ΤΡΙΩΔΙΟΝ
Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Τριῳδίου
Ἦχος βαρὺς
Τοῖς πάθεσι δουλώσας, τῆς ψυχῆς μου τὸ ἀξίωμα, κτηνώδης ἐγενόμην, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς σὲ Ὕψιστε, ἀλλὰ κάτω νενευκὼς Χριστέ, ὡς ὁ Τελώνης, δέομαι κραυγάζων σοι
Ἦχος βαρὺς
Τοῖς πάθεσι δουλώσας, τῆς ψυχῆς μου τὸ ἀξίωμα, κτηνώδης ἐγενόμην, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς σὲ Ὕψιστε, ἀλλὰ κάτω νενευκὼς Χριστέ, ὡς ὁ Τελώνης, δέομαι κραυγάζων σοι

Προκείμενον Ἦχος δ' Ψαλμὸς οθ'
Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι.
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΒ', 1-7)

Εἶπε Κύριος τῷ Ἄβραμ. Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Καὶ ἐπορεύθη Ἄβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός, καὶ ᾤχετο μετ' αὐτοῦ Λώτ, Ἄβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν. Καὶ ἔλαβεν Ἄβραμ Σάραν τὴν γυναίκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο, ἐν Χαρρὰν καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν. Καὶ διώδευσεν Ἄβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν, οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστὴριον τῷ Κυρίῳ, τῷ ὀφθέντι αὐτῷ.

Προκείμενον Ἦχος β' Ψαλμὸς π'
Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν.
Στίχ. Λάβετε ψαλμόν, καὶ δότε τύμπανον.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΔ', 15-26)

Ἄκακος ἀνὴρ πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. Σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων, ἑαυτῷ πεποιθώς, μίγνυται ἀνόμῳ. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. Ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων. Φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί. Ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ὁ ἐλεῶν δὲ πτωχοὺς μακαριστός. Πλανώμενοι ἄδικοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί, οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. Ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν. Ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. Στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. Ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψευδῆ δόλιος. Ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείψει ἔρεισμα εἰρήνης.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἀπολυτίκιον
Ἦχος β'
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος β'
Νεκρώσιμον
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
Θεοτοκίον, Ἦχος β'
Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. α'
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον, ἐν ταῖς αὐλαίς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.
Δόξα...
Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.
Καὶ νῦν ... Θεοτοκίον
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Κανών α', ᾨδὴ ς', Τριῳδίου
Ἦχος δ'
Ἐν πελάγει τοῦ βίου ΤΟ ΑΚΟΥΤΕ
Ὑπερέβητε ὅρους, σαρκὸς Ἀθληταί, πολλῇ ὑπομονῇ, ὑπενεγκόντες τιμωρίας πόνους, διὸ ἅπαντα πόνον, καὶ θλίψιν κουφίζετε, τῶν ὑμᾶς ἀνυμνολογούντων.

Μυριάσιν Ἀγγέλων, στρατὸς ἡνώθη, ἁγίων Ἀθλητῶν, καὶ ἱκετεύει τὸν πανάγιον Θεόν, ἐγκλημάτων μυρίων, ἡμᾶς ἐκλυτρώσασθαι, ὡς Χριστῷ εὐηρεστηκότες.
Νεκρώσιμον
Νεκρωθεὶς καὶ ἐν τάφῳ, Χριστὲ ὑπνώσας, ἀνέστησας νεκρούς, καὶ τοῖς πίστει τεθνεῶσι νέμεις, ἀγαθότητος πλοῦτον, Χριστὲ τὴν ἀνάπαυσιν, μετὰ πάντων τῶν Ἁγίων.
Θεοτοκίον
Ὁ Θεοῦ Θεὸς Λόγος, ζητῶν Θεῶσαι τὸν ἄνθρωπον Ἁγνή, ἐκ σοῦ σαρκοῦται, καὶ βροτὸς ὁρᾶται ὃν ἀπαύστως δυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν καιρῷ τῆς ἀπολογίας.

Κανών β', ᾨδὴ ς', Τριῳδίου
Ἦχος δ'
Τῶν πταισμάτων τῇ ζάλῃ ΤΟ ΑΚΟΥΤΕ
Σαρκὸς καὶ αἵματος Ἅγιοι μὴ φεισάμενοι, πρὸς πᾶσαν βάσανον ἔστητε, ἀκατάπληκτοι, Χριστὸν μὴ ἐξαρνούμενοι, διὸ ἐκ τῶν οὐρανῶν κατέπεμψε Χριστός, τοὺς στεφάνους ἡμῖν.

Τῇ τῶν Μαρτύρων πανηγύρει ὑπαντήσωμεν, λαμπροφοροῦντες ταῖς πράξεσι, καὶ βοήσωμεν ἐν θεοπνεύστοις ᾄσμασιν. Ὑμεῖς ἐστε ἀληθῶς ἑωσφόροι, ἐπὶ γῆς Χριστομάρτυρες.
Δόξα...
Τριὰς ἁγία δοξάζω σε, φύσιν ἄναρχον, ἕνα Θεὸν ἕνα Κύριον, τρία πρόσωπα, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ἀγέννητον γεννητὸν ἐκπορευτόν, τὸν αὐτὸν καὶ ἀΐδιον.
Καὶ νῦν ... Θεοτοκίον
Ὦ μακαρία Θεόνυμφε, πῶς γεγέννηκας ἄνευ ἀνδρός, καὶ μεμένηκας ὡς τὸ πρότερον; Θεὸν γὰρ ἀπεκύησας, τεράστιον φοβερόν, ἀλλ' αἴτησαι σῴζεσθαι, τοὺς ὑμνοῦντάς σε.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μαρτυρικὸν
Τὰς συγκοπὰς τῶν μελῶν ὑμῶν διαβλέποντες, ἐνετρυφᾶτε τοῖς αἵμασιν ἀγαλλόμενοι, ἀλλὰ καθικετεύσατε, ὑπὲρ ἡμῶν ἐκτενῶς τῷ Κυρίῳ Μάρτυρες ἀεισέβαστοι.
Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Νεκρώσιμον
Ὁ ἐκ γῆς πλαστουργήσας με καὶ ζωώσας με, καὶ εἰς γῆν ἐπιστρέφειν με πάλιν φάμενος, οὓς προσελάβου δούλους σου ἀνάπαυσον, καὶ ἐκ φθορᾶς τοῦ θανάτου ἀνάγαγε Κύριε.
Ὁ Εἱρμὸς
«Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος, ὡς ἐν κοιλίᾳ τοῦ κήτους συνεχόμενος, σὺν τῷ Προφήτῃ κραυγάζω σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, Κύριε, καὶ διάσωσόν με».


Κανών α', ᾨδὴ ζ', Τριῳδίου
Ἦχος δ'
Τὴ εἰκόνι τῇ χρυσῇ ΤΟ ΑΚΟΥΤΕ
Στολισθέντες Ἀθληταί, τὴν ἀφθαρσίαν ἐνθέως τῇ ἀπεκδύσει τῆς φθειρομένης σαρκός, τῷ δι' ἡμᾶς σάρκα ἐξ ἀφθόρου, προσλαβόντι Γυναικός, νῦν παρίστασθε φαιδροί· διό με ἐνδύσατε, περιβολὴν Ἱεράν, γεγυμνωμένον κακῶς.

Ἐγκρατῶς πολιτευθείς, τῶν Ἀθλοφόρων ὁ δῆμος, τῆς ἐγκρατείας ἡμᾶς τὸ στάδιον, ἐνδυναμοῖ τρέχειν ἀκωλύτως, ὡς κηρύξας τὸν Χριστόν, ἐν σταδίῳ ἀνδρικῶς, καὶ παρεστὼς βήματι, στεφηφορῶν ἐντρυφᾷ, μετ' Ἀγγέλων νοητῶς.
Νεκρώσιμον
Ἱκεσίαις ὁ Θεός, τῶν σῶν ἁγίων Μαρτύρων, τοὺς κοιμηθέντας πιστοὺς οἰκέτας σου, τοῦ Παραδείσου πολίτας δεῖξον, καὶ φωτὸς τοῦ νοητοῦ, καταξίωσον αὐτούς, ἀπαύστως βοῶντάς σοι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Σε τὴν μόνην ἀγαθήν, ἐκδυσωποῦμεν Παρθένον, κεκακωμένους ἡμᾶς ἀγάθυνον, καὶ ἐκτενῶς τὸν Χριστὸν δυσώπει, φύσει ὄντα ἀγαθόν, ἐγκρατείας τὸν καιρόν, τὰ ἀγαθὰ πράττοντας, ἀποπληρῶσαι ἡμᾶς, ὑμνολογοῦντας αὐτόν.

Κανών β', ᾨδὴ ζ', Τριῳδίου
Ἦχος δ'
Ὁ ἐν τῷ ὄρει, Μωϋσῆ ΤΟ ΑΚΟΥΤΕ
Ὁ μεγαλύνας, τοὺς Ἁγίους σου πάντας, καὶ σημείοις, θαυμαστώσας αὐτοὺς ἐν Κόσμῳ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Πᾶσαν ἰδέαν, αἰκισμῶν διελθόντες, καὶ γόνυ τῷ Βάαλ, μὴ πεισθέντες κλῖναι, στεφάνους δόξης ᾔρασθε, ἐκ Θεοῦ Χριστομάρτυρες.
Δόξα...
Ἡ ἓν Μονάδι, Τριὰς προσκυνουμένη οὐσία, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, τοὺς σὲ ὑμνοῦντας φύλαττε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Παρθενομῆτορ, ἡ ὁλόφωτος Κόρη, ἡ μόνη πρὸς Θεὸν μεσιτεία, μὴ διαλίπῃς Δέσποινα, δυσωπεῖν τοῦ σωθῆναι ἡμᾶς.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Τῷ ἀθανάτῳ, Βασιλεῖ στρατευθέντες, καὶ πίστιν, πρὸς αὐτὸν δεικνύντες τελείαν, τὸ αἷμα ὑμῶν Μάρτυρες, ὑπὲρ αὐτοῦ ἐκενώσατε.
Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὅπου τὸ φῶς σου, τῆς ζωῆς ἀναβλύζει, παράθου, οὓς μετέστησας ἐκ τῶν προσκαίρων, πιστούς σου δούλους, Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ Εἱρμὸς
«Ὁ ἐν τῷ ὄρει, Μωϋσῆ συλλαλήσας, καὶ τύπον, τῆς Παρθένου τὴν βάτον δείξας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος δ'
Ἐν πυρὶ φλογὸς (Εν φλογί πυρός) ΤΟ ΑΚΟΥΤΕ
Μεγαλώνυμοι Χριστοῦ Ἀθληταί, καὶ σεπτοὶ ἐν Θεῷ, ἅπαντας τοὺς ἀνυμνοῦντας τὰ μνημόσυνα ὑμῶν, μεγάλων ἐγκλημάτων, καὶ τῶν ἐκεῖ βασάνων, λυτρώσατε ὑμῶν πρός αὐτόν, μεγίσταις ἱκεσίαις.

Ἁγιόλεκτον Χριστοῦ τοῦ Θεοῦ, καὶ στερρὸν ἀληθῶς, στράτευμα Μαρτύρων δῆμοι, ἁγιάσατε ἡμῶν, τὸν νοῦν καὶ τὴν καρδίαν, ἐν ταύταις ταῖς ἁγίαις ἡμέραις τῆς Νηστείας, ὑμῶν ἁγίαις ἱκεσίαις.
Νεκρώσιμον
Ῥῦσαι σκώληκος κολάζοντος, καὶ ὀδόντων βρυγμοῦ Κύριε, καὶ ἐξωτέρου σκότους πάντας ἀφεγγοῦς, οὓς πίστει προσελάβου, καὶ τάξον τούτους, ἔνθα τὸ φῶς τοῦ σοῦ προσώπου Χριστέ, ἐκλάμπει εἰς αἰῶνας.
Θεοτοκίον
Τὸν Σταυρὸν Χριστοῦ τὸν τίμιον Θεοτόκε ἁγνή, βλέψαντας, καὶ ἐκ καρδίας προσκυνήσαντας ἡμᾶς, ταῖς σαῖς πρὸς τὸν Δεσπότην, ἀξίωσον πρεσβείαις, ἰδεῖν καὶ τὰ Πάθη τὰ σεπτά, παθῶν κεκαθαρμένους.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος δ'
Γῆ καὶ πάντα ΤΟ ΑΚΟΥΤΕ
Ὢ καλλίστης συναλλαγῆς! ἧς εὕρατε θανάτῳ τὴν ζωήν, Ἱερομάρτυρες Χριστοῦ, πῦρ καὶ ξίφος, κρύη καὶ θῆρας, μηδαμῶς πτοηθέντες, καὶ βοῶντες· ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἄνω χορὸς ἀγγελικός, κάτω δὲ ἡμεῖς οἱ ἐπὶ γῆς, αἰνοῦμεν Μάρτυρες Χριστοῦ, τὰ ξένα ἆθλα καὶ τοὺς ἀγῶνας, τῆς ὑμῶν εὐανδρείας, εὐλογοῦντες ὑμνοῦντες τόν Κύριον, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Φῶς ζωήν τε καὶ ζωάς, σέβω σὲ Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἐκπορευτόν, φύσιν μίαν, τρεῖς ὑποστάσεις, Θεὸν ἕνα μέλπων. Εὐλογῶ σε ὑμνῶ σε τὸν Κύριον, καὶ ὑπερυψῶ σε, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον
Τίς ὑμνήσει σε γηγενῶν, ἄσπιλε ἁγνὴ Περιστερὰ; σὺ γὰρ ἐκύησας ἡμῖν, φῶς τὸ μέγα ζωῆς τὸν πλοῦτον, Ἰησοῦν τὸν Σωτῆρα, ὃν ὑμνοῦμεν αἰνοῦντες ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Τοὺς ἀγῶνας τοὺς θαυμαστούς, Μάρτυρες δοξάζοντες ὑμῶν, τὸν εὐεργέτην καὶ Θεόν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν, τὸν ἐν τῷ σταδίῳ, τῶν ἀγώνων ὑμᾶς ἐνισχύσαντα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Σὺ θανάτου καὶ τῆς ζωῆς, Κύριος ὑπάρχων καὶ Θεός, τοὺς μεταστάντας εὐσεβῶς ἐξεγείρων, ἐκεῖ παράθου ἐν σκηναῖς τῶν Δικαίων, εὐλογοῦντας ὑμνοῦντάς σε Κύριε, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Ὁ Εἱρμὸς
«Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσαι καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, Ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος δ'
Ὅτι ἐποίησέ μοι, μεγαλεῖα ΤΟ ΑΚΟΥΤΕ
Ὑπάρχοντες φωστῆρες, ἀπλανεῖς Χριστοῦ Ἀθληταί, φωτίσατε ἡμῶν τοὺς λογισμούς, καὶ νευρώσατε ποιεῖν, τὰ φωταυγῆ καὶ καθαρά, Θεοῦ θελήματα.

Ῥομφαῖαι καθορᾶσθε, κατασφάττουσαι δυσμενεῖς, γενναῖοι τοῦ Κυρίου Ἀθληταί, ἀλλὰ ῥύσατε ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ πονηροῦ ταῖς προστασίαις ὑμῶν.
Νεκρώσιμον
Ἀνάπαυσον Οἰκτίρμον, ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ, τοὺς δούλους σου τοὺς πίστει ἐξ ἡμῶν, ἐκδημήσαντας πρὸς σέ, τὸν τοῦ παντὸς δημιουργὸν καὶ ὑπεράγαθον.
Θεοτοκίον
Σαρκός μου τὰς κινήσεις, ἀπονέκρωσον ἡ Θεόν, σαρκὶ ἀποτεκοῦσα ὑπὲρ νοῦν, καὶ παράσχου φωτισμόν, τῇ διανοίᾳ μου Ἁγνή, νεφέλη οὖσα φωτός.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος δ'
Μεγαλύνομεν πάντες ΤΟ ΑΚΟΥΤΕ
Ἀναμέλπομεν πάντες, τὰ μνημόσυνα ὑμῶν, Μάρτυρες πανεύφημοι, βλέποντες τὰ σκάμματα, τῶν Ἱερῶν ὑμῶν ἄθλων, καὶ ἐκπλαγέντες, τὸν Χριστὸν μεγαλύνομεν.

Πρὸς ἀλλήλους ἀθλοῦντες, φασὶν οἱ Ἀθλοφόροι. Σαρκὸς μὴ φεισώμεθα, δεῦτε ἀποθάνωμεν ὑπὲρ Χριστοῦ, ἵνα ὅλον αἰῶνα ζήσωμεν, χορεύοντες ἄληκτα.
Δόξα...
Ἡ Τριὰς τοὺς ἐν μιᾷ, φύσει σε ἀνυμνοῦντας, Πατὴρ ὁ ἀγέννητος, καὶ ὁ γεννηθεὶς Υἱός, καὶ Πνεῦμα τὸ ἐκπορευτόν, τῷ σῷ ἐλέει ἀβλαβεῖς συντήρησον.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πάνσεμνε Ἁγνή, παρθενίας καύχημα, μητέρων τὸ στήριγμα, ἀνθρώπων βοήθεια, καὶ τοῦ Κόσμου ἡ χαρά, Μαρία Μήτηρ, καὶ δούλη τοῦ Θεοῦ ἡμῶν.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὁ χορὸς τῶν Ἁγίων, δέξαι τὴν προσευχήν μου, καὶ ὡς κατηξίωμαι τὸν Σταυρὸν ἀσπάσασθαι, καὶ τὸ σωτήριον Πάθος συμπροσκυνῆσαί με, τὸν Χριστὸν αἰτήσατε.
Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ἄνες ἄφες Οἰκτίρμον, τοῖς μεταστᾶσι πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ τούτους ἀνάπαυσον ἐν σκηναῖς τῶν ἐκλεκτῶν· σὺ γὰρ ὑπάρχεις ζωὴ καὶ ἀνάστασις.
Ὁ Εἱρμὸς
«Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς Τεκούσης σε».

Προκείμενον Ἦχος πλ. β'
Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Στίχ. Πρὸς σέ, Κύριε κεκράξομαι, ὁ Θεός μου.