ΤΡΙΩΔΙΟΝ
Τῌ ΤΕΤΑΡΤῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Πάσαις προσβολαῖς τοῦ πονηροῦ, ἡ πολυπαθής μου καρδία, ἐξασθενήσασα, τάφῳ κατενήνεκται, τῆς ῥαθυμίας δεινῶς, καὶ ὡς λίθῳ καλύπτεται, τῇ ἀναισθησίᾳ, Σῶτερ ὁ τῷ ξύλῳ σου, τοῦ ζωηφόρου Σταυροῦ, πάντας τοὺς ἐν ᾍδη ζωώσας, ἔγειρόν με ζώωσον, ὅπως, φόβῳ σου δοξάζω τὴν Θεότητα.
Ἦχος β'
Πλοῦτον ἡδονῶν φθοροποιῶν, τῇ τοῦ πονηροῦ συνεργείᾳ, πάντοτε ἔστερξα, μάτην εὐφραινόμενος, ὁ ἀσυνείδητος, τὸν δὲ νοῦν μου παρέβλεψα, ὡς Λάζαρον ἄλλον, στένοντα λιμώττοντα, ἐνθέου βρώσεως, Λόγε τῆς φλογὸς τῆς μελλούσης, ῥῦσαί με τῇ σῇ εὐσπλαγχνίᾳ, ὅπως σε δοξάζω τὸν φιλάνθρωπον.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος γ'
Ἔστησαν τὰ τριάκοντα ἀργύρια ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ἐναπέψυξεν ὁ Λάζαρος, καὶ θρηνεῖ τοῦτον Βηθανία, ὃν ὁ Σωτὴρ ἡμῶν, ἐγείρεις ἐκ τῶν νεκρῶν, προπιστοῦσαι ἐν τῷ φίλῳ σου, τὰ τῆς Ἀναστάσεώς σου τῆς φρικτῆς, τοῦ ᾍδου τὴν νέκρωσιν, καὶ Ἀδὰμ τὴν ζωήν· διὰ τοῦτό σε ὑμνοῦμεν.

Προκείμενον Ἦχος δ' Ψαλμὸς ρι'
Ἀρχὴ σοφίας, φόβος Κυρίου.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΛΑ', 3-16)

Εἶπε Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀποστείλας δὲ Ἰακώβ, ἐκάλεσε Λείαν, καὶ Ῥαχήλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια, καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ἡμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμέ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν, ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ' ἐμοῦ, καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν, ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς τοῦ πατρός μου κακοποιῆσαί με. Ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα, ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά. Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, ἐν γαστρὶ λαμβάνοντα, εἶδον αὐτὰ τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι. Καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἴγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ Ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον· Ἰακώβ, Ἰακώβ· Ἐγὼ δὲ εἶπα· Τί ἔστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους, καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα, καὶ τὰς αἴγας διαλεύκους καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. Καὶ ἀποκριθεῖσαι Ῥαχήλ, καὶ Λεία, εἶπον αὐτῷ· Μή ἐστιν ἡμῖν ἔτι μερίς, ἢ κληρονομίαν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς, καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν, πάντα τὸν πλοῦτον, καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται, καὶ τοῖς τέκνοις ἡμῶν. Νῦν οὖν, ὅσα σοι εἴρηκεν ὁ Θεός σου, ποίει.
Προκείμενον Ἦχος δ' Ψαλμὸς ρια'
Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος.
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΑ', 3-21)

Υἱέ, ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον, ἢ θυσιῶν αἷμα. Μεγαλόφρων ἐν ὕβρει θρασυκάρδιος, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία, λογισμοὶ συντέμνοντος, πλὴν εἰς περίσσειαν, καὶ πᾶς μὴ ἐπισπουδάζων, πλὴν εἰς ὑστέρημα, ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἔρχεται ἐπὶ παγίδας θανάτου. Ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται· οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια. Πρὸς τοὺς σκολιούς, σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός· ἁγνά γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας, καὶ ἐν οἴκῳ κοινῷ. Ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς τῶν ἀνθρώπων. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος, συνιῶν δὲ σοφός, δέξεται γνῶσιν. Συνιεῖ δίκαιος ψυχὰς ἀσεβῶν, καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς. ῞Ος φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἐπακούων. Δόσις λάθριος, ἀνατρέπει ὀργάς, δώρων δὲ ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν. Εὐφροσύνη δικαίων ποιεῖν κρῖμα, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης, ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται. Ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον, καὶ ἔλαιον, οὐ πλουτήσει, περικάθαρμα δὲ δικαίου ἄνομος, καὶ ἀντὶ εὐθέων, παράνομος. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ, ἢ μετὰ γυναικὸς μαχίμου, καὶ γλωσσώδους, καὶ ὀργίλου, θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν, ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.

Ἀπόστιχα
Ἦχος α'
Ἰδιόμελον
Πορφύραν αὐτοκρατορίας θεότευκτον, καὶ βύσσον ἀφθαρσίας, ἐστολισμένη ψυχή μου, τὴν οἰκείαν ἀξίαν καθύβρισας, πλοῦτον καὶ τρυφὴν ἐπὶ ἁμαρτίᾳ ποιησαμένη, καὶ κατεπαιρομένη, τῶν ὁμοφύλων, ὡς ὁ τὸν πτωχὸν Λάζαρον, παριδὼν Πλούσιος. Ἀλλ' ἵνα μὴ σὺν ἐκείνῳ κολασθῇς, πτώχευσον τῷ πνεύματι, καὶ τῷ διὰ σὲ πτωχεύσαντι Κυρίῳ κράξον, ὁ πορφύραν ὕβρεως πρὸ Σταυροῦ φορέσας, καὶ γυμνὸς ἐν Σταυρῷ παγεὶς δι' ἐμέ, τῷ τῆς σῆς Βασιλείας ἐνδύματι, ἐξ αἰσχύνης αἰωνίου Χριστὲ ῥῦσαί με.
Ἦχος α'
Πορφύραν αὐτοκρατορίας θεότευκτον, καὶ βύσσον ἀφθαρσίας, ἐστολισμένη ψυχή μου, τὴν οἰκείαν ἀξίαν καθύβρισας, πλοῦτον καὶ τρυφὴν ἐπὶ ἁμαρτίᾳ ποιησαμένη, καὶ κατεπαιρομένη, τῶν ὁμοφύλων, ὡς ὁ τὸν πτωχὸν Λάζαρον, παριδὼν Πλούσιος. Ἀλλ' ἵνα μὴ σὺν ἐκείνῳ κολασθῇς, πτώχευσον τῷ πνεύματι, καὶ τῷ διὰ σὲ πτωχεύσαντι Κυρίῳ κράξον, ὁ πορφύραν ὕβρεως πρὸ Σταυροῦ φορέσας, καὶ γυμνὸς ἐν Σταυρῷ παγεὶς δι' ἐμέ, τῷ τῆς σῆς Βασιλείας ἐνδύματι, ἐξ αἰσχύνης αἰωνίου Χριστὲ ῥῦσαί με.
Ἦχος α'
Μαρτυρικὸν
Ὢ τῆς καλὴς ὑμῶν, πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! Φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα Ὁμοούσιον.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαία διῆλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεών μοι προέφησεν, ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον Ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος β'
Τὸν λίθον τοῦ μνήματος ΤΟ ΑΚΟΥΤΕ
Ὡς λίθῳ βαρούμενος, ταῖς πολλαῖς ἁμαρτίαις, ἐν τάφῳ κατάκειμαι, ἀμελείας Οἰκτίρμον, ἐξ οὗ με ἀνάγαγε, εὔσπλαγχνε Κύριε.
Σταυροθεοτοκίον
Εὐσπλαγχνίας ὑπάρχουσα
ΤΟ ΑΚΟΥΤΕ
Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διό σε καταχρέως δοξάζομεν, ὡς Μητέρα τοῦ φωτός, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Σήμερον Λάζαρος, θανὼν ἐνθάπτεται, καὶ θρῆνον ᾄδουσιν, αἱ τούτου σύγγονοι, ὡς δὲ προγνώστης καὶ Θεός, τὸ πάθος προηγόρευσας, Λάζαρος κεκοίμηται, τοῖς Μαθηταῖς προφθεγγόμενος· ἀλλὰ νῦν ἀπέρχομαι, ἀναστῆσαι ὃν ἔπλασα. Διό σοι πάντες βοῶμεν· Δόξα τῷ κράτει τῆς ἰσχύος σου.
Σταυροθεοτοκίον
Ἡ ἀπειρόγαμος, ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τί σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

Κανών α', ᾨδὴ γ', Τριῳδίου
Ἦχος β'
Στειρωθέντα ΤΟ ΑΚΟΥΤΕ
Τῇ δυνάμει τοῦ Σταυροῦ, δυναμώσας μου τὸν νοῦν, ἐξασθενοῦντα, προσβολαῖς πονηραῖς, πρὸς τὸ θέλημα τὸ σόν, ἴθυνον Κύριε.

Ῥαθυμίας νυσταγμῷ, ἐπὶ κλίνης ἡδονῶν, καθεύδοντά με, διανάστησον Χριστέ, καὶ τῶν σῶν προσκυνητήν, Παθῶν ἀνάδειξον.

Λαμπρυνθέντες τὰς ψυχάς, τῇ νηστείᾳ καθαροί, προσυπαντῆσαι, ἐπειχθῶμεν Χριστῷ, πρὸς τὴν Ἱερουσαλήμ, ἐπιδημοῦντι σαρκί.
Θεοτοκίον
Μὴ φλεχθεῖσα τῷ πυρί, τῆς Θεότητος Ἁγνή, κατάφλεξόν μου, τὰς ὑλώδεις ὁρμάς, τῶν παθῶν ὅπως πιστῶς, ἀεὶ δοξάζω σε.

Κανών β', ᾨδὴ γ', Τριῳδίου
Ἦχος γ'
Στεῖρα ψυχὴ ΤΟ ΑΚΟΥΤΕ
Τῇν σήμερον ὁ Λάζαρος, θανὼν οὐκ ἔλαθε, τὸ παντέφορον ὄμμα Ἰησοῦ· διὸ ἐκφράζει τοῦτο τοῖς Μαθηταῖς βοῶν· Ὅτι Λάζαρος ὁ φίλος κεκοίμηται, ἀναστῆσαι ἥκω αὐτόν.

Πρὸς Ἰουδαίαν Κύριε, πάλιν ἀπαίρειν εἰπών, τοὺς Μαθητὰς ἐφόβησας, ἀλλ' εὐθαρσῶς ὁ Θωμὰς ἐκβοᾷ. Ζωή ἐστιν ἄγωμεν· καὶ γὰρ ἂν θνηξώμεθα, αὖθις ἀναζήσωμεν.
Δόξα...
Τριὰς ἡ Ὁμοούσιος, ὁ παντοκράτωρ Πατήρ, ὁ Υἱὸς ὁ συνάναρχος, σὺν τῷ συνθρόνῳ θείῳ Πνεύματι, ἡ μία προσκύνησις, Θεότης ἡ ἄκτιστος, σὲ ὑμνοῦμεν πάντες βροτοί.
Καὶ νῦν ... Θεοτοκίον
Παρθενομῆτορ ἄχραντε, ἡ ῥίζα τοῦ Ἱεσσαί, ἐξ ἧς Χριστὸς ἀνέτειλε, τὸ ζωηφόρον ἄνθος τῶν γηγενῶν, δι' ἧς ἐλυτρώθημεν, φθορᾶς καὶ θνητότητος, Σὲ ὑμνοῦμεν πάντες Ἁγνή.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Χαῖρε Σιών, νῦν ἔρχεται, ὁ Βασιλεὺς σου πραΰς, ὡς ὁ Προφήτης κέκραγε, καὶ ἄγει πῶλος τοῦτον σωματικῶς, τὸν ἐν τῇ χειρὶ αὐτοῦ, τὸ πᾶν περιέχοντα· ᾌσωμεν τῷ κράτει αὐτοῦ.
Ὁ Εἱρμὸς
«Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐφραινομένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος β'
Τὸν ἐν τῇ βάτῳ Μωσῆ ΤΟ ΑΚΟΥΤΕ
Τῆς ταπεινῆς μου ψυχῆς, τὸν βαρύτατον λίθον, τῆς δεινῆς ῥαθυμίας, ἀποκύλισον Χριστέ, καὶ ἔγειρόν με τάφου, τοῦ τῆς ἀναισθησίας, εἰς αἴνεσίν σου Λόγε.

Θάνατον φίλου τοῦ σοῦ, προεδήλωσας φίλοις, διὰ σπλάγχνα ἐλέους, ὁ προγνώστης καὶ Θεός, ὃν ἔμελλες ἐγείρειν, ἐκ τάφου τεταρταῖον, πρὸς σὴν δοξολογίαν.

Πρὸς Ἰουδαίαν Χριστέ, πάλιν ἔρχῃ ζητοῦσαν, τῆς ζωῆς σε τὸ ξύλον, διὰ ξύλου ἀνελεῖν, ποθῶν ἀθανατίσαι τοὺς τεθανατωμένους, τῇ διὰ ξύλου βρώσει.
Θεοτοκίον
Ἐν σοὶ Παρθένε ἁγνή, ἐθεωρήθησαν πᾶσαι, τοῦ Θεοῦ αἱ πορεῖαι, τοῦ φυλάξαντος τὴν σήν, ἁγνείαν μετὰ τόκον, ἐσφραγισμένην σαφῶς, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος γ'
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς ΤΟ ΑΚΟΥΤΕ
Λάζαρος σήμερον θανών, ἐκκομίζεται φίλος Χριστοῦ, καὶ θρηνῳδοῦσιν αἱ περὶ τὴν Μάρθαν, τὴν ἀδελφικὴν συμφοράν, ὁ δὲ Χριστὸς ἐν χαρᾷ, μεταβαίνει πρὸς αὐτόν, τοῦ δεῖξαι τοῖς λαοῖς, ὅτι ἐστὶν αὐτός, ἡ ζωὴ τῶν ἁπάντων.

Ὡς ἐξ ὄρους Ἐλαιῶν, ἀπὸ ὕψους ἐλεημοσυνῶν, ἀρετῶν κλάδους οἱ λαοὶ τεμόντες, δεῦτε ἑτοιμάσωμεν, τὴν πρὸς ἡμᾶς νοητῶς, παρουσίαν τοῦ Χριστοῦ, ὑμνοῦντες εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἡ τρισυπόστατος Μονάς, ὁ Πατὴρ ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, μία Θεότης, μία Βασιλεία, σὲ αἰνεῖ τὸ ἄδυτον φῶς, Ἀγγέλων αἱ στρατιαί, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον
Ἰδοὺ πᾶσαι αἱ γενεαί, μακαρίζομέν σε Ἄχραντε, τὰ μεγαλεῖα τὰ σὰ καθορῶντες· σὺ γὰρ τίκτεις ὑπερφυῶς, τὸν τοῦ παντὸς ποιητήν, Θεὸν ὄντα καὶ βροτόν. Διό σε εὐλογοῦμεν καὶ ὑπερυψοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Μετὰ τῶν Παίδων καὶ ἡμεῖς ὑπαντήσωμεν Χριστῷ τῷ Θεῶ, ἀντὶ βαΐων προσάγοντες ἐλεημοσύνην, ἐν καρδίας προσευχῇ, μετὰ κλάδων, Ὡσαννὰ βοῶντες· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον
Ὁ Εἱρμὸς
«Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἀληθινόν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος β'
Τῶν γηγενῶν, τίς ἤκουσε ΤΟ ΑΚΟΥΤΕ
Ὁ Δανιήλ, νηστείᾳ πεφραγμένος, ἔφραξε στόματα θηρῶν. Τοῦτον ζηλοῦσα ψυχή μου, τὸν ὠρυόμενον, καθάπερ λέοντα ὄφιν, καὶ ἐκζητοῦντα, κατάβρωμα ποιῆσαι πᾶσαν ψυχήν, τῇ τοῦ Σταυροῦ συμμαχίᾳ ἀποδίωξον.

Λόγε Θεοῦ, τὴν τεθανατωμένην, ταῖς ἁμαρτίαις ψυχήν μου, καὶ καθειργμένην τάφῳ τῆς παραβάσεως, ζωοπαρόχῳ σου λόγῳ ἐξαναστήσας, προσφέρειν σοι βαΐα τῶν ἀρετῶν, τῷ Νικητῇ τοῦ θανάτου καταξίωσον.

Ὁ οὐρανόν, ὡς θρόνον κεκτημένος, καὶ ὑποπόδιον τὴν γῆν, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, πώλῳ ὀχούμενος, ἐπὶ τὴν Πόλιν εἰσέρχεται τὴν ἁγίαν, ἐκ στόματος νηπίων αἶνον τερπνόν, ὡς Βασιλεὺς τῶν ἁπάντων καταρτίσασθαι.
Θεοτοκίον
Ἐν γυναιξί, σὺ μόνη ὡραιώθης, ὦ ὑπερθαύμαστε Ἁγνή, τὸν ὡραιότατον Λόγον ἀποκυήσασα, τὸν ὑπὲρ πάντας φανέντα βροτοὺς ὡραῖον, αὐτὸν οὖν ἐκδυσώπει, τὸ εἰδεχθές καθωραΐσαι, Παρθένε τῆς καρδίας μου.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος γ'
Ἐν Σιναίῳ τῷ ὄρει ΤΟ ΑΚΟΥΤΕ
Ἐπιτάφια δάκρυα ῥαίνουσιν, αἱ Λαζάρου Ἀδελφαί, καθορῶσαι τὸν σύγγονον σήμερον, ὑπὸ λίθον τὸν πικρόν, ὁ Χριστὸς δέ μου πόρρω, Ἀποστόλοις σου. Χαίρω τοῦτο δηλῶν ἔλεγες· τοῖς δι' ὑμᾶς, οὐ παρῇς· τῇ σαρκὶ γὰρ ἐκεῖ.

Πάλιν ἥκει πρὸς σὲ τὴν φονεύτριαν, Ἰουδαίαν ὁ Χριστός, τὸ σωτήριον πάθος γλιχόμενος, ἐκπληρῶσαι ὡς Θεός, ὃν ἐζήτεις λιθάσαι· ἰδού σοι αὐτόκλητος, θέλων προσίεται, τῆς μιαιφονίας σου, εἰς τὸ σῶσαι ἡμᾶς.
Δόξα...
Ἡ Θεότης Μονάς, καὶ Τριάς ἐστι, παραδόξου ὢ στροφῆς! ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.
Καὶ νῦν ... Θεοτοκίον
Παιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, Ἀλλὰ φράζε μοι τό, Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς Θεοτοκίας μου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τῶν φοινίκων βαΐα συμπλέξαντες, νοητῶς καὶ αἰσθητῶς, ὑπαντὴν τῷ Δεσπότῃ ποιήσωμεν, ἐρχομένῳ πρὸς ἡμᾶς· καὶ γὰρ εὐλογημένος, αὐτὸς ὁ ἐρχόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου καὶ Πατρός, ὡς Υἱὸς ἀληθής.
Ὁ Εἱρμὸς
«Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ Βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον. Ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ».

Ἀπόστιχα Τριῳδίου
Ἦχος α'
Ἰδιόμελον
Ὁ Ἰσραὴλ πορφύραν καὶ βύσσον ἐνεδέδυτο, στολαῖς ἱεραῖς καὶ βασιλείοις λάμπων, νόμον δὲ καὶ Προφήτας πλουτῶν νομίμοις λατρείαις ἐνευφραίνετο· ἀλλά σε πτωχεύσαντα, σταυρώσας ἔξω πυλῶν Εὐεργέτα, καὶ ζῶντα μετὰ σταυρὸν ἀθετῶν, τὸν ἐν κόλποις Θεοῦ Πατρὸς ἀεὶ ὄντα, διψεῖ σταγόνα χάριτος, ὡς Πλούσιος ἄσπλαγχνος Λαζάρῳ πένητι, ὁ πορφύρας καὶ βύσσου, ἄσβεστον πῦρ ἀνθυποδύς, καὶ βλέπων ὀδυνᾶται τὸν πρὶν ψιχίων ἀληθείας, ἐνδεῆ λαὸν τῶν ἐθνῶν, νῦν ἐν κόλποις πίστεως, Ἀβραὰμ θαλπόμενον, τὴν τοῦ Αἵματός σου πορφυρίδα, σὺν τῇ βύσσῳ τοῦ βαπτίσματος φοροῦντα, καὶ συνευθηνούμενον, καὶ ἐντρυφῶντα χαρίσμασι, καὶ λέγοντα· Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος α'
Ὁ Ἰσραὴλ πορφύραν καὶ βύσσον ἐνεδέδυτο, στολαῖς ἱεραῖς καὶ βασιλείοις λάμπων, νόμον δὲ καὶ Προφήτας πλουτῶν νομίμοις λατρείαις ἐνευφραίνετο· ἀλλά σε πτωχεύσαντα, σταυρώσας ἔξω πυλῶν Εὐεργέτα, καὶ ζῶντα μετὰ σταυρὸν ἀθετῶν, τὸν ἐν κόλποις Θεοῦ Πατρὸς ἀεὶ ὄντα, διψεῖ σταγόνα χάριτος, ὡς Πλούσιος ἄσπλαγχνος Λαζάρῳ πένητι, ὁ πορφύρας καὶ βύσσου, ἄσβεστον πῦρ ἀνθυποδύς, καὶ βλέπων ὀδυνᾶται τὸν πρὶν ψιχίων ἀληθείας, ἐνδεῆ λαὸν τῶν ἐθνῶν, νῦν ἐν κόλποις πίστεως, Ἀβραὰμ θαλπόμενον, τὴν τοῦ Αἵματός σου πορφυρίδα, σὺν τῇ βύσσῳ τοῦ βαπτίσματος φοροῦντα, καὶ συνευθηνούμενον, καὶ ἐντρυφῶντα χαρίσμασι, καὶ λέγοντα· Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος α'
Μαρτυρικὸν
Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις οὐ στενοχωρία, οὐ λιμὸς οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δέ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις, ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν Βασιλείας, κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν...
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσα κρεμάμενον Χριστέ, ἡ ἁγνῶς κυήσασα, σὲ τὸν κρεμάσαντα ὕδασι, τὴν γῆν φιλάνθρωπε, ἀνεβόα· Οἴμοι! τί τὸ ξένον θέαμα; ποῦ ἔδυ σου τὸ κάλλος γλυκύτατε, Υἱὲ τὸ ἄπειρον; Μεγαλύνω σου τὸ ἔλεος, ὅτι πάσχεις, ἑκὼν ὑπὲρ ἅπαντας.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. α'
Τὰ ἐλέη σου Κύριε ποίησον μεθ' ἡμῶν, καὶ μὴ παραδῴης ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἅγιε Δέσποτα παντοκράτορ, σοῦ δεόμεθα. (Δίς)

Προκείμενον Ἦχος δ' Ψαλμὸς ριβ'
Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.
Στίχ. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΝΗ', 1-11)

Οὕτω λέγει Κύριος· Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακώβ, τὰς ἀνομίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκώς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς, αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες· τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως. Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε, εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν, οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην; καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· ουδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃς, οὐδὲ οὕτω καλέσετε νηστείαν δεκτήν, οὐχὶ τοιαύτην νηστείαν ἐξελεξάμην, λέγει Κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστειλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσάν σου συγγραφήν ἄδικον διάσπα, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου, ἐὰν ἴδῃς γυμνὸν περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου, ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε, τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι, ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆγμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία, καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ριγ'
Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.
Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.