ΤΡΙΩΔΙΟΝ
Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΟ ΤΩΝ ΒΑΙΩΝ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.
Ἦχος α'
Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος α'
Νεφέλην σε φωτὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.

Προκείμενον Ἦχος πλ. δ'
Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε.
Στίχ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.
Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Ἀπόστιχα
Ἦχος α'
Ἰδιόμελον
Θαυμαστὴ τοῦ Σωτῆρος, ἡ δι' ἡμᾶς φιλάνθρωπος γνώμη· τῶν μελλόντων γὰρ τὴν γνῶσιν, ὡς παρόντων κεκτημένος, τοῦ Λαζάρου καὶ τοῦ Πλουσίου, τὸν βίον ἐστηλίτευσε· τῶν ἑκατέρων οὖν τὸ τέλος ἑνοπτριζόμενοι, τοῦ μὲν φύγωμεν, τὸ ἀπηνὲς καὶ μισάνθρωπον, τοῦ δὲ ζηλώσωμεν, τὸ καρτερὲς καὶ μακρόθυμον, πρὸς τὸ σὺν αὐτῷ τοῦ Ἀβραὰμ κόλποις, ἐνθαλπόμενοι βοᾶν· Δικαιοκρῖτα Κύριε, δόξα σοι.
Ἦχος α'
Θαυμαστὴ τοῦ Σωτῆρος, ἡ δι' ἡμᾶς φιλάνθρωπος γνώμη· τῶν μελλόντων γὰρ τὴν γνῶσιν, ὡς παρόντων κεκτημένος, τοῦ Λαζάρου καὶ τοῦ Πλουσίου, τὸν βίον ἐστηλίτευσε· τῶν ἑκατέρων οὖν τὸ τέλος ἑνοπτριζόμενοι, τοῦ μὲν φύγωμεν, τὸ ἀπηνὲς καὶ μισάνθρωπον, τοῦ δὲ ζηλώσωμεν, τὸ καρτερὲς καὶ μακρόθυμον, πρὸς τὸ σὺν αὐτῷ τοῦ Ἀβραὰμ κόλποις, ἐνθαλπόμενοι βοᾶν· Δικαιοκρῖτα Κύριε, δόξα σοι.
Ἦχος α'
Μαρτυρικὸν
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος α'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων ταγμάτων, τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τὸν λίθον ἐκκυλίσας, τῆς πωρώσεως Κύριε, ἀπὸ τῆς ἐμῆς καρδίας, νεκρωθεῖσαν τοῖς πάθεσιν, ἐξέγειρον ψυχήν μου ἀγαθέ, καὶ φέρειν σοι βαΐα ἀρετῶν, ὡς νικητῇ τοῦ ᾍδου, ἐν κατανύξει Δέσποτα, ἀξίωσον, ὅπως τῆς αἰωνίου ζωῆς τύχω, ὑμνολογῶν σου τὸ κράτος, καὶ τὴν εὐσπλαγχνίαν σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ Κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτόν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἕκτην Ἑβδομάδα, τῆς Νηστείας ἐπέχοντες, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν, Χριστῷ τῷ ἐρχομένῳ δι' ἡμᾶς, καθῖσαι ἐπὶ πώλου ὀνικοῦ, τὸ τῶν ἐθνῶν ὑποκλῖναι ὡς Βασιλεύς, ἀλόγιστον τῷ Γεννήτορι, τοὺς κλάδους αὐτῷ τῶν ἀρετῶν, πάντες προευτρεπίσωμεν, ὅπως καὶ τὴν Ἀνάστασιν αὐτοῦ, χαίροντες ἴδωμεν.
Θεοτοκίον
Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι προτείνασα δυσώπησον, λυτρώσασθαι ἡμᾶς, ἐκ πειρασμῶν καὶ παθῶν καὶ κινδύνων, τοὺς εὐφημοῦντας καὶ πόθῳ βοῶντάς σοι. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Κανών α', ᾨδὴ α', Τριῳδίου
Ἦχος α'
ᾨδὴν ἐπινίκιον ΤΟ ΑΚΟΥΤΕ
Τὰ πάθη νεκρώσωμεν, δι' ἐγκρατείας, τὸ πνεῦμα ζωώσωμεν, δι' ἐνθέων πράξεων, ὅπως ὀψώμεθα, Πάθος Χριστοῦ τὸ σεπτὸν καθαρωτάτῳ νοΐ.

Ἀσπλάγχνου ζηλώσαντα, Πλουσίου τρόπους, Χριστὲ πολυεύσπλαγχνε, ἱκετεύω σύνταξον, Λαζάρῳ πένητι, λυτρούμενός με τῆς φλογός, καὶ τοῦ ἀσβέστου πυρός.

Ἐκ πάντων ἐνήστευσα, κατορθωμάτων, εἰς κόρον ἀπήλαυσα, τῶν σφαλμάτων Κύριε· νῦν οὖν πεινῶντά με, σωτηριώδους καὶ σεπτῆς, ἔμπλησον βρώσεως.
Θεοτοκίον
Ἐμὲ τὸν κατάκριτον, ἐν καταδίκῃ, πανάχραντε Δέσποινα, ἐρριμμένον ἔργων μου, σῶσον οἰκτείρησον, τὸν πανοικτίρμονα Θεόν, ἀποκυήσασα.

Κανών β', ᾨδὴ α', Τριῳδίου
Ἦχος α'
Τῷ βοηθήσαντι Θεῷ ΤΟ ΑΚΟΥΤΕ
Τῇ τῶν Βαϊων Ἑορτῇ, ὑπαντήσωμεν πιστοί, προεορτάζοντες αὐτήν, ἀπὸ σήμερον φαιδρῶς, ἵνα τὸ ζωηφόρον, ἀξιωθῶμεν Πάθος ἰδεῖν.

Ἔρχεται ἥκει ὁ Χριστός, πρὸς τὴν Ἱερουσαλήμ, ὡς Βασιλεὺς κεκαθηκώς, ἐπὶ πώλου ὀνικοῦ, τὸ τῶν ἐθνῶν ὑποκλῖναι, ἀλόγιστον, ὑπὸ ζυγὸν τῷ Πατρί.
Δόξα...
Ἡ ἐν Θεότητι μιᾷ, τρισυπόστατος Μονάς, Πάτερ ἀγέννητε Θεέ, καὶ Υἱὲ μονογενές, καὶ μόνον ἅγιον Πνεῦμα, ὁμοβασίλειον κράτος, σῶσον πάντας ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ, ἐλαλήθη πανταχοῦ, ὅτι ἐκύησας σαρκί, τὸν τῶν ὅλων Ποιητήν, Θεοτόκε Μαρία, ἀνύμφευτε καὶ ἀπειρόγαμε.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἰδοὺ ἀφίκετο Χριστός, πρὸς τὴν πόλιν Βηθσφαγῆ, Χαῖρε Λαζάρου ἡ πατρίς, Βηθανία, ὅτι σοί, δείξει θαυμάσιον μέγα, τὸν Λάζαρον, ἐξανιστῶν ἐκ νεκρῶν.
Ὁ Εἱρμὸς
«Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ, τῷ Μωσῇ, καὶ δι' αὐτοῦ τὸν Φαραώ, πανστρατιᾷ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται».


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος α'
Ὂν φρίττουσιν ΤΟ ΑΚΟΥΤΕ
Ἀκάρπους ἐπλούτησα, ὁ τάλας λογισμούς, ψυχὴν κατεμόλυνα, ἀθέσμοις ἡδοναῖς, καὶ σκότος κυκλοῖ με ἀπογνώσεως, αὔγασόν μοι φέγγος, Θεέ μου μετανοίας.

Ὡς πάλαι ἐφώτισας, Τυφλὸν ἐκ γενετῆς, ψυχήν μου καταύγασον, μὴ βλέπουσαν τὸ φῶς, τὸ σὸν Ἐλεῆμον, ἀλλ' ἐν σκότει δεινῆς, λήθης συγχωσθεῖσαν, καὶ μερίμναις τοῦ βίου.

Νηστεύσας ἠνέῳξεν, Ἠλίας οὐρανούς, καὶ ὄμβροις κατήρδευσε, διψήσασαν τὴν γῆν, Νηστεύσωμεν ῥείθροις, καταντλούμενοι, ψυχικῶν δακρύων, ὅπως ἐλεηθῶμεν.
Θεοτοκίον
Ὡς ἔμψυχος ἄμπελος, ἐξήνθησας ἡμῖν, τὸν βότρυν τὸν πέπειρον, πηγάσαντα Ἁγνή, Παρθένε τὸν οἶνον, τῆς ἀφέσεως, καὶ τῆς ἁμαρτίας, ξηράναντα τὴν μέθην.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος α'
Ὕμνον σοι προσφέρομεν ΤΟ ΑΚΟΥΤΕ
Ἤνοικται τὰ πρόθυρα, τῆς τοῦ Λαζάρου ζωοποιΐας· Χριστὸς γὰρ ἥκει, ὡς ἐξ ὕπνου ἐγεῖραι τὸν θανέντα, καὶ καταπαλαῖσαι, ζωὴ τὸν θάνατον.

Μέγα σου τὸ καύχημα, ὦ Βηθανία! ὅτι τὸν Κτίστην ξεναγωγῆσαι, ἀξιοῦσαι βοῶσα· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Σὲ τὴν ὑπερούσιον, τριπλῆν Μονάδα, τὴν ἑνουμένην ἐν διαιρέσει, τῇ μορφῇ τοῖς προσώποις, τὸν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα, θεῖον δοξολογήσωμεν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ Χαῖρε φθεγγόμεθα, σὺν τῷ Ἀγγέλῳ, ὅτι ἀνῆψας χαρὰν τῷ Κόσμῳ, τὸν Σωτῆρα τοῦ Κόσμου, ὃν δυσώπει ὑπὲρ πάντων, Παρθένε πανύμνητε.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὕμνον σοι προσφέρομεν, ὅτι ἐν πώλῳ ὀχηματίζεις, ὁ ἐν ὑψίστοις, Χερουβὶμ ἐπιβαίνων, ἵνα πάντας καθυποτάξῃς, Χριστὲ τῷ κράτει σου.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Ὁ Εἱρμὸς
«Ὕμνον σοι προσφέρομεν, τῶν Ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος α'
Τὴν ζωοδόχον πηγὴν ΤΟ ΑΚΟΥΤΕ
Θανατωθεὶς τοῖς πολλοῖς πλημμελήμασι, τῆς ἀμελείας ἐν τάφῳ συνέχομαι, λίθον ἀπογνώσεως ἔχων ἐπικείμενον, ὅν περ διάρας Χριστὲ τῷ σῷ ἐλέει, ὥσπερ τὸν Λάζαρον πρὶν ἐξανάστησον.

Τὴν τοῦ Πλουσίου ἐκφύγωμεν μίμησιν, κατακριθέντος εἰς φλόγα τὴν ἄσβεστον, καὶ Λαζάρου στέρξωμεν, τὸ ἐν πόνοις, ἔμμονον, ὅπως ἡμᾶς Ἰησοῦς παρακαλέσῃ, καὶ βασιλείας μετόχους ἐργάσηται.

Τὴν παθοκτόνον Νηστείαν ποθήσωμεν, ταῖς προσευχαῖς ἐπιμόνως σχολάσωμεν, κλαύσωμεν, πενθήσωμεν καὶ θερμῶς στενάξωμεν, ὅπως ἐντεῦθεν ἡμᾶς ἀποδημοῦντας, ὁ Ἀβραάμ, ἐν τοῖς κόλποις εἰσδέξηται.
Θεοτοκίον
Τῆς παρθενίας τὸ θεῖον κειμήλιον, τῶν Προπατόρων τὴν μόνην ἀνόρθωσιν, τὴν πηγὴν τὴν βρύουσαν, εὐσπλαγχνίας ἄβυσσον, τὴν καλλονὴν Ἰακώβ, τὴν Θεοτόκον, οἱ δι' αὐτῆς σεσωσμένοι ὑμνήσωμεν.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος α'
Σὲ τὴν ὁραθεῖσαν πύλην ΤΟ ΑΚΟΥΤΕ
Σήμερον Χριστῷ δηλοῦται, πέραν Ἰορδάνου διατρίβοντι, ἡ νόσος τοῦ Λαζάρου, καὶ ὡς προγνώστης λέγει· Ἡ ἀσθένεια αὕτη, οὐκ ἔστι πρὸς θάνατον.

Εὐτρεπίζου Βηθανία, κόσμησόν σου θείως τὰς εἰσόδους, πλάτυνον τὰς ἐπαύλεις· ἰδοὺ γὰρ ὁ Δεσπότης, ἥξει σὺν Ἀποστόλοις, τὸ θρέμμα σου ζωούμενος.
Δόξα...
Σὲ τὴν τρισυπόστατον Μονάδα, καὶ ἀδιαίρετον οὐσίαν, ἡ τῶν Ἑξαπτερύγων δοξολογεῖ στρατιά, καὶ ἀνθρώπων τὸ γένος, ἐν ὕμνοις μεγαλύνομεν.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὸν ἐκ Πατρὸς ἀχρόνως, καὶ ἐκ τῆς Μητρὸς ἀνερμηνεύτως, ἐν χρόνῳ γεννηθέντα εἰς πάντων σωτηρίαν, ὡς Ποιητὴν καὶ Δεσπότην, ἐν ὕμνοις μεγαλύνομεν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Σὺν τοῖς εὐποιΐας κλάδοις, καὶ ἁγνείας φέροντες βαΐα, ἑτοιμασθῶμεν πάντες, Χριστῷ προσυπαντῆσαι, πρὸς τὴν Ἱερουσαλήμ, ἥκοντι, ὡς Θεῷ ἡμῶν.
Ὁ Εἱρμὸς
«Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰ μὴ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις μεγαλύνομεν».


Ἀπόστιχα Τριῳδίου
Ἦχος πλ. α'
Μὴ καταδικάσῃς με Χριστέ, ἐν φλογὶ γεέννης, ὡς τὸν Πλούσιον διὰ Λάζαρον, ἀλλὰ δώρησαι κᾀμοί, ἐν κλαυθμῷ αἰτοῦντι, ῥανίδα φιλανθρωπίας, ὁ Θεός, καὶ ἐλέησόν με.
Ἦχος πλ. α'
Μὴ καταδικάσῃς με Χριστέ, ἐν φλογὶ γεέννης, ὡς τὸν Πλούσιον διὰ Λάζαρον, ἀλλὰ δώρησαι κᾀμοί, ἐν κλαυθμῷ αἰτοῦντι, ῥανίδα φιλανθρωπίας, ὁ Θεός, καὶ ἐλέησόν με.
Ἦχος πλ. α'
Μαρτυρικὸν
Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ Ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς, εὐχαῖς αὐτῶν Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. α' ΤΟ ΑΚΟΥΤΕ
Ἡ Κεχαριτωμένη, μεσίτευσον σαῖς δεήσεσι, καὶ αἴτησαι ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. β'
Αὕτη ἐστίν, ὁ Θεός, ἡ φοβερὰ ἡμέρα, ἧς φθάσαι τὴν ἑσπέραν οὐκ ἠλπίζομεν, καὶ ταύτην ἰδεῖν ἡμᾶς, φιλανθρώπως κατηξίωσας, Τρισάγιε δόξα σοι. (Δίς)

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ρδ'
Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΜΗ', 17 - ΜΘ', 4)

Οὕτω λέγει Κύριος ὁ ῥυσάμενός σε, ὁ Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Καί, εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου, ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ. Ἔξελθε ἐκ Βαβυλῶνος, φεύγων ἀπὸ τῶν Χαλδαίων, φωνήν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς· λέγετε· Ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ, καὶ ἐὰν διψήσωσι, δι' ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου, οὐκ ἔστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν. Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος, ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡσεὶ βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Καὶ ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ρε'
Εὐλογητὸς Κύριος, ὁ Θεὸς Ἰσραήλ.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός.