάχῳ κραταιῷ καὶ ἀντιλήπτορι, ἡ σὲ τιμῶσα ἱερὰ Λαύρα ἑκάστοτε, ἑορτάζει τὰ μνημόσυνα ἐτησίως. Ἀλλ' ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἵνα κράζωμεν· Χαίροις Πάτερ τρισόλβιε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ.
Στίχοι
Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ,
Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.
Σκιλλοβόρος δ' ἐννάτῃ μύσεν εἰκάδι Κυριακός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν πεντήκοντα Μαρτύρων τῶν ἐν Παλαιστίνῃ, καὶ τῶν Ἁγίων Μαρτύρων Τρύφωνος, Τροφίμου καὶ Δορυμέδοντος, καὶ τῆς Ἁγίας Μάρτυρος Πετρωνίας.
Στίχοι
Ξίφει κλίνασα τὴν κάραν, Πετρωνία,
Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γουδελίας.
Στίχοι
Σοὶ τὴν κεφαλὴν τῇ κεφαλῇ τῶν ὅλων,
Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κασδόου καὶ Κασδόας.
Στίχοι
Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα,
Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δάδα, Γοβδελαᾶ, υἱοῦ Σαβωρίου βασιλέως Περσῶν.
Στίχοι
Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος,
Τὸ πνεῦμα σῴζεις, Μάρτυς Ὑψίστου Δάδα.
Ὁ Γοβδελαᾶς πείρεται τοῖς καλάμοις,
Τὸν καλάμῳ τυφθέντα Χριστόν μου σέβων.
Ἡ ἁγία Μάρτυς Πετρωνία ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Νόμων καὶ λόγων θεοπνεύστων, κατεγλύκανε τὸν λάρυγγα μελέτῃ, ὑπὲρ μέλι ὁ σός, πιστότατος θεράπων· Εὐλογητὸς εἶ Κύριε, μελῳδῶν εἰς τοὺς αἰῶνας.

Μάκαρ θεσπέσιε προσάγοις, τοὺς ὑμνοῦντάς σε Θεῷ κεκαθαρμένους, ἐξ ἰλύος παθῶν, πρεσβείαις σου βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὅλην τοῦ Πνεύματος τὴν χάριν, εἰσῳκίσατο Χριστέ· σοῦ ἐραστὴς γάρ, τοῦ ἀφράστου φωτός, ὁλόψυχος ὑπῆρχε, Κυριακὸς κραυγάζων σοι, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἵνα λεόντων διαδράσῃ, τὴν ὠμότητα Δανιὴλ ἐδοξάσθη, ὑπουργοῖς δὲ αὐτοῖς, ἐκέχρηστο προστάσσων, Κυριακὸς κραυγάζων σοι, ὁ Θεὸς εὐλογητὸς εἶ.

Πράξει προσθεὶς τὴν θεωρίαν, Τρισυπόστατον ἐκήρυξας οὐσίαν, ἐν Πατρὶ καὶ Υἱῷ, καὶ Πνεύματι κραυγάζων, Κυριακὲ θεόληπτε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Σβέσον τὴν φλόγα τῶν παθῶν μου, καὶ κατεύνασον αἱρέσεων τὴν ζάλην, Θεομῆτορ· καὶ γάρ, σὲ ἔχομεν προστάτιν, Χριστιανοὶ καὶ πρόμαχον, καὶ σὲ πίστει ἀνυμνοῦμεν.

Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Νικηταὶ τυράννου ΤΟ ΑΚΟΥΤΕ
Ῥοαῖς τῶν δακρύων, ἤρδευσας Μακάριε τὴν ἱερὰν σου, κατανύξει θείᾳ ψυχήν, καὶ πολύκαρπον ἔδειξας μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὁ Θεσβίτης πάλαι, αὐχμῷ κατεξήρανεν ὄμβρων ψεκάδας· ὑετοῦ δὲ χύσιν, ἐν ἀκμῇ κατήγαγες θέρους σὺ Μάκαρ· Εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σὺ τῶν κακοδόξων, τὴν ἀπάτην ἤλεγξας τοῦ Ὠριγένους, γενναίοις ἀγῶσι, μαθητῶν τοῦ λήρου τε καὶ μυθολόγου· Εὐλογεῖτε μέλπων, εὐσεβῶς τὸν Κύριον πᾶσα ἡ κτίσις, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Τῆς Τριάδος λίαν, εὐσεβῶς ἐδίδαξας Πάτερ οὐσίαν, τρισὶν ἐν ἡλίοις, ὥσπερ μίαν αἴγλην τε καὶ λαμπηδόνα· Εὐλογεῖτε λέγων, εὐσεβῶς τὸν Κύριον πᾶσα ἡ κτίσις, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μεν ὤφθης θυγάτηρ, τοῦ Θεοῦ δὲ Μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἄντρον σε δέδεκται σοφέ, τὸν δεξάμενον πηγὴν τὴν θεόσδοτον, τερατουργήσαντος, τοῦ θείου πάλαι Πατρὸς Χαρίτωνος, μωσαϊκῶς Κυριακέ, καὶ τεῖχος ἀκράδαντον, τῇ ποίμνῃ γέγονας, τῇ ἐκείνου φρουρὸς ἀσφαλέστατος.

Τῆς ὄντως ἔρωτι ζωῆς, τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἀράμενος, τὸν βίον Κυριακέ, μελέτην ἔθου θανάτου· ὅθεν καὶ νῦν, πρὸς τὴν ἀγήρω μεταστάς, τρυφὴν τὴν ἀκήρατον, τοῖς οὐρανίοις χοροῖς, ἐν φωτὶ περὶ Θεὸν συγχορεύεις ἀεί.

Ἤστραψας αἴγλῃ πυρωθείς, τῇ τοῦ Πνεύματος καὶ ὤφθης ταῖς ὕπερθεν, χοροστασίαις φαιδρός, ἀλλ' αὔγασόν μου τὸν νοῦν Μακάριε, τῷ νοερῷ καὶ τριφεγγεῖ, φωτὶ τῆς Θεότητος, ταῖς ἱκεσίαις σου, καὶ παθῶν με καὶ πταισμάτων διάσωσον.

Στεφθέντες τῷ νικητικῷ, διαδήματι Χαρίτων θεσπέσιε, Κυριακέ τε μάκαρ, καὶ παρεστῶτες τῷ ἐν ὑψίστοις Θεῷ, ποίμνην ἰδίαν πατρικῶς, κινδύνων λυτρούμενοι, νῦν ἐποπτεύετε, ἐορτάζουσαν ὑμῶν τὰ μνημόσυνα.
Θεοτοκίον
Ἔντεινε καὶ κατευοδοῦ, καὶ βασίλευε Υἱὲ Θεομήτορος, Ἰσραηλίτην λαόν, καθυποτάττων τὸν πολεμοῦντα ἡμᾶς, τῷ φιλοχρίστῳ Βασιλεῖ, πρεσβείαις δεόμεθα, τῆς κυησάσης σε ἀπειράνδρως, ὡς Θεὸς καὶ φιλάνθρωπος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐν δόξῃ παριστάμενος, Θεῶ τῷ Παντοκράτορι, Κυριακὲ σὺν τῷ θείῳ, Χαρίτωνι θεοκήρυξ, ἀδιαλείπτως μέμνησο, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ Χριστοῦ ὑπηρέτην, τιμώντων Πάτερ ἐκ πόθου.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διὰ σου σεσῳσμένοι· καὶ γὰρ Θεὸν ἀπορρήτως ἐκύησας τὸν λύσαντα, διὰ Σταυροῦ τὸν θάνατον, πρὸς δ' ἑαυτὸν ἑλκύσαντα, Ὁσίων δήμους· μεθ' ὧν σε, ἀνευφημοῦμεν Παρθένε.