Μετὰ ταῦτα ἀρχόμεθα ψάλλειν μετὰ μέλους τὰ ἑπόμενα Τροπάρια, ἤτοι τὰ ἐγκώμια, μετὰ τοῦ Ἀμώμου, εἰς στάσεις τρεῖς, λέγοντες ἀνὰ Στίχον ἐξ αὐτοῦ μεθ' ἓν ἕκαστον Τροπάριον. Ἐκφωνεῖ δὲ ὁ πρῶτος Χορός.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἦχος πλ. α'

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Τά Ἐγκώμια
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
Ἡ ζωὴ πῶς θνῄσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ᾍδου τοὺς νεκροὺς ἐξανιστᾷς.
Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου, δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα.
Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον, ἐκ μνημάτων τοὺς θανέντας ἀνιστῶν.
Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου...
Ἰησοῦ Χριστέ μου, Βασιλεῦ τοῦ παντός, τί ζητῶν τοῖς ἐν τῷ ᾍδη ἐλήλυθας; ἢ τὸ γένος ἀπολῦσαι τῶν βροτῶν;
Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν...
Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῷ κατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.
Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας...
Ἡ ζωὴ ἐν τάφῳ κατετέθης Χριστέ, καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας τῷ Κόσμῳ, τὴν ζωήν.
Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
Μετὰ τῶν κακούργων, ὡς κακοῦργος Χριστέ, ἑλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας, κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ;
Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραΐσας τοῦ παντός.
Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
ᾍδης πῶς ὑποίσει, Σῶτερ παρουσίαν τὴν σήν, καὶ μὴ θᾶττον συνθλασθείη σκοτούμενος, ἀστραπῆς φωτός σου αἴγλῃ ἐκτυφλωθείς;
Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
Ἰησοῦ γλυκύ μοι, καὶ σωτήριον φῶς, τάφῳ πῶς ἐν σκοτεινῷ κατακέκρυψαι; ὢ ἀφάτου, καὶ ἀρρήτου ἀνοχῆς!
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀπορεῖ καὶ φύσις, νοερὰ καὶ πληθύς, ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον, τῆς ἀφράστου καὶ ἀρρήτου σου ταφῆς.
Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
Ὢ θαυμάτων ξένων! ὢ πραγμάτων καινῶν! Ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται, κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.
Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην...
Καὶ ἐν τάφῳ ἔδυς, καὶ τῶν κόλπων Χριστὲ τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας, τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.
Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου.
Ἀληθὴς καὶ πόλου, καὶ τῆς γῆς Βασιλεύς, εἰ καὶ τάφῳ σμικροτάτῳ συγκέκλεισαι, ἐπεγνώσθης πάσῃ κτίσει Ἰησοῦ.
Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
Σοῦ τεθέντος τάφῳ, πλαστουργέτα Χριστέ, τὰ τοῦ ᾍδου ἐσαλεύθη θεμέλια, καὶ μνημεῖα ἠνεώχθη τῶν βροτῶν.
Ἀνταπόδος τῷ δούλῳ σου, ζῆσόν με, καὶ φυλάξω τοὺς λόγους σου.
Ὁ τὴν γῆν κατέχων, τῇ δρακὶ νεκρωθείς, σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται, τοὺς νεκροὺς λυτρῶν τῆς ᾍδου συνοχῆς.
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
Ἐκ φθορᾶς ἀνέβης, ἡ ζωή μου Σωτήρ, σοῦ θανόντος καὶ νεκροῖς προσφοιτήσαντος, καὶ συνθλάσαντος τοῦ ᾍδου τοὺς μοχλούς.
Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
Ὡς φωτὸς λυχνία, νῦν ἡ σάρξ τοῦ Θεοῦ, ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται, καὶ διώκει τὸν ἐν ᾍδη σκοτασμόν.
Ἐπεπόθησεν ἡ ψυχή μου, τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε, τὸν ἀχώρητον ἐν μνήματι σμικρῷ.
Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
Νεκρωθεὶς βουλήσει, καὶ τεθεὶς ὑπὸ γῆν, ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας, νεκρωθέντα παραβάσει με πικρᾷ.
Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν...
Ἠλλοιοῦτο πᾶσα, κτίσις πάθει τῷ σῷ· πάντα γάρ σοι Λόγε συνέπασχον, συνοχέα σε γινώσκοντα παντός.
Καὶ γὰρ ἐκάθησαν ἄρχοντες, καὶ κατ' ἐμοῦ κατελάλουν...
Τῆς ζωῆς τὴν πέτραν ἐν κοιλίᾳ λαβών, ᾍδης ὁ παμφάγος ἐξήμεσεν, ἐξ αἰῶνος οὓς κατέπιε νεκρούς.
Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι...
Ἐν καινῷ μνημείῳ, κατετέθης Χριστέ, καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου.
Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσῃς Ἀδάμ, καὶ ἐν γῆ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾍδου κατελήλυθας ζητῶν.
Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου.
Συγκλονεῖται φόβῳ, πᾶσα Λόγε ἡ γῆ, καὶ Φωσφόρος τὰς ἀκτῖνας ἀπέκρυψε, τοῦ μεγίστου γῆ κρυβέντος σου φωτός.
Ὁδὸν δικαιωμάτων σου συνέτισόν με...
Ὡς βροτὸς μὲν θνῄσκεις, ἑκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου.
Δακρυρρόους θρήνους, ἐπὶ σὲ ἡ Ἁγνή, μητρικῶς ὦ Ἰησοῦ ἐπιρραίνουσα, ἀνεβόα· Πῶς κηδεύσω σε Υἱὲ;
Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ...
Ὥσπερ σίτου κόκκος, ὑποδὺς κόλπους γῆς, τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν, ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ, Ἀδάμ.
Ὁδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
Ὑπὸ γῆν ἐκρύβης, ὥσπερ ἥλιος νῦν, καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι, ἀλλ' ἀνάτειλον φαιδρότερον Σωτήρ.
Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε...
Ὡς ἡλίου δίσκον, ἡ σελήνη Σωτήρ, ἀποκρύπτει, καὶ σὲ τάφος νῦν ἔκρυψεν, ἐκλιπόντα τοῦ θανάτου σαρκικῶς.
Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
Ἡ ζωὴ θανάτου, γευσαμένη Χριστός, ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε, καὶ τοῖς πᾶσι νῦν δωρεῖται τὴν ζωήν.
Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.
Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδάμ.
Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου...
Νοεραί σε τάξεις, ἡπλωμένον νεκρόν, καθορῶσαι δι' ἡμᾶς ἐξεπλήττοντο, καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.
Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα.
Καθελὼν σε Λόγε, ἀπὸ ξύλου νεκρόν, ἐν μνημείῳ Ἰωσὴφ νῦν κατέθετο. Ἀλλ' ἀνάστα σῴζων πάντας ὡς Θεός.
Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν.
Τῶν Ἀγγέλων Σῶτερ, χαρμονὴ πεφυκώς, νῦν καὶ λύπης τούτοις γέγονας αἴτιος, καθορώμενος σαρκὶ ἄπνους νεκρός.
Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.
Ὑψωθεὶς ἐν ξύλῳ, καὶ τοὺς ζῶντας βροτούς, συνυψοῖς, ὑπὸ τὴν γῆν δὲ γενόμενος, τοὺς κειμένους δ' ὑπ' αὐτὴν ἐξανιστᾷς.
Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου.
Ὥσπερ λέων Σῶτερ, ἀφυπνώσας σαρκί, ὥς τις σκύμνος ὁ νεκρὸς ἐξανίστασαι, ἀποθέμενος τὸ γῆρας της σαρκός.
Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα...
Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφώς, τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.
Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Ἐν κρυπτῷ μὲν πάλαι, θύεται ὁ ἀμνός, σὺ δ' ὑπαίθριος τυθεὶς ἀνεξίκακε, πᾶσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.
Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε...
Τίς ἐξείποι τρόπον, φρικτὸν ὄντως καινόν· ὁ δεσπόζων γὰρ τῆς Κτίσεως σήμερον, πάθος δέχεται, καὶ θνῄσκει δι' ἡμᾶς.
Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.
Ὁ ζωῆς ταμίας, πῶς ὁρᾶται νεκρός; ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον, πῶς δ' ἐν μνήματι συγκλείεται Θεός:
Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα...
Λογχονύκτου Σῶτερ, ἐκ πλευρᾶς σου ζωήν, τῇ ζωῇ τῇ ἐκ ζωῆς ἐξωσάσῃ με, ἐπιστάζεις καὶ ζωοῖς με σὺν αὐτῇ.
Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἁπλωθεὶς ἐν ξύλῳ, συνηγάγω βροτούς, τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήρρητον, πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.
Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
Ὁ εὐσχήμων Σῶτερ, σχηματίζει φρικτῶς, καὶ κηδεύει ὡς νεκρὸν εὐσχημόνως σε, καὶ θαμβεῖταί σου τὸ σχῆμα τὸ φρικτόν.
Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην.
Ὑπὸ γῆν βουλήσει, κατελθὼν ὡς θνητός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα.
Κἂν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα.
Κἂν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, τὸν ἐμὸν ἀπονεκρώσας νεκρωτήν.
Καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.
Ὢ χαρὰς ἐκείνης! ὢ πολλῆς ἡδονῆς! ἧς περ τοὺς ἐν ᾍδῃ πεπλήρωσας, ἐν πυθμέσι φῶς ἀστράψας ζοφεροῖς.
Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου...
Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι' ὧν λέλυμαι παθῶν φθοροποιῶν.
Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου...
Κατὰ σοῦ ῥομφαία, ἑστιλβοῦτο Χριστέ, καὶ ῥομφαία ἰσχυροῦ μὲν ἀμβλύνεται, καὶ ῥομφαία δὲ τροποῦται τῆς Ἐδέμ.
Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα...
Ἡ Ἀμνὰς τὸν Ἄρνα, βλέπουσα ἐν σφαγῇ, ταῖς αἰκίσι βαλλομένη ἠλάλαζε, συγκινοῦσα καὶ τὸ ποίμνιον βοᾶν.
Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην.
Κἂν ἐνθάπτῃ τάφῳ, κἂν εἰς ᾍδου μολῇς, ἀλλὰ Σῶτερ καὶ τοὺς τάφους ἐκένωσας, καὶ τὸν ᾍδην ἀπεγύμνωσας Χριστέ.
Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
Ἑκουσίως Σῶτερ, κατελθὼν ὑπὸ γῆν, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, καὶ ἀνήγαγες ἐν δόξῃ πατρικῇ.
Ψαλτὰ ἦσάν σοι τὰ δικαιώματά σου...
Τῆς Τριάδος ὁ εἷς, ἐν σαρκὶ δι' ἡμᾶς, ἐπονείδιστον ὑπέμεινε θάνατον, φρίττει ἥλιος, καὶ τρέμει δὲ ἡ γῆ.
Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε...
Ὡς πικρᾶς ἐκ κρήνης, τῆς Ἰούδα φυλῆς, οἱ ἀπόγονοι ἐν λάκκῳ κατέθεντο, τὸν τροφέα μανναδότην Ἰησοῦν.
Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
Ὁ Κριτὴς ὡς κριτός, πρὸ Πιλάτου κριτοῦ, καὶ παρίστατο καὶ θάνατον ἄδικον, κατεκρίθη διὰ ξύλου σταυρικοῦ.
Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.
Ἀλαζὼν Ἰσραήλ, μιαιφόνε λαέ, τί παθῶν τὸν Βαραββᾶν ἠλευθέρωσας; τὸν Σωτῆρα δὲ παρέδωκας Σταυρῷ;
Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
Ὁ χειρί σου πλάσας, τὸν Ἀδὰμ ἐκ τῆς γῆς, δι' αὐτὸν τῇ φύσει γέγονας ἄνθρωπος, καὶ ἐσταύρωσαι βουλήματι τῷ σῷ.
Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
Ὑπακούσας Λόγε, τῷ ἰδίῳ Πατρί, μέχρις ᾍδου τοῦ δεινοῦ καταβέβηκας, καὶ ἀνέστησας τὸ γένος τῶν βροτῶν.
Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.
Οἴμοι φῶς τοῦ Κόσμου! οἴμοι φῶς τὸ ἐμόν! Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.
Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Φθονουργέ, φονουργέ, καὶ ἀλάστορ λαέ, κἂν σινδόνας καὶ αὐτὸ τὸ σουδάριον, αἰσχύνθητι, ἀναστάντος τοῦ Χριστοῦ.
Μεσονύκτιον ἐξηγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Δεῦρο δὴ μιαρέ, φονευτὰ μαθητά, καὶ τὸν τρόπον τῆς κακίας σου δεῖξόν μοι, δι' ὃν γέγονας προδότης τοῦ Χριστοῦ.
Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε...
Ὡς φιλάνθρωπός τίς, ὑποκρίνῃ μωρὲ καὶ τυφλὲ πανωλεθρότατε ἄσπονδε, ὁ τὸ μύρον πεπρακὼς διὰ τιμῆς.
Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ...
Οὐρανίου μύρου, ποίαν ἔσχες τιμήν, τοῦ τιμίου τί ἐδέξω ἀντάξιον, λύσσαν εὗρες καταρώτατε Σατάν.
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.
Εἰ φιλόπτωχος εἶ, καὶ τὸ μύρον λυπῇ, κενουμένου εἰς ψυχῆς ἱλαστήριον, πῶς χρυσῷ ἀπεμπολεῖς τὸν Φωταυγῆ;
Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
Ὦ Θεὲ καὶ Λόγε, ὦ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον; νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.
Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα...
Τίς μοι δώσει ὕδωρ, καὶ δακρύων πηγάς, ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν, ἵνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;
Χριστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.
Ὢ βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, κλαύσατε καὶ πάντα θρηνήσατε, σὺν ἐμοὶ τῇ τοῦ Θεοῦ ἡμῶν Μητρί.
Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων...
Πότε ἴδω Σῶτερ, σὲ τὸ ἄχρονον φῶς, τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου; ἡ Παρθένος ἀνεβόα γοερῶς.
Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
Κἂν ὡς πέτρα Σῶτερ, ἡ ἀκρότομος σύ, κατεδέξω τὴν τομήν, ἀλλ' ἐπήγασας, ζῶν τὸ ῥείθρον ὡς πηγὴ ὢν τῆς ζωῆς.
Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
Ὡς ἐκ κρήνης μιᾶς, τὸν διπλοῦν ποταμόν, τῆς πλευρᾶς σου προχεούσης ἀρδόμενοι, τὴν ἀθάνατον καρπούμεθα ζωήν.
Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Θέλων ὤφθης Λόγε, ἐν τῷ τάφῳ νεκρός, ἀλλὰ ζῇς, καὶ τοὺς βροτοὺς ὡς προείρηκας, ἀναστάσει σου Σωτήρ μου ἐγερεῖς.
Δόξα...
Ἀνυμνοῦμεν Λόγε σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.
Καὶ νῦν ... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.

Εἶτα Συναπτὴ μικρὰ παρὰ τοῦ Ἱερέως καὶ ἡ Ἐκφώνησις
Ὅτι εὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ θυμιάσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τῆς δευτέρας στάσεως

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος πλ. α'

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με, συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην· τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.
Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
Ἔφριξεν ἡ γῆ, καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη, σοῦ τοῦ ἀνεσπέρου φέγγους Χριστέ, δύσαντος ἐν τάφῳ σωματικῶς.
Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.
Ὕπνωσας Χριστέ, τὸν φυσίζωον ὕπνον ἐν τάφῳ, καὶ βαρέως ὕπνου ἐξήγειρας, τοῦ τῆς ἁμαρτίας, τὸ τῶν ἀνθρώπων γένος.
Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.
Μόνη γυναικῶν, χωρὶς πόνον ἔτεκόν σε Τέκνον, πόνους δὲ νῦν φέρω πάθει τῷ σῷ, ἀφορήτους, ἔλεγεν ἡ Σεμνή.
Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι...
Ἄνω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἡπλωμένον γῇ, φρίττουσιν ὁρῶντα τὰ Σεραφίμ.
Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ...
Ῥήγνυται ναοῦ, καταπέτασμα τῇ σῇ σταυρώσει, κρύπτουσι φωστῆρες Λόγε τὸ φῶς, σοῦ κρυβέντος Ἥλιε ὑπὸ γῆν.
Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
Γῆς ὁ καταρχάς, μόνῳ νεύματι πήξας τὸν γῦρον, ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν· φρῖξον τῷ θεάματι οὐρανέ.
Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
Ἔδυς ὑπὸ γῆν ὁ τὸν ἄνθρωπον χειρί σου πλάσας, ἵν' ἐξαναστήσης τοῦ πτώματος, τῶν βροτῶν τὰ στίφη, πανσθενεστάτῳ κράτει.
Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου...
Θρῆνον ἱερόν, δεῦτε ᾄσωμεν Χριστῷ θανόντι, ὡς αἱ Μυροφόροι γυναῖκες πρίν, ἵνα καὶ τὸ Χαῖρε ἀκουσώμεθα σὺν αὐταῖς.
Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου...
Μύρον ἀληθῶς, σὺ ἀκένωτον ὑπάρχεις Λόγε· ὅθεν σοι καὶ μύρα προσέφερον, Μυροφόροι μύρα ζῶντι Θεῷ
Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
ᾍδου μὲν ταφείς, τὰ βασίλεια Χριστὲ συντρίβεις, θάνατον θανάτῳ δὲ θανατοῖς, καὶ φθορᾶς λυτροῦσαι τοὺς γηγενεῖς.
Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;
Ῥεῖθρα τῆς ζωῆς, ἡ προχέουσα Θεοῦ σοφία, τάφον ὑπεισδῦσα ζωοποιεῖ, τοὺς ἐν τοῖς ἀδύτοις ᾍδου μυχοῖς.
Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε.
Ἵνα τὴν βροτῶν, καινουργήσω συντριβεῖσαν φύσιν, πέπληγμαι θανάτῳ θέλων σαρκί. Μῆτερ οὖν μὴ κόπτου τοῖς ὀδυρμοῖς.
Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια...
Ἔδυς ὑπὸ γῆν, ὁ φωσφόρος τῆς διιαιοσύνης καὶ νεκροὺς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας, ἐκδιώξας ἄπαν, τὸ ἐν τῷ ᾍδῃ σκότος.
Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
Κόκκος διφυής, ὁ φυσίζωος ἐν γῆς λαγόσι, σπείρεται σὺν δάκρυσι σήμερον, ἀλλ' ἀναβλαστήσας, Κόσμον χαροποιήσει.
Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
Ἕπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς ᾍδην φοιτήσαντος, ἀναστὰς μὲν νῦν καὶ πάλαι πεπτωκώς.
Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
Σπένδει σοι χοάς, ἡ τεκοῦσά σε Χριστὲ δακρύων, σαρκικῶς κατατεθέντι ἐν μνήματι, ἐκβοῶσα· Τέκνον, ἀνάστα ὡς προέφης.
Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου...
Τάφῳ Ἰωσήφ, εὐλαβῶς σε τῷ καινῷ συγκρύπτων, ὕμνους ἐξοδίους θεοπρεπεῖς, τοῖς συμμίκτοις θρήνοις μέλπει σοι Σωτήρ.
Τῇ διατάξει σου διαμένει ἡμέρα...
Ἥλοις σε Σταυρῷ, πεπαρμένον ἡ σὴ Μήτηρ Λόγε, βλέψασα τοῖς ἥλοις λύπης πικρᾶς, βέβληται καὶ βέλεσι τὴν ψυχήν.
Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι...
Σὲ τὸν τοῦ παντός, γλυκασμὸν ἡ Μήτηρ καθορῶσα, πόμα ποτιζόμενον τὸ πικρόν, δάκρυσι τὰς ὄψεις βρέχει πικρῶς.
Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι, τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.
Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα τὴν ἄδικόν σου σφαγήν, ἔλεγεν ἡ Πάναγνος ἐν κλαυθμῷ.
Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε; φρίττων ἀνεβόα ὁ Ἰωσήφ.
Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με...
Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ᾄδουσι Χριστῷ νεκρωθέντι νῦν, ᾄδει δὲ σὺν τούτοις καὶ Σεραφίμ.
Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα.
Δύνεις ὑπὸ γῆν, Σῶτερ Ἥλιε δικαιοσύνης· ὅθεν ἡ τεκοῦσα Σελήνη σε, ταῖς λύπαις ἐκλείπει, σῆς θέας στερουμένη.
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε!
Ἔφριξεν ὁρῶν, Σῶτερ, ᾍδης σε τὸν ζωοδότην, πλοῦτον τὸν ἐκείνου σκυλεύοντα, καὶ τοὺς ἀπ' αἰῶνας, αἰωνίου τε ἐγείροντα νεκρούς.
Ὑπὲρ τοὺς ἐχθρούς σου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστι.
Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε, καὶ σὺ δ' ἀναστὰς ἐξαστράψειας, μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.
Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα...
Γῆ σε πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη τρόμῳ, συσχεθεῖσα Σῶτερ τινάσσεται, ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.
Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
Μύροις σὲ Χριστέ, ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες· Φρῖξον, ἀνεβόων, πᾶσα ἡ γῆ.
Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἑκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
Ἔδυς Φωτουργέ, καὶ συνέδυ σοι τὸ φῶς ἡλίου, τρόμῳ δὲ ἡ Κτίσις συνεχεται, πάντων σε κηρύττουσα Ποιητήν.
Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.
Λίθος λαξευτός, τὸν ἀκρόγωνον καλύπτει λίθον, ἄνθρωπος θνητὸς δ' ὡς θνητὸν Θεόν, κρύπτει νῦν τῷ τάφῳ· φρῖξον ἡ γῆ !
Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι τῷ στόματί μου.
Ἴδε Μαθητήν, ὃν ἠγάπησας καὶ σὴν Μητέρα, Τέκνον, καὶ φθογγὴν δὸς γλυκύτατον, ἔκραζε δακρύουσα ἡ Ἁγνή.
Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
Σὺ ὡς ὢν ζωῆς, χορηγὸς Λόγε τοὺς Ἰουδαίους, ἐν Σταυρῷ ταθεὶς οὐκ ἐνέκρωσας, ἀλλ' ἀνέστησας καὶ τούτων τοὺς νεκρούς.
Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.
Κάλλος Λόγε πρίν, οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ' ἐξαναστὰς ὑπερέλαμψας, καλλωπίσας τους βροτοὺς θείαις αὐγαῖς.
Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ἔδυς τῇ σαρκί, ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος, καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος, ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.
Ἐταπεινώθην ἕως σφόδρα, Κύριε...
Ἥλιος ὁμοῦ, καὶ σελήνη σκοτισθέντες Σῶτερ, δούλους εὐνοοῦντας εἰκόνιζον, οἱ μελαίνας ἀμφιέννυνται στολάς.
Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.
Οἶδέ σε Θεόν, Ἑκατόνταρχος κὰν ἐνεκρώθης, πῶς σε οὖν Θεέ μου ψαύσω χερσὶ; φρίττω, ἀνεβόα ὁ Ἰωσήφ.
Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός...
Ὕπνωσεν Ἀδάμ, ἀλλὰ θάνατον πλευρᾶς ἐξάγει· σὺ δὲ νῦν ὑπνώσας Λόγε Θεοῦ, βρύεις ἐκ πλευρᾶς σου Κόσμῳ ζωήν.
Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
Ὕπνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεῶτας, καὶ ἐξαναστὰς ἐξανέστησας, τοὺς ὑπνοῦντας ἐξ αἰῶνος Ἀγαθέ.
Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.
Ἤρθης ἀπὸ γῆς, ἀλλ' ἀνέβλυσας τῆς σωτηρίας, τὸν οἶνον ζωήρρυτε ἄμπελε· Δοξάζω τὸ Πάθος καὶ τὸν Σταυρόν.
Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν.
Πῶς οἱ νοεροί, Ταγματάρχαι σε Σωτὴρ ὁρῶντες, γυμνὸν ᾑμαγμένον κατάκριτον, ἔφερον τὴν τόλμαν τῶν σταυρωτῶν.,
Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.
Ἀραβιανόν, σκολιώτατον γένος Ἑβραίων, ἔγνως τὴν ἀνέγερσιν τοῦ ναοῦ· διὰ τί κατέκρινας τὸν Χριστόν.
Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ...
Χλαῖναν ἐμπαιγμοῦ, τὸν Κοσμήτορα πάντων ἐνδύεις, ὃς τὸν οὐρανὸν κατεστέρωσε, καὶ τὴν γῆν ἐκόσμησε θαυμαστῶς.
Ἔκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι...
Ὥσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.
Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.
Ἥλιον τὸ πρίν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν, αὐτὸς δὲ ἀπέκρυψας, καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.
Βοήθησόν μοι, καὶ σωθήσομαι...
Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς ᾍδην καταβέβηκας Χριστέ.
Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου...
Ἤρθη σταυρωθείς, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, καὶ ὡς ἄπνους ἐν αὐτῇ νῦν προσκλίνεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.
Παραβαίνοντας ἑλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.
Οἴμοι ὦ Υἱέ! ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει· ὃν ὡς Βασιλέα γὰρ ἤλπιζον, κατάκριτον νῦν βλέπω ἐν Σταυρῷ.
Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου...
Ταῦτα Γαβριήλ, μοὶ ἀπήγγειλεν ὅτε κατέπτη, ὃς τὴν βασιλείαν αἰώνιον, ἔφη τοῦ Υἱοῦ μου τοῦ Ἰησοῦ.
Ἐποίησα κρῖμα καὶ δικαιοσύνην...
Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία· ἡ γὰρ σὴ ῥομφαία διέδραμε, τὴν ἐμὴν καρδίαν Ἐμμανουήλ.
Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν...
Κἂν τοὺς ἐκ νεκρῶν, ἐπαισχύνθητε ὦ Ἰουδαῖοι, οὓς ὁ ζωοδότης ἀνέστησεν, ὃν ὑμεῖς ἐκτείνατε φθονερῶς
Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου...
Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σὲ Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.
Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με.
Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.
Δοῦλός σού εἰμι ἐγώ, συνέτισόν με...
Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοι ἐφθέγγετο. Μὴ βραδύνῃς ἡ ζωὴ ἐν τοῖς νεκροῖς.
Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου.
ᾍδης ὁ δεινός, συνετρόμαξεν ὅτε σε εἶδεν, Ἤλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.
Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.
Μέγα καί, φρικτόν, Σῶτερ θέαμα νῦν καθορᾶται ! ὁ ζωῆς γὰρ θέλων παραίτιος, θάνατον ὑπέστη, ζωῶσαι θέλων πάντας.
Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
Νύττῃ τὴν πλευράν, καὶ ἡλοῦσαι Δέσποτα τὰς χεῖρας, πληγὴν ἐκ πλευρᾶς σου ἰώμενος, καὶ τὴν ἀκρασίαν, χειρῶν τῶν Προπατόρων.
Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.
Πρὶν τὸν τῆς Ῥαχήλ, υἱὸν ἔκλαυσεν ἅπας κατ' οἶκον, νῦν τὸν τῆς Παρθένου ἐκόψατο, Μαθητῶν χορεία σὺν τῇ Μητρί.
Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους.
Ῥάπισμα χειρῶν, Χριστοῦ δέδωκαν ἐν σιαγόνι, τοῦ χειρὶ τὸν ἄνθρωπον πλάσαντος, καὶ τὰς μύλας θλάσαντος τοῦ θηρός.
Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
Ὕμνοις σου Χριστέ, νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῇ ταφῇ.
Δόξα...
Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.
Καὶ νῦν ... Θεοτοκίον
Τέξασα ζωήν, Παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.
Καὶ πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

Εἶτα Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἠχος γ'

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ μου.
Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν τάφῳ σε κηδεύει.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Μυροφόροι ἦλθον, μύρα σοι Χριστέ μου, κομίζουσαι προφρόνως.
Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Ὡς νεκρὸν τὸν ζῶντα, σὺν Μυροφόροις πάντες, μυρίσωμεν ἐμφρόνως.
Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.
Ἰωσὴφ τρισμάκαρ, κήδευσον τὸ σῶμα, Χριστοῦ τοῦ ζωοδότου.
Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου.
Οὓς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.
Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα.
Οὓς ἔθρεψε τὸ μάννα, φέρουσι τῷ Σωτῆρι, χολὴν ἅμα καὶ ὄξος.
Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.
Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων!
Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.
Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.
Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
Τὸν ῥύστην ὁ πωλήσας, αἰχμάλωτος κατέστη, ὁ δόλιος Ἰούδας.
Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
Κατὰ τὸν Σολομῶντα, βόθρος βαθὺς τὸ στόμα, Ἑβραίων παρανόμων.
Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου.
Ἑβραίων παρανόμων, ἐν σκολιαῖς πορείαις, τρίβολοι καὶ παγίδες.
Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με, καὶ ζήσομαι.
Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμῳ, νεκροπρεπῶς τὸν Κτίστην.
Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω.
Ζωοδότα Σῶτερ, δόξα σου τῷ κράτει, τὸν ᾍδην καθελόντι.
Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.
Ὕπτιον ὁρῶσα, ἡ Πάναγνός σε Λόγε, μητροπρεπῶς ἐθρήνει.
Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.
Ὧ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;
Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾶν τὰ λόγιά σου.
Θρῆνον συνεκίνει, ἡ πάναγνός σου Μήτηρ, σοῦ Λόγε νεκρωθέντος.
Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με.
Γύναια σὺν μύροις, ἥκουσι μυρίσαι, Χριστὸν τὸ θεῖον μύρον.
Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
Θάνατον θανάτῳ, σὺ θανατοῖς Θεέ μου, θείᾳ σου δυναστείᾳ.
Ἐγγὺς εἶ σύ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.
Πεπλάνηται ὁ πλάνος, ὁ πλανηθεὶς λυτροῦται, σοφίᾳ σῇ Θεέ μου.
Καταρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
Πρὸς τὸν πυθμένα ᾍδου, κατήχθη ὁ προδότης, διαφθορᾶς εἰς φρέαρ.
Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Τρίβολοι καὶ παγίδες, ὁδοὶ τοῦ τρισαθλίου, παράφρονος Ἰούδα.
Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με.
Συναπολοῦνται πάντες, οἱ σταυρωταί σου Λόγε, Υἱὲ Θεοῦ παντάναξ.
Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
Διαφθορᾶς εἰς φρέαρ, συναπολοῦνται πάντες, οἱ ἄνδρες τῶν αἱμάτων.
Οἱ οἰκτιρμοί σου πολλοί, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με.
Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;
Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
Ἡ δάμαλις τὸν μόσχον, ἐν Ξύλῳ κρεμασθέντα, ἠλάλαζεν ὁρῶσα.
Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγια σου οὐκ ἐφυλάξαντο.
Σῶμα τὸ ζωηφόρον, ὁ Ἰωσὴφ κηδεύει, μετὰ τοῦ Νικοδήμου.
Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.
Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυρροοῦσα, τὰ σπλάγχνα κεντουμένη.
Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ὦ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου Τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;
Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.
Τὸν Ἀδὰμ καὶ Εὔαν, ἐλευθερῶσαι Μῆτερ, μὴ θρήνει, ταῦτα πάσχω.
Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
Δοξάζω σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.
Ἀδικίαν ἐμίσησα καὶ ἑβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα.
Ὄξος ἐποτίσθης, καὶ χολὴν οἰκτίρμον, τὴν πάλαι λύων γεῦσιν.
Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ἰκρίῳ προσεπάγης, ὁ πάλαι τὸν λαόν σου, στύλῳ νεφέλης σκέπων.
Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
Αἱ Μυροφόροι Σῶτερ, τῷ τάφω προσελθοῦσαι, προσέφερόν σοι μύρα.
Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα.
Ἀνάστηθι οἰκτίρμον, ἡμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ ᾍδου.
Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα.
Ἀνάστα Ζωοδότα, ἡ σὲ τεκοῦσα Μήτηρ, δακρυρροοῦσα λέγει.
Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε.
Σπεῦσον ἐξαναστῆναι, τὴν λύπην λύων Λόγε, τῆς σὲ ἁγνῶς Τεκούσης.
Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με.
Οὐράνιοι Δυνάμεις, ἐξέστησαν τῷ φόβῳ, νεκρὸν σε καθορῶσαι.
Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
Τοῖς πόθῳ τε καὶ φόβῳ, τὰ πάθη σου τιμῶσι, δίδου πταισμάτων λύσιν.
Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.
Ὧ φρικτὸν καὶ ξένον, θέαμα Θεοῦ Λόγε! πῶς γῆ σε συγκαλύπτει;
Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
Φέρων πάλαι φεύγει, Σῶτερ Ἰωσὴφ σε, καὶ νῦν σε ἄλλος θάπτει.
Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
Κλαίει καὶ θρηνεῖ σε, ἡ πάναγνός σου Μήτηρ, Σωτήρ μου νεκρωθέντα.
Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι.
Φρίττουσιν οἱ νόες, τὴν ξένην καὶ φρικτήν σου, Ταφὴν τοῦ πάντων Κτίστου.
Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
Ἔρραναν τὸν τάφον, αἱ Μυροφόροι μύρα, λίαν πρωῒ ἐλθοῦσαι.
Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
Εἰρήνην Ἐκκλησία, λαῷ σου σωτηρίαν, δώρησαι σῇ Ἐγέρσει.
Δόξα...
Ὦ Τριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.
Καὶ νῦν ... Θεοτοκίον
Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου, Ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.

Εὐλογητάρια
Ἦχος πλ. α'

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἤσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δὲ Ἀπόστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου Σῶτερ ἐνηχοῦντο, Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφίμ, κράζοντες· τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλευς τῆς εἰρήνης, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.