ΤΡΙΩΔΙΟΝ
Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀειμακάριστον, ἀξιωθέντες ἀσπάσασθαι, οἱ πιστοὶ Σταυρὸν Κύριε, δι' οὗ ἡμᾶς ἔσωσας, ἀνυμνολογοῦμεν, τὴν σὴν εὐσπλαγχνίαν, καὶ δυσωποῦμεν ἐκτενῶς, πᾶσι παράσχου τὴν ἀγαλλίασιν, Σωτὴρ τοῦ σωτηρίου σου, ἐν μετανοίᾳ διδοὺς ἡμῖν, κατιδεῖν σου τὴν Ἔγερσιν, καὶ τὰ Πάθη τὰ τίμια.
Ἦχος δ'
Νέκρωσιν ὑπέμεινας, ἐπὶ Σταυροῦ ἐκτεινόμενος, ὁ νεκρώσας τὸν θάνατον, νεκροὺς ἀναστήσας δέ, ζωηφόρῳ λόγῳ· ὅθεν δυσωπῶ σε. Τὴν νεκρωθεῖσάν μου ψυχήν, τῇ ἁμαρτίᾳ ζώωσον Κύριε, παρέχων μοι κατάνυξιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, ἐν ἡμέραις ἁγίαις σου, τῆς Νηστείας φιλάνθρωπε.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος δ'
Τὸν νοερὸν ἀδάμαντα ΤΟ ΑΚΟΥΤΕ
Τὸν σὸν Σταυρὸν τὸν ἅγιον, ἀξιωθέντες ἐν χαρᾷ, κατιδεῖν καὶ προσπτύξασθαι, αἰτοῦμέν σε ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἵνα καὶ αὐτὰ τὰ ἄχραντα, προφθάσωμεν Πάθη σου, τῇ νηστείᾳ νευρούμενοι, προσκυνοῦντες ὑμνοῦντες τὴν Σταύρωσιν, τὴν λόγχην, τὸν σπόγγον τὸν κάλαμον, δι' ὧν ἡμᾶς ἀπαθανατίσας, εἰς τὴν ἀρχαίαν πάλιν τρυφῆς ζωὴν ἐπανήγαγες, ὡς φιλάνθρωπος· διό σε εὐχαρίστως νῦν δοξάζομεν.

Προκείμενον Ἦχος δ' Ψαλμὸς οε'
Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Ι', 32 - ΙΑ' 9)

Αὗται αἱ φυλαὶ υἱῶν Νῶε, κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν. Ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς, μετὰ τὸν κατακλυσμόν. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναάρ, καὶ κατῴκησαν ἐκεῖ. Καὶ εἶπεν ἕκαστος τῷ πλησίον αὐτοῦ. Δεῦτε πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος αὐτοῖς ἦν ὁ πηλός. Καὶ εἶπον· Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς. Καὶ κατέβη Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ εἶπε Κύριος· Ἰδοὺ γένος ἕν, καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ' αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Καὶ διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς ος'
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα.
Στίχ. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΓ', 19 - ΙΔ', 6)

Ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχήν, ἔργα δὲ ἀσεβῶν, μακρὰν ἀπὸ γνώσεως, ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται. Ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται. Ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά. Ἀγαθὸς ἀνήρ, κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως· ὃς φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν. Ὁ δὲ ἀγαπῶν παιδεύει ἐπιμελῶς. Δίκαιος ἐσθίων, ἐμπλήσει ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. Σοφαὶ γυναῖκες ᾠ κοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς, ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Ὁ δὲ σκολιάζων ταῖς ὁδοὶς αὐτοῦ, ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων, βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν, φυλάσσει αὐτούς. Οὗ μή εἰσι βόες, φάτναι καθαραί, οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. Μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις, εὐχερής.

Ἀπόστιχα
Ἦχος πλ. β'
Ἰδιόμελον
Παρὰ Κυρίου, τοῦ ταπεινώσαντος ἑαυτόν, μέχρι τοῦ διὰ σταυροῦ θανάτου, διὰ σὲ μαθοῦσα ψυχή μου, τὴν ἐξ ἐπάρσεως ταπείνωσιν, καὶ τὴν ἐκ ταπεινώσεως ὕψωσιν, ἐπ' ἀρεταῖς μὴ ἐπαίρου, μηδὲ σαυτὴν δικαίαν ὑποπτεύσασα, τὸν πλησίον κατάκρινε, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ' ἐν φρονήματι καταβεβλημένῳ, τῶν σῶν ἁμαρτημάτων μνημονεύουσα μόνον, ὡς ὁ Τελώνης βόησον. Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με.
Ἦχος πλ. β'
Παρὰ Κυρίου, τοῦ ταπεινώσαντος ἑαυτόν, μέχρι τοῦ διὰ σταυροῦ θανάτου, διὰ σὲ μαθοῦσα ψυχή μου, τὴν ἐξ ἐπάρσεως ταπείνωσιν, καὶ τὴν ἐκ ταπεινώσεως ὕψωσιν, ἐπ' ἀρεταῖς μὴ ἐπαίρου, μηδὲ σαυτὴν δικαίαν ὑποπτεύσασα, τὸν πλησίον κατάκρινε, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ' ἐν φρονήματι καταβεβλημένῳ, τῶν σῶν ἁμαρτημάτων μνημονεύουσα μόνον, ὡς ὁ Τελώνης βόησον. Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με.
Ἦχος πλ. β'
Μαρτυρικὸν
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου· ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ἡ πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, ἀνεβόα· τί τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνήσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐγκρατείας τὸν καιρὸν ἁγιάζων, ὁ πανσεβάσμιος Σταυρὸς καθορᾶται, ὃν προσκυνοῦντες σήμερον βοήσωμεν· Δέσποτα φιλάνθρωπε, τῇ αὐτοῦ συμμαχίᾳ, δίδου διελθεῖν ἡμᾶς, τὸ λοιπὸν τῆς Νηστείας, ἐν κατανύξει καὶ τὰ ζωηρά, βλέψαι σου Πάθη, δι' ὧν ἐλυτρώθημεν.
Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε Χριστὲ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ἠλάλαζεν· Οἴμοι ποθεινότατε Ἰησοῦ! ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τὸ φῶς τῶν ψυχῶν ἡμῶν, νῦν καθορῶντες Χριστέ, Σταυρόν σου τὸν ἄχραντον, καὶ προσκυνοῦντες χαρᾷ, φαιδρῶς ἐκβοήσωμεν· Δόξα σοι ὁ ἐν τούτῳ, ὑψωθῆναι θελήσας, δόξα σοι ὁ φωτίσας, δι' αὐτοῦ πᾶσαν Κτίσιν, ἐν ᾧ σε ἀκαταπαύστως, ὕμνοις δοξάζομεν.
Σταυροθεοτοκίον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄνυμφος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα; πῶς ἡ ζωὴ τῶν ὅλων ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς εὔσπλαγχνος.

Εἶτα τὸν ἐπόμενον Κανόνα· καὶ τὰ Τριᾠδια εἰς τὴν τάξιν αὐτῶν, τὸν δὲ Κανόνα τοῦ Μηναίου ψάλλομεν ἐν τοῖς Ἀποδείπνοις.
Κανὼν τοῦ τιμίου Σταυροῦ, οὗ ἡ Άκροστιχίς.

Τὸ προσκυνητὸν πάντες ὑμνοῦμεν Ξύλον. Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ἁρματηλάτην ΤΟ ΑΚΟΥΤΕ
Τὸν τοῦ Κυρίου προσελθόντες σήμερον, Σταυρὸν νοῒ καθαρῷ, καὶ εὐσεβεῖ γνώμῃ, δεῦτε προσκυνήσωμεν· πρόκειται γὰρ δωρούμενος, τοῖς αὐτὸν προσκυνοῦσιν, ἁγιασμόν τε σωτήριον, ἔλλαμψιν καὶ δόξαν καὶ ἔλεος.

Ὁ ζωοδώρητος Σταυρὸς προκείμενος, καὶ καθορώμενος, φωτοειδῆ αἴγλην, ἀποπέμπει χάριτος, προσέλθωμεν καὶ λάβωμεν, φωτισμὸν εὐφροσύνης, καὶ σωτηρίαν καὶ ἄφεσιν αἴνεσιν Κυρίῳ προσάγοντες.

Πρόκειται ξένον τοῖς ὁρῶσι θέαμα, Σταυρὸς ὁ τίμιος, καὶ ὡς πηγὴ βρύει, ψυχικὰ χαρίσματα, καὶ παύει ἁμαρτήματα, καὶ νοσήματα, λύει, καὶ τὰ φρονήματα ῥώννυσι, τῶν εἰλικρινῶς προσιόντων αὐτῷ.

Ῥάβδος ἐτύπου τοῦ Σταυροῦ τὸ τρόπαιον, θάλασσαν τέμνουσα, δι' οὗ ἡμεῖς πίστει, ἀποντίστως πλέομεν, τοῦ βίου ὕδωρ ἄστατον, καὶ τὰ ῥεύματα πάντα, τῆς ἁμαρτίας ἐκφεύγομεν, καὶ θείας γαλήνης πληρούμεθα.
Σταυροθεοτοκίον
Ὅτε σε Τέκνον ἀπορρήτως ἔτεκον, ὠδῖνας ἔφυγον· καὶ πῶς νυνὶ ὅλη, ὀδυνῶν πεπλήρωμαι; Ὁρῶ γάρ σε κρεμάμενον, ὡς κακοῦργον τῷ ξύλῳ, τὸν γῆν ἀσχέτως κρεμάσαντα, ἔλεγεν ἡ Πάναγνος κλαίουσα.

Κανών α', ᾨδὴ γ'
Ἦχος πλ. δ'
Ὁ στερεώσας κατ'ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸς ἁπάντων τῶν καλῶν, παρεκτικὸς καθορᾶται, προσκυνούμενος, καὶ πᾶσα ἡ Κτίσις, ἑορτάζει ἐν χαρᾷ, φωτιζομένη χάριτι, τοῦ ἐν αὐτῷ βουλήσει, ἀνυψωθέντος Θεοῦ ἡμῶν.

Καταυγαζόμενοι φωτί, τῶν τοῦ Σταυροῦ λαμπηδόνων, μεσασμῷ τῆς ἱερᾶς ἐγκρατείας, σκοτασμὸν ἁμαρτιῶν, ἐκφύγωμεν καὶ κράξωμεν· Ὁ φωτισμὸς τῶν ὅλων, εὔσπλαγχνε Κύριε δόξα σοι.

Ὑμνολογοῦμέν σε Σταυρέ, καὶ προσπτυσσόμεθα πίστει, ἐξαιτούμενοι τῇ σῇ δυναστείᾳ, ἐξελοῦ ἡμᾶς ἐχθροῦ, παγίδων καὶ κυβέρνησον, πάντας ἡμᾶς πρὸς ὅρμον, τῆς σωτηρίας τιμῶντάς σε.
Σταυροθεοτοκίον
Νενεκρωμένην τὴν ζωήν, ἐπὶ Σταυροῦ θεωροῦσα, καὶ μὴ φέρουσα τῶν σπλάγχνων τὸν πόνον, ἐδονεῖτο ἡ σεμνή, Παρθένος ἀνακράζουσα· Οἴμοι Υἱέ μου, τί σοι, δῆμος ἀνόμων ἀπέδωκεν!

Κάθισμα
Ἦχος πλ. β
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης, ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ. Ἐλέησον ἡμᾶς.
Δόξα... Τὸ αὐτὸ
Καὶ νῦν ... Σταυροθεοτοκίον
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ Ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Κανών α', ᾨδὴ δ'
Ἦχος δ'
Σύ μου ἰσχὺς ΤΟ ΑΚΟΥΤΕ
Ἡ κραταιά, σκέπη τε καὶ ἐπανόρθωσις, τῶν ἀνθρώπων, τὸ ἀκαταμάχητον, ὅπλον τῆς πίστεως ὁ Σταυρός, ὁ σωτηριώδης, ἰδοὺ ὁρᾶται προκείμενος, καὶ πάντων τὰς καρδίας, τῶν πιστῶς προσιόντων, ἁγιάζει φωτίζει ἐν χάριτι.

Τῷ μεσασμῷ, τῆς ἐγκρατείας προκείμενος, ἐν τῷ μέσῳ, πάντων ὑπεράγαθε, Σταυρὸς ὁ τίμιος μέσον γῆς, ἐν ᾧ ἀνυψώθης, ἐθελουσίως φιλάνθρωπε τὸν Κόσμον ἁγιάζει, τῇ αὐτοῦ προσκυνήσει, καὶ διώκει δαιμόνων τὰς φάλαγγας.

Ὁ Οὐρανός, καὶ πᾶσα γῆ συνευφραίνεται, Ἀθλοφόροι, Μάρτυρες, Ἀπόστολοι, ψυχαὶ Δικαίων περιχαρῶς, νῦν ἀγαλλιῶνται, τὸ πάντας σῷζον θεώμενοι, προκείμενον ἐν μέσῳ, ζωοδώρητον Ξύλον, καὶ πιστοὺς ἁγιάζον ἐν χάριτι.

Νόμους τοὺς σούς, Κύριε ὁ ἀσυνείδητος μὴ φυλάξας, μέλλω κατακρίνεσθαι, ἡνίκα ἔρχῃ ἐξ οὐρανοῦ, κρῖναι τῶν ἀνθρώπων, τὰ ἔργα· ὅθεν κραυγάζω σοι· Δυνάμει τοῦ Σταυροῦ σου, ἐπιστρέψας με σῶσον μετανοίας παρέχων μοι δάκρυα.
Σταυροθεοτοκίον
Παρθενικῆς, Τέκνον ἐκ μήτρας σε ἔτεκον καὶ ὁρῶσα, Ξύλῳ σε κρεμάμενον, ἐξαπορῶ, καὶ οὐ συνορῶ, ὕψος μυστηρίου, καὶ βάθος πολλῶν κριμάτων σου, ἡ Πάναγνος ἐβόα, ἣν φωναῖς ἀσιγήτοις, ὡς Μητέρα Θεοῦ μακαρίζομεν.

Κανών α', ᾨδὴ ε'
Ἦχος δ'
Ἵνα τί με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ἀλαλάξατε ἔθνη, ᾄσατε καὶ ψάλατε, φυλαὶ σκιρτήσατε, τῷ Θεῷ τῷ δόντι, τὸν Σταυρὸν ἀδιάσειστον ἔρεισμα, οἱ τῆς ἐγκρατείας, νῦν τῷ καιρῷ κατατρυφῶντες, ἑστιῶντες ψυχὴν καὶ διάνοιαν.

Νοεραὶ στρατιαί σε, πᾶσαι περιέπουσι, Σταυρὲ πανάγιε, καὶ βροτοὶ πηλίνοις, σοὶ προσψαύοντες χείλεσι σήμερον, ἀπαντλοῦμεν πόθῳ, ἁγιασμὸν καὶ εὐλογίαν, τόν ἐν σοὶ προσπαγέντα δοξάζοντες.

Τῆς ψυχῆς μου τὰ πάθη, ἴασαι τὰ χρόνια, εὔσπλαγχνε Κύριε, καὶ προσκυνητήν με, τῶν ἁγίων Παθῶν σου ἀξίωσον, τῆς νηστείας χρόνῳ, βελτιωθέντα ἀναδεῖξαι, καὶ κακῶν ἀποσχεῖν ὑπεράγαθε.
Σταυροθεοτοκίον
Ἐν Σταυρῷ καθορῶσα, τὸν δι' ἀγαθότητα, ἐκ σοῦ Πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα, ἐτιτρώσκου τὰ σπλάγχνα, καὶ ἔλεγες· Οἴμοι θεῖον Τέκνον! πῶς ὑπὲρ πάντων ὀδυνᾶσαι; Προσκυνῶ σου τὸ εὔσπλαγχνον Κύριε.

Ποίημα Ἰωσήφ.
Κανών β', ᾨδὴ ε', Τριῳδίου

Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρες ἀπέκρυπτον, τὸ φῶς αὐτῶν θεώμενοι, ξύλῳ προσηλούμενον ἀδίκως, δίκαιε μόνε, σὲ τὸν μακρόθυμον, καὶ τοῦ πονηροῦ τὰς ζοφεράς, Σῶτερ δειγματίζοντα, ἐξουσίας τῷ κράτει σου.

Νηστείας ἐν ὕδατι, τὰ πρόσωπα νιψώμεθα, καὶ περιπτυξώμεθα τὸ Ξύλον, μόνος ὁ πάντων, ἐν ᾧ ὑψώθη Χριστός, σάρκα περικείμενος θνητήν, ὅπως θανατώσειε, τόν ἡμᾶς θανατώσαντα.

Σταυρὲ πανσεβάσμιε, τῶν Ἀποστόλων καύχημα, ὅπλον Ἀθλοφόρων, Ἱερέων, δόξα Ὁσίων, περιχαράκωμα, πάντων τῶν πιστῶν ὁ φυλακτήρ, φρούρησον ἁγίασον, τοὺς πιστῶς προσκυνοῦντάς σε.
Σταυροθεοτοκίον
Τὸν βότρυν ἡ ἄμπελος, Παρθένος ὃν ἐβλάστησε, ξύλῳ κρεμασθέντα κατιδοῦσα, Τέκνον, ἐβόα, γλεῦκος ἀπόσταξον, μέθην ἀναστέλλων τῶν ἐχθρῶν, μάτην σταυρωσάντων σε, τὸν ἐν πᾶσι μακρόθυμον.

Ποίημα Θεοδώρου.
Κανών γ', ᾨδὴ ε', Τριῳδίου

Ἦχος δ'
Ἐκ νυκτὸς ὀρθρίζοντα ΤΟ ΑΚΟΥΤΕ
Σήμερον προτίθεται ὁ Σταυρός σου, ξύλον ζωῆς προσκυνητόν, καὶ κόσμος ἀγάλλεται, φοιτήσει τῇ τοῦ Πνεύματος, αὐτὸν κατασπαζόμενος.

Προκείμενον βλέποντες τὸν Σταυρόν σου, οἱ Λειτουργοὶ τῶν οὐρανῶν, ὑμνοῦσί σε Κύριε, καὶ δαίμονες φρίττουσι, μὴ φέροντες τὸ κράτος σου.
Δόξα...
Τριάδα δοξάσωμεν ὀρθοδόξως, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ Πνεῦμα τὸ ἅγιον τὴν μίαν Θεότητα, Μονάδα τρισυπόστατον.
Καὶ νῦν ... Θεοτοκίον
Μητέρα καὶ Παρθένον σὲ ὀρθοδόξως, ὁμολογοῦμεν οἱ πιστοί, ἀρρήτως κυήσασαν, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν μόνον πολυέλεον.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἐν πεύκῃ καὶ κέδρῳ καὶ κυπαρίσσῳ, ὁ σταυρωθεὶς Υἱὲ Θεοῦ, ἁγίασον πάντας ἡμᾶς, καὶ τὸ ζωηφόρον σου, καταξίωσον Πάθος ἰδεῖν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ὀρθρίζοντα φώτισόν με ζωοποιὲ Χριστοῦ Σταυρέ, φόβῳ προσκυνοῦντά σε, ἡμέραν σωτήριον, ἀεὶ ἐξανατέλλων μοι».

Κανών α', ᾨδὴ ς'
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Σταυροῦ παγέντος ἐν γῇ, δαιμόνων πτῶσις ἐγένετο, ὃν νῦν ὁρῶντες ἡμεῖς, ἐνδόξως προκείμενον, καὶ κατασπαζόμενοι, ἀπὸ συμπτωμάτων, ἁμαρτίας ἀνιστάμεθα.

Ὑψοῦντές σε τὸν Χριστόν, ὡς Βασιλέα καὶ Κύριον, ὃν ἐδωρήσω ἡμῖν, Σταυρὸν τεῖχος ἄρρηκτον, ὃν περιπτυσσόμεθα, μεσασμῷ τῆς θείας, ἐγκρατείας ἀγαλλόμενοι.

Μεγάλα πᾶσιν ἡμῖν, δωρήματα παρεχόμενος, ὁ τοῦ Κυρίου Σταυρός, ὁρᾶται προκείμενος, προσέλθωμεν ἄνθρωποι, φωτισμὸν καρδίας, καὶ ψυχῆς ἀπαρυσώμεθα.
Θεοτοκίον
Νηστεύειν ἡμᾶς Ἁγνή, κακίας πάσης ἐνίσχυσον, καὶ φαύλων καὶ πονηρῶν, ἀπέχεσθαι πράξεων, ἀεὶ ἐνδυνάμωσον, προστασία πάντων, τῶν ἀνθρώπων χρηματίζουσα.

Κοντάκιον
Ἦχος βαρὺς
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις, τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ, εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.


Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Ὁ χρόνων ἐπέκεινα, ἐν χρόνῳ σάρκα φορέσας δείκνυται, καὶ τὰ χρόνια πάθη, ἡμῶν ἰᾶται δι' ἀγαθότητα, τῆς ἐγκρατείας καιρῷ, ἐν ᾧ πρόκειται, ὁ θεῖος οὗτος Σταυρός, καθαγιάζων ἡμᾶς.

Ὑμνοῦμεν δοξάζομεν, καὶ προσκυνοῦμεν καὶ μεγαλύνομεν, τὸ σὸν Κύριε κράτος, ὅτι παρέσχου ἡμῖν τοῖς δούλοις σου, Σταυρὸν τὸν θεῖον, τρυφὴν ἀδαπάνητον καὶ φύλακα τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.

Μὴ δείξῃς με Κύριε, ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, κακοῖς κατεγνωσμένον, μὴ ἀπορρίψῃς ἐκ τοῦ προσώπου σου, κατῃσχυμένον, ἀλλ' οἴκτειρον σῶσόν με, τῷ σῷ τιμίῳ Σταυρῷ, ὡς ὑπεράγαθος.

Ἐτύπου τὴν χάριν σου, Σταυρὲ γλυκαίνων Μωσῆς τὰ ὕδατα, τὰ πικρότατα ξύλῳ· καὶ γὰρ πικρίας παθῶν ἐρρύσθημεν, τῇ σῇ δυνάμει· διὸ ἡμᾶς γλύκανον, ἀσπαζομένους σε νῦν, ἐν κατανύξει ψυχῆς.
Θεοτοκίον
Νοός μου τὴν στένωσιν, τῇ σῇ πρεσβείᾳ πλάτυνον Δέσποινα, ἡ στενώσασα πάσας, τὰς μεθοδίας τοῦ πολεμήτορος, καὶ δι' ὁδοῦ με στενῆς κατευόδωσον, πρὸς πλατυσμόν τῆς ζωῆς, βαδίζειν Μήτηρ Θεοῦ.

Κανών α', ᾨδὴ η'
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ξύλῳ ποτὲ ἀνείλκυσε, ποταμοῦ τὸ σιδήριον, θεῖος Ἐλισσαῖος, ὁ σὲ προγράψας πόρρωθεν, Σταυρὲ πανσεβάσμιε, ἐκ τοῦ βυθοῦ τῆς πλάνης· καὶ γάρ, διὰ σοῦ πρὸς πίστιν ἀναχθέντες βεβαίαν, τὴν σήμερον ἡμέραν, ἀξιούμεθα βλέπειν, καὶ πίστει προσκυνεῖν σε, τρυγῶντες σωτηρίαν.

Ὑποσημαίνει πόρρωθεν, σὲ Σταυρὲ πανσεβάσμιε, ἐν ταῖς εὐλογίαις, Ἰακὼβ τρανώτατα, ἡμεῖς δὲ ἐν χάριτι, ἀξιωθέντες βλέπειν σε, πίστει ἀδιστάκτῳ, προσερχόμεθα πάντες, καὶ ψαύοντες πλουσίαν, εὐλογίαν τρυγῶμεν, καὶ φῶς καὶ σωτηρίαν, καὶ τῶν πταισμάτων λύσιν.

Λευχειμονοῦντες πράξεσιν, ἐναρέτοις προσέλθωμεν, τῷ τῆς ἐγκρατείας μεσασμῷ γηθόμενοι, καὶ περιπτυξώμεθα, τὸν τοῦ Κυρίου πίστει Σταυρόν, ὅπως τῷ αὐτοῦ κατευοδούμενοι σθένει, τελέσωμεν τὸν δρόμον, ἐν καλῇ προθυμίᾳ, καὶ φθάσωμεν τὸ θεῖον, λελαμπρυσμένοι Πάθος.
Τριαδικὸν
Ὁμοφυῆ συνάναρχον, συναΐδιον σύνθρονον, φύσιν μὲν ἁπλῆν, διαιρετὴν προσώποις δέ, Πατέρα ἀγέννητον Υἱὸν καὶ Πνεῦμα ἅγιον, ἄκτιστον οὐσίαν, καὶ Θεότητα πάντες, ὑμνοῦντες μελῳδοῦμεν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σταυροθεοτοκίον
Νῦν ὡς ἀρνίον ἄκακον, καθορῶ σε κρεμάμενον, καὶ ὑπὸ ἀνόμων, τῷ Σταυρῷ πηγνύμενον, Υἱέ μου προάναρχε, τοῖς ὀδυρμοῖς συγκόπτομαι, καὶ ταῖς μητρικαῖς περιστατοῦμαι ὀδύναις, ἡ Πάναγνος ἐβόα· ἣν φωναῖς ἀσιγήτοις, ὑμνοῦμεν καταχρέως, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος δ'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Πάθος σου τοῦ ἀπαθοῦς ὁρῶσα, ἡ Κτίσις συνέπασχε Μακρόθυμε, ἥλιος ἐσβέννυτο, πέτραι δὲ ἐρρήγνυντο, πᾶσα ἡ γῆ ἐσείετο, φόβῳ κραυγάζουσα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θηρίοις δεινοῖς τοῖς τοῦ καλάμου, Θεέ μου οἰκτίρμον ἐπιτίμησον, ἔνδον με συνθλίβουσι, Σῶτερ ὁ τὴν ἄτιμον, ὑπενεγκὼν τυπτόμενος, ὕβριν καλάμῳ Χριστέ, τιμῆσαι προελόμενος πάντας, τοὺς ἀτιμασθέντας, τῇ πάλαι παραβάσει.

Εἰς νοῦν τὸ φρικτόν σου ὅταν λάβω, Κριτὰ δικαιότατε κριτήριον, τρέμω καὶ ἐξίσταμαι, φρίττω καὶ ὀδύρομαι, κατανοῶν τὰ ἔργα μου, δίκης ἐπάξια· διό σου τήν πολλὴν εὐσπλαγχνίαν, Σῶτερ μὴ νικήσῃ, τὸ πλῆθος τῶν κακῶν μου.
Σταυροθεοτοκίον
Τεκοῦσά σε ἄνευθεν ὠδίνων, ὀδύνας τῇ σῇ σταυρώσει καθυφίσταμαι, φλέγονται τὰ σπλάγχνα μου· ἥλοις γὰρ προσήλωσαι, τὴν σὴν πλευρὰν Μακρόθυμε, ἐξορυττόμενος, ἡ πάναγνος ἐβόα Παρθένος, ἣν ὡς Θεοτόκον, συμφώνως ἀνυμνοῦμεν.

Κανών γ', ᾨδὴ η', Τριῳδίου
Ἦχος δ'
Πάντα τὰ ἔργα ΤΟ ΑΚΟΥΤΕ
Ῥηξάτωσαν τὰ ὄρη νοητῶς, δικαιοσύνην καὶ βουνοὶ ἀγαλλίασιν, τὸ ξύλον τοῦ Σταυροῦ προσκυνούμενον βλέποντες, ὃν ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ἡ χάρις τοῦ Σταυροῦ σου φοβερά· καὶ γὰρ δαιμόνων ἐλαύνει τὰς φάλαγγας, ἀνθρώποις τῶν ἰαμάτων παρέχουσα νάματα· διό σε ἀνυμνοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Τὸν ἄναρχον Πατέρα καὶ Υἱόν, σὺν τῷ ἁγίῳ ἀνυμνήσωμεν Πνεύματι, Τριάδα ὁμοούσιον, μίαν Ἀρχὴν καὶ Θεόν, αἰνοῦντες ὑμνοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον
Πᾶσα γλῶσσα γηγενῶν, ὑμνεῖ σὲ Παρθένε, ὅτι φῶς τὸ ἀπρόσιτον, ηὔγασας φωταγωγοῦντα τὸν Κόσμον, Χριστὸν τὸν Θεόν, ὃν ὑπερυψοῦμεν, ἀεὶ εἰς τοὺς αἰῶνας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἀγάλλεται τὰ πέρατα τῆς γῆς, τῇ προσκυνήσει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Ἄγγελοι ἐν οὐρανοῖς συγχορεύουσι σήμερον, σὺν ἡμῖν ὑμνοῦντες, σὲ Χριστὲ εἰς τούς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις εὐλογεῖτε τὸν Κύριον, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ
Ἰάσω ὑπεράγαθε τὴν ἐμήν, συντριβὴν ἐν Σταυρῷ προσπηγνύμενος, ἥλοις ποτέ, χεῖράς σου καὶ πόδας Παμβασιλεῦ, καὶ τὴν πλευρὰν νυττόμενος, ὄξος ποτιζόμενος καὶ χολήν, ἡ πάντων εὐφροσύνη, ὁ γλυκασμὸς ἡ δόξα, ἡ αἰωνία ἀπολύτρωσις.

Ὡραῖος ὑπὲρ σάπφειρον καὶ χρυσόν, φωταυγὴς ὥσπερ ἥλιος πέφυκας, θεῖε Σταυρέ, κείμενος μὲν τόπῳ περιγραπτός, καὶ νοεραῖς Δυνάμεσι, πάντοτε κυκλούμενος φοβερῶς, ἀκτῖσι δέ σου θείας, δυνάμεως φωτίζων, τῆς Οἰκουμένης τὰ πληρώματα.

Σταυρὸς χειμαζομένων ἐστὶ λιμήν, ὁδηγὸς πλανωμένων καὶ στήριγμα, δόξα Χριστοῦ, σθένος Ἀποστόλων καὶ Προφητῶν, τῶν Ἀθλητῶν κραταίωμα, πάντων τῶν ἀνθρώπων καταφυγή. Αὐτὸν ἐν μέσῳ πάντες, προκείμενον ὁρῶντες, τῇ ἐγκρατείᾳ ἀσπαζόμεθα.

Ἡνίκα μέλλῃς ἔρχεσθαι ἐπὶ γῆς, κρῖναι Κόσμον, ὃν ἔπλασας Κύριε, Ἀγγελικῶν, προπορευομένων σου στρατιῶν, καὶ τοῦ Σταυροῦ προλάμποντος, ὑπὲρ τὰς αὐγὰς τὰς ἡλιακάς, τῇ τούτου δυναστείᾳ, οἰκτείρησόν με σῶσον, τὸν ὑπὲρ πάντας βροτοὺς πταίσαντα.
Σταυροθεοτοκίον
Φθορᾶς σε δίχα τέτοκα ἐκ γαστρός, πρὸ αἰώνων Πατὴρ ὃν ἐγέννησε, καὶ πῶς φθορεῖς, ἄνθρωποι σπαράττουσί σε Υἱέ, καὶ τὴν πλευρὰν ὀρύττουσι, λόγχῃ καὶ τὰς χεῖρας σὺν τοῖς ποσίν, ἡλοῦσιν ἀπανθρώπως; ἡ Πάναγνος ἐβόα, ἣν ἐπαξίως μεγαλύνομεν.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος δ'
Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ
Ξύλῳ τοῦ Σταυροῦ, τὴν φλόγα ἐμάρανας, τῆς ἁμαρτίας Χριστέ, χεῖρας πεπαρμένας δέ, χειρὸς ἐρρύσω τοῦ πολεμήτορος, τὸν ἀκρατῶς ἐκτείναντα, χεῖρας πρὸς βρῶσιν καρποῦ, οὗπερ μόνου, φεύγειν τὴν μετάληψιν, ἀπεφήνω Χριστὲ πολυέλεε.

Πάθος σου Χριστέ, τὸ πᾶσιν ἀπάθειαν, βροτοῖς πηγάσαν σεπτῶς, βλέψαι καταξίωσον, ἐν ἀπαθείᾳ τοὺς προσκυνήσαντας, σοῦ τὸν Σταυρὸν τὸν τίμιον, τὰς ἁμαρτίας ἡμῶν, παραβλέπων, καὶ τῆς Ἀναστάσεως, ἀληθείας υἱοὺς ἐργαζόμενος.

Ὕψωσας ἡμᾶς, πεσόντας εἰς θάνατον, τῇ Ἀναστάσει σου, ἔλυσας τὸν θάνατον, καὶ τῷ Πατρί σου ἡμᾶς κατήλλαξας, ὑπὲρ ἡμῶν τὸ Αἷμά σου, καταβαλλόμενος, Εὐεργέτα· ὅθεν σε δοξάζομεν, ὡς Θεὸν λυτρωτὴν παντοδύναμον.
Θεοτοκίον
Μόνη τοῦ Θεοῦ, σοφίαν κυήσασα, τὴν ἐνυπόστατον, σόφισόν με δέομαι, τοῦ τῆς κακίας διαφυγεῖν σοφιστοῦ, ἐπιβουλὰς καὶ ἔνεδρα, καὶ πανουργήματα, Θεοτόκε, Κόρη ἀπειρόγαμε, κραταιὸν τῶν πιστῶν καταφύγιον.

Κανών γ', ᾨδὴ θ', Τριῳδίου
Ἦχος δ'
Τὸν ἄσπορον τόκον σου ΤΟ ΑΚΟΥΤΕ
Τὸν Σταυρὸν τὸν τίμιον, ὅν περ περιέπουσιν, Ἀγγέλων στρατεύματα, καὶ ἡμεῖς προσκυνοῦντες μεγαλύνομεν.

Τὸ Ξύλον τὸ ἄχραντον, δι' οὗ μετελάβομεν ζωῆς, οἱ πρὶν θανέντες, τὸν Σταυρὸν τοῦ Σωτῆρος μεγαλύνομεν.
Δόξα...
Πατέρα τὸν ἄναρχον, Υἱὸν τὸν συνάναρχον, καὶ Πνεῦμα τὸ σύνθρονον, τὴν ἁγίαν Τριάδα μεγαλύνομεν.
Καὶ νῦν ... Θεοτοκίον
Μητέρα ἀνύμφευτον, καὶ Παρθένον ἅπαντες, Σεμνὴ ἀνυμνοῦμέν σε· ἀσπόρως γὰρ τὸν κτίστην ἀπεκύησας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τοὺς ἀξιωθέντας σε ἰδεῖν, καὶ προσπτύξασθαι, εὐόδωσον προφθάσαι, τὸ πανάγιον Πάθος, ὁ Σταυρὸς τοῦ Χριστοῦ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἄσπορον τόκον σου, Θεοτόκε ἄχραντε, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐν ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».


Ἀπόστιχα Τριῳδίου
Ἦχος δ'
Ἰδιόμελον
Ὁ τῆς ἀληθείας ἐξεταστής, καὶ τῶν κρυπτῶν γνώστης Κύριος, τὸν Φαρισαῖον τῇ κενοδοξίᾳ νικώμενον, καὶ ταῖς ἐξ ἔργων ἀρεταῖς, δικαιούμενον κατέκρινας, τόν δὲ Τελώνην κατανύξει προσευχόμενον, καὶ ὑπ' ἐκείνου κατακριθέντα ἐδικαίωσας, οὗ καὶ ἡμᾶς, τῆς μετανοίας ζηλωτάς, ὁ σταυρωθεὶς ἀνάδειξον, καὶ τῆς ἀφέσεως ἀξίωσον ὡς φιλάνθρωπος.
Ἦχος δ'
Ὁ τῆς ἀληθείας ἐξεταστής, καὶ τῶν κρυπτῶν γνώστης Κύριος, τὸν Φαρισαῖον τῇ κενοδοξίᾳ νικώμενον, καὶ ταῖς ἐξ ἔργων ἀρεταῖς, δικαιούμενον κατέκρινας, τόν δὲ Τελώνην κατανύξει προσευχόμενον, καὶ ὑπ' ἐκείνου κατακριθέντα ἐδικαίωσας, οὗ καὶ ἡμᾶς, τῆς μετανοίας ζηλωτάς, ὁ σταυρωθεὶς ἀνάδειξον, καὶ τῆς ἀφέσεως ἀξίωσον ὡς φιλάνθρωπος.
Ἦχος δ'
Μαρτυρικὸν
Τὶς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρὸν ὁπλισάμενοι; ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
Ἰδιόμελον
Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, χολὴν καὶ ὄξος γεύεται, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται, ὁ καλύπτων οὐρανὸν τοῖς νέφεσι, χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ τῇ χειρὶ πλάσας τὸν ἄνθρωπον, τόν νῶτον φραγγελλοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται, ὀνειδισμοὺς καὶ κολαφισμούς, καὶ πάντα ὑπομένει, δι' ἐμὲ τόν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός, ἵνα σώσῃ Κόσμον ἐκ πλάνης, ὡς εὔσπλαγχνος.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. β'
Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν. (Δίς)

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς οζ'
Αὐτός ἐστιν οἰκτίρμων, καὶ ἱλάσκεται ταῖς ἁμαρτίαις ἡμῶν.
Στίχ. Προσέχετε, λαός μου, τῷ νόμῳ σου
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΘ', 13-23)

Τάδε λέγει Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ, μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. Διὰ τοῦτο, ἰδοὺ ἐγὼ προσθήσω, τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω, οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου! οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες! καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσι. τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται, ἢ ἃ ἡμεῖς ποιοῦμεν; Οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό, οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, οὐ συνετῶς με ἐποίησας; οὐκέτι μικρόν, καὶ μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὄρος τὸ Χέρμελ, καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται; Καὶ ἀκούσονται ἐν τῇ ἡμέρα ἐκείνη κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ, πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις, πρόσκομμα θήσουσιν, ὅτι ἐπλαγίασαν ἐπ ἀδίκοις δίκαιον. Διὰ τοῦτο, τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ, οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδέ, νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ, ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν Ἅγιον Ἰακώβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.
Προκείμενον Ἦχος πλ. α' Ψαλμὸς οη'
Βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν.
Στίχ. Ὁ Θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου