ΤΡΙΩΔΙΟΝ
ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Νηπίων ἐξ ἀκάκων Χριστέ, τῷ πώλῳ καθεζόμενος, κατεδέξω, ἐπινίκιον ᾠδήν, ἐρχόμενος πρὸς Πάθος, ὁ τρισαγίῳ Ὕμνῳ, ὑπὸ Ἀγγέλων ἀνυμνούμενος.
Ἦχος πλ. β'
Ἰδοὺ ὁ Βασιλεύς σου Σιών, πραῢς καὶ σῴζων ἔρχεται, ἐπὶ πώλου, τοὺς ἐχθροὺς ἐπιζητῶν, πατάξαι ἐν ἰσχύϊ, χαῖρε καὶ κατατέρπου, μετὰ Βαΐων ἑορτάζουσα.
Ἦχος πλ. β'
Κροτήσωμεν συμφώνως πιστοί, τοὺς κλάδους ἀρετῶν καὶ ἡμεῖς, ὡς οἱ Παῖδες, νῦν προσφέροντες Χριστῷ, καὶ τούτῳ θείων ἔργων, ἁπλώσωμεν τοὺς πέπλους, καὶ μυστικῶς τοῦτον δεξώμεθα.
Ἦχος πλ. β'
Βαΐα ἀρετῶν ἀδελφοί, προσάξωμεν Χριστῷ τῷ Θεῷ, ἐρχομένῳ δι' ἡμᾶς ἀνθρωπικῶς, παθεῖν ἐθελουσίως, Θεότητος ἰσχύϊ, πᾶσιν ἀπάθειαν δωρήσασθαι.
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ὁ νώτοις Χερουβὶμ ὡς Θεός, ὀχούμενος καθέζεται, ἐπὶ πώλου, δι' ἡμᾶς ἐπὶ σφαγήν, ἐρχόμενος θελήσει, δεῦτε προθύμως τοῦτον, μετὰ Βαΐων ἀνυμνήσωμεν.

Ἀπόστιχα Προσόμοια
Ἦχος β'
Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Λαμπρύνου ἡ Σιών, ἡ νέα καὶ Βαΐοις, ἀνύμνει μετὰ παίδων. Ἰδοὺ ὁ Βασιλεύς σου, σῴζων πρὸς Πάθος ἔρχεται.
Στίχ. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
Ἦχος β'
Ἀγάλλεσθε Ἀδάμ, καὶ Εὔα σὺν Προφήταις, ἰδοὺ ἀνακαλέσαι, ὑμᾶς διὰ τοῦ Πάθους, ὁ Κύριος ἐπείγεται.
Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!
Ἦχος β'
Ὁ ἄνω σὺν Πατρί, καὶ Πνεύματι Ἀγγέλων, δεχόμενος τὸν ὕμνον, πτωχεύει ξένως κάτω, καὶ Παίδων αἶνον δέχεται.
Δόξα... Καὶ νῦν...
Ἦχος β'
Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὑμνῶ σου τὴν φρικτήν, οἰκονομίαν φόβῳ, τὸ Ὡσαννὰ βοῶ σοι· ἐμὲ γὰρ ἔρχῃ σῶσαι, εὐλογημένε Κύριε.

Ἀπολυτίκιον
Ἦχος α'
(Δίς)
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἰδιόμελα
Ἦχος πλ. β'
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες, τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ἦχος πλ. β'
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες, τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ἦχος πλ. β'
Ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, καὶ Υἱὸς συναΐδιος, ἐπὶ πώλου ἀλόγου ἐμετρίασε σήμερον, ἐν Βηθανίᾳ ἐλθών· ὅθεν παῖδες Ἑβραίων, κλάδους χερσὶ κατέχοντες, εὐφήμουν φωνῇ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

Δεῦτε καὶ ἡμεῖς σήμερον, πᾶς ὁ νέος Ἰσραήλ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, μετὰ τοῦ Προφήτου Ζαχαρίου ἐκβοήσωμεν· Χαῖρε σφόδρα θύγατερ Σιών, κήρυσσε θύγατερ Ἱερουσαλήμ, ὅτι ἰδοὺ ὁ Βασιλεύς σου, ἔρχεταί σοι πραῢς καὶ σῴζων, καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου, υἱὸν ὑποζυγίου, ἑόρταζε τὰ τῶν Παίδων, κλάδους χερσὶ κατέχουσα εὐφήμησον· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

Τὴν σεπτὴν Ἀνάστασιν, τὴν σὴν προτυπούμενος ἡμῖν, ἤγειρας θανόντα τῇ προστάξει σου, τὸν ἄπνουν Λάζαρον, τὸν φίλον Ἀγαθέ, ἐκ τοῦ μνήματος τεταρταῖον ὀδωδότα· ὅθεν καὶ τῷ πώλῳ ἐπέβης συμβολικῶς, ὥσπερ ἐπ΄ ὀχήματος φερόμενος, τὰ ἔθνη τεκμαιρόμενος Σωτήρ. Ὅθεν καὶ τὸν αἶνόν σοι προσφέρει, ὁ ἠγαπημένος Ἰσραήλ, ἐκ στομάτων θηλαζόντων, καὶ νηπίων ἀκάκων, καθορώντων σε Χριστέ, εἰσερχόμενον εἰς τὴν Ἁγίαν Πόλιν, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα.

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα· ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.

Δόξα...
Ἦχος πλ. β'
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Καὶ νῦν...
Ἦχος πλ. β'
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΜΘ', 1-2, 8-12)

Ἐκάλεσεν Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, συνάχθητε, καὶ ἀκούσατέ μου, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ἡμῶν, Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος, ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ, χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ, ἢ γάλα.
Προφητείας Σοφονίου τὸ Ἀνάγνωσμα
(Κεφ. Γ', 14-19)

Τάδε λέγει Κύριος· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ, περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου, Βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκέτι. Ἐν τῷ καιρῷ ἐκείνῳ, ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ· θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατός, σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοὶ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. Καὶ συνάξω τοὺς συντετριμμένους σου, οὐαί! τίς ἔλαβεν ἐπ' αὐτὴν ὀνειδισμόν. Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκά σου, λέγει Κύριος, ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστούς ἐν πάσῃ τῇ γῇ.
Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα
(Κεφ. Θ', 9-15)

Τάδε λέγει Κύριος· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραίμ, καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ ὑδάτων ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς. Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας τοὺς δεσμίους σου, ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ, καθήσεσθε ἐν ὀχυρώμασι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικίας σου, διπλᾶ ἀνταποδώσω σοι, διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραίμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε, ὡς ῥομφαίαν μαχητοῦ, καὶ Κύριος ἔσται ἐπ αὐτούς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς.

Εἰς τὴν Λιτὴν
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'

Τὸ πανάγιον Πνεῦμα, τὸ καὶ τοὺς Ἀποστόλους διδάξαν λαλεῖν, ἑτέραις ξέναις γλώσσαις, αὐτὸ τοὺς παῖδας τῶν Ἑβραίων, τοὺς ἀπειροκάκους, προτρέπεται κραυγάζειν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

Ὁ συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ πώλου ἀλόγου, ἦλθε σήμερον καθεζόμενος, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, ὃν τὰ Χερουβὶμ μετὰ δέους ἀτενίσαι οὐ δύνανται. Παῖδες ἀνευφήμησαν, μετὰ βαΐων καὶ κλάδων, τὸν αἶνον μυστικῶς ἀναμέλποντες. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τῷ ἐλθόντι σῶσαι ἐκ πλάνης, ἄπαν τὸ γένος ἡμῶν.

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἡ φωνή σου ἠκούσθη Κύριε, εἰς τά, βάθη τοῦ ᾍδου· ὅθεν καὶ τὸν Λάζαρον, τετραήμερον ἤγειρας, οἱ δὲ παῖδες τῶν Ἑβραίων ἔκραζον· Ὡσαννά, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος β'
Εἰσερχομένου σου Κύριε, εἰς τὴν ἁγίαν Πόλιν, ἐπὶ πώλου καθήμενος, ἔσπευδες ἐλθεῖν ἐπὶ τὸ Πάθος, ἵνα πληρώσῃς Νόμον καὶ Προφήτας, οἱ δὲ παῖδες τῶν Ἑβραίων, τῆς Ἀναστάσεως τὴν νίκην προμηνύοντες, ὑπήντων σοι μετὰ κλάδων, καὶ βαΐων λέγοντες· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Δόξα σοι Χριστέ, τῷ ἐν ὑψίστοις καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ νῦν προσδοκωμένῳ, μετὰ τοῦ τιμίου σου Σταυροῦ· διὸ εὐφραίνεται θυγάτηρ Σιών, ἀγάλλονται τὰ ἔθνη τῆς γῆς, κλάδους κατέχουσι Παῖδες· χιτῶνας οἱ Μαθηταί, καὶ πᾶσα ἡ Οἰκουμένη ἐδιδάχθη τοῦ βοᾶν σοι· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Ἦχος γ'
Πρὸ ἓξ ἡμερῶν, τοῦ γενέσθαι τὸ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, ἀνακαλέσασθαι τὸν τεθνεῶτα τετραήμερον Λάζαρον, καὶ προκηρύξαι τὴν Ἀνάστασιν· ὑπήντησαν αὐτῷ καὶ αἱ γυναῖκες, Μάρθα καὶ Μαρία, ἀδελφαὶ τοῦ Λαζάρου, ἀναβοῶσαι πρὸς αὐτόν· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός. Τότε λέγει πρὸς αὐτάς· οὐ προεῖπον ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, κἄν ἀποθάνῃ ζήσεται; ὑποδείξατέ μου, ποῦ τεθήκατε αὐτόν, καὶ ἐβόα πρὸς αὐτόν, ὁ κτίστης τῶν ἁπάντων· Λάζαρε δεῦρο ἔξω.

Εἰς τὰ Ἀπόστιχα τὰ παρόντα Ἰδιόμελα
Ἦχος πλ. δ'

Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Στίχ. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
Ἤλθεν ὁ Σωτὴρ σήμερον, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πληρῶσαι τὴν γραφήν, καὶ πάντες ἔλαβον ἐν ταῖς χερσὶ Βαΐα, τους δὲ χιτῶνας ὑπεστρώννυον αὐτῷ, γινώσκοντες, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ Ὄνομά σου ἐν πάσῃ τῇ γῇ!
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς, Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.
Δόξα...
Ἦχος πλ. β'
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Καὶ νῦν...
Ἦχος πλ. β'
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Ἀπολυτίκιον
Ἦχος α'
(Δίς)
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ'
(Ἅπαξ)
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ δὲ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Μετὰ κλάδων νοητῶς, κεκαθαρμένοι τὰς ψυχάς, ὡς οἱ Παῖδες τὸν Χριστόν, ἀνευφημήσωμεν πιστῶς, μεγαλοφώνως κραυγάζοντες τῷ Δεσπότῃ· Εὐλογημένος εἶ Σωτήρ, ὁ εἰς τὸν Κόσμον ἐλθών, τοῦ σῶσαι τὸν Ἀδάμ, ἐκ τῆς ἀρχαίας ἀρᾶς, πνευματικῶς γενόμενος φιλάνθρωπε, νέος Ἀδὰμ ὡς εὐδόκησας, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.
Ἕτερον Κάθισμα
Ἦχος δ' Ἐπεφάνης σήμερον
ΤΟ ΑΚΟΥΤΕ
Τεταρταῖον Λάζαρον, ἐκ τοῦ μνημείου, ἀναστήσας Κύριε, πάντας ἐδίδαξας βοᾶν, μετὰ βαΐων καὶ κλάδων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ φίλῳ σου Χριστέ, δάκρυα ῥαίνεις μυστικῶς, καὶ ἐγείρεις ἐκ νεκρῶν, Λάζαρον κείμενον θνητόν, ἐν ᾧ συμπάθειαν ἔδειξας φιλανθρώπως, μαθόντα δὲ τὴν σήν, παρουσίαν Σωτήρ, τὰ πλήθη τῶν βρεφῶν, ἐξῆλθον σήμερον, ἐν ταῖς χερσὶ κατέχοντα Βαΐα, τὸ Ὡσαννά σοι κραυγάζοντα· Εὐλογημένος εἶ, ὅτι τὸν Κόσμον, εἰς τὸ σῶσαι ἐλήλυθας.
Ἕτερον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
ΤΟ ΑΚΟΥΤΕ
Αἰνέσατε συμφώνως, οἱ λαοὶ καὶ τὰ ἔθνη· ὁ γὰρ Βασιλεὺς τῶν Ἀγγέλων, ἐπέβη νῦν τῷ πώλῳ, καὶ ἔρχεται θέλων ἐν Σταυρῷ, πατάξαι τοὺς ἐχθροὺς ὡς δυνατός· διὰ τοῦτο καὶ οἱ Παῖδες, μετὰ Βαΐων, κράζουσι τὸν ὕμνον· Δόξα σοι τῷ ἐλθόντι Νικητῇ, δόξα σοὶ τῷ Σωτῆρι Χριστῷ, δόξα σοι τῷ εὐλογημένῳ, μόνῳ Θεῷ ἡμῶν.

Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐπὶ θρόνου Χερουβὶμ καὶ ἐπὶ πώλου, ἐπικαθίσας δι' ἡμᾶς, καὶ πρὸς τὸ Πάθος, τὸ ἑκούσιον φθάσας, σήμερον ἀκούει, τῶν Παίδων, ἀναβοώντων τὸ Ὡσαννά, τῶν ὄχλων, ἀναφωνούντων Υἱὲ Δαυΐδ, σπεῦσον σῶσαι οὓς ἔπλασας, εὐλογημένε Ἰησοῦ· εἰς τοῦτο γὰρ ἐλήλυθας, ὅπως γνῶμεν τὴν δόξαν σου.
Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ

Προκείμενον Ἦχος δ'
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

Δόξα... Ἦχος β'
Σήμερον ὁ Χριστός, εἰσέρχεται ἐν πόλει Βηθανίᾳ ἐν πώλῳ καθήμενος, τὴν ἀλογίαν λύων, τῶν ἐθνῶν τὴν κάκιστον, πάλαι κεχερσωμένην.
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Σήμερον ὁ Χριστός, εἰσέρχεται ἐν πόλει Βηθανίᾳ ἐν πώλῳ καθήμενος, τὴν ἀλογίαν λύων, τῶν ἐθνῶν τὴν κάκιστον, πάλαι κεχερσωμένην.
Στίχ. Ἐλέησόν με, ὁ Θεός...
Ἦχος πλ. β'
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Κανών α', ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι· ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε».

Στόματος, ἐκ νηπίων ἀκάκων, καὶ θηλαζόντων αἶνον, τῶν σῶν οἰκετῶν κατηρτίσω, καταλύσαι τὸν ἀντίπαλον, καὶ ἐκδικῆσαι πάθει Σταυροῦ, τὴν πτῶσιν τοῦ πάλαι Ἀδάμ, διὰ ξύλου ἀναστῆσαι τοῦτον δέ, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

Αἴνεσιν, Ἐκκλησία Ὁσίων, τῷ ἐνοικοῦντι Σιών, σοὶ Χριστὲ προσφέρει, ἐν σοὶ δὲ Ἰσραήλ, τῷ ποιητῇ αὐτοῦ, χαίρει, καὶ ὄρη ἔθνη ἀντίτυπα λιθοκάρδια, ἐκ προσώπου σου ἠγαλλιάσαντο, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.
Καταβασία
«Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι· ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε».

Κανών α', ᾨδὴ γ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθη ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος».

Νεκρὸν τετραήμερον, προστάγματι σῷ, ἐκ νεκάδων σύντρομος, ᾍδης ἀφῆκε Λάζαρον, ἡ ἀνάστασις Χριστέ· σὺ γὰρ καὶ ζωή, ἐν ᾧ ἐστερεώθη, ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

ᾌσατε λαοί, θεοπρεπῶς ἐν Σιών, καὶ εὐχὴν ἀπόδοτε, Χριστῷ ἐν Ἱερουσαλήμ· αὐτὸς ἔρχεται ἐν δόξῃ μετὰ κυριείας, ἐν ᾧ ἐστερεώθῃ, ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.
Καταβασία
«Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθῃ ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος».

Ἡ Ὑπακοὴ
Ἦχος πλ. β'
Μετὰ κλάδων ὑμνήσαντες πρότερον, μετὰ ξύλων συνέλαβον ὕστερον, οἱ ἀγνώμονες Χριστόν, Ἰουδαῖοι τὸν Θεόν, ἡμεῖς δὲ πίστει ἀμεταθέτῳ, ἀεὶ τιμῶντες ὡς εὐεργέτην, διαπαντὸς βοήσωμεν αὐτῷ· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Κανών α', ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε».

Ῥηξάτω εὐφροσύνην κραταιὰν ἐπ' ἔλεον, ὄρη καὶ πάντες βουνοί, καὶ ξύλα τοῦ δρυμοῦ ἐπικροτησάτω, Χριστὸν αἰνεῖτε ἔθνη, καὶ τούτῳ πάντες λαοί, ἐπαι νοῦντες βοᾶτε· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰσχὺν ὁ βασιλεύων τῶν αἰώνων Κύριος, ἐνδεδυμένος ἥξει, τῆς τούτου ὡραιότητός τε καὶ δόξης, ἀσύγκριτος ὑπάρχει εὐπρέπεια ἐν Σιών. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Σπιθαμῇ ὁ μετρήσας οὐρανόν, δρακὶ δὲ γῆν, Κύριος πάρεστι· Σιὼν γὰρ ἐξελέξατο, ἐν αὐτῇ δὲ οἰκεῖν καὶ βασιλεύειν, ᾑρετίσατο λαῶν, τῶν ἐν πίστει βοώντων· Δόξα τῇ δυνάμει σου, Κύριε.
Καταβασία
«Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε».

Κανών α', ᾨδὴ ε'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν Σιὼν ἐπ' ὄρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν».

Ὁ ἐν τοῖς ὑψίστοις καθήμενος, ἐπὶ τῶν Χερουβὶμ Θεός, καὶ ἐφορῶν ταπεινά, αὐτὸς ἔρχεται, ἐν δόξῃ μετὰ κυριείας, καὶ πληρωθήσεται τὰ πάντα, θεϊκῆς αἰνέσεως αὐτοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

Σιὼν Θεοῦ ὄρος τὸ ἅγιον, καὶ Ἱερουσαλὴμ κύκλῳ τοὺς ὀφθαλμούς σου ἆρον, καὶ ἴδε συνηγμένα τέκνα σου ἐν σοί· ἰδοὺ γὰρ ἥκασι μακρόθεν, προσκυνῆσαι τῷ Βασιλεῖ σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.
Καταβασία
«Τὴν Σιὼν ἐπ' ὅρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν».

Κανών α', ᾨδὴ ς'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος».

Ὑπόδεξαι, Ἰσραὴλ τοῦ Θεοῦ τὸ βασίλειον, καὶ ὁ βαίνων ἐν τῷ σκότει, τὸ φῶς θεασάσθω μέγα, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

Λελυμένους, σοὺς δεσμίους Σιὼν ἐξαπόστειλον, καὶ ἐκ λάκκου, ἀγνωσίας ἀνύδρου ἐξάγαγε, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.
Καταβασία
«Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος».

Κοντάκιον
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Ὁ Οἶκος
Ἐπειδὴ ᾍδην ἔδησας ἀθάνατε, καὶ θάνατον ἐνέκρωσας, καὶ Κόσμον ἀνέστησας, βαΐοις τὰ νήπια ἀνευφήμουν σε Χριστέ, ὡς νικητὴν κραυγάζοντά σοι σήμερον. Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ· οὐκέτι γάρ φησι, σφαγήσονται βρέφη διὰ τὸ βρέφος Μαριάμ, ἀλλ' ὑπὲρ πάντων νηπίων καὶ πρεσβυτῶν, μόνος σταυροῦσαι, οὐκέτι καθ' ἡμῶν χωρήσει τὸ ξίφος· ἡ σὴ γὰρ πλευρὰ νυγήσεται λόγχῃ· ὅθεν ἀγαλλόμενοι φαμέν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων, τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν.
Στίχοι
Πώλῳ καθίσας, ὁ λόγῳ τείνας πόλον,
Βροτοὺς ἐκζητεῖ λῦσαι τῆς ἀλογίας.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, νικητὰς ἡμᾶς τῶν παραλόγων παθῶν ποίησον, καὶ τὴν σὴν ἐναργῆ κατὰ θανάτου νίκην, τὴν φαιδράν σου καὶ ζωηφόρον Ἀνάστασιν ἰδεῖν καταξίωσον, καὶ ἐλέησον ἡμᾶς.

Κανών α', ᾨδὴ ζ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».

Γονυπετοῦντες οἱ λαοί, καὶ σὺν Μαθηταῖς γεγηθότες, μετὰ βαΐων Ὡσαννά, τῷ Υἱῷ Δαυῒδ ἔκραζον· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ἡ ἀπειρόκακος πληθύς, ἔτι νηπιάζουσα φύσις, θεοπρεπῶς σε Βασιλεῦ, Ἰσραὴλ καὶ Ἀγγέλων ἀνύμνησεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Μετὰ βαΐων σε Χριστέ, κλάδοις ἐπεκρότει τὰ πλήθη, εὐλογημένος ὁ ἐλθών, Βασιλεὺς τῶν αἰώνων, ἐβόα τε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Καταβασία
«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».

Κανών α', ᾨδὴ η'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».

Νέον πῶλον ἐπιβεβηκώς, ὁ Βασιλεύς σου Σιών, ἐπέστη Χριστός· τὴν γὰρ ἀλόγιστον, εἰδώλων πλάνην λῦσαι, καὶ τὴν ἀκάθεκτον ὁρμὴν ἀναστεῖλαι, πάντων ἐθνῶν παραγέγονεν, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Θεός σου, χαῖρε Σιὼν σφόδρα, ἐβασίλευσεν εἰς τοὺς αἰῶνας Χριστός, οὗτος ὡς γέγραπται πραΰς, καὶ σώζων, δίκαιος λυτρωτὴς ἡμῶν ἦλθεν, ἐπὶ πώλου, ἵππειον θράσος ὀλέσων ἐχθρῶν, μὴ βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σπανίζεται θείων περιβόλων, τὸ παράνομον συνέδριον ἀπειθῶν, τὸν προσευχῆς Θεοῦ ἐπεί περ οἶκον, σπήλαιον ἀπειργάσατο λῃστῶν, ἐκ καρδίας τὸν Λυτρωτὴν ἀπωσάμενον, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Καταβασία
«Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».

Κανών α', ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν».

Ἔθνη ἵνα τί ἐφρυάξατε; Γραφεῖς, καὶ Ἱερεῖς, τί κενὰ ἐμελετήσατε; Τίς οὗτος εἰπόντες· ὦ Παῖδες μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζουσιν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Οὗτος ὁ Θεός, ᾧ παρόμοιος οὐδείς, δικαίαν πᾶσαν ὁδὸν ἐξευρών, δέδωκε τῷ ἠγαπημένῳ Ἰσραήλ· μετὰ δὲ ταῦτα, ἀνθρώποις συνανεστράφη ὀφθείς· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Σκάνδαλα τρίβου, τί ἐχόμενα ἡμῖν, τιθέατε ἀπειθεῖς; πόδες ὀξεῖς ὑμῶν, αἷμα διεκχέαι Δεσπότου, ἀλλ' ἀναστήσεται πάντων, σῶσαι τοὺς κράζοντας· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
Καταβασία
«Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν».

Ἐξαποστειλάριον
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ψαλλόμενον τὸ αὐτὸ καὶ μόνον, καὶ ἐκ γ'.
Τοῦ Κυρίου δεηθῶμεν
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. Αὐτός, Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ Βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες, τὸ Ὡσαννά σοι προσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρά, δευτεροῦντες τὰ πρῶτα δύο.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος δ'
Ὁ πλεῖστος ὄχλος Κύριε, ἐστρώννυον ἐν τῇ ὁδῷ τὰ ἱμάτια αὐτῶν· ἄλλοι δὲ ἔκοπτον κλάδους, ἀπὸ τῶν δένδρων καὶ ἐβάσταζον, οἱ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Μέλλοντός σου εἰσιέναι, εἰς τὴν ἁγίαν Πόλιν Κύριε, τὰ κλάδη τῶν φυτῶν οἱ λαοὶ ἐβάσταζον, σὲ ὑμνοῦντες τὸν τῶν ὅλων Δεσπότην, ὁρῶντές σε ἐπὶ πώλου καθήμενον, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐθεώρουν, καὶ διὰ τοῦτο οὕτως ἐβόων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί, καὶ θεάσασθε σήμερον, τὸν Βασιλέα τῶν οὐρανῶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ, ἐπὶ πώλου εὐτελοῦς, τὴν Ἱερουσαλὴμ προσεπιβαίνοντα, γενεὰ Ἰουδαίων, ἄπιστε καὶ μοιχαλίς, δεῦρο, θέασαι, ὃν εἶδεν Ἡσαΐας ἐν σαρκὶ δι' ἡμᾶς παραγενόμενον, πῶς νυμφεύεται ὡς σώφρονα, τὴν νέαν Σιών, καὶ ἀποβάλλεται τὴν κατάκριτον συναγωγήν· ὡς ἐν ἀφθάρτῳ δὲ γάμῳ καὶ ἀμιάντῳ, ἀμίαντοι συνέδραμον εὐφημοῦντες, οἱ ἀπειρόκακοι Παῖδες μεθ' ὧν ὑμνοῦντες βοήσωμεν ὕμνον τόν Ἀγγελικόν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τῷ ἔχοντι τὸ μέγα ἔλεος.
Ἦχος δ'
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ ἑκουσίου Πάθους σου, εἰς πίστωσιν πάντων, προενδειξάμενος, Χριστὲ ὁ Θεός, τὸν μὲν Λάζαρον ἐν Βηθανίᾳ, τῇ κραταιᾷ δυνάμει σου, τετραήμερον νεκρὸν ἀνέστησας, καὶ τυφλοῖς δὲ τὸ βλέπειν, ὡς φωτοδότης ἐδωρήσω Σωτήρ, καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν, μετὰ τῶν σῶν Μαθητῶν εἰσῆλθες, καθήμενος ἐπὶ πώλου ὄνου, τὰ τῶν Προφητῶν ἐκπληρῶν κηρύγματα, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος, καὶ παῖδες Ἑβραίων μετὰ κλάδων καὶ βαΐων προϋπήντουν σοι. Διὸ καὶ ἡμεῖς, κλάδους ἐλαιῶν βαστάζοντες καὶ βαΐα, εὐχαρίστως σοι βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.

Μεγάλη Δοξολογία

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾍδου εὕροσάν με.
Στίχ. Θλίψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.
Στίχ. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.

Ἀντίφωνον β'
Ἦχος β'
Στίχ.
Ἐπίστευσα· διὸ ἐλάλησα. ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;
Στίχ. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Στίχ. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

Ἀντίφωνον γ'
Ἦχος α'
Στίχ.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἀπολυτίκιον Ἦχος α'
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Στίχ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Εἰσοδικὸν
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Προκείμενον Ἦχος δ'
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός.

Ἀλληλούϊα Ἦχος α'
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Στίχ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς.

Κανών α', ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν»

Κοινωνικὸν
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.