ΤΡΙΩΔΙΟΝ
Τῌ ΠΕΜΠΤῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος πλ. α'
Ἰδιόμελον
Πλούσιος ἐν πάθεσιν ὑπάρχων, τὴν ἀπατηλὴν τῆς ὑποκρίσεως περίκειμαι στολήν, εὐφραινόμενος ἐν τοῖς κακοῖς τῆς ἀκρασίας, καὶ τὴν ἄμετρον ἀσπλαγχνίαν ἐπιδείκνυμαι, παρορῶν μου τὸν νοῦν, πρὸ τοῦ πυλῶνος βεβλημένον τῆς μετανοίας, λιμώττοντα παντὸς ἀγαθοῦ, καὶ νοσοῦντα τὴν ἀπροσεξίαν. Ἀλλὰ σὺ Κύριε, Λάζαρόν με ποίησον, πτωχὸν ἁμαρτημάτων, μήποτε δεηθείς, ἀποτύχω δακτύλου δροσίζοντος, ὀδυνωμένης μου τῆς γλώττης, ἐν ἀσβέστῳ φλογί, ἐν δὲ τοῖς τοῦ Πατριάρχου με κόλποις Ἀβραάμ, κατασκήνωσον ὡς φιλάνθρωπος.
Ἦχος πλ. α'
Πλούσιος ἐν πάθεσιν ὑπάρχων, τὴν ἀπατηλὴν τῆς ὑποκρίσεως περίκειμαι στολήν, εὐφραινόμενος ἐν τοῖς κακοῖς τῆς ἀκρασίας, καὶ τὴν ἄμετρον ἀσπλαγχνίαν ἐπιδείκνυμαι, παρορῶν μου τὸν νοῦν, πρὸ τοῦ πυλῶνος βεβλημένον τῆς μετανοίας, λιμώττοντα παντὸς ἀγαθοῦ, καὶ νοσοῦντα τὴν ἀπροσεξίαν. Ἀλλὰ σὺ Κύριε, Λάζαρόν με ποίησον, πτωχὸν ἁμαρτημάτων, μήποτε δεηθείς, ἀποτύχω δακτύλου δροσίζοντος, ὀδυνωμένης μου τῆς γλώττης, ἐν ἀσβέστῳ φλογί, ἐν δὲ τοῖς τοῦ Πατριάρχου με κόλποις Ἀβραάμ, κατασκήνωσον ὡς φιλάνθρωπος.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. α'
Μαρτυρικὸν ΤΟ ΑΚΟΥΤΕ
Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμούς, παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Πέραν τοῦ Ἰορδάνου σαρκί, περιπολεύων Ἰησοῦ, τοῖς συνοῦσί σοι, ἐβόας, ὁ φίλος ἤδη, Λάζαρος ἀποθανών, τῇ ταφῇ ἀρτίως παραδίδοται· διὸ χαίρω φίλοι μου, δι' ἡμᾶς ἵνα μάθητε, ὡς πάντα οἶδα, Θεὸς ὢν ἀδιάστατος, εἰ καὶ πέφυκα, τὸ ὁρώμενον ἄνθρωπος. Ἄγωμεν οὖν ζωώσοντες αὐτὸν ὅπως θάνατος αἴσθηται τούτου τὸ νῖκος, καὶ τὴν τελείαν κατάλυσιν, σαφῶς ἣν ποιήσω, παρεχόμενος τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Μάρθαν καὶ τὴν Μαρίαν πιστοί, ἐκμιμησάμενοι πρὸς Κύριον πέμψωμεν, ἐνθέους, ὡς πρέσβεις πράξεις, ὅπως ἐλθὼν τὸν ἡμῶν, νοῦν ἐξαναστήσῃ νεκρὸν κείμενον, δεινῶς ἐν τῷ μνήματι, ἀμελείας ἀναίσθητον, φόβου τοῦ θείου, μηδαμῶς αἰσθανόμενον, καὶ ἐνέργειαν, ζωτικὴν νῦν μὴ ἔχοντα, κράζοντες· Ἴδε Κύριε, καὶ ὥσπερ τὸν φίλον σου, Λάζαρον πάλαι Οἰκτίρμον, ἐπιστασίᾳ ἐξήγειρας, φρικτῇ, οὕτω πάντας, ζωοποίησον παρέχων, τὸ μέγα ἔλεος.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. β'
Κύριε ἐπὶ τὸν τάφον ΤΟ ΑΚΟΥΤΕ
Δισημερεύει Λάζαρος ἐν τῷ τάφῳ, τοὺς ἀπ' αἰῶνος βλέπει θανέντας· ἐκεῖ τεθέαται δείματα ξένα, πληθὺν ἀναρίθμητον, ᾍδου κρατουμένην τοῖς δεσμοῖς· διὸ αἱ σύγγονοι θρηνοῦσι πικρῶς προσβλέπουσαι τὸν τάφον αὐτοῦ, Χριστὸς δὲ ἥκει ζωῶσαι τὸν φίλον τὸν ἑαυτοῦ, τοῦ μίαν παρὰ πάντων ἐπιτελεῖσθαι συμφωνίαν. Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Προκείμενον Ἦχος δ' Ψαλμὸς ριδ'
Εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.
Στίχ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΜΓ', 25-30 ΜΕ', 1-16)

Προσήνεγκαν τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ αὐτοῦ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν εἰς τὸν οἶκον, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Ἠρώτησε δὲ αὐτούς, πῶς ἔχετε; καί εἶπεν αὐτοῖς· Ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης, ὃν εἴπατε ἔτι ζῆν· οἱ δὲ εἶπον· Ὑγιαίνει, ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ. Καὶ εἶπεν· Εὐλογητός ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ, καὶ κύψαντες προσεκύνησαν αὐτῷ. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς Ἰωσήφ, εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν· Οὗτός ἐστιν ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν, καὶ εἶπεν· ὁ Θεὸς ἐλεῆσαι σε τέκνον. Ἐταράχθη δὲ Ἰωσήφ· συνεστρέφετο γὰρ τὰ σπλάγχνα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι, εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον, ἔκλαυσεν ἐκεῖ, καὶ νιψάμενος τὸ πρόσωπον, ἐξελθὼν ἐνεκρατεύσατο. Καὶ οὐκ ἠδύνατο Ἰωσήφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλ' εἶπεν· Ἐξαποστείλατε πάντας ἀπ' ἐμοῦ, καὶ οὐ παρειστήκει οὐδεὶς τῷ Ἰωσήφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ. Ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγώ εἰμι Ἰωσήφ, ἔτι ὁ πατήρ μου ζῇ; Καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. Ἐγγίσατε πρός με, καὶ ἤγγισαν. Καὶ εἶπεν· Ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον, νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανείτω, ὅτι ἀπέδοσθέ με ᾧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις, οὐδὲ ἀμητός. Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς, καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην· νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ᾧδε, ἀλλὰ ὁ Θεός, καὶ ἐποίησέ με, ὡς πατέρα Φαραὼ καὶ Κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. Σπεύσαντες οὖν, ἀνάβητε πρὸς τὸν πατέρα μου, καὶ εἴπατε αὐτῷ· Τάδε λέγει ὁ υἱός σου Ἰωσήφ. Ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με, καὶ μὴ μείνῃς, καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ Ἀραβίας, καὶ ἔσῃ ἐγγύς μου σύ, καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου, καὶ οἱ βόες σου, καὶ ὅσα σοι ἐστι, καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμὸς ἔσται ἐπὶ τῆς γῆς, ἵνα μὴ ἐκτριβῇς σύ, καὶ οἱ υἱοί σου, καὶ πάντα τὰ ὑπάρχοντά σου. Ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι, καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. Ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ, καὶ ὅσα ἴδετε, καὶ ταχύναντες, καταγάγετε τὸν πατέρα μου ᾧδε. Καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἔκλαυσεν ἐπ' αὐτῷ, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. Καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, ἔκλαυσεν ἐπ' αὐτοῖς, καὶ μετὰ ταῦτα, ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν. Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· Ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ. Ἐχάρη δὲ Φαραώ, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ.

Προκείμενον Ἦχος δ' Ψαλμὸς ριε'
Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.
Στίχ. Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΑ', 23 - ΚΒ', 4)

'Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ, θρασὺς καὶ αὐθάδης καὶ ἀλαζών, λοιμὸς καλεῖται, ὃς δὲ μνησικακεῖ, παράνομος. Ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν· οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. Ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεεῖ καὶ οἰκτείρει ἀφειδῶς, θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. Μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. Ἀσεβής ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, ὁ δὲ εὐθύς, αὐτὸς συνιεῖ τὰς ὁδοὺς αὐτοῦ, οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ κατέναντι Κυρίου, πρὸς τὸν ἀσεβῆ. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια. Αἱρετώτερον ὄνομα καλόν, ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ χρυσίον καὶ ἀργύριον χάρις ἀγαθή. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε. Πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς, αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. Γενεὰ σοφίας φόβος Κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. α'
Τὸν συνάναρχον λόγον ΤΟ ΑΚΟΥΤΕ
Θεωρίαν καὶ πρᾶξιν, ὥσπερ συζεύξαντες, πρὸς Χριστὸν ἱκεσίαν, ἐκπέμψαι σπεύσωμεν, τὸν τεθαμμένον ἡμῶν νοῦν, ὡς ἄλλον Λάζαρον νεκρόν, ὅπως ζωώσῃ τῇ αὐτοῦ, ἐπιστασίᾳ τῇ φρικτῇ, βαΐα δικαιοσύνης, αὐτῷ προσφέρειν καὶ κράζειν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος.
Θεοτοκίον
Τῆς ψυχῆς μου τὰ πάθη, τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους, ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπάς, στῆσον Πανάμωμε, καὶ ἐν γαλήνῃ λογισμοῦ, εὐχάς προσφέρειν καθαράς, τῷ Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. β'
Ἀγγελικαὶ δυνάμεις ΤΟ ΑΚΟΥΤΕ
Δισημερευει σήμερον, θανὼν ὁ Λάζαρος, καὶ ἐπὶ τούτῳ χέουσι λύπης τὰ δάκρυα, αἱ σύγγονοι Μαρία σὺν τῇ Μάρθᾳ, τὸν λίθον τοῦ μνήματος προσβλέπουσαι, ἐφίσταται ὁ Κτίστης, σὺν τοῖς αὐτοῦ Μαθηταῖς, τὸν θάνατον σκυλεῦσαι, δωρούμενος τὴν ζωήν. Διὸ βοήσωμεν αὐτῷ· Κύριε δόξα σοι.
Θεοτοκίον
Ἐλπὶς τοῦ Κόσμου
ΤΟ ΑΚΟΥΤΕ
Ἁγία Δέσποινα, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ὡς τῶν ἁπάντων Ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις, ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἀνομημάτων.

Κανών α', ᾨδὴ δ', Τριῳδίου
Ἦχος πλ. α'
Τὴν θείαν ἐννοήσας ΤΟ ΑΚΟΥΤΕ
Ἀκτῖσι τῆς ἡμῶν παρακλήσεως, κατῳκισμένους ἐν φρουρᾷ, ἁμαρτημάτων φωτίσατε, τοὺς εὐσεβῶς φωτοφόροι, ἡμᾶς ἀνευφημοῦντας, Ἀπόστολοι.

Ἀγάπην συμπαθείᾳ συζεύξαντες, πρὸς ἱκεσίαν τῷ Χριστῷ, πιστοὶ ἐκπέμψαι σπουδάσωμεν, ὅπως ἡμᾶς ἀναστήσῃ, ἐκ τάφου τῶν κρυφίων παθῶν ἡμῶν.

Φιλίαν σαρκικὴν ἀφειδήσωμεν, οἱ νεκρωθέντες τῇ ψυχῇ, καὶ προσφιλεῖς χρηματίσωμεν, τῷ Λυτρωτῇ, ὅπως ᾍδου, φρικτῆς ἡμᾶς λυτρώσηται κρίσεως.

Προέφης τοῦ Λαζάρου τὴν κοίμησιν, ὃν μετ' ὀλίγον ἀνιστῶν, ἐκ θηλαζόντων τὴν αἴνεσιν, κλαδηφορούντων προσδέξῃ, τοῦ Πάθους σου Σωτήρ μου τὰ σύμβολα.
Θεοτοκίον
Ἐκ σοῦ τὸ θεῖον ὕδωρ ἀνέβλυσεν, ἀθανασίας καὶ ζωῆς, Θεοκυῆτορ Πανάμωμε, οὗ οἱ γευόμενοι δίψης, ἁγνή, θανατηφόρου ῥυσθήσονται.

Κανών β', ᾨδὴ δ', Τριῳδίου
Ἦχος πλ. β'
Ἀκήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐνθάπτεται Λάζαρος, καὶ ἐν τῷ τάφῳ αἱ περὶ Μάρθαν, νῦν πενθοῦσί τε καὶ κλαίουσιν, ἐπιστῆναι, σὲ τὸν Ζωοδότην γλιχόμεναι.

Ὁ θάνατος ἄρχεται, ἐκδειματοῦσθαι τὴν πρὸς αὐτόν σου, ἄφιξιν Χριστὲ αἰσθόμενος· ὡς ζωὴ γάρ, φροῦδον αὐτὸν δείξεις τοῖς πέρασιν.
Δόξα...
Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.
Καὶ νῦν ... Θεοτοκίον
Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεομῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Συνέλθετε ἥκετε, οἱ ἐν ἐρήμοις καὶ ἐν σπηλαίοις, ὑπαντῆσαι τὸν ἐρχόμενον, ἐπὶ πώλου, Κύριον τῆς δόξης ἐν ᾄσμασιν.
Ὁ Εἱρμὸς
«Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην· δόξα τῇ δυνάμει σου Κύριε».


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. α'
Σοὶ τῷ παντουργῷ ΤΟ ΑΚΟΥΤΕ
Λίθον τὸν βαρύν, ἐκ τῆς ἐμῆς καρδίας, διάραι πρεσβεύσατε, τὸν Πανοικτίρμονα, λίθοι φανέντες, τοῦ ἀκρογωνιαίου, λίθου θεηγόροι, Ἀπόστολοι Κυρίου.

Ἄγωμεν τοῖς σοῖς, προανεφώνεις φίλοις, ὁ φίλος μου Λάζαρος, ἤδη κεκοίμηται, τοῦτον ἐγείρων, ὀλέσω τοῦ θανάτου, τὴν ὀλεθροτόκον, κακίαν εἰς αἰῶνας.

Πρᾷοι τῇ ψυχῇ, καὶ ταπεινοὶ τῇ γνώμῃ, γενόμενοι χάριτι, ὑποδεξώμεθα, πρᾷον τὸν πάντων, ἐρχόμενον Δεσπότην, τὴν ἀλαζονείαν, τοῦ πονηροῦ συντρίψαι.
Θεοτοκίον
Πύλην σε φωτός, πεφωτισμένην βλέπει, Προφήτης πανάμωμε· τὸν Φωτοδότην γὰρ τίκτεις ἀφράστως, ἡμῖν ὁμοιωθέντα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. β'
Οἱ ὅσιοί σου Παῖδες ΤΟ ΑΚΟΥΤΕ
Μαρία τε καὶ Μάρθα, νῦν θρηνῳδοῦσιν, ἐν τάφῳ κατακείμενον, βλέπουσαι τὸν Λάζαρον, καὶ πόνῳ ἀναβοῶσιν· Εἰ ἦν Χριστὸς ἐνταῦθα, ὁ σύγγονος ἡμῶν οὐκ ἂν τέθνηκεν.

Ὁ ᾍδης προσδοκάσθω ὀλοθρευθῆναι· ἡ γὰρ ζωὴ ἐπελεύσεται, τὸν Λάζαρον ἐγεῖραι ἀναβοῶντα· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἀνάρχῳ καὶ γεννήσει τε, καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ, Πνεῦμα ἅγιον.
Καὶ νῦν ... Θεοτοκίον
Ὃν ἔτεκες Παρθένε ἀνερμηνεύτως, διαπαντὸς ὡς φιλάνθρωπον, μὴ διαλίπῃς ἐκδυσωποῦσα, ἵνα κινδύνων σώσῃ, τοὺς εἰς σὲ καταφεύγοντας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τὰς ἀρετὰς ὡς κλάδους, καὶ ὡς βαΐα, πρὸς ὑπαντὴν ἑτοιμάσωμεν, τοῦ Βασιλέως πιστοὶ βοῶντες· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Ὁ Εἱρμὸς
«Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβὶμ ἐμιμήσαντο, τὸν τρισάγιον Ὕμνον ἀναβοῶντες· Εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. α'
Ἡσαΐα χόρευε ΤΟ ΑΚΟΥΤΕ
Τῆς φιλίας ῥῦσαί με, τοῦ δολίου, Δέσποτα Χριστέ, ὁ φίλος σου τοὺς σοφούς, δείξας Μαθητάς, μεθ' ὧν ἀφικόμενος, ἐξήγειρας, φίλον σου πιστόν, Σῶτερ τὸν Λάζαρον, εὐχαρίστως ἀνυμνοῦντά σε.

Συμπληρώσει Κύριε, τῆς Νηστείας, πλήρωσον ἡμῶν καρδίας τε καὶ τὸν νοῦν, εὔσπλαγχνε χαρᾶς, ταὶς τῶν Ἀποστόλων σου, ἱκεσίαις, τῶν εἰλικρινῶς, ἀγαπησάντων σε, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ὀδωδὼς τοῖς ἕλκεσι, τῆς κακίας, τάφον κατοικῶ, τῆς ῥαθυμίας Χριστέ· ὅθεν βοῶ· Ἀνάστησον σῶσόν με, ὅπως κᾀγώ, κλάδοις ἀρετῶν, καθυπαντήσω σοι, ἀνακράζων· Ὡσαννὰ τῷ Θεῷ.
Θεοτοκίον
Ἐν δυσὶ θελήσεσι, καὶ οὐσίαις, τέτοκας ἡμῖν, Υἱὸν τὸν μονογενῆ, Κόρη τοῦ Πατρός, γενόμενον ἄνθρωπον, ἵνα ἡμᾶς, δείξῃ κοινωνούς, φύσεως Ἄχραντε, θειοτέρας ὁ ὑπέρθεος.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. β'
Ἀσπόρου συλλήψεως ΤΟ ΑΚΟΥΤΕ
Ἐν τάφῳ ὁ Λάζαρος, δισημερεύει σήμερον, καὶ ἐπὶ τούτῳ, χέουσι τὰ δάκρυα, Μαρία τε καὶ Μάρθα, ὡς ἀδελφαὶ γνήσιαι· Χριστὸς δὲ ἔρχεται πρὸς αὐτόν, σὺν τοῖς θείοις Ἀποστόλοις, δεῖξαι μέγιστον τεράστιον.
Θάνατε πανόλεθρε, ἐκδέχου τὴν κατάλυσιν, οἱ πυλωροί σου, τὰ κλεῖθρα βλεπέτωσαν· καὶ γὰρ διὰ ῥήματος, συνθλάσει σου τὰς πύλας, Χριστὸς τὸν Λάζαρον ἀνιστῶν. Πίε πρῶτον τοῦτο ᾍδη, ὁ Προφήτης σοι βοᾷ σὺν ἡμῖν.
Δόξα...
Μόνε Μονογεννῆτορ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου, Φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν, ὦ Τριάς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.
Καὶ νῦν ... Θεοτοκίον
Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς Μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών; τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὁ Κύριος ἔρχεται, καθίσαι ὥσπερ γέγραπται, ἐπὶ τοῦ πώλου, λαοὶ ἑτοιμάσθητε, προσδέξασθαι ἐν φόβῳ, τὸν πάντων Βασιλέα, μετὰ Βαΐων ὡς νικητήν, τοῦ θανάτου καὶ τοῦ ᾍδου, ἐξεγείραντα τὸν Λάζαρον.
Ὁ Εἱρμὸς
«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».


Ἀπόστιχα Τριῳδίου
Ἦχος πλ. α'
Ἰδιόμελον
Δεῦτε πρὸ τέλους πάντες ἀδελφοί, ἐν καθαρᾷ καρδίᾳ, προσέλθωμεν τῷ εὐσπλάγχνῳ Θεῷ, τὰς βιωτικὰς περιστάσεις ἀπορρίψαντες, τῶν ψυχῶν τὴν φροντίδα ποιησώμεθα, τῶν βρωμάτων τὰς ἡδονάς, δι' ἐγκρατείας βδελυξάμενοι, τῆς ἐλεημοσύνης ἐπιμελησώμεθα· δι' αὐτῆς γὰρ ὡς γέγραπται, ἔλαθόν τινες ξενήσαντες Ἀγγέλους, θρέψωμεν διὰ τῶν πενήτων, τὸν θρέψαντα ἡμᾶς οἰκεία σαρκί, ἐνδύσωμεν ἑαυτούς, τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον, ἵνα ταῖς πρεσβείαις τῆς ἀχράντου Θεοτόκου, καὶ Παρθένου Μητρός, τῆς ἀφέσεως τυχόντες τῶν ἁμαρτιῶν, ἐν κατανύξει πρὸς αὐτὸν ἐκβοήσωμεν· Κύριε ῥῦσαι ἡμᾶς, τῆς ἐξ εὐωνύμων ἀποφάσεως, καὶ ἀξίωσον ἡμᾶς, τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Ἦχος πλ. α'
Δεῦτε πρὸ τέλους πάντες ἀδελφοί, ἐν καθαρᾷ καρδίᾳ, προσέλθωμεν τῷ εὐσπλάγχνῳ Θεῷ, τὰς βιωτικὰς περιστάσεις ἀπορρίψαντες, τῶν ψυχῶν τὴν φροντίδα ποιησώμεθα, τῶν βρωμάτων τὰς ἡδονάς, δι' ἐγκρατείας βδελυξάμενοι, τῆς ἐλεημοσύνης ἐπιμελησώμεθα· δι' αὐτῆς γὰρ ὡς γέγραπται, ἔλαθόν τινες ξενήσαντες Ἀγγέλους, θρέψωμεν διὰ τῶν πενήτων, τὸν θρέψαντα ἡμᾶς οἰκεία σαρκί, ἐνδύσωμεν ἑαυτούς, τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον, ἵνα ταῖς πρεσβείαις τῆς ἀχράντου Θεοτόκου, καὶ Παρθένου Μητρός, τῆς ἀφέσεως τυχόντες τῶν ἁμαρτιῶν, ἐν κατανύξει πρὸς αὐτὸν ἐκβοήσωμεν· Κύριε ῥῦσαι ἡμᾶς, τῆς ἐξ εὐωνύμων ἀποφάσεως, καὶ ἀξίωσον ἡμᾶς, τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Ἦχος πλ. α'
Μαρτυρικὸν
Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἀνεβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ τῶν ἐπανισταμένων μωλώπων τοῦ σώματος, φωτεινόν ἔνδυμα, ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ τῆς ἀτιμίας οἱ στέφανοι, ἀντὶ δεσμωτηρίων ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ Ἀγγέλων διαγωγή· διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. α'
Ἡ Κεχαριτωμένη ΤΟ ΑΚΟΥΤΕ
Ἡ προεκλελεγμένη ἐκ πασῶν τῶν γενεῶν, εἰσάκουσον τῆς φωνῆς ἡμῶν, καὶ δώρησαι τὰ αἰτήματα τῶν ψυχῶν ἡμῶν, λύτρωσιν παθῶν, καὶ τῶν ὀδυνῶν, διὰ τῶν Ἀποστόλων, πάντα δυναμένη, ὡς Μήτηρ Θεοῦ.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος α'
Τῆς φωνῆς τῶν οἰκετῶν σου, Κύριε, μὴ ἐπιλάθῃ, μνήσθητι ὅτι πάντοτε εἰς σέ, τὴν ἐλπίδα ἐθέμεθα, τὸν πάντα δυνάμενον, καὶ βοήθησον ἡμῖν δεόμεθα. (Δίς)

Προκείμενον Ἦχος δ' Ψαλμὸς ριζ'
Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΞΕ', 8-16)

Οὕτω λέγει Κύριος· ὂν τρόπον εὑρεθήσεται ἡ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω, ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἕνεκεν, οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοὶ μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ, Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. Ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα, καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε, ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε, ἰδοὺ οἱ δουλεύοντές με εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε, ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος, τοῖς δὲ δουλεύουσί μοι, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν.
Προκείμενον Ἦχος δ' Ψαλμὸς ριη'
Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
Στίχ. Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου.