ΣΤΙΧΗΡΑ ΚΑΙ ΚΑΘΙΣΜΑΤΑ ΚΑΤΑ ΤΡΙΩΔΙΟΝ

Ἦχος α' Ἦχος β' Ἦχος γ' Ἦχος δ' Ἦχος πλ. α' Ἦχος πλ. β' Ἦχος Βαρὺς Ἦχος πλ. δ'



ΕΙΣ ΤΟΝ Α' ΗΧΟΝ

Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Κατανυκτικὰ
Ἦχος α'
ΤΟ ΑΚΟΥΤΕ
Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα, σῶσόν με, ὡς τῷ Πέτρῳ, ὁ Θεός, καὶ ἐλέησόν με.

Ὅτι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.

Ἄλλος σε κόσμος ψυχὴ ἀναμένει, καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά· μὴ οὖν ἐμμείνῃς τοῖς ὧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος, ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης, ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος α'

Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου κράζω, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν συναρίθμησόν με, ὁ Θεός, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ Κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται, αὐτὸν Θεοτόκε ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὴν ζ' Ὠδὴν
Μαρτυρικὸν

Ἀθλήσεως, καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν, οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά· ἀλλ' αὐτὸς Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι κριτὰ δικαιότατε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Συλλαβοῦσα ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν Κύριον κεχαριτωμένη Θεοτόκε, περίσῳζε τοὺς σὲ μεγαλύνοντας.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν
Τοῦ λίθου σφραγισθέντος
ΤΟ ΑΚΟΥΤΕ
Ὡς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος οἰκονομία σου αὕτη; δι' ἧς ἔσωσας, τὸ τῶν χειρῶν σου οἰκτίρμον, πλαστούργημα Δέσποτα.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων, Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη ὁμολογῶν σοι· Μνήσθητί μου Κύριε, δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὸν Ἄρνα ἐπὶ ξύλου ἡ ἀμνὰς καθορῶσα, μετὰ λῃστῶν μακροθύμως σταυρούμενόν σε Λόγε, καὶ λόγχῃ κεντούμενον πλευράν, ἠλάλαζε βοῶσα μητρικῶς· Τι τὸ ξένον καὶ φρικῶδες, Υἱέ μου μυστήριον, πῶς καλύπτει τάφος τὸν ἀπερίγραπτον Θεόν, ἄφραστον τὸ τελούμενον! Μή με τὴν τεκοῦσαν ἐάσῃς, Υἱέ μου γλυκύτατε.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν
ΤΟ ΑΚΟΥΤΕ
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
ΤΟ ΑΚΟΥΤΕ
Τῇ σαγήνῃ τοῦ λόγου, τὰς πλοκὰς τῶν ῥητόρων, οἱ Ἁλιεῖς τῷ καλάμῳ τοῦ Σταυροῦ ἀνατρέψαντες, ἐφώτισαν τὰ ἔθνη εὐσεβῶς, δοξάζειν σε Θεὸν ἀληθινόν· διό σοι καὶ τὸν ὕμνον, τῷ ἐνδυναμώσαντι αὐτοὺς βοῶμεν· Δόξα τῷ Πατρί, καὶ τῷ Υἱῷ, δόξα τῷ ὁμοουσίῳ Πνεύματι, δόξα τῷ δι' αὐτῶν φωτίσαντι τὸν Κόσμον.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Οἱ σοφοὶ τῆς Οἰκουμένης Ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νῦν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε σῶσον τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων, τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες· αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν
Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦσι, καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος α'

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς, δόξα σοι.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῷ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατ' ἐχθρῶν διὰ πίστεως, τοῦτο τρέμουσι, καὶ αἱ δυνάμεις τοῦ ᾍδου, τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, καταχρέως σε πάντες, εὐσεβῶς μεγαλύνομεν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος α'

Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων. ΤΟ ΑΚΟΥΤΕ

Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε· διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι ἐκράζετε· Γενέσθω Κύριε ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε.

Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε. Ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα· φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως Τριάδα ὁμοούσιον.

Πἀνεύφημοι Μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Ἰδιόμελον
Ἦχος α' Νεκρώσιμον
Ποίημα Ἰωάννου Μοναχοῦ

Ποία τοῦ βίου τρυφή, διαμένει λύπης ἀμέτοχος; ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα, μιᾷ ῥοπῇ, καὶ ταῦτα πάντα, θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Καὶ νῦν ... Θεοτοκίον
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες τῆς Πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον, θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει, τοὺς ἐχθροὺς ὡς παντοδύναμος.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
ΤΟ ΑΚΟΥΤΕ
Ὡς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων, μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ Οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Τοὺς μάρτυρας Χριστοῦ ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν σωτηρίαν αἰτοῦνται, καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως.
Δόξα... Νεκρώσιμον, Ὅμοιον
Ὁ σάρκα δι' ἡμᾶς ἐκ Παρθένου ἀτρέπτως, φορέσας ἐκ Μητρός, ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ γινώσκων ὡς Κύριος, τὸ καθ' ἡμᾶς εὐόλισθον, ἄνες, οἴκτειρον, τούς μεταστάντας τοῦ βίου· σοὶ γὰρ Δέσποτα, ψυχὰς ἀνέθεντο πίστει, τῷ μονῳ Θεῷ ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Εἰς τοὺς Αἴνους
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος α'

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ Κόσμου, καὶ κήρυκας τῆς Πίστεως, τὴν πηγὴν τήν ἀένναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως, τὸν τῶν πόνων ὑμῶν μισθὸν ἐκομίσασθε, οὐρανῶν Βασιλείας, κληρονόμοι γεγόνατε, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν δεόμεθα.

Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεύσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων, τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Νεκρώσιμον
Ποίημα Ἰωάννου Δαμασκηνοῦ

Ἔργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις λόγῳ Λόγε Λάζαρον, ἐκ νεκρῶν ἐξανέστησας, τότε μοχλοὶ ἐσαλεύθησαν, πύλαι δὲ ᾍδου συνεταράχθησαν, τότε ὕπνος ὁ τῶν ἀνθρώπων, θάνατος ἀπεδείκνυτο, ἀλλ' ὁ εἰς τὸ σῶσαί σου τὸ πλαστούργημα, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω, ἀνάπαυσον ὡς φιλάνθρωπος.
Καὶ νῦν ... Θεοτοκίον
Φαιδρύνεται Κόρη Προφητῶν, ὁ χορὸς τῷ τόκῳ σου, Πατριαρχῶν θεῖος σύλλογος, σεπτοὶ Ἀπόστολοι, καὶ Ἀρχιερέων, καὶ Μαρτύρων σύστημα, Ὁσίων καὶ Δικαίων τὰ τάγματα, καὶ σὲ γινώσκουσιν, ἀφορμὴν τῆς τούτων τάξεως, καὶ τιμῶσιν, ὡς Θεοῦ γεννήτριαν.

Ἀπόστιχα
Νεκρώσιμα τοῦ Θεοφάνους
Ἦχος α'
Πανεύφημοι
ΤΟ ΑΚΟΥΤΕ
Σοῦ Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τοὺς μεταστάντας ἀνάπαυσον, καὶ κατασκήνωσον, ἐν σκηναῖς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ παραπτώματα, καὶ παρέχων αὐτοῖς τὴν ἀνάπαυσιν.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Οὐδεὶς ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, εἰμὴ σὺ μόνε Ἀθάνατε· διὸ τοὺς δούλους σου, ὡς Θεὸς οἰκτίρμον, ἐν φωτὶ κατάταξον, σὺν ταῖς χοροστασίαις Ἀγγέλων σου, τῇ εὐσπλαγχνίᾳ σου, ὑπερβαίνων ἀνομήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ὑπὲρ τὰ ὁρώμενα τὰ σά, Σῶτερ ἐπαγγέλματα, ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν, οὐκ ἀνέβη πώποτε, ὧν τῆς προσενεστώσης μεθέξεως, τυχεῖν εὐδόκησον, τοὺς πρὸς σὲ μεταχωρήσαντας, καὶ παρέχων ζωὴν τὴν αἰώνιον.
Δόξα...
Σταυρῷ σου γηθόμενοι Σταυρῷ, θαρροῦντες οἱ δοῦλοί σου, πρὸς σὲ μετέστησαν Κύριε, οἷς νῦν ἀντίλυτρον, τῶν αὐτῶν πταισμάτων, τὸν Σταυρὸν σου δώρησαι, καὶ αἷμα τὸ χυθὲν ὑπὲρ τοῦ Κόσμου ζωῆς, τῇ εὐσπλαγχνίᾳ σου, συγχωρῶν τὰ πλημμελήματα, καὶ φωτίζων φωτὶ τοῦ προσώπου σου.
Καὶ νῦν ... Θεοτοκίον
Χριστὸν ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν πταισμάτων συγχώρησιν, δοῦναι τοῖς δούλοις σου, τοῖς σὲ Θεοτόκον, εὐσεβῶς κηρύξασι, καὶ λόγῳ ἀληθεῖ δογματίσασι, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων καὶ φαιδρότητος ἀξιῶσαι ἐν τῇ βασιλείᾳ σου.

ΕΙΣ ΤΟΝ Β' ΗΧΟΝ
top
Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Κατανυκτικὰ
Ἦχος β'

Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός. ΤΟ ΑΚΟΥΤΕ

Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν· Ἱλάσθητί μοι ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός.

Τῶν πεπραγμένων μου δεινῶν, ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην δακρύσασαν, καὶ τὸν Ἄσωτον Υἱόν· διὸ καὶ προσπίπτω σοι Ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

Τὰς ἀνομίας μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος β'

Ὡς κύματα θαλάσσης, ἐπ ἐμὲ ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει, ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλ' εἰς εὔδιον λιμένα, ὁδήγησόν με Κύριε τῇ μετανοίᾳ, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἐγὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον Κύριε, κατανύξεως καρπόν, μὴ φέρων τὸ σύνολον, καὶ τὴν ἐκκοπήν πτοοῦμαι, καὶ τὸ πῦρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον· διό σε ἱκετεύω, πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς πανύμνητε Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι· ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ Κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταὶς ἱκεσίαις καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσον ἡμᾶς.

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος β'

Ἐλέησόν με εἶπεν ὁ Δαυΐδ, κᾀγώ σοι κράζω· Ἥμαρτον Σωτήρ, τὰς ἐμὰς ἁμαρτίας διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἐλέησόν με ὁ Θεὸς ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυῒδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοι, ἐκεῖνος τὴν στρωμνὴν τοῖς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι, καὶ δέομαι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε μὴ παρίδῃς με, δεόμενον ἀντιλήψεως τῆς ὑπὸ σοῦ· ἐπὶ σοὶ γὰρ πέποιθεν ἡ ψυχή μου· Ἐλέησόν με.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν ἁγίοις ἀναπαυόμενος.

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος β'
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὰς πόλεις σου, ἱκετεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὃν τρόπον ᾐχμαλώτευσεν ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ ξύλου τῆς βρώσεως Κύριε, ὡσαύτως ᾐχμαλώτευσας καὶ αὐτὸς τὸν ἐχθρόν, διὰ ξύλου Σταυροῦ, καὶ τοῦ πάθους σου· ἐν τούτῳ γὰρ παρεγένου ὁ δεύτερος Ἀδάμ, ἀναζητῆσαι τὸν πλανηθέντα, ζωοποιῆσαι τὸν νεκρωθέντα, ὁ Θεὸς δόξα σοι.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Ἡ παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς· Υἱέ μου ἔλεγε· τί τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος, ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον ἐπονείδιστον;

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος β'

Ὁ σοφίσας ὑπὲρ ῥήτορας τοὺς Ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάσῃ τῇ γῇ, τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου Χριστὲ ὁ Θεός, δι' αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Σαγηνεύσαντες τὰ ἔθνη οἱ Ἁλιεῖς, καὶ διδάξαντες τὰ πέρατα σὲ προσκυνεῖν, τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου Χριστὲ ὁ Θεός, δι' αὐτῶν στερέωσον τὴν Ἐκκλησίαν σου, καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες· Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἠχος β'
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν παραγενόμενος, εἰς τὸ σῶσαι τὸν Κόσμον.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα· Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾍδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἐπὶ τὴν πέτραν τὴν ἀσάλευτον, θεμελιώσαντες οἱ Ἅγιοι, κατὰ τῶν τυράννων κραταιῶς ἠνδρίσαντο, καὶ διὰ βασάνων τῶν στεφάνων ἔτυχον, δι' αὐτῶν ὁ Θεός, σῶσον ἡμᾶς.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος β'

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες, Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασῴζεται.

Χοροὶ Μαρτύρων ἀντέστησαν, τοῖς τυράννοις λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσετε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι, διὰ τῆς πίστεως· οὐ μόνον γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἤμών.
Δόξα... Νεκρώσιμον
τοῦ Δαμασκηνοῦ

Οἴμοι οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! οἴμοι πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! πρός τους Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει, πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διὸ ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ Νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος β'

Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῳ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε· αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον
Ἡ μνήμη τῶν κεκοιμημένων Κύριε, εἰς μνείαν τῶν προσδοκωμένων ἄγει με, καὶ καθορῶν μου τὴν καταδίκην, προσφέρω τὴν ἐκ βασάνων φωνήν· Ἐλεῆμον ἐλέησόν με.
Καὶ νῦν ... Θεοτοκίον
Μήτηρ ἁγία ἡ τοῦ ἀχράντου Φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

Εἰς τοὺς Αἴνους
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος β'

Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ Κόσμον ὅλον δορυφορεῖται ὑμῶν τὰ λείψανα, Ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.

Τὸν Σταυρὸν τοῦ Χριστοῦ λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ Διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

Τῶν Ἁγίων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ· Ἐλέησον ἡμᾶς, ὡς φιλάνθρωπος.

Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε· διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.
Δόξα... Νεκρώσιμον
τοῦ Δαμασκηνοῦ
Ἦχος β'

Ἐκ γῆς πλαστουργήσας με, εἰς γῆν πάλιν πορεύεσθαι, τῇ παραβάσει με κατέκρινας, ἔστησας ἡμέραν ἐτάσεως, ἐν ᾗ τὰ κρυπτὰ τῆς ἑκάστου πράξεως, φανερὰ παρίστανται ἐνώπιόν σου, τότε φεῖσαί μου ἀναμάρτητε, καὶ τῶν ἐσφαλμένων μοι συγχώρησιν διδούς, τῆς Βασιλείας σου μὴ χωρίσῃς με.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ ἅγιος, καθὼς βοᾷ ὁ Προφήτης, Ἅγιος ὁ Ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Ἀπόστιχα
Νεκρώσιμα Προσόμοια
τοῦ Θεοφάνους
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε
ΤΟ ΑΚΟΥΤΕ
Ῥύμην, τοῦ θανάτου καὶ φθοράν, σοῦ τῷ ζωηφόρῳ θανάτῳ, καθεῖλες Δέσποτα· πᾶσι δὲ ἐπήγασας ζωὴν αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, θνητοῖς ἐδωρήσω· ὅθεν σου δεόμεθα, Σῶτερ ἀνάπαυσον, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀκηράτου σου δόξης, τούτους καταξίωσον φιλάνθρωπε.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ἵνα, τοὺς ἀνθρώπους κοινωνοὺς θείας Βασιλείας ἐργάσῃ, σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῇ σῇ εὐσπλαγχνίᾳ, μετόχους ἀνάδειξον τῆς Βασιλείας σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀϊδίου σου δόξης, καὶ μακαριότητος ἀξίωσον.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως, βαθὺ μυστήριον, χαίρων ἐξετέλεσας, ὡς ὑπεράγαθος, καὶ τιμῆς ἐξηγόρασας, τὸν σύμπαντα Κόσμον, Αἵματι τιμίῳ σου· διὸ δεόμεθα, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον Φιλάνθρωπε.
Δόξα...
Τρόμῳ τῷ φρικτῷ καὶ φοβερῷ, βήματι τῷ σῷ παρεστῶτες, οἱ ἀπ' αἰῶνος νεκροί, ψῆφον ἀναμένουσι, τὴν σὴν δικαίαν Σωτήρ, καὶ τὴν θείαν ἐκδέχονται, δικαιοκρισίαν, τότε φεῖσαι Δέσποτα, Σῶτερ τῶν δούλων σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀϊδίου τρυφῆς σου, καὶ μακαριότητος ἀξίωσον.
Καὶ νῦν ... Θεοτοκίον
Εὔας τῆς προμήτορος Ἁγνή, σὺ τὴν ὀφειλὴν συλλαβοῦσα, Θεὸν ἀπῄτησας, τὸν τὴν ἀφθαρσίαν τε, καὶ τὴν ἀνάστασιν, τοῖς πιστοῖς χαριζόμενον, καὶ τῇ ἀθανάτῳ, δόξῃ στεφανώσαντα, τοὺς σὲ δοξάζοντας, ὃν νῦν δυσωποῦσα μὴ παύσῃ, τούτους ἐν φωτὶ κατατάξαι, τῆς αὐτοῦ λαμπρότητος Θεόνυμφε.

ΕΙΣ ΤΟΝ Γ' ΗΧΟΝ
top
Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Κατανυκτικὰ
Ἦχος γ'
ΤΟ ΑΚΟΥΤΕ
Ἑσπερινὸν ὕμνον, προσφέρομέν σοι Χριστέ, μετὰ θυμιάματος, καὶ ᾠδῶν πνευματικῶν, ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει· δός μοι χεῖρα βοηθείας, καὶ πρός φῶς ἀνάγαγέ με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος, καὶ φιλάνθρωπος.

Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ Πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι· ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος, ἀλλ' ἑκάτερα διόρθωσον Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ ἐλέησόν με.

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος γ'

Ἐπὶ τῆς δίκης τῆς φοβερᾶς, ἄνευ κατηγόρων ἐλέγχομαι, ἄνευ μαρτύρων κατακρίνομαι· αἱ γὰρ βίβλοι τοῦ συνειδότος ἀναπτύσσονται, καὶ τὰ ἔργα τὰ κεκρυμμένα ἀνακαλύπτονται, πρὶν οὖν ἐν ἐκείνῳ τῷ πανδήμῳ θεάτρῳ, μέλλῃς ἐρευνῆσαι τὰ ἐμοὶ πεπραγμένα· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἕως πότε ψυχή μου ἐπιμένεις τοῖς πταίσμασιν, ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν; λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον τῷ Κυρίῳ· Ἥμαρτον ἀναμάρτητε, Κύριε σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγὴ ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τίς μὴ θαυμάσῃ τῶν ἁγίων Μαρτύρων τοὺς ἀηττήτους ἀγῶνας; τὶς μὴ ἐκπλαγῇ τὰ τούτων ἀεὶ κατορθώματα; ὅτι ἐν πυρὶ καὶ μάστιξι, θηρσί τε καὶ σφαγαῖς, τὸν ἀντίδικον ἐχθρὸν ἐτροπώσαντο, βασιλέων κολακείας βδελυξάμενοι, καὶ τυράννων ἀπειλὰς ἀποσεισάμενοι· διὸ καὶ τοὺς στεφάνους ἐκομίσαντο, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος τῷ Κόσμῳ τὸ μέγα ἔλεος.

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος γ'

Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον, χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται· βόησον Χριστῷ τῷ Θεῷ· Καρδιογνῶστα ἥμαρτον· πρὶν καταδικάσῃς με ἐλέησόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἐν τῇ ὥρᾳ τῆς προσευχῆς, μετανοεῖν ἐπαγγέλλομαι, καὶ ὁ ἐχθρὸς ἐπιμελῶς ἁμαρτάνειν, ἐμβάλλει μοι ἄτοπα, ἀλλ' ἐξ αὐτοῦ με ῥῦσαι ὁ Θεός, καὶ ἐλέησόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ Κόσμου, ταῖς πρεσβείαις σου σῷζε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διά τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος γ'
Τὴν ὡραιότητα
ΤΟ ΑΚΟΥΤΕ
Τὸ ἀναρίθμητον τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο, θέλων ἐκλυτρώσασθαι ἐκ φθορᾶς τὸ ἀνθρώπινον; διὸ ὡς Ζωοδότῃ βοῶμέν σοι· Δόξα Χριστὲ τῇ Βασιλείᾳ σου.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τῶν Ἀθλοφόρων σου τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτοὺς τὰ πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γὰρ τοῦ Βελίαρ τὴν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα, αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος γ'
Θείας πίστεως
ΤΟ ΑΚΟΥΤΕ
Θεῖοι κήρυκες τῆς ἀληθείας, καὶ διδάσκαλοι τῆς Ἐκκλησίας, ἀνεδείχθητε αὐτόπται Ἀπόστολοι· καὶ γὰρ εἰδώλων τὴν πλάνην πατήσαντες, καὶ τὴν Τριάδα τρανῶς ἐκηρύξατε, ἣν πρεσβεύσατε μακάριοι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Δεῦτε ἅπαντες τοὺς Ἀποστόλους ἀνυμνήσωμεν ὡς κυβερνήτας· τῶν εἰδώλων γὰρ τὴν πλάνην ἐδίωξαν, καὶ πρὸς τὸ φῶς τῆς ζωῆς ἐπανήγαγον, καὶ τὴν Τριάδα δοξάζειν ἐδίδαξαν· ὅθεν ἅπαντες αὐτῶν, τὴν σεβάσμιον μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα δοξάζομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς ἀγεώργητος Παρθένε ἄμπελος, τὸν ὡραιότατον βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν τὸν οἶνον τὸν σωτήριον, τὸν πάντων εὐφραίνοντα τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ κεχαριτωμένη.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν
Ἦχος γ'
Τὴν ὡραιότητα
ΤΟ ΑΚΟΥΤΕ
Θωρακισάμενοι τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, καὶ πάσας τὰς τῶν Τυράννων, ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ καρτερόψυχοι.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος γ'
Τὴν ὡραιότητα
ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς Κτίσεως τοῦτον κατέπηξας, ὅτε εὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλωθῆναι, τότε καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, ταῦτα καὶ Λῃστὴς ὁρῶν, Θεόν σε ὡμολόγησε, βοῶν σοι· Μνήσθητί μου Κύριε, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ἐν κυπαρίσσῳ, καὶ πεύκῃ, καὶ κέδρῳ, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου Σταύρωσιν· Χριστὲ ὁ Θεὸς δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὴν ὡραιότητα
ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐπονείδιστον Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας· ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, μόνε ὑπεράγαθε, καὶ φιλάνθρωπε Κύριε, οἰκτείρησον καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος γ'

Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις· ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα Ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν Κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Νεκρώσιμον
τοῦ Δαμασκηνοῦ

Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Καὶ νῦν... Θεοτοκίον
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος γ

Ὅσοι φιλομάρτυρες, εὐφράνθητε καὶ νῦν, συμφώνως ἀναμέλποντες τὴν ὑμνῳδίαν τῷ Χριστῷ· ὡς γὰρ φωστῆρες ἐν Κόσμῳ, ἀνέτειλεν ἡμῖν τὴν ἐτήσιον μνήμην τῶν Ἀθλοφόρων αὐτοῦ, θαυμάτων χάριν ἐκπέμπουσαν, καὶ φωτίζουσαν τὸν νοῦν, καὶ τὰς ψυχὰς ἡμῶν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.
Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος. Ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.
Δόξα... Νεκρώσιμον
Τὴν ὡραιότητα
ΤΟ ΑΚΟΥΤΕ
Ὅτε τῷ λόγῳ σου παραστησόμεθα, τῷ ἀδεκάστῳ σου Βήματι Κύριε, μὴ κατακρίνῃς τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, ἐν σκηναῖς τῶν Δικαίων σου, Χριστέ, οὓς προσελάβου κατάταξον, ὡς μόνος ὑπάρχων πολυέλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Εἰς τοὺς Αἴνους
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος γ'

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι Ἀγγέλοις, καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον, παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο, οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως, αὐτὸν ὡμολόγησαν τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ὑπερ τῶν ψυχῶν ἡμῶν.

Αἱ δυνάμεις τῶν ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν Μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὡς φωστῆρες ἐν Κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον
Ἀνθρωποι τί μάτην ταραττόμεθα; ὁ δρόμος βραχύς ἐστιν, ὃν τρέχομεν, καπνὸς ὑπάρχει ὁ βίος, καὶ ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος. Διὸ Χριστῷ τῷ ἀθανάτῳ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι ὑπὲρ ἀχρείων δούλων σου.

Ἀπόστιχα
Νεκρώσιμα Προσόμοια
τοῦ Θεοφάνους
Ἦχος γ'
Τῷ τύπῳ τοῦ Σταυροῦ
ΤΟ ΑΚΟΥΤΕ
Δοξάζω τὸν Σταυρόν σου τὸν τίμιον, δι' οὗ ζωὴ δεδώρηται, καὶ τρυφῆς ἡ ἀπόλαυσις, τοῖς ἐν πίστει καὶ πόθῳ σε ὑμνοῦσι, μόνε Πολυέλεε. Διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ὁ μόνος ἐλεήμων, καὶ εὔσπλαγχνος, ὁ ἔχων ἀκατάληπτον ἀγαθότητος πέλαγος, ὁ γινώσκων τὴν φύσιν τῶν ἀνθρώπων, ἣν ἐδημιούργησας, σὲ ἱκετεύομεν Χριστὲ ὁ Θεός. Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ὑπνώσας ἐν τῷ τάφῳ ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ σου, ὡς Θεὸς ἐξανέστησας, τοὺς ἐν τάφῳ ὑμνοῦντας, ἀσιγήτως ὕμνον σοι προσφέροντας. Διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Λαμπάδα νοητὴν σε βαστάζουσαν, τὸ φέγγος τῆς Θεότητος, ὁμιλῆσαν παχύτητι τῆς ἀνθρώπων οὐσίας, Θεοτόκε πάντες ἐπιστάμεθα, τὸν σὸν δυσώπησον Υἱὸν καὶ Θεόν. Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

ΕΙΣ ΤΟΝ Δ' ΗΧΟΝ
top
Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Κατανυκτικὰ
Ἦχος δ'

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε, τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι, ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τὶς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῳ τούτῳ οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Πλῦνόν με τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις· διὸ καὶ προσπίπτω σοι. Ἥμαρτόν· ἐλέησόν με ὁ Θεός.

Πρόβατόν εἰμι τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν ποιμένα τὸν καλόν, ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος δ'

Τὴν ταπεινήν μου ψυχὴν ἐπίστρεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν Πόρνην, δέξαι κᾀμέ, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Διαπλέων τὸ πέλαγος τῆς παρούσης ζωῆς, ἄβυσσον τῶν πολλῶν μου ἐνθυμοῦμαι τὴν κακῶν· καὶ μὴ ἔχων τὸν κυβερνήτην λογισμόν, τὴν τοῦ Πέτρου σοι προσφθέγγομαι φωνήν· Σῶσόν με Χριστέ, σῶσόν με ὁ Θεός, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τῇ ἄνατραφείσῃ ἐν τῷ ναῷ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν, τον ἀσπασμὸν καὶ τὸ Χαῖρε· Χαῖρε εὐλογημένη, Χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν Οἰκουμένην τῇ χάριτι φαιδρύναι. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος δ'
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ συνεισέλθωμεν, εἰς τὸν νυμφῶνα Χριστοῦ, ἵνα πάντες ἀκούσωμεν τῆς μακαρίας φωνῆς, αὐτοῦ τοῦ Θεοῦ ἡμῶν. Δεῦτε οἱ ἀγαπῶντες, τὴν οὐράνιον δόξαν, σύμμορφοι γεγονότες, ταῖς φρονίμοις Παρθένοις, φαιδρύνωμεν τὰς λαμπάδας ἡμῶν διὰ τῆς πίστεως.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἀναλόγισαι ψυχή, πῶς παραστῶμεν τῷ Κριτῇ, ἐν τῇ ὥρᾳ τῇ φρικτῇ, τίθενται θρόνοι φοβεροί, καὶ ἑκάστου αἱ πράξεις ἐξελέγχονται, τότε ὁ Κριτὴς ἀδυσώπητος, ἐκεῖ τὸ πῦρ δεινῶς σοι ἡτοίμασται, ὥς περ ἀγρία θάλασσα κυμαινομένη, ὡς καλύψαι τὰ σύμπαντα. Σὺν πᾶσι τούτοις, βλέπε ψυχή μου, στέναξον πρὸ τοῦ τέλους.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἡ κυρίως καὶ ἀληθῶς Θεοτόκος, ἡ πρεσβεύουσα ὡς μήτηρ ἐν παρρησίᾳ, τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, διαφύλαττε πόλιν ἐξαιρέτως, τῇ σκέπῃ σου προστρέχουσαν, ἐν σοὶ τὸ κράτος ἔχουσαν, καὶ πρὸς σὲ καταφεύγουσαν, τὸν λιμένα τὸ τεῖχος, τὴν μόνην προστασίαν, τοῦ γένους τῶν ἀνθρώπων.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τῶν ἐν ὅλῳ τῷ Κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος δ'

Ἐξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις, Σωτὴρ ἡμῶν δόξα σοι.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ Πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον, Ὅμοιον
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου, ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν, Ὅμοιον

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. ΤΟ ΑΚΟΥΤΕ

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος δ'
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρας εἰς τὰ πέρατα, τοὺς Μαθητάς σου Χριστέ, ἀνέδειξας ἐκλάμποντας, ἐν τῷ κηρύγματι τῷ σῷ, φωτίζοντας ἡμῶν τὰς ψυχάς, πλάνην τὴν τῶν εἰδώλων, δι' αὐτῶν ἀμαυρώσας, δόγμασιν εὐσεβείας, καταλάμψας τῷ Κόσμῳ. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Στίχ. Εἰς πᾶσαν τὴν γὴν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὡς Μωϋσῆς τὸν Ἰσραὴλ ἐκ δουλείας, διὰ θαλάσσης Ἐρυθρᾶς ὁδηγήσας, τῇ δεξιᾷ σου Δέσποτα βυθίσας Φαραώ, οὕτως ἐν τοῖς θαύμασιν, οἱ σοφοὶ Μαθηταί σου, τὴν θάλασσαν διέρρηξαν, τῆς πικρᾶς ἀθεΐας, καὶ τὸν λαὸν ὡδήγησαν πρὸς σέ, ἄναρχε Λόγε, καὶ μόνε φιλάνθρωπε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως, σὲ ἀνυμνοῦντες μεγαλύνομεν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες διδοῦσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω τὸ πρίν, φιλάνθρωπε Κύριε, ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλήσει, λόγχῃ δὲ τὴν πλευράν σου κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, δόξα Μακρόθυμε.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τὸ φῶς τῶν ψυχῶν ἡμῶν, νῦν καθορῶντες Χριστέ, Σταυρόν σου τὸν ἄχραντον, καὶ προσκυνοῦντες αὐτόν, φαιδρῶς ἐκβοῶμέν σοι· Δόξα σοι ὁ ἐν τούτῳ, ὑψωθῆναι θελήσας, δόξα σοι ὁ φωτίσας, δι' αὐτοῦ πᾶσαν κτίσιν, ἐν ᾧ σε ἀκαταπαύστως, ὕμνοις δοξάζομεν.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον, Ὅμοιον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα; πῶς ἡ ζωὴ τῶν ὅλων ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς εὔσπλαγχνος.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἡ σεπτὴ τῶν Ἀθλοφόρων πανήγυρις, Οὐρανὸν τὴν Ἐκκλησίαν ἔδειξε, καὶ τοῖς ἀνθρώποις συγχορεύουσιν Ἄγγελοι, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος δ'

Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ τῶν ἁγίων Μαρτύρων δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου τὴν ὑμνῳδίαν φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν, ἱκεσίαις, τὸ μεγα ἔλεος.

Ἔχοντες παρρησίαν, πρὸς τὸν Σωτῆρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.
Δόξα... Νεκρώσιμον
τοῦ Δαμασκηνοῦ

Ποῦ ἐστιν ἡ τοῦ Κόσμου προσπάθεια; ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; ποῦ ἐστιν ὁ χρυσός, καὶ ὁ ἄργυρος; ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα, καὶ ὁ θόρυβος; πάντα τέφρα, πάντα κόνις, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ, Κύριε τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τοὺς μεταστάντας ἐξ ἡμῶν, καὶ ἀνάπαυσον αὐτούς, ἐν τῇ ἀγήρῳ μακαριότητι.
Καὶ νῦν ... Θεοτοκίον
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν Κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος δ'
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. ΤΟ ΑΚΟΥΤΕ
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἐν ὅλω τῷ Κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸν ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, διδοῦσι τὰς ἰάσεις τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὸν Κόσμον σου.
Δόξα... Νεκρώσιμον, Ὅμοιον
Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον ὡς εὔσπλαγχνος καὶ παντοδύναμος, Χριστὲ ὁ Θεὸς ἡμῶν, συγχώρησον ὡς οἰκτίρμον, τὰ αὐτῶν πεπραγμένα, ἐλέησον ἐλεῆμον, τῶν χειρῶν σου τὸ ἔργον, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Καὶ νῦν ... Θεοτοκίον
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Εἰς τοὺς Αἴνους
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος δ'

Τίς οὐκ ἐξίσταται ὁρῶν ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἑνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρὸν ὁπλισάμενοι; ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀγγέλων συμμέτοχοι γεγόνατε, Ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστόν, ἀνδρείως κηρύξαντες· πάντα γὰρ τὰ ἐν Κόσμῳ κατελίπετε τερπνά, ὡς ἀνύπαρκτα, τὴν Πίστιν δὲ ὡς ἄγκυραν, ἀσφαλῆ ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Πῶς ὑμῶν θαυμάσωμεν, τοὺς ἀγῶνας ἅγιοι Μάρτυρες, ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε; οὐκ ἐφόβησαν ὑμᾶς, τῶν τυράννων αἱ ἀπειλαί; οὐ κατέπτηξαν ὑμᾶς, τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, τοῦ παρέχοντος ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

Τίμιος ὁ θάνατος τῶν Ἁγίων σου Κύριε· ξίφεσι γὰρ καὶ πυρί, καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σωτήρ, τὸ μέγα ἔλεος.
Δόξα... Νεκρώσιμον
Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις φιλάνθρωπος.
Καὶ νῦν ... Θεοτοκίον
Ἔχοντές σὲ Θεοτόκε, ἐλπίδα καὶ προστασίαν, ἐχθρῶν ἐπιβουλὰς οὐ πτοούμεθα, ὅτι σκέπεις τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα
Νεκρώσιμα Προσόμοια
τοῦ Θεοφάνους
Ἦχος δ'
Ἔδωκας σημείωσιν
ΤΟ ΑΚΟΥΤΕ
Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας, ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται; Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου, Ζωοδότα φιλάνθρωπε.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ὕπνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν τὴν πολυχρόνιον. Διό σε ἱκετεύομεν· Τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου, Ζωοδότα φιλάνθρωπε.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις· Πατρὶ γὰρ προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῶν, τὸ ὀφειλόμενον ἐπιτίμιον, καὶ νῦν ἐκδυσωποῦμέν σε, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν χαρᾷ καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν.
Δόξα...
Γένος τὸ ἀνθρώπινον, πρὸς ἀφθαρσίαν ἀνώλεθρον, ἐκ φθορᾶς ἀνακέκληται, λουσάμενον αἵματι, τῷ ἐκ τῆς πλευρᾶς σου, Σῶτερ κενωθέντι, ἐν ᾧ ἀπέπλυνας ἡμᾶς, τῆς παραβάσεως τοῦ Προπάτορος. Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς αἰωνίοις σου, ἐν χοροῖς τῶν Μαρτύρων σου.
Καὶ νῦν ... Θεοτοκίον
Ῥήσεσιν ἑπόμενοι, τῶν θεηγόρων πανάμωμε Θεοτόκον φρονοῦμέν σε· Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον, ἀπερινοήτως, τὸν λυτρωσάμενον ἡμᾶς, τοὺς αἰχμαλώτους τοῖς παραπτώμασιν, ὃν καὶ νῦν ἐκδυσώπησον, τοὺς μεταστάντας οἰκέτας σου, ταῖς οἰκείαις ἐκλάμψεσι, καταυγάσαι Πανάχραντε.

ΕΙΣ ΤΟΝ ΠΛ. Α' ΗΧΟΝ
top
Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Κατανυκτικὰ
Ἦχος πλ. α'

Κύριε ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε Ἀγαθέ, καὶ ἐλέησόν με.

Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τὶς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κᾀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.

Οἴμοι! τὶ ὁμοιώθην ἐγώ, τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ, ἀλλ' ἐπουράνιε γεωργὲ Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν ἄσωτον Υἱόν, δέξαι με καὶ ἐλέησόν με.

Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος, δέομαι καὶ ἐλέησόν με.

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. α'

Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου ἀπαγομένη εἰς κρίσιν; τότε, γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ Θεῷ, Καρδιογνῶστα, ἥμαρτον, ἐλέησόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ψυχὴ τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια, ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν, λοιπὸν ψυχὴ ἐπίστρεψον, ἡ κρίσις ἀσυγχώρητος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως Θεοτόκε βοῶμέν σοι· χαῖρε πύλη τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία, χαῖρε σεμνή, χαῖρε κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι, αὐτῶν ταῖς παρακλήσεσι παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. α'

Ἐν κλίνῃ κατακείμενος, ἁμαρτημάτων πολλῶν, συλοῦμαι τὴν ἐλπίδα τῆς σωτηρίας μου· ὁ γὰρ ὕπνος τῆς ἐμῆς ῥαθυμίας, προξενεῖ μου τῇ ψυχῇ τιμωρίαν. Διὸ φεῖσαί μου Χριστὲ ὁ Θεός, ὡς μόνος φιλάνθρωπος.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Πάντες ἀγρυπνήσωμεν, καὶ Χριστῷ ὑπαντήσωμεν πάντες, μετὰ πλήθους ἐλέους καὶ λαμπάδων φαεινῶν, ὅπως τοῦ νυμφῶνος ἔνδον ἀξιωθῶμεν· ὁ γὰρ τῆς θύρας ἔξω φθεγγόμενος, ἄπρακτα τῷ Θεῷ κέκραγεν· Ἐλέησόν με.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Τὸ ξένον τῆς Παρθένου μυστήριον, τῷ κόσμῳ ἀνεδείχθη σωτήριον· ἐξ αὐτῆς γὰρ ἐτέχθη ἄνευ σπορᾶς, καὶ σαρκὶ ἀνεδείχθη δίχα φθορᾶς, ἡ πάντων χαρά· Κύριε δόξα σοι.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν
ΤΟ ΑΚΟΥΤΕ
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Τὸν σταυρωθέντα Σωτῆρα, καὶ Λυτρωτὴν ἡμῶν, ἑκουσίως ὡς οἶδε καὶ ὡς ηὐδόκησεν, ἀνυμνοῦμεν οἱ πιστοί, καὶ δοξάζομεν, ὅτι προσήλωσεν αὐτὸς τὰς ἁμαρτίας τῶν βροτῶν, ῥυσάμενος ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ βασιλείας ἡμᾶς κατηξίωσε.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας ἑκουσίᾳ βουλῇ, καὶ φθορᾶς τοὺς ἀνθρώπους ἐλευθερώσας Σωτήρ, ἀνυμνοῦμεν οἱ πιστοί, καὶ προσκυνοῦμέν σε, ὅτι ἐφώτισας ἡμᾶς, τῇ δυνάμει τοῦ Σταυροῦ, καὶ πάντες δοξολογοῦμεν, φιλάνθρωπε, καὶ οἰκτίρμον, ὡς ζωοδότην καὶ Κύριον.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Τῷ σταυρῷ τοῦ Κυρίου παρισταμένη, θρηνῳδοῦσα ἐβόα ἡ Θεοτόκος· Οἴμοι ὦ Τέκνον μου! οἴμοι φῶς τῶν ἐμῶν ὀφθαλμῶν! πῶς ἐτανύθης ἐν Σταυρῷ, ὁ ἐκτείνας θεϊκῶς τὸν οὐρανὸν ὡσεὶ δέρριν, καὶ ἐκ θαλάσσης ἀνάγων, πηγὰς ὑδάτων τῷ σῷ προστάγματι;

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τοὺς Ἀθλοφόρους σου Κύριε, μεγάλους ἀντιλήπτορας ἀνέδειξας, Σωτὴρ τῇ Οἰκουμένῃ, δι' ὧν τὰ πάθη φυγαδεύονται· ταῖς αὐτῶν πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν.

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Ὡς αὐτόπτας τοῦ Λόγου, καὶ ὑπηρέτας Χριστοῦ, τοὺς σοφοὺς Ἀποστόλους ἐγκωμιάσωμεν, ἐν ᾠδαῖς πνευματικαῖς, καὶ ὕμνοις πάντες βροτοί· τὸν Χριστὸν γὰρ ἐκτενῶς ἱκετεύουσιν αὐτοί, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν μνήμην, καὶ προσκυνούντων τὰ λείψανα.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Τοὺς Ἀποστόλους Κυρίου, συμφώνως ἀνευφημήσωμεν, ὡς φωστῆρας φανέντας τῇ Οἰκουμένῃ· τὰ γὰρ ἔθνη εὐσεβῶς ἐσαγήνευσαν, καὶ φωτίσαντες ἡμᾶς, ἀνακηρύττουσι τρανῶς, Τριάδα τῇ οὐσίᾳ, διαιρετὴν σέβειν ἁγίαν, ἡνωμένην μὲν δὲ ταῖς ὑποστάσεσιν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον, Ὅμοιον
Ἀπειρόγαμε Νύμφη, καὶ ἀειπάρθενε, σὺν Ἀγγέλοις ἀπαύστως ἀνευφημοῦμέν σε, ὅτι ἐποίησεν ἡμῖν μεγαλεῖα διὰ σοῦ, ὁ Υἱός σου καὶ Θεός, ὁ πρὸ αἰώνων ἐκ Πατρός, ἐν μήτρᾳ σου χωρηθῆναι, εὐδοκήσας, καὶ ἐκ τῆς πλάνης, ἐλευθερῶσαι τὸ γένος ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν, Ὅμοιον

Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. α'

Τόπος Κρανίου Παράδεισος γέγονε· μόνον γὰρ ἐπάγη τὸ ξύλον τοῦ Σταυροῦ, εὐθὺς ἐβλάστησε τὸν βότρυν τῆς ζωῆς, σὲ Σωτὴρ εἰς ἡμῶν εὐφροσύνην, δόξα σοι.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τὸ ξένον τῆς Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Τὸ ξύλον τοῦ Σταυροῦ σου Σωτὴρ ἡμῶν, τῷ Κόσμῳ ἀνεδείχθη σωτήριον· ἐν αὐτῷ γὰρ βουλήσει προσηλωθείς, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, ἡ πάντων χαρά, Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Τὸν συνάναρχον Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σταυρῷ σε ὁρῶσα, Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς, τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ, ὥσπερ κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων, ὡς ὑπεράγαθος.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορός τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει. Διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος πλ. α'

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ Κόσμῳ τὴν εἰρήνην αἰτησασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Τὸν θυρεὸν τῆς Πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ Διαβόλου τὴν πλάνην, καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε· αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ Κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Πρεσβεύσατε ὑπὲρ ἡμῶν ἅγιοι Μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· ὑμῖν γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.

Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμούς, παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς Οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ
Δόξα... Νεκρώσιμον
τοῦ Δαμασκηνοῦ

Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι, καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα, καὶ εἶπον· Ἆρα τίς ἐστι βασιλεύς, ἢ στρατιώτης, ἢ πλούσιος, ἢ πένης, ἢ δίκαιος, ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον Κύριε, μετὰ Δικαίων τοὺς δούλους σου, ὡς φιλάνθρωπος.
Καὶ νῦν ... Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ· ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγεννησεν, ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραὴλ ἔμεινεν ἄβατος· ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος· ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος πλ. α'

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι· αὐτῶν ταῖς παρακλήσεσιν, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος Ἀγαθὸς καὶ φιλάνθρωπος. ΤΟ ΑΚΟΥΤΕ
Στίχ. Τοὶς Ἁγίοις τοὶς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Διωγμοὺς καὶ κινδύνους ὑπεριδόντες, καὶ τυράννων τὰ θράση μὴ πτοηθέντες, παρρησίᾳ τὸν Χριστὸν ἀνεκήρυττον καὶ βασάνων αἰκισμοὺς ὑπομείναντες στερρῶς, εἰδώλων πλάνην καθεῖλον, καὶ κράτος τοῦ Διαβόλου, οἱ Ἀθλοφόροι σαφῶς νικήσαντες.
Δόξα... Νεκρώσιμον
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, μόνε φιλάνθρωπε.
Καὶ νῦν ... Θεοτοκίον
Ὁ ἐκ Παρθένου ἀνατείλας, τῷ Κόσμῳ Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Εἰς τοὺς Αἴνους
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος πλ. α'

Εὐλογημένος ὁ στρατός, τοῦ βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν ἀσωμάτων ἀξιωθέντες τιμῆς. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνὴ ἡ λέγουσα· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ τῆς ἀτιμίας οἱ στέφανοι, ἀντὶ δεσμωτηρίων ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετ' Ἀγγέλων διαγωγή. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον
Σὺ ἔπλασάς με Κύριε, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου καὶ ἐνετείλω μοι καὶ εἶπας· Εἰς γῆν πάλιν πορεύσῃ. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοι τὰ πλημμελήματά μου, καὶ σῶσόν με δέομαι φιλάνθρωπε.
Καὶ νῦν ... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, ὅτι ἐκ σοῦ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἀπόστιχα
Νεκρώσιμα Προσόμοια
τοῦ Θεοφάνους
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
ΤΟ ΑΚΟΥΤΕ
Αἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας ὡς οἰκτίρμων κατάταξον, σκηνῶσαι εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀναπαύσεως, ἐν τοῖς ὀρεκτοῖς κόλποις, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου, καθαρὸν ἐπιφαὶνεται, καὶ προχέουσιν, αἱ πηγαὶ τῆς χρηστότητος, ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμεναι, αἱ τῶν Ἁγίων χορεῖαι, περὶ τὴν σὴν ἀγαθότητα· μεθ' ὧν κατατάξαι, τοὺς ἱκέτας σου παράσχου, τὸ μέγα ἔλεος.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ψάλλει παναρμονίῳ φωνῇ, δοξολογοῦντας τὸ σὸν κράτος εὐδόκησον, οἰκτίρμον, τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητος, τοῦ σοῦ κάλλους ἐλλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον, ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι, χαρμονικῶς περιέπουσι· μεθ' ὧν τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ὅπου τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπ' αἰῶνος, δικαιωθέντες τῷ σῶ, σωτηρίῳ πάθει καὶ τῷ Αἵματι, δι' οὗ ἐξηγόρασας τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει, κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν καὶ τὰ πταίσματα· μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, Ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος. Διὸ τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον, Ὅμοιον
Νόμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας Πάναγνε, ἐν μήτρᾳ τὸν Νομοδότην, καὶ Βασιλέα Θεόν, συλλαβοῦσα μόνη Μητροπάρθενε· δι' οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι, ὃν νῦν δυσώπει, τὰς ψυχὰς τῶν ὑμνούντων σε, Θεομήτορα, κατατάξαι ἐν βίβλῳ ζωῆς, ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχοιμεν, αὐτὸν προσκυνοῦντες, τὸν παρέχοντα τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΠΛ. Β' ΗΧΟΝ
top
Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Κατανυκτικὰ
Ἠχος πλ. β'
ΤΟ ΑΚΟΥΤΕ
Μετάνοιαν οὐ κέκτημαι, ἀλλ' οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναι μοι κατάνυξιν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

Ἐν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν· οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.

Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἰατρός, ὁ, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.

Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν· ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός, καὶ ἐλέησόν με.

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. β'

Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον ἐλέησόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον ποιῆσαι δικαίαν κρίσιν, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ κατακρίνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν ὑπερένδοξον τοῦ Θεοῦ Μητέρα, καὶ τῶν ἁγίων Ἀγγέλων ἁγιωτέραν, ἀσιγήτως ὑμνήσωμεν, καρδίᾳ καὶ στόματι, Θεοτόκον αὐτὴν ὁμολογοῦντες, ὡς κυρίως γεννήσασαν, Θεὸν σεσαρκωμένον, καὶ πρεσβεύουσαν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Φῶς Δικαίοις διαπαντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς Σωτὴρ ἡμῶν, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με.

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. β'

Τῶν φρονίμων Παρθένων τὸ ἄγρυπνον, δώρησαί μοι Κύριε, καὶ τῆς ψυχῆς μου τὴν λαμπάδα φαίδρυνον, ἐν ἐλαίῳ τῶν σῶν οἰκτιρμῶν ἵνα τῶν Ἀγγέλων τὸν ὕμνον βοῶ σοι· τό, Ἀλληλούϊα.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, Ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τῆς εὐσπλαγχνίας τὴν πύλην, ἄνοιξον ἡμῖν εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας· δι' αὐτῶν ὁ Θεός, δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. β'

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· Ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις. Δι' αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Ἡ σὲ κυήσασα Χριστέ, ἀειπάρθενος Κόρη, ἐν τῷ Σταυρῷ σε δι' ἡμᾶς, ὑψωθέντα ὁρῶσα, ἐτέτρωτο λύπης ῥομφαίᾳ τὴν ψυχήν, καὶ ἔκλαιε θρηνῳδοῦσα μητρικῶς· Αὐτῆς ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς, Κύριε τοῦ ἐλέους.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικοὶ αἰκισμοὶ ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος πλ. β'

Ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Οἱ Μαθηταί σου Ἰησοῦ, ἐπὶ τὰ πέρατα τῆς γῆς στελλόμενοι, τὰ ἔθνη εὐσεβῶς, ὡς ἰχθύας ζωγρήσαντες, προσήνεγκαν τῇ σῇ ἀγαθότητι Κύριε, καὶ δι' αὐτῶν βοῶμέν σοι φιλάνθρωπε, τῷ λαῷ σου παράσχου, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἐλπὶς τοῦ Κόσμου ἀγαθὴ
ΤΟ ΑΚΟΥΤΕ
Ἁγία Δέσποινα Χριστοῦ, τοῦ Θεοῦ ἡμῶν Μῆτερ, ὡς τῶν ἁπάντων Ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις Ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν δοῦναι ἁμαρτημάτων.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τῶν Ἀθλοφόρων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. β'

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης, ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ· Ἐλέησον ἡμᾶς.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Κύριε κατέκρινάν σε Ἰουδαῖοι, θανάτῳ τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν· ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τοὺς ἐν σταδίῳ τὸν Χριστὸν κηρύξαντας, καὶ τῶν ἀνόμων ἀπειλὰς μὴ πτήξαντας, ἐθαυμάστωσεν ὁ Κύριος· καθεῖλον γὰρ ἀθλητικῇ καρτερίᾳ, τὰ θράση τῶν παρανόμων, ἔλαβον παρὰ Χριστοῦ ἐπαξίως τὴν χάριν τῶν ἰαμάτων, ἀπαύστως δεόμενοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος πλ. β

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. ΤΟ ΑΚΟΥΤΕ

Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο· αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Δόξα... Νεκρώσιμον
τοῦ Δαμασκηνοῦ

Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με, ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διὸ Σωτὴρ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.
Καὶ νῦν ... Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μοι ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως, ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος πλ. β'

Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας, δι' αὐτῶν ὁ Θεός, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.
Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικοὶ αἰκισμοὶ ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, σήμερον ἀνεδείχθη, ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ
Δόξα... Νεκρώσιμον
Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή· ὅτε τὸν Κόσμον κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσωμεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί. Διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας δούλους σου ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Καὶ νῦν ... Θεοτοκίον
Ἐλπὶς τοῦ Κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰτοῦμεν. Σπλαγχνίσθητι εἰς εὐπερίστατον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Εἰς τοὺς Αἴνους
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος πλ. β'

Κύριε ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Κύριε εἰ μὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα φεῖσαι τῶν ψυχῶν ἡμῶν.

Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ Χριστόν, στεφάνους παρ' αὐτοῦ ἐκομίσαντο, καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Τοὺς ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ Ἁγίους ὁ Θεὸς ἡμῶν, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλ' αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθησθε.
Δόξα... Νεκρώσιμον
Ἄλγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις, πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο· δι' αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον· ἀλλ' ἐλθὼν ὁ Δεσπότης καθεῖλεν τὸν δράκοντα, καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο. Πρὸς αὐτὸν οὖν βοήσωμεν· Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Καὶ νῦν ... Θεοτοκίον
Πρεσβείαις τῆς τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφητῶν, Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

Ἀπόστιχα
Νεκρώσιμα Προσόμοια
τοῦ Θεοφάνους
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
ΤΟ ΑΚΟΥΤΕ
Ἔχων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον, θεϊκῆς χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβεβηκότας, ἐν γῇ ζώντων κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν· σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι, Κόσμον ἐξηγόρασας.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον, πιστοῖς δέδωκας, ἐν ᾗ κατάταξον, τοὺς κεκοιμημένους, ἐπ' ἐλπίδι ἀναστάσεως, τὰ τούτων πταίσματα, πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ φιλάνθρωπος· ἵνα διὰ πάντων, ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν φιλανθρωπίαν σου.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκομεν πολυέλεε τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντας, αὐτὸς ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόποις ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, θελητὴς ἐλέους· ὑπάρχεις γὰρ καὶ σῴζεις ὡς Θεός, οὓς κατ' εἰκόνα σου ἔπλασας, μόνε Πολυέλεε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον, Ὅμοιον
Ὤφθης ἐνδιαίτημα, θεοπρεπὲς Παναγία, καὶ Θεὸν ἐχώρησας, καὶ Θεὸν ἐγέννησας ἀπειρόγαμε, ἐν δυσὶ φύσεσιν, ἐν δυσὶν οὐσίαις, ἐν μιᾷ δὲ ὑποστάσει Ἁγνή, αὐτόν ἱκέτευε, τὸν μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ παρθένον ἄμωμον, καὶ μετὰ τὸν τόκον φυλάξαντα, ψυχὰς ἀναπαῦσαι, τῶν πίστει κοιμηθέντων εὐσεβῶς, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριότητι.

ΕΙΣ ΤΟΝ ΒΑΡΥΝ ΗΧΟΝ
top
Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Κατανυκτικὰ
Ἦχος βαρὺς

Ὡς ὁ ἄσωτος Υἱός, ἦλθον κᾀγὼ οἰκτίρμον, δέξαι με προσπίπτοντα, ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεὸς καὶ ἐλέησόν με.

Ὡς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσα, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη, ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω ὁ ὑπεύθυνος ἐγώ, εἰμὴ πρὸς σὲ τὸν εὔσπλαγχνον, τῶν ψυχῶν τὸν ἰατρόν; ἐπίχεε ἐπ' ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.

Ὡς τὴν συκῆν τὴν ἄκαρπον, μὴ ἐκκόψῃς με Σωτὴρ τὸν ἁμαρτωλόν, ἀλλ' ἐπὶ πολλῷ τῷ ἔτει, συγχώρησίν μοι δώρησαι, ἀρδεύων μου τὴν ψυχήν, τοῖς δάκρυσι τῆς μετανοίας, ἵνα καρπὸν προσενέγκω σοι ἐλεημοσύνης.

Ὡς Ἥλιος ὑπάρχων δικαιοσύνης, φωταγώγησον τὰς καρδίας, τῶν σὲ ὑμνούντων, Κύριε δόξα σοι.

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἠχος βαρὺς

Ἔχουσα ψυχή μου, τὸ ἰατρεῖον τῆς μετανοίας, πρόσελθε δακρύουσα ἐν στεναγμοῖς, κραυγάζουσα τῷ ἰατρῷ, ψυχῶν τε καὶ σωμάτων. Ἐλευθέρωσόν με Φιλάνθρωπε, ἐκ τῶν ἐμῶν πλημμελημάτων, συναρίθμησόν με τῇ Πόρνῃ, καὶ τῷ Λῃστῇ, καὶ τῷ Τελώνῃ, καὶ δώρησαί μοι ὁ Θεός, τῶν ἀνομιῶν μου τὴν συγχώρησιν, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Τοῦ Τελώνου τὴν μετάνοιαν οὐκ ἐζήλωσα, καὶ τῆς Πόρνης τὰ δάκρυα οὐ κέκτημαι· ἀπορῶ γὰρ ἐκ πωρώσεως τῆς τοιαύτης διορθώσεως, ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ, ὁ Θεός σῶσόν με ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τιμιωτέρα τῶν ἐνδόξων Χερουβίμ, ὑπάρχεις Παναγία Παρθένε· ἐκεῖνα γὰρ τὴν θείαν μὴ φέροντα ἔλλαμψιν, πτέρυξι κεκαλυμμένῳ προσώπῳ, τὴν λειτουργίαν ἐπιτελοῦσιν· αὐτὴ δὲ σεσαρκωμένον τὸν Λόγον, αὐτόπτως ὁρῶσα φέρεις, ὃν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Οἱ Ἁγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· διὸ καὶ τοὺς στεφάνους, παρά σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος βαρὺς

Ὁ τῆς Πόρνης τὰ δάκρυα, καὶ τοῦ Πέτρου προσδεξάμενος, καὶ Τελώνην δικαιώσας ἐκ βάθους στενάξαντα, κᾀμὲ ἀπεγνωσμένον ἐξ ἔργων, οἴκτειρον Σωτήρ, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ὁ τοῦ Πέτρου τὴν ἄρνησιν, τοῖς δάκρυσι καθαρίσας, καὶ τοῦ Τελώνου τὰ πταίσματα, τῷ στεναγμῷ συγχωρήσας, Φιλάνθρωπε δόξα σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ΤΟ ΑΚΟΥΤΕ
Ὑπερέβης τὰς Δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἀγαλλιᾶσθε Δίκαιοι, εὐφραινέσθω τὰ Οὐράνια· ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ καὶ μόνῳ νικοποιῷ, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ Κόσμῳ τὸ μέγα ἔλεος.

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος βαρὺς

Ἡ Ἐκκλησία βοᾷ σοι Χριστὲ ὁ Θεός, ἐν κέδρῳ καὶ πεύκῃ, καὶ κυπαρίσσῳ προσκυνοῦσά σε. Νίκας τοῖς Βασιλεῦσιν ἡμῶν, διὰ τῆς Θεοτόκου δωρούμενος, ἐλέησον ἡμᾶς.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὁ δι' ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεὸς ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος βαρὺς

Γεωργοὺς τοῦ ἀγροῦ σου ἀνέδειξας, τοὺς Ἀποστόλους σου Λόγε, ἐκτέμνοντας τὰ εἴδωλα· διό σε τὸν Δεσπότην, εἰς τὰ ἔθνη κηρύξαντες, εὐσεβῶς ἐμεγάλυναν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Τῶν πανευφήμων Ἀποστόλων μνημόσυνα, τῆς Ἐκκλησίας οἱ τρόφιμοι ποιούμενοι, ᾠδαῖς ᾀσμάτων ὑμνήσωμεν Χριστόν· αὐτοὶ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ ἔσωσαν, κηρύξει τῆς μετανοίας, οἱ τῆς πλάνης διῶκται, καὶ τοῦ Κόσμου λαμπτῆρες, καὶ πρεσβευταὶ τῆς Οἰκουμένης.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἐξ ἧς ἀτρέπτως ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, χαῖρε σεμνή, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὸ ἀγαλλίαμα, καὶ πιστῶν σωτηρία, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος βαρὺς

Πυρὸς φωτεινότερον, φλογὸς ἐναργέστερον, τὸ ξύλον ἀνέδειξας τὸ τοῦ Σταυροῦ σου, καταφλέγον ἁμαρτίας τῶν νοσούντων, καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων, τὴν ἑκούσιόν σου Σταύρωσιν, Χριστὲ ὁ Θεὸς δόξα σοι.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι' αὐτῶν σε δυσωποῦμεν· Σῶσον ἡμᾶς.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος βαρὺς

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἅγιοι Μάρτυρες, καὶ ἐν σταδίῳ τὸν Χριστόν, ἀνδρείως κηρύξαντες, ἀμοιβὰς τῶν βασάνων παρ' αὐτοῦ ἐκομίσασθε, ἀλλ' ὡς ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ὡς Θεὸν παντοδύναμον, τὰς ψυχὰς ἡμῶν σῶσαι, τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.

Πανεύφημοι Μάρτυρες, θρέμματα πνευματικά, ὁλοκαυτώματα λογικά, θυσία δεκτή, εὐάρεστος τῷ Χριστῷ ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' Οὐρανὸς ὑπεδέξατο, Ἀγγέλων συμμέτοχοι γεγόνατε, μεθ' ὧν ἱκετεύσατε δεόμεθα, τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν Κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον
τοῦ Δαμασκηνοῦ

Ἀνάπαυσον Σωτὴρ ἡμῶν ζωοδότα, οὓς μετέστησας ἀδελφοὺς ἡμῶν, ἐκ τῶν προσκαίρων, κράζοντας, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυησεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος βαρὺς

Ἀγαλλιᾶσθε Δίκαιοι, εὐφραινέσθω τὰ οὐράνια· ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ, καὶ μόνῳ νικοποιῷ, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ Κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.
Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε. Διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν, ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.
Δόξα... Νεκρώσιμον
Ἐν χώρᾳ ζώντων Κύριε, καὶ ἐν σκηναῖς τῶν Δικαίων σου, ἀνάπαυσον τοὺς δούλους σου, ὧν τελοῦμεν τὴν μνήμην φιλάνθρωπε, καὶ εἴ τι ἐπλημμέλησαν ἐν τῷ βίῳ ὑπάρχοντες, ὡς ἐλεήμων συγχώρησον, καὶ εὐδιάλλακτος Θεός, παρέχων τῷ Κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ ἔσωσας, τεκοῦσα τὴν σωτηρίαν ἡμῶν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον παρθένος μείνασα.

Εἰς τοὺς Αἴνους
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος βαρὺς

Τὴν μνήμην τῶν ἁγίων σου Ἀθλοφόρων, ἑορτάζοντες σὲ ἀνυμνοῦμεν, Χριστὲ βοῶντες· Κύριε δόξα σοι.

Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων οἱ Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.

Φωστῆρες ἀνεδείχθησαν Οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.

Ἓν πνέοντες, πρὸς ἓν βλέποντες οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλους τῆς τελευτῆς, ὢ τοῦ θαύματος! ὥσπερ θησαυροὺς τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον· Ὅτι κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γεννήσει τὰ ὀφειλόμενα λειτουργήσωμεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησάμενοι, ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.
Δόξα... Νεκρώσιμον
Ψυχὰς ἃς προσελάβου, Σωτὴρ τοῦ Κόσμου, ἐν σκηναῖς τῶν Δικαίων καὶ ἐκλεκτῶν σου, ἀνάπαυσον Κύριε.
Καὶ νῦν... Θεοτοκίον
Τὸ Χαῖρέ σοι κραυγάζομεν σὺν τῷ Ἀγγέλῳ Θεόνυμφε, παστάδα καὶ πύλην, καὶ θρόνον πύρινον ἀποκαλοῦντές σε, καὶ ἁλατόμητον ὄρος, καὶ βάτον ἀκατάφλεκτον.

Ἀπόστιχα
Νεκρώσιμα Προσομοια
τοῦ Θεοφάνους
Ἦχος βαρὺς
Καταφρονήσαντες
ΤΟ ΑΚΟΥΤΕ
Νενεκρωμένος ὠράθης, ἐπὶ Σταυρῷ μόνε ἀθάνατε, καὶ ἐν τάφῳ ὡς θνητὸς ἐτέθης, νεκρώσεως καὶ φθορᾶς καὶ θανάτου, τοὺς ἀνθρώπους λυτρωσάμενος, ἀλλ' ὡς πέλαγος εὐσπλαγχνίας ὑπάρχων ἀκένωτον, καὶ πηγὴ ἀγαθότητος, τὰς ψυχὰς τῶν σῶν δούλων, τῶν ἐξ ἡμῶν μεταστάντων ἀνάπαυσον.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Τῷ ἀκηράτῳ σου κάλλει, καὶ γλυκασμῷ τῆς ὡραιότητος, καὶ ταῖς, τοῦ θείου σου φωτός, ἀκτῖσιν ἐκλάμπεσθαι, τοὺς πρὸς σὲ μεταστάντας, Ἀγαθὲ καταξίωσον, ἐν ἀΰλῳ φωτοχυσίᾳ τῆς φωτοφανείας σου, σὺν Ἀγγέλοις χορεύοντας περὶ σὲ τὸν Δεσπότην, καὶ Βασιλέα τῆς δόξης καὶ Κύριον.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ὡς ἀδαπάνητον ἔχων, τῶν δωρεῶν τὴν μεγαλοπρέπειαν, ὡς θησαυρὸς ἀνελλιπὴς πλουσίας χρηστότητος, τοὺς πρὸς σὲ μεταστάντας, ὡς Θεὸς κατασκήνωσον, ἐν τῇ χώρᾳ τῶν ἐκλεκτῶν σου, ἐν τόπῳ ἀνέσεως, ἐν τῷ οἴκῳ τῆς δόξης σου, ἐν τρυφῇ Παραδείσου, ἐν τῷ τῶν Παρθένων νυμφῶνι, ὡς εὔσπλαγχνος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον
Νόμου τὸ πλήρωμα τίκτεις, τὸν Λυτρωτὴν σάρκα γενόμενον· οὐ γὰρ ἐγένετο τοῖς πρίν, ἐν νόμῳ δικαίωσις· δι' ἡμᾶς γὰρ ὁ Χριστός, σταυρωθεὶς ἐδικαίωσεν, ὡς οὖν ἔχουσα παρρησίαν, ὡς Μήτηρ ἱκέτευε, τὸν Υἱόν σου τὸν εὔσπλαγχνον, τὰς ψυχὰς ἀναπαῦσαι, τῶν εὐσεβῶς μεταστάντων Πανύμνητε.

ΕΙΣ ΤΟΝ ΠΛ. Δ' ΗΧΟΝ
top
Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Κατανυκτικὰ
Ἦχος πλ. δ'

Σὲ τὸν Βασιλέα καὶ Δεσπότην, Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν· ἐγὼ δέ σοι προσπίπτω ὡς ὁ Τελώνης κράζων· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. ΤΟ ΑΚΟΥΤΕ

Ἀθάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου, ἀνάνηψον βοῶσα· πρὸς τὸν σὸν Εὐεργέτην ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Δάκρυά μοι δὸς ὁ Θεός, ὡς ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρόν, ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κᾀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.

Ὅταν λάβω κατὰ νοῦν, τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, καὶ εἰς ἔννοιαν ἔλθω, τῆς φοβερᾶς ἐκείνης ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς σὲ καταφεύγω, τόν φιλάνθρωπον Θεόν. Διὸ μή με παρίδῃς, ἱκετεύω σε μόνε ἀναμάρτητε, δώρησαι κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, πρὸ τελευτῆς καὶ σῶσόν σε.

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἠχος πλ. δ'

Ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν ὅτι κατὰ μικρὸν ἡ ζωή μου δαπανᾶται, καὶ ἐξ ἔργων ἐν ἐμοὶ οὐχ ὑπάρχει σωτηρία· διὰ τοῦτο δέομαι· ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ὡς τοῦ κριτοῦ παρόντος, μερίμνησον ψυχή, καὶ τῆς φρικτῆς ἡμέρας τὴν ὥραν ἐννοοῦ· ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι τοῖς μὴ πράξασιν ἔλεος. Διὸ φεῖσαί μου Σωτήρ· μόνος γὰρ ὑπάρχεις φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ νοητὴ πύλη τῆς ζωῆς ἡμῶν, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς, λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ἡμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. δ'

Ὡς ἡ Πόρνη σοι προσπίπτω, ἵνα λάβω τὴν ἄφεσιν, καὶ ἀντὶ μύρου τὰ δάκρυα ἐκ καρδίας, προσφέρω σοι Χριστὲ ὁ Θεός, ἵνα ὡς ἐκείνην οἰκτειρήσῃς με Σωτήρ, καὶ παράσχῃς ἱλασμόν ἁμαρτιῶν· ὡς αὐτὴ γὰρ κραυγάζω σοι· Λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, ἐννοοῦσα ψυχή μου γρηγόρησον, ἀνάπτουσα λαμπάδα σου, ἐν ἐλέῳ φαιδρύνουσα· οὐ γὰρ οἶδας πότε, πρὸς σὲ ἐπελεύσεται, ἡ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ὁ Νυμφίος σου· Βλέπε οὖν ψυχή μου, μὴ νυστάξῃς, καὶ μείνῃς, ἔξωθεν κρούουσα, ὡς αἱ πέντε Παρθένοι, ἀλλὰ ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσῃς Χριστῷ τῷ Θεῷ, ἐν ἐλέῳ πίονι καὶ δῴη σοι τὸν νυμφῶνα, τὸν θεῖον τῆς δόξης αὐτοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀσάλευτον στήριγμα τὸ τῆς Πίστεως, καὶ σεβάσμιον δώρημα τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί, χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρὶ σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Φωτὶ οὐρανίῳ, καταλάμπεται σήμερον· αὕτη ἡ σκηνὴ· ἐν ταύτῃ γὰρ στρατιαὶ Ἀγγέλων ἀγάλλονται, σὺν αὐτοῖς καὶ Μαρτύρων χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων, αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ Κόσμῳ σου τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος.

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. δ'

Βλέπων ὁ Λῃστής, τὸν Ἀρχηγὸν τῆς ζωῆς, ἐπὶ Σταυροῦ κρεμάμενον ἔλεγεν· Εἰμὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο ἀλλ' ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου Κύριε ἐν τῇ Βασιλείᾳ σου.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ἐν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης, εὑρέθη ὁ Σταυρός σου, τοῦ μὲν καταγομένου εἰς ᾍδην, τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων, πρός γνῶσιν θεολογίας, Χριστὲ ὁ Θεὸς δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα, καὶ Σωτῆρα τοῦ Κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα, ἡ τεκοῦσα ἔλεγε δακρύουσα· Ὁ μὲν Κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀκλινεῖς ὁδοιπόροι γεγόνατε, ἅγιοι Μάρτυρες· τῶν γὰρ πειρασμῶν τὴν τρικυμίαν ὑπεμείνατε, καὶ τῶν ἀσωμάτων Λειτουργῶν τήν πολιτείαν ἀνελάβετε, πέτρα ὑπομονῆς, καὶ θεμέλιοι εὐσεβείας ἀνεδείχθητε, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος πλ. δ'

Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς Ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν Οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε δόξα σοι.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς φωστῆρας τοῦ Κόσμου καὶ Ὁδηγούς, τῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχήν, τοὺς θείους ὑμνήσωμεν, Μαθητὰς τοῦ Θεοῦ ἡμῶν, ὅτι φῶς τοῖς ἐν σκότει, ἡμῖν ἐξανέτειλαν, καὶ τὸν Ἥλιον πᾶσι, τῆς δόξης ἐγνώρισαν· ὅθεν καὶ τὴν πλάνην, τῶν εἰδώλων καθεῖλον, Τριάδα κηρύξαντες, ἐν μιᾷ τῇ Θεότητι· Διὰ τοῦτο δεόμεθα, Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἡ δι' Ἀγγέλου τὴν χαρὰν τοῦ Κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα τὸν Ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα γενέσθαι Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Γενναίως τὸν δρόμον τελέσαντες, τυράννοις ἀντέστητε Μάρτυρες· τὰ γὰρ σώματα νεκρώσαντες ἐν γῇ, ἀπελάβετε οὐράνιον ζωὴν Ἅγιοι.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἠχος πλ. δ'

Ἐν μέσῳ τῆς Ἐδέμ, ξύλον ἤνθησε τὸν θάνατον, ἐν μέσῳ πάσης γῆς, ξύλον ἐβλάστησε τὴν ζωήν· γευσάμενοι γὰρ τοῦ πρώτου, ἄφθαρτοι ὄντες, φθαρτοὶ γεγόναμεν, τυχόντες δὲ τοῦ δευτέρου, τῆς ἀφθαρσίας κατετρυφήσαμεν· ἐν τῷ Σταυρῷ γὰρ σῴζεις ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἐν Παραδείσῳ μὲν τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαράς, ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκος αὐτοῦ.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον, Ὅμοιον
Τὸν ἐξ αἱμάτων σου ἀγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων, ὁρῶσα τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς, θρηνοῦσα ἐβόας· Οἴμοι Τέκνον ἐμόν! τίς ἡ θεία καὶ ἄφατος, Οἰκονομία σου, δι' ἧς, ἐζώωσας τὸ πλάσμα σου; Ἀνυμνῶ σου τὸ εὔσπλαγχνον.

Εἰς τὴν ζ' ᾨδὴν
Μαρτυρικὸν

Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφάς, καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες, καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα
Στιχηρὰ Μαρτυρικὰ
Ἠχος πλ. δ'

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.

Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανοὺς καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι. Ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Δόξα... Νεκρώσιμον
τοῦ Δαμασκηνοῦ

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος· ὢ τοῦ θαύματος! τί τὸ περὶ ἡμᾶς τοῦτο γέγονεν μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ; Πῶς συνεζεύχθημεν τῷ θανάτῳ; ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.
Καὶ νῦν... Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως· εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος πλ. δ'

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικας ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Οἰκουμένης φωστῆρες ἀειλαμπεῖς, ἀνεδείχθητε πίστει μαρτυρικῇ, ὅλην ἀναθέμενοι, τὴν ἐλπίδα πρὸς Κύριον, καὶ νοητῷ ἐλαίῳ, τοῦ Πνεύματος Ἅγιοι, τὰς ψυχικάς λαμπάδας ὑμῶν ἐφαιδρύνατε· ὅθεν καὶ κρατῆρες νοεροί, προχέοντες τὰ αἵματα, ὡς νάματα, τῇ Ἐκκλησίᾳ ἐφάνητε, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ.
Δόξα... Νεκρώσιμον
Ὁ βάθει σοφίας φιλανθρώπως, πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ πλάστῃ, καὶ Θεῷ ποιητῇ, καὶ ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

Εἰς τοὺς Αἴνους
Στιχηρὰ Μαρτυρικὰ
Ἠχος πλ. δ'

Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι, πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα! πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, τὸν Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ Κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε· ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν, τῆς αἰωνίου ζωῆς, τυράννων, ἀπειλὰς οὐκ ἑπτοήθητε, βασάνοις, αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸν θώρακα τῆς Πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε, πρεσβεύσατε ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Δόξα... Νεκρώσιμον
Ὁ θάνατός σου Κύριε, ἀθανασίας γέγονε πρόξενος· εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκται. Διὸ τοὺς μεταστάντας ἀνάπαυσον, ὡς εὔσπλαγχνος.
Καὶ νῦν... Θεοτοκίον
Ἡ σκέπη σου Θεοτόκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.

Ἀπόστιχα
Νεκρώσιμα Προσόμοια
τοῦ Θεοφάνους
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
ΤΟ ΑΚΟΥΤΕ
Βασιλικῶς μοι ὑπέγραψας, ἐλευθερίαν βαφαῖς, ἐρυθραῖς τοὺς δακτύλους σου, αἱματώσας Δέσποτα, καὶ φοινίξας τῷ αἵματι, καὶ νῦν ἐν πίστει καθικετεύω σε, τοῖς πρωτοτόκοις σου συναρίθμησον, καὶ τῶν Δικαίων σου, τῆς χαρᾶς ἀξίωσον ἐπιτυχεῖν, τοὺς μεταφοιτήσαντας, πρὸς σὲ τὸν εὔσπλαγχνον.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ἱεραρχήσας ὡς ἄνθρωπος, σφαγιασθεὶς ὡς ἀμνός, προσφορὰν προσενήνοχας, τῷ Πατρὶ τὸν ἄνθρωπον, τῆς φθορᾶς ἐξωνούμενος, τοὺς μεταστάντας οὖν ὡς φιλάνθρωπος, ἐν τῇ τῶν ζώντων χώρᾳ κατάταξον, ἔνθα οἱ χείμαρροι, τῆς τρυφῆς προέρχονται, ἔνθα πηγαί, τῆς ἀϊδιότητος, ἀναβλυστάνουσιν.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Βάθει σοφίας ἀρρήτου σου, ὁροθετεῖς τὴν ζωήν, καὶ προβλέπεις τὰ μέλλοντα, καὶ πρὸς βίον ἕτερον, μετοικίζεις τοὺς δούλους σου, οὓς προσελάβου τοίνυν κατάταξον, ἐπὶ ὑδάτων τῆς ἀναπαύσεως, ἐν τῇ λαμπρότητι, τῶν Ἁγίων Κύριε, ἔνθα φωνή, τῆς ἀγαλλιάσεως, καὶ τῆς αἰνέσεως.
Δόξα... Ὅμοιον
Λόγος ὑπάρχων ἀόρατος, ὁμοφυὴς τῷ Πατρί, καὶ τῷ Πνεύματι σύνθρονος, δι' ἐμὲ τὸν ἄνθρωπον, ἐν σαρκὶ πεφανέρωσαι· ὡς ἐλεήμων οὖν καὶ φιλάνθρωπος, τοὺς ἐκ τοῦ βίου μεταφοιτήσαντας, τῆς εὐπρεπείας σου, καὶ τῆς ὡραιότητος, ταῖς καλλοναῖς, τούτους καταλάμπρυνον, Ζωαρχικώτατε.
Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον
Ὡς συλλαβοῦσα τὸν ἄναρχον, Λόγον Θεοῦ καὶ Πατρός, μητρικῇ παρρησίᾳ σου, ἐκτενῶς ἱκέτευε, κατατάξαι τοὺς δούλους σου, ἔνθα χορεία ἡ ἀκατάλυτος, εὐφραινομένων, καὶ εὐφημούντων σε, ἔνθα λαμπρότητες, αἱ διαιωνίζουσαι, καὶ ὁ γλυκύς, ἦχος ἑορτάζοντος, Θεογεννήτρια.
top