Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Μαρτύρων ἐν αἵματι, τὴν ἱερὰν διπλοΐδα, φοινίξας εἰσέδραμες, εἰς Ἁγίων Ἅγια, ἀξιάγαστε, ἔνθα φῶς ἄρρητον, ἔνθα θεία δόξα, ὅπου ἦχος ἐορτάζοντος, ἐν ᾧ τῶν πόνων σου, Μάρτυς ἀποδέχῃ τὰ ἔπαθλα, καὶ στέφος τὸ ἀμάραντον, καὶ τὴν αἰωνίζουσαν εὔκλειαν, καὶ τοῦ Παραδείσου, τὴν οἴκησιν Γρηγόριε σοφέ, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β'
Βασάνων οὐκ ἔσεισε, σοῦ τὴν ψυχὴν τρικυμία, οὐ κάθειρξις χρόνιος, ἐν ζοφώδει λάκκῳ σε κατακρύπτουσα, Ἀθλητὰ ἔνδοξε, ἀλλ' ὡς φῶς ἤστραψας, τοῖς ἐν σκότει κινδυνεύουσι, τῆς ματαιότητος, οὓς υἱοὺς ἡμέρας ἀνέδειξας, λουτροῦ διὰ Βαπτίσματος, καὶ ἀναγεννήσεως κρείττονος, καὶ σωτηριώδους, καὶ θείας ἀληθῶς διαγωγῆς, ὡς ἱεράρχης θεόληπτος, πάνσοφε Γρηγόριε.
Ἦχος πλ. β'
Νυμφίον ἀθάνατον, σὲ τὸν ἁπάντων Δεσπότην, Ῥιψιμία στέργουσα, τὴν δορὰν ἀφήρηται, τὴν τοῦ σώματος, τῶν παθῶν πρότερον, τὸν ζοφώδη σάκκον, ἐγκρατείᾳ διαρρήξασα· μεθ' ἧς ἠγώνισται, καὶ Γαϊανὴ ἡ ἀοίδιμος, παρθένων ἐπιφέρουσα, ὅμιλον στερρῶς ἐναθλήσαντα, καὶ καταβαλόντα, τῆς Εὕας τὸν ἀρχαῖον πτερνιστήν, ἃς ἐπαξίως γεραίροντες, σὲ Χριστὲ δοξάζομεν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Σεργίου
Τὶς ἐπαξίως τῶν ἀρετῶν σου διηγήσεται τὰ τρόπαια; ποῖον στόμα τοῦ μαρτυρίου τὴν καρτερίαν ἀποφθέγξεται; ἐν ἀμφοτέροις γὰρ ἠρίστευσας Γρηγόριε, Ἀλλὰ μὴ παύσῃ δυσωπῶν, εὐαρεστήσας Χριστῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν, ὡς ἔχων Ἱερομάρτυς παρρησίαν πολλήν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Τὴν πᾶσάν μου ἐλπίδα εἰς σὲ, Παρθένε ἀνατίθημι, μὴ παρίδῃς, ἀλλὰ σπεῦσον ἀγαθή, ῥυσθῆναί με ἐν τάχει, παθῶν τῶν ἐνοχλούντων, καὶ καθ' ἑκάστην πολεμούντων με.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ὁ ἥλιος ἐσκότισεν, Υἱέ μου προσηλούμενον, φωτοδότα, καθορῶν σε καὶ ἡ γῆ, τῷ φόβῳ ἐκλονεῖτο, λαὸς δὲ Ἰουδαίων, οὐδόλως ᾤκτειρε παμφίλτατε.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. β'
Εἰς τὸν ἄδυτον γνόφον τοῦ ἀφράστου φωτός, εἰσδύσας νοητῶς ὁ Μάρτυς καὶ Ποιμήν, ἐμυήθη τὰ ἀπόρρητα τῶν μυστηρίων Θεοῦ, ὡς Μάρτυς μὲν φωτιζόμενος, ὡς ποιμὴν δὲ μυσταγωγούμενος· διὸ διπλοῦς καὶ τοὺς στεφάνους, ἐκ τῆς ἄνω δόξης ἀνεδήσατο, πρεσβεύων πάντοτε Χριστῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρὲσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῷ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος,σὺν παρθένῳ Μαθητῇ, καὶ κλαίουσα ἐβόα· Οἴμοι! πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Κυπριανέ, πρὲσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Τὸν γρήγορον μέλπω σε, Μάρτυς, ποιμένα.
Ὁ Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Τριστάτας κραταιοὺς ΤΟ ΑΚΟΥΤΕ
Τριάδι τῇ σεπτῇ παρεστὼς στεφηφόρος, ὡς γρήγορος ποιμήν, ὡς Μάρτυς ἱερός, ἱεραῖς σου δεήσεσι, κοίμισον τὰ τῶν παθῶν μου, ἀχλυώδη ἰνδάλματα, εὐφημοῦντος σε, Μάκαρ Γρηγόριε.

Ὁ ἄδυτος λαμπτήρ, Ἱεράρχης ὁ μέγας, ὁ πολύαθλος ποιμήν, ἀγώνων ἡ τριβή, Ἀρμενίας τὸ καύχημα, σήμερον πρὸς εὐωχίαν, τοὺς πιστοὺς συνεκάλεσε, συνελθόντες αὐτὸν μακαρίσωμεν.

Ναμάτων ζωηρῶν, τῶν τοῦ Πνεύματος Μάκαρ, ἐμπλησθεὶς ὡς ποταμός, Ἐδὲμ τῆς νοητῆς, ἐκπεπόρευσαι πρόσωπον, ἄρδων τὸ τῆς Ἐκκλησίας, καὶ ξηραίνων τὸ πέλαγος, τῆς εἰδωλομανίας Γρηγόριε.
Θεοτοκίον
Γυναῖκες τῷ Σταυρῷ, τοῦ ἐκ σοῦ σαρκωθέντος, κραταιούμεναι Ἁγνή, ἐνήθλησαν στερρῶς, καὶ αὐτῷ προσηνέχθησαν, ὄπισθέν σου τῆς Παρθένου, παρθενίας λαμπρότησι, καὶ Μαρτύρων ἐν αἵματι λάμπουσαι.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὅτι στεῖρα ἔτεκεν ΤΟ ΑΚΟΥΤΕ
Ῥαπισμοῖς σιαγόνων σου, μύλας συντρίβεις λεόντων, καὶ ὀχετοῖς αἱμάτων, δαιμόνων λύθρον ἐκμειοῖς, εἰδωλικὰς προρρίζους τε, καταστρέφεις στήλας, Ἀξιάγαστε.

Οὐ δεινῶν ἐπίτασις, οὐ χαλεπαὶ τιμωρίαι, οὐ ζοφωτάτη λάκκου, κάθειρξις χρόνιος τὴν σήν, ἀδαμαντίνην ἔτρεψε διάνοιαν Μάρτυς Ἀξιάγαστε.

Νυσταγμὸν σοῖς ὄμμασι, Μάρτυς οὐκ ἔδωκας ἕως, τοὺς νυσταγμῷ κακίας, κεκρατημένους δυσσεβῶς, υἱοὺς ἡμέρας ἔδειξας κραυγάζοντας, Ἅγιος εἶ Κύριε.
Θεοτοκίον
Μητροπάρθενον Κόρην, σὲ Ῥιψιμία ἡ Μάρτυς, ἐπισταμένη μόνην, ἐθέλχθη σοῦ ταῖς καλλοναῖς, καὶ τῷ Χριστῷ ὀπίσω σου προσήνεκται, ἄθλοις διαλάμπουσα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε συναγωγή· τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε».

Κάθισμα, τοῦ Ἁγίου
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Βλέμμα γρήγορον τῆς διανοίας, Μάρτυς ἔνδοξε προκεκτημένος, ὁμωνύμως καὶ καταλλήλως διέπρεψας, ὑπὲρ Χριστοῦ τῇ ἀθλήσει στρεβλούμενος, ἐν προσευχαῖς ἀνενδότως ἠγρύπνησες ὅθεν εἴληφας, ἱεραρχικῶς δι' αἵματος, βραβεῖον κατ' ἄμφω παμμάκαρ Γρηγόριε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν, Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Εἰς περίβλεπτον σε ὕψος, μαρτυρίου ἀνήνεγκεν, ὑψηλὸς ἐν δόξῃ, Κύριος Ὕψιστος ἔνδοξε, οὗ τὰ παθήματα χαίρων ἐξεικόνισας, Ἱερομάρτυς, δόξα βοῶν τῇ δυνάμει σου.

Λυμαινόμενον ἀθέως, τὸν ἐχθρὸν χώραν ἅπασαν, τὴν τῶν Ἀρμενίων, θείᾳ δυναστείᾳ κατέβαλες, καὶ ὡς πυρσὸς ἀναλάμψας κατεφώτισας, τοὺς ἐν σκότει, κειμένους σοφὲ ματαιότητος.

Πολυπλάσιον τῷ Κτίστῃ, σοῦ τὸ τάλαντον ἤνεγκας, τῶν ἀνασωθέντων, θείαις διδαχαῖς σου Γρηγόριε, καὶ πρὸς αὐτοῦ τὸν ἀγήρω κλῆρον εἴληφας, βασιλείαν, τὴν τῶν οὐρανῶν καὶ λαμπρότητα.
Θεοτοκίον
Ὡς καλὴν ὡς ἐκλεκτὴν σε, ὡς ὡραίαν ἠγάπησαν, νεάνιδες κόραι, μετὰ Ῥιψιμίας ἀθλήσασαι, παρθενομῆτορ Μαρία, καὶ ὀπίσω σου, προσηνέχθησαν, τῷ σῷ Υἱῷ εὐφραινόμεναι.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος δ'
Τὸν φωτισμόν σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Σταυροφανὲς ἑώρακας, σημεῖον ἐμφανῶς, φωτὶ ἐκλάμπον, καὶ λῦον τὴν νύκτα τὴν εἰδωλικήν, φωτός τε τέκνα, τοὺς πιστοὺς ἐργαζόμενον.

Ἐν κατωτάτῳ λάκκῳ σε, διέσωσε Θεός, θηρσὶ συνόντα ἐτῶν περιόδους, μέλλοντα φωτὶ τοῦ θείου Λόγου, καταυγάζειν τοὺς ἄφρονας.

Μαρτυρικῶς ἠγώνισαι, καὶ στεφθεὶς ὡς νικητής· χρισθεὶς δὲ μύρῳ ἱερωσύνης, ἔχρισας λαούς, δυσώδους πλάνης, ἀπαλλάξας Γρηγόριε.
Θεοτοκίον
Οἱ τῆς ὀσμῆς αἰσθόμεναι, τοῦ μύρου τοῦ ἐκ σοῦ ἁγνή, Παρθένε ἐκλάμψαντος Λόγου, δι' ἀθλητικῶν, αὐτῷ ἀγώνων, εὐηρέστησαν χαίρουσαι.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος δ'
Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ῥημάτων σου, δυναστείᾳ ναοὶ κατερράγησαν, καὶ δαιμόνων κατεβλήθη, ἀνίδρυτα ξόανα, καὶ πιστῶν καρδίαι, θεϊκῷ ἐνιδρύθησαν ἔρωτι.

Τηριδάτην, ὥσπερ συνδεδεμένον προσήγαγες, τῷ Κυρίῳ, ὥσπερ ἄρνα τὸν πρὶν λύκον ἄγριον, διὰ μέγαν πλοῦτον, εὐσπλαγχνίας Θεοῦ νῦν σῳζόμενον.

Ὑπέδειξας, πλανηθεῖσι τὴν τρίβον τὴν ἔνθεον, ἀπλανέσι διδαχαῖς, Ἱεράρχα χρησάμενος, ὡς ποιμὴν Ποιμένος, ἀληθοῦς μιμητὴς ὦ Γρηγόριε.
Θεοτοκίον
Σταυρωθέντα, τὸν ἐκ σοῦ ὡς ἐπέγνω σαρκούμενον, Θεοτόκε, Ῥιψιμία αὐτῷ συνεσταύρωται, ὡς ἀμνὰς ποιμένι, ἱερεῖον Θεοῦ ὡς ἀμώμητον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».

Κοντάκιον, τοῦ Ἁγίου
Ἦχος β'
Τοὺς ἀσφαλεῖς ΤΟ ΑΚΟΥΤΕ
Τὸν εὐκλεῆ καὶ Ἱεράρχην ἅπαντες, ὡς ἀθλητὴν τῆς ἀληθείας σήμερον, οἱ πιστοὶ θείοις ἐν ᾄσμασι, καὶ ὑμνῳδίαις εὐφημήσωμεν, τὸν γρήγορον ποιμένα καὶ διδάσκαλον, Γρηγόριον, φωστῆρα τὸν παγκόσμιον· Χριστῷ γὰρ πρεσβεύει τοῦ σωθῆναι ἡμάς.
Ὁ Οἶκος
Τοῦτον τὸν μέγαν ἐν ἀθλοφόροις, τὸν φωστῆρα τὸν θεῖον, Ἀρμενίας πιστοὶ ποιμένα τε καὶ πρόμαχον, ἐν ὑμνῳδίαις εὐφημοῦμεν, καὶ ᾄσμασιν ἐνθέοις αὐτοῦ τὴν μνήμην· τὴν γὰρ ἀχλὺν τῶν ματαίων εἰδώλων ἠφάνισε, σὺν αὐτοῖς καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν ἐνέκρωσε· διὸ τοὺς πόνους ὑπήνεγκε, σταθερᾷ διανοίᾳ καὶ χάριτι, καὶ πρεσβεύει Χριστῷ τοῦ σωθῆναι ἡμάς.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας.
Στίχοι
Εἰδὼς τό, Γρηγορεῖτε, τοῦ Θεοῦ Λόγου,
Θεοῦ καλοῦντος, γρηγορῶν ὤφθης Πάτερ,
Ἀρμενίης μεγάλης θάνε Γρηγόριος τριακοστή.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Ῥιψιμίας, Γαϊανῆς, καὶ ἑτέρων λβ' Ὀσιομαρτύρων γυναικῶν καὶ παρθένων.
Στίχοι
Ἤλγει σπαθισμοῖς οὐδαμῶς Ῥιψιμία,
Ἄπειρα τούτοις ἀνταριθμοῦσα στέφη.
Γαϊανὴν ἔστεψεν ἄσκησις πάλαι.
Καὶ νῦν ἄθλησις ἡ διὰ ξίφους στέφει.
Τιμᾷ Τριάς, δεκὰς σε τριπλῆ Μαρτύρων,
Σὺν ταῖς δυσὶ θνῄσκουσα σοῦ χάριν ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων ἑβδομήκοντα Μαρτύρων, τῶν συναναιρεθέντων τῇ ἁγίᾳ Ῥιψιμίᾳ, καὶ μνήμη τῶν Ὁσίων δύο γυναικῶν.
Στίχοι
Τέθνηκεν, ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
Θνῄσκειν ἑτοίμων, εἰ δέοι, καὶ πολλάκις.
Δυὰς γυναικῶν, ἀρεταῖς τεθραμμένων,
Ἀθλητικῷ τμηθεῖσα κοσμεῖται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Μάρτυρος Στρατονίκου.
Στίχοι
Ὁ Στρατόνικος τῷ διὰ ξίφους τέλει,
Ἅπαν στράτευμα δαιμόνων νικᾷ μόνος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Μαρδόνιος, ἄνθρακας ἐπὶ τοῦ ὀμφαλοῦ δεξάμενος τελειοῦται.
Στίχοι
Γνώρισμα Μαρδόνιε τοῦ πάθους φέρεις,
Ἐπ' ὀμφαλοῦ σφράγισμα καύσεως φέρων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι χίλιοι Μάρτυρες, ξίφει τελειοῦνται.
Στίχοι
Χιλιάριθμος αὐχενοτμήτων φάλαγξ,
Ἔπαθλον εὗρεν οὐκ ἀριθμητὰ στέφη.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος δ'
Ἀβραμιαῖοι ποτὲ ΤΟ ΑΚΟΥΤΕ
Πολυειδεῖς βασάνους, καθυπομείνας Μάρτυς, πολλοὺς βασάνων ἠλευθέρωσας, μελλούσης ἐτάσεως, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Οἶκον Τριάδος σαυτόν, ἀποτελέσας Μάρτυς, ναοὺς εἰδώλων κατηδάφισας, ναοὺς δὲ ἀνήγειρας, τῷ παντεπόπτῃ Λόγῳ, λαοῦ εἰς σωτηρίαν.

Ἱερουργὸς ἐδείχθης, σαυτὸν θυσίαν πρώην, θερμῶς προσάγων τῷ Δεσπότῃ σου· ὃν θύων μετέπειτα, τοῖς εὐσεβέσι νέμεις, ψυχῶν εἰς σωτηρίαν.
Θεοτοκίον
Μαρτυρικοῖς στεφάνοις, κεκοσμημέναι Κόραι, τῷ ἐκ Παρθένου ἀνατείλαντι, Θεῷ προσηνέχθησαν, μελῳδικῶς βοῶσαι· Χριστέ, εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος δ'
Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐναθλήσας νομίμως κατῄσχυνας, τοὺς ἀνόμους ἐχθροὺς κραταιότατα, ἱερουργὲ Γρηγόριε, καὶ Θεῷ προσηγάγω μέλποντα δῆμον· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Νεουργήσας τὴν ἄκαρπον ἄρουραν, κατεβάλου τοῦ λόγου τὰ σπέρματα, εἰς ἑκατὸν δρεψάμενος, λογικῶν ἀσταχύων τὴν εὐκαρπίαν, γεωργῷ τῶν ψυχῶν εὐφορήσασαν.

Ἀστραπαῖς σου τῶν λόγων ἐφώτισας, καὶ πολλὰς μυριάδας προσήγαγες, τῷ δι' ἡμᾶς ἑκούσια, ὑπομείναντι πάθη, ᾧ μελωδοῦμεν· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Οὐ βασάνων πληθὺν δειλιάσασα, οὐ σαρκὸς ἡδοναῖς ὑποκύψασα, τὸν ἐκ Παρθένου Κύριον, ὡμολόγει βοῶσα ἡ Ῥιψιμία· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Ἰσχύϊ νευρούμενος Χριστοῦ ὑπήνεγκας, τῶν βασάνων τὸ ἐπίπονον, στήλας κατέαξας δαιμόνων, ναοὺς εἰδωλικοὺς κατηδάφισας, λαούς τε τοὺς ἐν ἀγνοίᾳ ἐφώτισας, Ἱερομάρτυς πανσεβάσμιε.

Ὡς ὄρθρος ἀνέτειλεν ἡμῖν ἡ μνήμη σου, χαρισμάτων αἴγλην φέρουσα· σὺ γὰρ φωτὸς ὤφθης δοχεῖον, τοῦ θείου καὶ πρὸς φῶς ἐξεδήμησας, ἀνέσπερον πλουσίως λαμπόμενος, φωτοχυσίαις θείαις Ὅσιε.

Συνόμιλος ὤφθης Προφητῶν, Μαρτύρων τε, Ἀποστόλων ὁμοδίαιτος, Ἀρχιερέων καὶ Ὁσιῶν, Ἀγγέλων Ἀρχαγγέλων ἰσόρροπος· μεθ' ὧν ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, Πάτερ δυσώπει τὸν φιλάνθρωπον.

Ἠρίστευσαν γύναια σεμνὰ τὴν ἔκπτωσιν, τὴν τῆς Εὕας ἀνορθούμενα, ἤνεγκαν πόνων τρικυμίαν, μεγάλα τὸν εἰς ὕψος καυχώμενον, ποσὶν ὡραιοτάτοις συνέτριψαν· ἃς ἐπαξίως μακαρίζομεν.
Θεοτοκίον
Φωτὶ τοῦ προσώπου τοῦ ἐκ σοῦ ἐκλάμψαντος, ἐλλαμφθεῖσα Ἀειπάρθενε, πόθῳ ἀσχέτῳ Ῥιψιμία, παθήματα αὐτοῦ καὶ τὸν θάνατον, οἰκείᾳ τῇ σαρκὶ ἐξεικόνισεν· ὅθεν σὺν σοὶ νῦν ἐπαγάλλεται.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μεν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο· σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

Ἐξαποστειλάριον, τοῦ Ἁγίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Φρικτὸν ἰδόντες θέαμα, ἐξέστησαν οἱ ἄπιστοι· ὃν γὰρ ἐνόμιζον εἶναι, νεκρὸν ἐν λάκκῳ θηρίων, ζῶντα ἀναβιβάσαντες, προσπίπτουσι κραυγάζοντες· Μέγας Θεὸς Γρηγορίου, ὁ τοῦτον δείξας φωστῆρα.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὁ νώτοις ἐποχούμενος, χερουβικοῖς Πανάχραντε, ἐν ταῖς ἀγκάλαις σου θέλων, σάρκα λαβὼν ἀνεκλήθη, ὅπως ἡμᾶς ἐργάσηται, υἱοὺς Θεοῦ τῇ χάριτι, τοὺς εἰς αὐτὸν πιστεύοντας, καὶ σε ἀεὶ εὐφημοῦντας, τὴν πρόξενον σωτηρίας.