ΤΡΙΩΔΙΟΝ
Τῌ ΤΡΙΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος γ'
Σταυροφανῶς Μωϋσῆς ΤΟ ΑΚΟΥΤΕ
Ὁ δοὺς ἡμῖν τῆς Νηστείας τὸν χρόνον, τοῦ ἐπιστρέψαι καὶ ζῆσαι, καὶ μηδαμῶς ἀπολέσθαι, Λόγε Θεοῦ, καταξίωσον πάντας, εὐαρεστῆσαί σοι καλῶς, καὶ ἐν θερμῇ κατανύξει, θεραπεῦσαί σε Χριστέ, ὥσπερ ἡ Πόρνη ἡ σώφρων καὶ σεμνή, ἡ ποτὲ τῷ μύρῳ, καὶ ταῖς προσχύσεσι τῶν τῶν πταισμάτων λαβοῦσα τὴν θερμῶν δακρύων, ἄφεσιν.
Ἦχος γ'
Ὡς ὁ Τυφλὸς ἐκ καρδίας σοι κράζω· Υἱὲ Θεοῦ φώτισόν μου, τοὺς ὀφθαλμοὺς τῆς καρδίας, ὡς ἡ πιστὴ Χαναναία βοῶ σοι· Ἐλέησόν με Οἰκτίρμον· καὶ γὰρ ψυχὴν δαιμονιῶσαν, κέκτημαι ταῖς ἡδοναῖς· ἣν ἀπαλλάξας τοῦ σκότους τῶν παθῶν, τὸ λοιπὸν βιῶσαι, καθαρῶς ποίησον, ἵνα δοξάζω σου τὴν πολλὴν ἀγαθότητα.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος β'
Ἡ θεόκλητος Μάρτυς ΤΟ ΑΚΟΥΤΕ
Ἡ θεόφωτος χάρις τῆς ἐγκρατείας, ἡμῖν σήμερον λάμψασα, φαιδρότερον τοῦ ἡλίου, τὰς ψυχὰς ἡμῶν φωταγωγεῖ, ὥσπερ νέφη τὰ πάθη, τῆς ἁμαρτίας ἐκδιώκουσα· διὰ τοῦτο ἅπαντες, δράμωμεν ἐμψύχως, αὐτὴν ἀσπαζόμενοι, χαίροντες τελοῦμεν, τὸ θεῖον στάδιον αὐτῆς, ἧς ταῖς εὐφροσύναις εὐωχούμενοι, βοήσωμεν Χριστῷ· Ἁγίασον τοὺς ταύτην Ἀγαθέ, ἐκτελοῦντας πιστῶς.

Προκείμενον Ἦχος δ' Ψαλμὸς πὲ'
Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.
Στίχ. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΓ' 12-18)

Ἄβραμ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Ὁ δὲ Θεὸς εἶπε τῷ Ἄβραμ, μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ. Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρός βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος, καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς, εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται, ἀναστάς, διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. Καὶ ἀποσκηνώσας Ἄβραμ ἐλθὼν κατῴκησε παρὰ τὴν Δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.
Προκείμενον Ἦχος δ' Ψαλμὸς πς'
Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Στίχ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΔ', 27 - ΙΕ', 4)

Φόβος Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. Ἐν πολλῷ ἔθνει, δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου. Μακρόθυμος ἀνήρ, πολύς ἐν φρονήσει. Ὁ δὲ ὀλιγόψυχος, ἰσχυρὸς ἄφρων. Πραΰθυμος ἀνήρ, καρδίας ἰατρός, σὴς δὲ ὀστέων, καρδία αἰσθητική, ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς ἐπὶ Κύριον, τῇ ἑαυτοῦ Ὁσιότητι δίκαιος. Ἐν καρδίᾳ ἀγαθὴ ἀνδρὸς ἀναπαύσεται σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Ἴασις γλώσσης, δένδρον ζωῆς. Ὁ δὲ συντηρῶν αὐτήν, πλησθήσεται πνεύματος.

Εἰς τὰ Ἀπόστιχα, τὸ Ἰδιόμελον
Ἦχος βαρὺς
Ὡς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσον, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη, ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω, τοῦ θεραπευθῆναι, εἰ μὴ πρὸς σὲ τὸν ἰατρὸν ψυχῶν τε καὶ σωμάτων; Ἐπίχεε ἐπ ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.
Ἕτερον Ἰδιόμελον
Ἦχος δ'
Ἀποσφαλέντες ἐκ παραβάσεως τῆς πρῴην, ἐν Παραδείσῳ τρυφῆς καὶ ἀπολαύσεως, κατήχθημεν εἰς ἀτιμωτάτην ζωήν· τῶν ἀρετῶν γὰρ τὴν πρέπουσαν ἐπαινετὴν διαγωγήν, ἐκδυθέντες τοῖς πταίσμασιν, ὡς λῃσταῖς περιεπέσομεν, ἡμιθανεῖς δὲ τυγχάνομεν, ἐξαμαρτήσαντες τῶν σωτηρίων σου διδαγμάτων. Ἀλλὰ σὲ ἱκετεύομεν, τὸν ἐκ Μαρίας ἐπιφανέντα, καὶ ἀπαθῶς πάθεσι, προσομιλήσαντα Δεσπότην. Κατάδησον ἡμῶν, τοὺς ἐκ τῆς ἁμαρτίας ἐπιγενομένους μώλωπας, καὶ τὸν ἀνείκαστόν σου οἶκτον ἐπίχεον ἡμῖν, τὴν σὴν θεραπευτικὴν ἐπιμέλειαν, ὡς φιλάνθρωπος.
Ἦχος δ'
Μαρτυρικὸν
Ὁ τῶν ἁγίων Μαρτύρων, δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου τὴν ὑμνῳδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν,Κάθισμα, Τριῳδίου
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ζέσει πίστεως δι' ἐγκρατείας, πάθη φλέξωμεν τῆς ἀκρασίας, καὶ τὸν κρυμὸν τῆς ἁμαρτίας ἐκφύγωμεν, καὶ τῶν δακρύων κρουνοῖς κατασβέσωμεν, τὴν αἰωνίζουσαν φλόγα κραυγάζοντες. Ὑπεράγαθε, ἡμάρτομέν σοι, ἱλάσθητι καὶ δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ χοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβείαις σου, τοῖς ἐνθέοις νάμασι, παρέχουσα σεμνή, τὸ μέγα ἔλεος.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος β'
Ὑπερευλογημένη ὑπάρχεις ΤΟ ΑΚΟΥΤΕ
Ὑπερδεδοξασμένη ἡ χάρις, τῆς πανσέπτου Νηστείας, δι' αὐτῆς Ἡλιοῦ ὁ Προφήτης εὑρίσκει ἅρμα πύρινον, καὶ Μωϋσῆς πλάκας δέχεται. Δανιὴλ τεθαυμάστωται. Ἐλισσαῖος νεκρὸν ἤγειρεν, οἱ Παῖδες τὸ πῦρ κατέσβεσαν, καὶ πᾶς τις Θεῷ οἰκείωται. Αὐτῇ ἐντρυφῶντες βοήσωμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Θεοτοκίον
Τὴν ἄχραντον
ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἄμαχον πρεσβείαν σου, κεκτημένος ἐν δεινοῖς, λυτροῦμαι τῶν θλιβόντων με, παρ' ἐλπίδα θαυμαστῶς, ὦ Μῆτερ Θεοῦ· προφθάνεις γὰρ πάντοτε, τοῖς αἰτοῦσί σε πιστῶς, καὶ λύεις συνεχόμενα, πειρατήρια ἐχθρῶν· ὅθεν εὐχαρίστως βοῶμέν σοι. Δέξαι Δέσποινα βραχέα χαριστήρια, ἀνθ' ὧν ὑπάρχεις μοι ἐν πᾶσι βοήθειᾳ.

Κανών α', ᾨδὴ β', Τριῳδίου
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Πρόσεχε γῆ καὶ οὐρανέ, καὶ ἐνωτίζου τὰ ῥήματά μου· λαλήσω γὰρ τοῖς ἐν γῇ, Θεοῦ θαυμάσια.

Ἀδιαλείπτοις προσευχαῖς, καὶ ἐγκρατείᾳ καὶ θεωρίᾳ, πτερώσωμεν τὰς ψυχάς, πρὸς θεῖον ἔρωτα.

Τῆς ἀκρασίας τὸν κρυμόν, διεκφυγόντες θαλφθῶμεν πάντες, τῆς ἐγκρατείας φωτὶ καὶ θείῳ Πνεύματι.

Ἅλατι θείων ἀρετῶν, τὴν σηπεδόνα τῆς ἁμαρτίας, ἀποβαλοῦσα ψυχή, Θεῷ κολλήθητι.
Θεοτοκίον
Ἐπανεπαύσατο Χριστός, ἐν σῇ τῇ μόνῃ εὐλογημένῃ, καὶ σάρκα τὴν ἑαυτοῦ, ἐκ σοῦ ἐφόρεσεν.

Κανών β', ᾨδὴ β', Τριῳδίου
Ἦχος β'
Προσέχετε λαοὶ ΤΟ ΑΚΟΥΤΕ
Νηστείαν καθαράν, εὐχὰς δάκρυα, μελέτην τῶν θείων, καὶ πᾶσαν ἄλλην, ἀρετὴν συμποριζόμενοι, τῷ Δεσπότι Θεῷ καὶ νῦν προσοίσωμεν.

Ἡ Εὔα ἁλωτή, καρποῦ γέγονε, ψυχή μου, βλέπε σὺ μὴ δελεάζου, εἰ προσβάλλει σοι ὁ ὄφις ποτέ, συμβουλεύων φαγεῖν σε, ἡδονῆς τοὺς καρπούς.
Δόξα...
Τὰ τρία τῆς μιᾶς, μορφῆς πρόσωπα δοξάζω, Πατέρα, Υἱὸν καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς Θεότητος, βασιλείαν ἁπάντων καὶ λαμπρότητα.
Καὶ νῦν ... Θεοτοκίον
Ὁ τόκος σου Ἁγνή, φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ' ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Αἱμόρρουν ἐπαφή, τοῦ κρασπέδου σου, ίάσω Χριστέ μου, κᾀμὲ ἐν πίστει, τοῦ ἐλέους σου ἁπτόμενον, ὑγιῆ ἐκ παθῶν ἀποκατάστησον.
Ὁ Εἱρμὸς
«Προσέχετε λαοί, τὰ τεράστια τῶν ἔργων, τῆς θείας μου δυναστείας, καὶ ἐν τούτῳ ἐπιγνώσεσθε, ὅτι μόνος ἐγώ εἰμι Θεὸς τοῦ παντός».


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος γ'
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως ΤΟ ΑΚΟΥΤΕ
Ἐν ἀποκρύφῳ ἐνεδρεύων, καθ' ἡμέραν ὁ παμπόνηρος, ἐπιζητεῖ με συλλαβεῖν, καὶ κατάβρωμα ποιήσασθαι, αὐτοῦ με τῆς κακίας, ῥῦσαι Σωτήρ, ὁ σώσας τόν, Ἰωνᾶν ἐκ τοῦ κήτους.

Διὰ νηστείας καθαιρόμενοι, ἀρετῶν ὄρει προσέλθωμεν, καὶ ἀκουσώμεθα τρανῶς, τί λαλήσει ἐν ἡμῖν ὁ Θεός· λαλήσει γὰρ εἰρήνην, καὶ φωτισμόν, καὶ ἴασιν ψυχικῶν συντριμμάτων.

Ἁμαρτημάτων ἀμαυρότητι, καθ' ἑκάστην ἐκτυφλούμενος, ἀδυνατῶ κατανοεῖν, τὰ θαυμάσιά σου Κύριε· διό μου τῆς καρδίας τοὺς ὀφθαλμούς, διάνοιξον Ἰησοῦ φωτοδότα.
Θεοτοκίον
Τῶν οἰκτιρμῶν σου ταῖς ῥανίσιν, Ἀειπάρθενε ἀμόλυντε, τοὺς μολυσμοὺς τοὺς ἐμπαθεῖς, τῆς καρδίας μου ἀπόπλυνον, δακρύων ὀχετούς μοι, παρεκτικούς, καθάρσεως ψυχικῆς δωρουμένη.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος β'
Τὸν πάλαι δροσίσαντα ΤΟ ΑΚΟΥΤΕ
Τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ φησὶν οὐ τελευτᾷ. Φοβοῦ τὴν ἀπείλησιν, ὦ ψυχή μου, θεραπεύουσα Χριστόν, ἵνα εὕρῃς ἀπόλαυσιν, ἔνθα πάντων τῶν εὐφραινομένων, ἐστὶν ἡ κατοικία.

Τῇ καύσει πυρέττουσαν, τὴν ψυχήν μου τῶν ἐπιθυμιῶν, ἀνάστησον δέομαι, δι' ἁφῆς σου, ὡς τὴν τοῦ Πέτρου πενθεράν, ἵνα εὕρῃ δουλεῦσαί σοι, εὐαρέστως ἀνθομολογοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἀΐδιον ἄναρχον, τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ τὸ Πνεῦμα, συνεκλάμψαν ἐκ Πατρός, Ὁμοούσια πρόσωπα, μιᾶς ὄντα τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας.
Καὶ νῦν ... Θεοτοκίον
Μαρία θεόκλητε, ἱλαστήριον ὄντως τῶν πιστῶν· ἐκ σοῦ γὰρ ἡ ἄφεσις, παροχεύεται, τοῖς πᾶσι δαψιλῶς, τὸν Υἱόν σου καὶ Κύριον, μὴ ἐλλίπῃς εὐμενιζομένη ὑπέρ τῶν σὲ ὑμνούντων.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τὰ ὦτα διάνοιξον, τῆς ψυχῆς μου κωφεύοντα Χριστέ, καὶ γλῶσσάν μου τράνωσον, ὡς τοῦ πάλαι μογγιλάλου καὶ κωφοῦ, ἵνα ἐνωτιζόμενος τῶν φωνῶν σου, ψάλλω, καὶ τῇ γλώττῃ, αἰνῶ σε εἰς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Ὁ Εἱρμὸς
«Τὸν πάλαι δροσίσαντα, τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί, καὶ φλέξαντα Κύριον, τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ, ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος γ'
Σὲ τὴν ἀκατάφλεκτον ΤΟ ΑΚΟΥΤΕ
Φλόγα τοῦ πυρὸς τοῦ ἀσβέστου, κατὰ νοῦν κεκτημένοι, θερμοτάτῳ λογισμῷ τῆς μετανοίας, τῷ πυρὶ νῦν προσέλθωμεν, πάθη φλογίζοντες.

Στόματος νηστεύοντος πάλαι, πυρακτούμενος λόγος, ἐξελθὼν ζηλωτικῶς, κλονεῖ στοιχεῖα, τοῦτον ζήλου ψυχή, καὶ καλῶς πολιτεύθητι.

Βῆμα τὸ φρικτὸν ἐννοοῦσα, παναθλία ψυχή μου, τὰς πορείας σου ἀεί, πρὸς θελημάτων ἀποπλήρωσιν, τοῦ Λυτρωτοῦ διευτρέπιζε.
Θεοτοκίον
Τὴν ἐσκοτισμένην ψυχήν μου, ἡδονῶν ἀμαυρώσει, φωταγώγησον Ἁγνή, ἡ φῶς τεκοῦσα, ἵνα φόβῳ καὶ πίστει, ἀεὶ μεγαλύνω σε.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος β'
Τὴν ὑπερφυῶς σαρκὶ ΤΟ ΑΚΟΥΤΕ
Μέλος πᾶν ἡμῶν σαρκός, παραστήσωμεν Χριστῷ, ὅπλα δικαιοσύνης, χεῖρας φησὶν αἴροντες Ὁσίας, χωρὶς ὀργῆς, καὶ τῶν διαλογισμῶν.

Σὺ ποτὲ τοῖς μαθηταῖς, ἐν τῷ πλοίῳ ἐπιστάς, κατέπαυσας Χριστέ μου, μαινομένην θάλασσαν, κᾀμοῦ τὰς τρικυμίας, κόπασον τῶν λογισμῶν.
Δόξα...
Μίαν φύσιν προσκυνῶ, τρία πρόσωπα ὑμνῶ ἕνα Θεὸν τῶν ὅλων τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον, τὴν ἀΐδιον ἀρχήν.
Καὶ νῦν ... Θεοτοκίον
Ἡ Ἁγνὴ παιδοποιεῖς, ἡ Παρθένος γαλουχεῖς, πῶς ἐνταυτῷ τὰ δύο, παρθενεύεις τίκτουσα; Θεός ἐστιν ὁ δράσας, μὴ ἐκζήτει μοι τό, Πῶς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἐκ λῃστείας με παθῶν, μιανθέντα τὴν ψυχήν, θεράπευσον Χριστέ μου, χέων σου τὸ ἔλεος, ὡς τὸν περιπεσόντα, ὑπὸ χεῖρας τῶν λῃστῶν.
Ὁ Εἱρμὸς
«Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί».


Ἀπόστιχα Τριῳδίου
Ἦχος βαρὺς
Ἰδιόμελον
Τὴν τετραυματισμένην μου ψυχήν, καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε, ἰατρὲ τῶν νοσούντων, καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε· σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου, ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα, κᾀμὲ προσπίπτοντα ἀνάστησον, διὰ τὸ μέγα σου ἔλεος.
Ἦχος βαρὺς
Τὴν τετραυματισμένην μου ψυχήν, καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε, ἰατρὲ τῶν νοσούντων, καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε· σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου, ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα, κᾀμὲ προσπίπτοντα ἀνάστησον, διὰ τὸ μέγα σου ἔλεος.
Ἦχος βαρὺς
Μαρτυρικὸν
Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων, οἱ Ἀθλοφόροι· Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος γ'
Ὑμνοῦμέν σε πανάχραντε Θεοτόκε, καὶ δοξάζομεν, ὃν ἐκύησας Θεὸν Λόγον, κράζοντες· Δόξα σοι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος γ'
Ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ, καὶ ὑπερασπιστής ἐστιν, ἐν ἡμέρᾳ θλίψεως. (Δίς)

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς πζ'
Πτωχὸς ἐγώ εἰμι, καὶ ἐν κόποις ἐκ νεότητός μου.
Στίχ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Μ', 18-31)

Τάδε λέγει Κύριος· Τίνι ὡμοιώσατε τὸν Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν, μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει εἰκόνα αὐτῷ, καὶ ἵνα μὴ σαλεύηται, οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν, οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τόν οὐρανόν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν· οὐ γὰρ μὴ φυτεύσωσιν, οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. Ἔπνευσεν ἐπ' αὐτούς, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς. Νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; Εἶπεν ὁ Ἅγιος· Ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα, ὁ ἐκφέρων κατ' ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντας ἐπ' ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος αὐτοῦ οὐδέν σε ἔλαθε. Μὴ γὰρ εἴπῃς Ἰακώβ, καὶ τί ἐλάλησας Ἰσραήλ; Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν μου ἀφεῖλε, καὶ ἀπέστη. Καὶ νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας. Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστι ἐξεύρεσις ἧς φρονήσεως αὐτοῦ, διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται, οἱ δὲ ὑπομένοντες τὸν Θεόν, ἀλαλάξουσιν ἰσχύν.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς πη'
Ἐξομολογήσονται οἱ Οὐρανοὶ τὰ θαυμάσιά σου.
Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.