ΤΡΙΩΔΙΟΝ
Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος πλ. δ'
Ἰδιόμελον
Αὐτεξουσίως ἐξεδύθην, τῇ πρώτῃ μου παραβάσει, τῶν ἀρετῶν τὴν εὐπρέπειαν, ἠμφιασάμην δὲ ταύτην αὖθις, τῇ πρός με συγκαταβάσει σου Λόγε Θεοῦ· οὐ παρεῖδες γάρ με τὸν ἐν δεινοῖς παθήμασι καταστιχθέντα, καὶ λῃστρικῶς ὁδοπατηθέντα, ἀλλὰ τῇ παναλκεῖ σου δυναστείᾳ περιποιησάμενός με, ἀντιλήψεως ἠξίωσας Πολυέλεε.
Ἦχος πλ. δ'
Αὐτεξουσίως ἐξεδύθην, τῇ πρώτῃ μου παραβάσει, τῶν ἀρετῶν τὴν εὐπρέπειαν, ἠμφιασάμην δὲ ταύτην αὖθις, τῇ πρός με συγκαταβάσει σου Λόγε Θεοῦ· οὐ παρεῖδες γάρ με τὸν ἐν δεινοῖς παθήμασι καταστιχθέντα, καὶ λῃστρικῶς ὁδοπατηθέντα, ἀλλὰ τῇ παναλκεῖ σου δυναστείᾳ περιποιησάμενός με, ἀντιλήψεως ἠξίωσας Πολυέλεε.
Ἦχος πλ. δ'
Μαρτυρικὸν
Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἡλούμενος Κύριε Σταυρῷ, Ἀδὰμ τὸ χειρόγραφον, τῇ θείᾳ λόγχῃ διέρρηξας· διὸ διάρρηξον, τοὺς δεσμούς μου Λόγε, ὅπως σοι αἰνέσεως, θυσίαν θύσω πίστει γηθόμενος, καιρὸν εὐπρόσδεκτον, τῆς νηστείας νῦν εὐράμενος ὃν εἰς πάντων, σωτηρίαν ἔδειξας.
Ἦχος α'
Νηστείας λαμπρότητι ποτέ, Μωϋσῆς λαμπόμενος, Θεοῦ τὴν δόξαν τεθέαται, τοῦτον ζηλώσασα, ταπεινὴ ψυχή μου, τὸν Σταυρῷ τανύσαντα, παλάμας διὰ σὲ ἀγαθότητι, ἔργοις θεράπευσον, ἐγκρατείας καὶ δεήσεως, ὅπως τύχῃς, θείας ἀπολαύσεως.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. β'
Ἀρχαγγελικῶς ἀνυμνήσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὸν ζωοποιὸν προσκυνοῦντές σου Σταυρόν, τῆς ἀφράστου πρὸς ἡμᾶς σου, ἀμέτρου ἀγαθότητος Χριστέ, καὶ ἐν αὐτῷ φωτισθέντες τὰς ψυχάς, ἀνυμνοῦμέν σε ἀπαύστως, αἰτούμενοι εὐθύμως ἐν χαρᾷ, τελέσαι τὸ στάδιον τῆς Νηστείας, καὶ φθάσαι τὰ Πάθη σου ἀνυμνῆσαι, Κύριε, δι' ὧν ἔσωσας ἡμᾶς.

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς 98
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν ὀργιζέσθωσαν λαοί.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΗ', 20-33)

Εἶπε Κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με, συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῷ. Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες, ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἔναντι Κυρίου. Καὶ ἐγγίσας Ἀβραάμ, εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής, ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τόν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς σὺ ποιήσῃς ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής, μηδαμῶς, ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν. Εἶπε δὲ Κύριος· Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι' αὐτούς. Καὶ ἀποκριθεὶς Ἀβραάμ, εἶπε· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς, ἕνεκεν τῶν πέντε, πᾶσαν τὴν πόλιν. Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω, ἐκεῖ τεσσαρακονταπέντε. Καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν τεσσαράκοντα. Καὶ εἶπε· Μήτι, Κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν τριάκοντα. Καὶ εἶπεν· Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν Κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν εἴκοσι. Καὶ εἶπε· Μήτι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; Καὶ εἶπεν, οὐκ ἀπολέσω, ἕνεκεν τῶν δέκα. Ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραὰμ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς 98
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΣΤ', 17 - ΙΖ' 17)

Ὁ δεχόμενος παιδείαν, ἐν ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους, σοφισθήσεται. Ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ἀγαπῶν δὲ ζωὴν αὐτοῦ, φείσεται στόματος αὐτοῦ. Πρὸ συντριβῆς ἠγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη. Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. Συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ τῷ Κυρίῳ μακαριστός. Τοὺς σοφοὺς καὶ συνετούς, φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ, πλείονα ἀκούσονται. Πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην. Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς. Εἰσὶν ὁδοί, δοκοῦσαι ὀρθαὶ εἶναι ἀνδρί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾍδου. Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῶ, καὶ ἐκβιάζεται τὴν ἀπώλειαν ἑαυτοῦ. Ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν. Ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. Ἀνὴρ σκολιὸς διαπέμπεται κακά, καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς, καὶ διαχωρίζει φίλους. Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτούς εἰς ὁδοὺς οὐκ ἀγαθάς, στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ, λογίζεται διεστραμμένα, ἐπιδάκνων δὲ τοῖς χείλεσιν αὐτοῦ, ὁρίζει πάντα τὰ κακά, οὗτος κάμινός ἐστι κακίας. Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. Κρείσσων ἀνὴρ μακρόθυμος, ἰσχυροῦ. Ὁ δὲ κρατῶν ὀργῆς, κρείσσων τοῦ καταλαμβανομένου πόλιν. Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια. Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν, καὶ ἀδίκων θυμάτων μετὰ μάχης. Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. Κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν. Ὁ καταγελῶν πτωχοῦ, παροξύνει τὸν ποιήσαντα αὐτόν. Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ, οὐκ ἀθωωθήσεται. Ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. Στέφανος γερόντων, τέκνα τέκνων, καύχημα δὲ τέκνων, πατέρες αὐτῶν. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Οὐχ ἁρμόσει ἄφρονι πιστά, οὐδὲ δικαίῳ χείλη ψευδῆ. Μισθὸς χαρίτων, ἡ παιδεία τοῖς χρωμένοις, οὗ δ' ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται. Ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους. Συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθείς, οὐκ αἰσθάνεται. Ἀντιλογίας ἐγείρει πᾶς κακός. Ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. Ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν. Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν, ἐμπεσεῖται εἰς κακά. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐξέτεινας Χριστέ, τὰς παλάμας ἐν Ξύλῳ, ἰώμενος πληγήν, τοῦ Ἀδὰμ ταῖς πληγαῖς σου· διὸ ἱκετεύω σε, τὰς πληγάς μου θεράπευσον, ἃς ἀπέθετο, ἐν τῇ ψυχῇ μου ὁ πλάνος, καὶ ἀξίωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, Σωτὴρ θεραπεῦσαί σε.
Σταυροθεοτοκίον
Ὁρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα;

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. β'
Ἐλπὶς τοῦ Κόσμου ΤΟ ΑΚΟΥΤΕ
Σταυρὲ τοῦ Κόσμου φυλακτήρ, τῶν δαιμόνων διῶκτα, τοὺς σὲ κτωμένους ἐν παντί, προστασίαν ἄμαχον, ἀξίωσον τὸ τῆς Νηστείας διελθεῖν ὑπόλοιπον ἐν συνειδήσει καθαρᾷ, εὐθύνων τὰς ψυχὰς ἡμῶν, ἐνώπιον Χριστοῦ, Ξύλον εὐλογημένον.
Σταυροθεοτοκίον
Ἁγνὴ Παρθένε καὶ σεμνή, τῶν Ἀγγέλων ἡ δόξα, ὅτε παρέστης τῷ Σταυρῷ, τοῦ Υἱοῦ καὶ Θεοῦ σου, μὴ φέρουσα ὁρᾶν τὰς παροινίας τῶν ἐχθρῶν, ἐκραυγαζες ὀδυνωμένη μητρικῶς· Πῶς φέρεις ὦ Φιλάνθρωπε τὰς πάντων ἀπειλάς; Δόξα τῇ μακροθυμίᾳ σου.

Κανών α', ᾨδὴ ε', Τριῳδίου
Ἦχος α'
Ὁ φωτίσας τῇ ἐλλάμψει ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκτείνας οὐρανὸν ὡσεὶ δέρριν ἐξέτεινας, τὰς παλάμας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε· διὸ ἱκετεύω σε, κατατεινόμενον ἐχθροῦ με, ταῖς ἐπηρείαις οἰκτείρησον.

Ἀφύπνωσας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε, ἐγρήγορσιν, σωτηρίας ἡμῖν παρεχόμενος, τοῖς κειμένοις Κύριε, ἐν κατωτάτῳ ἀπωλείας· ὅθεν σε πίστει δοξάζομεν.

Τοῦ Πάθους σου, τὴν ἡμέραν ἰδεῖν καταξίωσον, τοὺς δούλους σου, φωτισθέντας καρδίας φαιδρότητι, καὶ τὴν ζωηφόρον σου, Σωτὴρ Ἀνάστασιν ὑμνοῦντας, τὸ κράτος τῆς Βασιλείας σου.
Σταυροθεοτοκίον
Ὁρῶσά σε, ἐν σταυρῷ ἠρτημένον ἡ Πάναγνος, ἠλάλαζε, τετρωμένη τὰ σπλάγχνα καὶ ἔλεγε· Διὰ σπλάγχνα Κύριε, σῶν οἰκτιρμῶν παθεῖν ἠνέσχου, πᾶσι παρέχων ἀπάθειαν.

Κανών β', ᾨδὴ ε', Τριῳδίου
Ἦχος πλ. β'
Ἐκ νυκτὸς ὀρθρίζοντα ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σταυρῷ Φιλάνθρωπε τὰς χεῖράς σου, ἥπλωσαν, ἥλωσαν, νύξαντες καὶ τὴν Πλευράν, τῇ λόγχῃ Ἰουδαῖοι, καὶ φέρεις πάντα Χριστέ, ἵνα ἡμεῖς σωθῶμεν.

Ξύλου βρώσει τέθνηκέ ποτε ὁ Ἀδάμ, πάλιν δὲ εὕρατο, ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωήν, δι' ἧς Οἰκτίρμον, ἐπαπολαύει τρυφῆς, ἔνδον τοῦ Παραδείσου.
Δόξα...
Μονάδα τῇ φύσει σε Τριὰς ἀνυμνῶ, ἄναρχον, ἄκτιστον, ἀρχικὴν βασιλικήν, ὑπερτελῆ Ἑνάδα, Θεὸν καὶ φῶς καὶ ζωήν, δημιουργὸν τοῦ Κόσμου.
Καὶ νῦν... Θεοτοκίον
Ἐν τῇ ὑπερφυεῖ σου κυήσει Ἁγνή, νόμοι σοι φύσεως, καταλύονται σαφῶς· καὶ γὰρ ἀσπόρως τίκτεις, τὸν πρὸ αἰώνων Θεόν, ἐκ Πατρὸς γεννηθέντα.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τὸν Σταυρὸν τὴν Λόγχην καὶ τοὺς Ἥλους σου, σέβομαι Δέσποτα· δι' αὐτῶν γὰρ τῆς φθορᾶς, ἡμᾶς ἀπελυτρώσω, ἐν τῷ σῷ πάθει Χριστέ, ἀπαθανατισθέντας.
Ὁ Εἱρμὸς
«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου».


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος α'
Θαύματος ὑπερφυοῦς ΤΟ ΑΚΟΥΤΕ
Ἤμβλυνας τοῦ πονηροῦ Σῶτερ τὰ κέντρα, καθηλούμενος ἥλοις ἐν ξύλῳ, ἀκανθῶν διάδημα, ἀνεδύσω χλευαστικῶς, ἐκριζῶν τῆς παραβάσεως τὴν ἄκανθαν· διὸ ἀνυμνοῦντές σοι κραυγάζομεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἥπλωσας ἐπὶ Σταυροῦ Χριστὲ παλάμας, τὸ ἀνθρώπινον ἐπισυνάγων, πρὸς τὴν σὴν ἐπίγνωσιν, καὶ τῇ λόγχῃ τὴν σὴν Πλευράν, κεντηθῆναι κατεδέξω, ἀναβλύσας ἡμῖν, πηγὴν φωτισμοῦ τοῖς ἀναμέλπουσιν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ῥείθροις εὐσπλαγχνίας σου Οἰκτίρμον, ἀποκάθαρόν μου τὴν καρδίαν, ἁμαρτίας δήγματι, σπιλωθεῖσαν καὶ ποταμούς, κατανύξεως πηγάζειν με ἀξίωσον, Χριστὲ Ἰησοῦ, ἵνα κραυγάζω σοι· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στάμνον σε τὸ θεῖον Μάννα κεκτημένην, τῆς Θεότητος ἔγνωμεν Κόρη, κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν, θρόνον Θεοῦ, καὶ παλάτιον καὶ γέφυραν μετάγουσαν, πρός θείαν ζωὴν τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. β'
Τῶν Παίδων τὴν ᾠδὴν ΤΟ ΑΚΟΥΤΕ
Σταυροῦται ὁ Χριστός, καὶ ζωούμενος ἐγὼ συμψάλλω τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ κόσμος ἐκ φθορᾶς, τῇ σταυρώσει σου ῥυσθείς, συμψάλλει τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα
Τριὰς ἰσοκλεής, Ὁμοούσιε Μονάς, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα, σῶσόν με τὸν πίστει ὑμνοῦντά σε.
Καὶ νῦν... Θεοτοκίον
Τὸν τόκον τῆς ἁγνῆς, Θεοτόκου προσκυνῶ, συμψάλλων τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὑμνῶ σου τὸν Σταυρόν, δι' οὗ σέσωσμαι Σωτήρ, συμψάλλων τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Ὁ Εἱρμὸς
«Τῶν Παίδων τὴν ᾠδήν, ἐκμιμούμενος βοῶ, συμψάλλων τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος α'
Τύπον τῆς ἁγνῆς λοχείας σου ΤΟ ΑΚΟΥΤΕ
Εἶδεν Ἠλιοὺ τὸν Κύριον, ἐν λεπτοτάτῃ αὔρᾳ, λεπτύνας πρότερον, σάρκα προσευχῶν, καὶ νηστειῶν ἐπιδόσεσιν, ὃν ζηλοῦσα ψυχή μου ἀπόρριψον, τῶν ἡδονῶν τὸ πάχος, ὅπως θεάσῃ τὸν ποθούμενον.

Ξύλῳ ἀνυψώσας πρότερον, ὁ Μωϋσῆς τὸν ὄφιν, Σῶτερ ἐτύπου σου τὴν ἀνύψωσιν, τὴν ἐν Σταυρῷ ὑπεράγαθε, ἰοβόλου κακίας τοῦ ὄφεως, δι' οὗ ἀπελυτρώσω, πάντα τὰ ἔθνη προσκυνοῦντά σε.

Τάφῳ ῥαθυμίας κείμενος, ἐπιβαροῦντα ἔχων, λίθον πωρώσεως, τὸν ἀείζωον μὴ συνιὼν Σῶτερ λόγον σου, καὶ τοῦ φόβου σου μὴ αἰσθανόμενος, οἰκτείρησόν με σῶσον, τῷ σῷ ἐλέει πολυέλεε.
Θεοτοκίον
Πάντων ὑπερτέρα Δέσποινα, τῆς τῶν παθῶν κακίας, δεῖξον ὑπέρτερον, τὸν δοξάζοντα παναληθῆ Θεοτόκον σε, καὶ ὑμνοῦντα τὸν τόκον σου ἄχραντε, τὸν ἀκαταληψίᾳ, θεοχαρίτωτε τιμώμενον.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. β'
Ἀσπόρου συλλήψεως ΤΟ ΑΚΟΥΤΕ
Σταυροῦσαι καὶ σῴζεις με, καὶ θνῄσκεις καὶ ζωοῖς ἐμέ, ὢ εὐσπλαγχνίας! ὢ φιλανθρωπίας σου! τίς εἶδε, τίς ἤκουσε, Δεσπότην ὑπὲρ δούλων ἑλόντα θάνατον ὁρατόν; ἀλλὰ δόξα τῇ ἀρρήτῳ, ἀγαθότητί σου Κύριε.

Ὁ ἥλιος ἔδυσε, σταυρούμενον ὡς εἶδέ σε· πῶς γὰρ μὴ ἔδυ, τὴν ὕβριν αἰσθόμενος, τοῦ Δημιουργοῦ αὐτοῦ, ὡς καὶ ἡ κτίσις πᾶσα, συγκλονουμένη τοῖς σταυρωταῖς, σιωπῶσα ἀνεβόα· Ὅτι σὺ Θεὸς ὑπάρχεις παντός.
Δόξα...
Μόνου Μονογεννῆτορ, μονογενοῦς Υἱοῦ Πατὴρ καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὂν, ὦ Τριάς μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.
Καὶ νῦν... Θεοτοκίον
Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον; εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Δι' ἡμᾶς ὑπέστη σου, ἕκαστον μέλος πάθημα, πυγμὴν ἡ κάρα, ἡ ὄψις ῥαπίσματα, αἱ χεῖρες προσηλώσεις, καὶ ἡ πλευρὰ τὴν λόγχην, καὶ τὰ ἐξαίρετα τοῦ Σταυροῦ, ἀλλὰ δόξα τῇ ἀρρήτῳ, εὐσπλαγχνίᾳ σου Σωτὴρ ἡμῶν.
Ὁ Εἱρμὸς
«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».


Ἀπόστιχα Τριῳδίου
Ἦχος πλ. δ'
Ἰδιόμελον
Ὁ μετὰ λῃστῶν, ἐν Σταυρῷ προσπαγεὶς Χριστὲ ὁ Θεός, καὶ τῷ μώλωπί σου, τὴν ἀνθρωπίνην φύσιν ἰασάμενος, μὴ παρίδῃς με νοητοῖς ὁδοστάταις, καὶ λῃσταῖς ἀσωμάτοις ἐμπεσόντα, καὶ τῆς ἀρετῆς ὑπ' αὐτῶν ἐκδυθέντα, καὶ χαλεπῶς τραυματισθέντα, παρὰ μηδενὸς δὲ τῶν ὁσίων, ἰαθῆναι δυνάμενον· ἡμίθνητος γάρ εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον, τὴν εἰς σὲ μόνην ἐλπίδα, τὸν καὶ νεκροῖς ζωὴν παρέχοντα, ἀλλὰ κατάδησόν μου τὰ τραύματα, τὴν σὴν ἐπιστάξας μοι χρηστότητα, μόνε Φιλάνθρωπε.
Ἦχος πλ. δ'
Ὁ μετὰ λῃστῶν, ἐν Σταυρῷ προσπαγεὶς Χριστὲ ὁ Θεός, καὶ τῷ μώλωπί σου, τὴν ἀνθρωπίνην φύσιν ἰασάμενος, μὴ παρίδῃς με νοητοῖς ὁδοστάταις, καὶ λῃσταῖς ἀσωμάτοις ἐμπεσόντα, καὶ τῆς ἀρετῆς ὑπ' αὐτῶν ἐκδυθέντα, καὶ χαλεπῶς τραυματισθέντα, παρὰ μηδενὸς δὲ τῶν ὁσίων, ἰαθῆναι δυνάμενον· ἡμίθνητος γάρ εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον, τὴν εἰς σὲ μόνην ἐλπίδα, τὸν καὶ νεκροῖς ζωὴν παρέχοντα, ἀλλὰ κατάδησόν μου τὰ τραύματα, τὴν σὴν ἐπιστάξας μοι χρηστότητα, μόνε Φιλάνθρωπε.
Ἦχος πλ. δ'
Μαρτυρικὸν ΤΟ ΑΚΟΥΤΕ
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν...
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο, λῃστῶν κρεμάμενον, ὃν δίχα πόνου, καὶ φθορᾶς τέτοκε, πῶς σε ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, σπλάγχνον ἐμόν, Ἰησοῦ γλυκύτατε, σταυρῷ προσήλωσεν;

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. α'
Ὑπερύμνητος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ σαλεύων τὴν γῆν, εἰς τὸ ἐπιστρέψαι, καὶ σωθῆναι τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ πάλιν στερεῶν αὐτήν, διὰ ἰδίαν ἀγαθότητα, καὶ ἄφατον εὐσπλαγχνίαν, πρεσβείαις τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς. (Δίς)

Προκείμενον Ἦχος πλ. δ' Ψαλμὸς ρ'
Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.
Στίχ. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΜΕ', 11-17)

Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ ἅγιος Ἰσραήλ, ὁ ποιήσας τὰ ἐπερχόμενα· Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Ἐγὼ ἐποίησα τὴν γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι, οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ. Οὕτω λέγει Κύριος· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορεία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σέ, καὶ προσκηνήσουσί σοι, καὶ προσεύξονται ἐν σοί, ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεός πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν. Ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον, οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι, λέγει Κύριος Παντοκράτωρ.
Προκείμενον Ἦχος δ' Ψαλμὸς ρα'
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω.
Στίχ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ.