ΤΡΙΩΔΙΟΝ
Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Ε΄ ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Μεγίστους ἐν καιρῷ, πιστοὶ ἐπιδειξώμεθα, τῆς ἐγκρατείας πόνους, ὅπως μεγίστης δόξης ἐπιτύχωμεν ἐλέει, τοῦ μεγάλου Θεοῦ καὶ Βασιλέως, ἀπολυτρούμενοι, τῆς φλογὸς τῆς γεέννης.
Ἦχος βαρὺς
Καταφρονήσαντες πάντων ΤΟ ΑΚΟΥΤΕ
Τὸν χρόνον τῆς Νηστείας, νῦν ὑπερμεσάσαντες, ἀρχὴν ἐνθέου δόξης, σαφῶς ἐπιδειξώμεθα, καὶ εἰς τέλος ἐναρέτου πολιτείας, φθάσαι θερμῶς σπεύσωμεν, ὅπως ληψώμεθα, τὴν τρυφὴν τὴν ἀγήρω.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος βαρὺς
Ὑπερμεσάσαντες ταύτην, τὴν ἱερὰν τῆς Νηστείας περίοδον, πρὸς τὸ μέλλον ἐν χαρᾷ, διευθυδρομήσωμεν, εὐποιΐας ἐλαίῳ, τὰς ψυχὰς ἀλειφόμενοι, ὅπως ἀξιωθῶμεν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τὰ θεῖα Παθήματα, προσκυνῆσαι, προφθάσαι, καὶ τὴν φρικτὴν καὶ ἁγίαν Ἀνάστασιν.

Προκείμενον Ἦχος πλ. δ'
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
Στίχ. Ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.
Στίχ. Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Ἀπόστιχα
Ἦχος βαρὺς
Ἰδιόμελον
Ὁ τὸν ἀμπελῶνα φυτεύσας, καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ, δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταί, μισθὸν ἀπολαύσωμεν, ὅτι πλούσιος ὑπάρχει, ὁ δοτήρ καὶ ἐλεήμων, μικρὸν ἐργασάμενοι, κομισώμεθα, τὸ τῆς ψυχῆς ἔλεος.
Ἦχος πλ. β'
Ἕτερον Ἰδιόμελον Ποίημα Στεφάνου
Λῃσταῖς λογισμοῖς, περιπεσὼν ὁ Ἀδάμ, ἐκλάπη τὸν νοῦν, τραυματισθεὶς τὴν ψυχήν, καὶ ἔκειτο γυμνὸς ἀντιλήψεως, οὔτε Ἱερεὺς ὁ πρὸ τοῦ νόμου προσέσχεν αὐτῷ, οὔτε Λευΐτης μετὰ νόμον ἐπεῖδεν αὐτόν, εἰμὴ σὺ ὁ παραγενόμενος Θεός, οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ τῆς Θεοτόκου, Κύριε δόξα σοι.
Μαρτυρικὸν
Ἦχος πλ. β'
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. β'
Ἀρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον Παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε δι' ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός, κατάβαλε Δέσποινα τοὺς ἀθέους τυράννους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὡραιότατος, καιρὸς ἐφέστηκεν, ἡ ἀξιέπαινος, ἡμέρα ἔλαμψε, τῆς ἐγκρατείας ἀδελφοί, σπουδάσωμεν καθαρθῆναι, ὅπως ἐποφθείημεν, καθαροὶ τῷ Ποιήσαντι, καὶ τῆς ὡραιότητος, τῆς αὐτοῦ ἐπιτύχωμεν, πρεσβείαις τῆς αὐτὸν κυησάσης, μόνης ἁγνῆς Θεομήτορος.
Θεοτοκίον Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος βαρὺς
Κύριε ἡμεῖς ἑσμὲν ΤΟ ΑΚΟΥΤΕ
Κύριε ὁδοὺς ἡμῖν προφθάσαι, τὴν σήμερον ἡμέραν, Ἑβδομάδα ἁγίαν, προλάμπουσαν φαιδρῶς, τῆς Λαζάρου ἐκ νεκρῶν ἐγέρσεως φρικτῆς, ἀξίωσον τοὺς δούλους σου, τῷ φόβῳ σου πορεύεσθαι, τὸ στάδιον τῆς Νηστείας, ἄπαν διανύοντας.
Θεοτοκίον
Τιμιωτέρα τῶν ἐνδόξων Χερουβίμ, ὑπάρχεις Παναγία Παρθένε· ἐκεῖνα γὰρ τὴν θείαν μὴ φέροντα δύναμιν, πτέρυξι κατακεκαλυμμένῳ προσώπῳ, τὴν λειτουργίαν ἐπιτελοῦσιν· αὐτὴ δὲ σεσαρκωμένον τὸν Λόγον, αὐτόπτως ὁρῶσα φέρεις, ὃν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανών α', ᾨδὴ α', Τριῳδίου
Ἦχος γ'
Ὁ τὰ ὕδατα ΤΟ ΑΚΟΥΤΕ
Τὰς ἡμῶν διανοίας, θείῳ ἀρότρῳ νεώσαντες, τῆς ἐνθέου Νηστείας, ἀρετῶν ἄσταχυν καρποφορήσωμεν, ὅπως μὴ πεινάσωμεν εἰς τὸν αἰῶνα τρυφῶντες, τρυφὴν τὴν ἀδάπανον, ἐπαγαλλόμενοι.

Πολυχρόνια πάθη, ἔνδοθεν φέρω σκοτίζοντα, τὴν ἀθλίαν ψυχήν μου, πρὸς τὴν σὴν ἄχρονε, Λόγε ἀνάρχου Πατρός, δύναμιν ἀήττητον, συντετριμμένῃ καρδίᾳ, προσπίπτω καὶ δέομαι· Οἴκτειρον σῶσόν με.

Ἡ καλλίστη νηστεία, τρέφει καρδίας, πιαίνουσα λογισμοὺς θεαρέστους, καὶ παθῶν ἄβυσσον ἀποξηραίνουσα, ὄμβροις κατανύξεως, ἀποκαθαίρει τοὺς πίστει, αἴνεσιν προσάγοντας, τῷ Παντοκράτορι.
Θεοτοκίον
Πολυώνυμε Κόρη, χαίροις ἁγία Παρθένε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν καύχημα, κατάρας λύτρωσις, κλῖμαξ ἐπουράνιε, ἀκατανόητον θαῦμα, βάτε ἀκατάφλεκτε, γῆ ἀγεώργητε.

Κανών β', ᾨδὴ α', Τριῳδίου
Ἦχος βαρὺς
ᾍσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Τὸ ζωηφόρον Ξύλον, προσκυνήσαντες, ἐντεῦθεν ἴωμεν, δι' ὁδοῦ τῆς νηστείας, πρὸς τὸ Πάθος τοῦ Χριστοῦ, ἀγαλλόμενοι.

Χριστῷ ἀκολουθοῦντες, ἀρνησώμεθα Κόσμον, καὶ ἄρωμεν τὸν Σταυρὸν ἐπὶ ὤμων, συμμορφούμενοι αὐτοῦ, τοῖς θείοις Πάθεσι.
Δόξα...
Τὴν ἐν τρισὶ προσώποις, ὑπερούσιον μίαν Θεότητα, ἀνυμνήσωμεν πάντες, τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον.
Καὶ νῦν ... Θεοτοκίον
Ὃν ἀκατανοήτως, ἀπεκύησας, φθορὰν μὴ γνοῦσα Ἁγνή, Ἰησοῦν τὸν Σωτῆρα, ἐξιλέωσαι καὶ νῦν , ὑπερ τῶν δούλων σου.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὅταν ἔλθῃς ἐν δόξῃ, μετὰ τῶν Ἀγγέλων, κρῖναι τὰ σύμπαντα, καλὴν ἀπολογίαν, ἀποδοῦναί σοι Χριστέ, ἡμᾶς καταξίωσον.
Ὁ Εἱρμὸς
«ᾍσωμεν τῷ Κυρίῳ, τῷ βυθίσαντι, πᾶσαν τὴν δύναμιν, Φαραὼ ἐν θαλάσσῃ, ἐπινίκιον ᾠδήν, ὅτι δεδόξασται».


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος γ'
Βαβυλωνία κάμινος ΤΟ ΑΚΟΥΤΕ
Ταῖς βλαβεραῖς τοῦ ὄφεως, πλάναις ἐξελκόμενος, καὶ δελεαζόμενος τὸν νοῦν, καθ' ἡμέραν τῷ ἄλγει μου, προστίθω Σῶτερ ἄλγος· διὸ κραυγάζω σοι· Ἰατρὲ τῶν νοσούντων, ἐπίστρεψον σῶσόν με.

Νενηστευκὼς ἀνέστησε, παῖδα Σωμανίτιδος πάλαι, δυναμούμενος σοφῶς, Ἐλισσαῖος τῷ πνεύματι, ἡμεῖς δὲ νεκρωθέντες, ταῖς ἡδοναῖς τῶν παθῶν, ζωηφόρῳ Νηστείᾳ, πιστοὶ ἀναζησώμεθα.

Τοὺς Νινευΐτας ἔσωσας, Κύριε φιλάνθρωπε πάλαι, μεταγνόντας ἐν κλαυθμῷ, καὶ νηστείᾳ, ὡς εὔσπλαγχνος, ἡμᾶς δὲ τῷ ἐλέει τῷ σῷ οἰκτείρησον, ἀποροῦντας δι' ἔργων, ἐξομολογεῖσθαί σοι.
Θεοτοκίον
Ἡ μετὰ τόκον ἄφθορος, μείνασα πανάμωμε, λύτρωσαι δεόμεθα Ἁγνή, καταφθορᾶς τοὺς δούλους σου, πιστῶς τοὺς μελῳδοῦντας ἐν ὁμονοίᾳ ψυχῆς. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος βαρὺς
Τὸν φοβερὸν τοῖς Χερουβὶμ ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐγκρατείας σὺν Θεῷ, τὴν νύσσαν ἔχοντες πιστοί, τὸ λοιπὸν νεανικῶς διαδράμωμεν ἅγιον στάδιον, καὶ στεφηφορήσωμεν.

Τὴν ἀκαρπίαν καθορῶν, τῆς πολυνόσου μου ψυχῆς, ἔτι ἔμμεινον Χριστέ, καὶ μὴ ἐκκόψῃς με, ὡς τὴν συκῆν ἐκείνην, τὴν ἐπικατάρατον.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Μοναρχικώτατε Τριάς, καὶ τρισυπόστατε Μονάς, Πάτερ, Υἱὲ καὶ τὸ Πνεῦμα, ἐκ παντοίων ῥῦσαι, πειρασμῶν καὶ κινδύνων, τοὺς σὲ ἀναμέλποντας.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε τὸ ὄρος τοῦ Θεοῦ, χαῖρε ἀείφωτε λαμπάς, χαῖρε νέε οὐρανέ, χαῖρε νοῦς ἀστράπτων, χαῖρε ναὲ Κυρίου, χαῖρε Πανύμνητε.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τὸν φοβερόν σου ἐτασμόν, κατανοούμενος Χριστέ, φρίττω τρέμω καὶ βοῶ, ὁ ἀμέτρητον ἔχων, τὸ μέγα ἔλεος, σῶσόν με τὸν δείλαιον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν ὕριον
Ὁ Εἱρμὸς
«Τὸν φοβερὸν τοῖς Χερουβίμ, καὶ θαυμαστὸν τοῖς Σεραφίμ, καὶ τοῦ Κόσμου ποιητήν, Ἱερεῖς καὶ δοῦλοι, καὶ πνεύματα Δικαίων, ὑμνεῖτε τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος γ'
Καινὸν τὸ θαῦμα ΤΟ ΑΚΟΥΤΕ
Κρατῆρα θεῖον, πλήσασα νυνί, κατανύξεως, ἡ τῆς Νηστείας χάρις, σαφῶς συγκαλεῖται ἅπαντας, πιστοὺς ἐκβοῶσα· Μετ' εὐφροσύνης δεῦτε ἀπολαύσατε, τὴν μέθην παθῶν ἀποβαλόντες, ἵνα μελλούσης, ἀξιωθείητε παρακλήσεως.

Ἐγγὺς ἡ κρίσις, πρόσεχε ψυχή, συνειδήσεως ἐπιμελοῦ, καὶ πράττε καλῶς, καὶ σὲ ἀκατάκριτον, ἀεὶ συντηροῦσα, εἰ ἑαυτοὺς δὲ ᾧδε διεκρίναμεν, οὐκ ἄν εκεῖ κατεκρινόμεθα, ἄνευ μαρτύρων, ἔνθα ὑπεύθυνοι κατακρίνονται.

Ἀρχαὶ Δυνάμεις, θρόνοι Σεραφίμ, Κυριότητες καὶ Ἐξουσίαι καὶ Χερουβίμ, Ἄγγελοι, Ἀρχάγγελοι, Θεὸν δυσωπεῖτε, τῶν Νηστειῶν τὸν χρόνον διανῦσαι ἡμᾶς, τὸ τούτου εὐάρεστον ποιοῦντας, ἵνα ὡς δοῦλοι, εὐαρεστήσαντες δόξης τύχωμεν.
Θεοτοκίον
Μετὰ Μαρτύρων, μετὰ Προφητῶν, τὴν Τεκοῦσάν σε, μετὰ ὁσίων πάντων Χριστέ, δυσωποῦσαν πρόσδεξαι ἀεί, ὑπὲρ δούλων τῶν παροργισάντων σε, τὸν μόνον φιλάνθρωπον Δεσπότην, ὃν ἐπουράνιαι Τάξεις τρέμουσι.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος βαρὺς
Τὴν ὑπὲρ φύσιν Μητέρα ΤΟ ΑΚΟΥΤΕ
Τὸν γαληνὸν τῆς Νηστείας, ἐν τῇ τοῦ Πνεύματος αὔρᾳ ὑπερπεράσαντες πλοῦν, πρὸς τὸν λιμένα, τῶν Παθημάτων Χριστοῦ, καταντῆσαι ἐπευξώμεθα.

Τὴν Χαναναίαν ζηλώσας, Ἐλέησόν με βοῶ σοι· Υἱὲ Δαυῒδ ὁ Θεός, καὶ ἴασαί μου, τὴν ἀσθενοῦσαν ψυχήν, ὡς ἐκείνης τὸ θυγάτριον.
Δόξα...
Τὴν τῆς Θεότητος φύσιν, ἑνιζομένην Ούσίᾳ, καὶ χαρακτῆρσι τρισί, τρισσευομένην, Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἀνυμνήσωμεν.
Καὶ νῦν ... Θεοτοκίον
Ἡ ἐν γαστρὶ συλλαβουσα, τὸν ἀπερίληπτον Λόγον, καὶ τοῦτον ἄνευ σπορᾶς, σαρκὶ τεκοῦσα, ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὁ δικαιώσας Τελώνην, ἱλάσθητί μοι βοῶντα, κᾀμοὶ τῷ ἁμαρτωλῷ, ἵλεως ἔσο, ὁ τῶν ἁπάντων Κριτής, συγχωρῶν μου τὰ ἐγκλήματα.
Ὁ Εἱρμὸς
«Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασιν οἱ πιστοί, καταχρέως μεγαλύνωμεν».


Ἀπόστιχα Τριῳδίου
Ἦχος πλ. δ'
Τῷ τοῖς λῃσταῖς περιπεσόντι, ὡμοιώθην ἐγὼ Δέσποτα τῶν ἁπάντων, τοῖς πταίσμασί μου περιπεσών, καὶ ὑπ' αὐτῶν ἀνηλεῶς κατετρώθην, ἀλλὰ μὴ ἐγκαταλίπῃς με ἀνιάτρευτον, ὁ οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ τῆς ἀχράντου Παρθένου παραγενόμενος, Ἰησοῦ τὸ σωτήριον ὄνομα, ἐλέησόν με.
Ἦχος πλ. δ'
Τῷ τοῖς λῃσταῖς περιπεσόντι, ὡμοιώθην ἐγὼ Δέσποτα τῶν ἁπάντων, τοῖς πταίσμασί μου περιπεσών, καὶ ὑπ' αὐτῶν ἀνηλεῶς κατετρώθην, ἀλλὰ μὴ ἐγκαταλίπῃς με ἀνιάτρευτον, ὁ οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ τῆς ἀχράντου Παρθένου παραγενόμενος, Ἰησοῦ τὸ σωτήριον ὄνομα, ἐλέησόν με.
Ἦχος πλ. δ'
Μαρτυρικὸν ΤΟ ΑΚΟΥΤΕ
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος γ'
Ὅτι αἱ ἀνομίαι ἡμῶν ἀντέστησαν ἡμῖν, ἀνάστα Κύριε, βοήθησον ἡμῖν· σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, καὶ ἐκτός σου ἄλλον οὐ γινώσκομεν. (Δίς)

Προκείμενον Ἦχος πλ. δ' Ψαλμὸς πγ'
Τὰ θυσιαστήριά σου Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.
Στίχ. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων!
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΛΖ', 33 - ΛΗ', 6)

Τάδε λέγει Κύριος ἐπὶ Βασιλέα Ἀσσυρίων. Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ' αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπ' αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπ' αὐτὴν χάρακα, ἀλλὰ τῇ Ὁδῷ, ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαί αὐτὴν δι' ἐμέ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Καὶ ἐξῆλθεν Ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ ἀναστάντες τὸ πρωΐ, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀπῆλθεν ἀποστραφεὶς Σεναχηρείμ, βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευΐ. Καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ Θεοῦ αὐτοῦ, πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ, ἀντ' αὐτοῦ. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου, καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμώς, ὁ Προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνῄσκεις γὰρ σύ, καὶ οὐ ζήσῃ. Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν, λέγων· Πορεύθητι, καὶ εἶπον Ἐζεκίᾳ· Τάδε λέγει Κύριος ὁ Θεὸς Δαυῒδ τοῦ πατρός σου. Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου, καὶ ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε, καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.
Προκείμενον Ἦχος πλ. δ' Ψαλμὸς πδ'
Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου.
Στίχ. Εὐδόκησας, Κύριε, τὴν γῆν σου.