ΤΡΙΩΔΙΟΝ
Τῌ ΤΡΙΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Μέσον διϊππεύοντες σήμερον, ἡμερῶν τῆς ἐγκρατείας, τῇ δυνάμει τοῦ Σταυροῦ, τὸν ἐν τούτῳ ὑψωθέντα, μέσον γῆς ὡς κραταιόν, Σωτῆρα, καὶ Θεὸν δοξολογήσωμεν, βοῶντες, θεωροὺς ἡμᾶς ἀνάδειξον, τῶν Παθημάτων σου Δέσποτα, καὶ τῆς σεπτῆς Ἀναστάσεως, δωρούμενος, ἱλασμὸν ἡμῖν, καὶ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Πάθη ταπεινώσωμεν σώματος, τῶν βρωμάτων ἀποχῇ, καὶ ἡδονῶν ἀποστροφῇ, καὶ τὸ ξύλον τοῦ Σταυροῦ περιπτυξώμεθα πιστῶς. Ὁρᾶται, ἐμφανῶς γὰρ προσκυνούμενος, καὶ πάντας, ἁγιάζει θείᾳ χάριτι, καὶ τῷ Κυρίῳ βοήσωμεν· Εὐχαριστοῦμέν σοι Εὔσπλαγχνε, τῷ σῴζοντι, διὰ τούτου τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. δ'
Τὴν Θεοτόκον
Νῦν τὸν Σταυρὸν προσκυνοῦντες, πάντες κραυγάζομεν· Χαῖρε ξύλον τῆς ζωῆς, χαῖρε σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, χαῖρε βροτῶν δόξα ἐπουράνιε, χαῖρε Ἀνάκτων τὸ καύχημα, χαῖρε τὸ κράτος τῆς πίστεως, χαῖρε ὅπλον ἀήττητον, χαῖρε τῶν ἐχθρῶν φυγαδευτήριον, χαῖρε φέγγος λαμπρόν, σωτήριον τοῦ Κόσμου, χαῖρε Μαρτύρων τὸ μέγα κλέος, χαῖρε σθένος Δικαίων, χαῖρε Ἀγγέλων λαμπρότης, χαῖρε πάνσεπτε.

Προκείμενον Ἦχος πλ. δ' Ψαλμὸς ξγ'
Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ.
Στίχ. Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Η', 21 - Θ', 7)

Εἶπε Κύριος ὁ Θεός, διανοηθείς· οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν, διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα. Πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσωσι. Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ πετεινὰ τοῦ Οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα, καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν, ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρός ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου, ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ὑμεῖς δὲ αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ξδ'
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.
Στίχ. Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΑ', 19 - ΙΒ', 6)

Υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀτιμώρητος ἔσται κακῶν. Ὁ δὲ σπείρων δικαιοσύνην, λήψεται μισθὸν πιστόν. Ὥσπερ ἐνώτιον χρυσοῦν ἐν ῥινὶ ὑός, οὕτω γυναικὶ κακόφρονι κάλλος. Ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Εἰσίν, οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶ δὲ καὶ οἳ συνάγοντες τὰ ἀλλότρια, ἐλαττονοῦνται. Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλή, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων, ὁ συνέχων σῖτον, ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Τεκταινόμενος ἀγαθά, ζητεῖ χάριν ἀγαθήν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν. Ὁ πεποιθὼς ἐπὶ τῷ πλούτῳ αὐτοῦ, οὗτος πεσεῖται. Ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ, ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. Εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους, ἄφρων. Κρείσσων ὁ εὑρίσκων χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται, οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς, ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός. Λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους. Λόγοι ἀσεβῶν δόλιοι εἰς αἷμα, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.

Ἀπόστιχα
Ἦχος πλ. δ'
Ἰδιόμελον
Μεγαλορρήμων Φαρισαῖος, ἑβδελύχθη καυχησάμενος, καὶ Τελώνης ταπεινόφρων, διὰ σιγῆς ἐδικαιώθη προσευξάμενος· διὸ τῶν ἑκατέρων μαθοῦσα ψυχή μου τὸ διάφορον, τὴν ταπεινοφροσύνην ἑλοῦ καὶ κατάσπαζε· Χριστὸς γὰρ ταπεινοῖς ἐπηγγείλατο, διδόναι χάριν ὡς φιλάνθρωπος.
Ἦχος πλ. δ'
Μεγαλορρήμων Φαρισαῖος, ἑβδελύχθη καυχησάμενος, καὶ Τελώνης ταπεινόφρων, διὰ σιγῆς ἐδικαιώθη προσευξάμενος· διὸ τῶν ἑκατέρων μαθοῦσα ψυχή μου τὸ διάφορον, τὴν ταπεινοφροσύνην ἑλοῦ καὶ κατάσπαζε· Χριστὸς γὰρ ταπεινοῖς ἐπηγγείλατο, διδόναι χάριν ὡς φιλάνθρωπος.
Ἦχος πλ. δ'
Μαρτυρικὸν
Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ ἁγνὴ βοηθῆσαί μοι.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. δ'
Τὸ ἀσάλευτον στήριγμα ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείᾳ λαμπρύναντες, τὰς ψυχὰς ἡμῶν, τὸν Σταυρὸν προσκυνήσωμεν, τὸν σωτήριον, ἐν ᾧ Χριστὸς προσηλώθη, καὶ βοήσωμεν αὐτῷ· Χαῖρε νηστευόντων ἡ τρυφή, καὶ βεβαία βοήθεια. Χαῖρε ἀναιρέτα τῶν παθῶν, τῶν δαιμόνων ἀντίπαλε, χαῖρε Ξύλον μακάριον.
Θεοτοκίον
Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς Πίστεως, καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί. Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ ζωὴν τῆς Κτίσεως, τὸν σὸν Σταυρὸν προκείμενον, ἡ Οἰκουμένη ἀσπάζεται Κύριε, καὶ προσκυνοῦσα κράζει σοι· τῇ αὐτοῦ ἐνεργείᾳ, ἐν εἰρήνῃ βαθείᾳ, τούς ἀνυμνοῦντάς σε, τοὺς εὐλογοῦντάς σε, διὰ τῆς ἐγκρατείας συντήρησον Πολυέλεε.
Θεοτοκίον
Χαῖρε ἡ δι' Ἀγγέλου, τὴν χαρὰν τοῦ Κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα τὸν Ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.

Κανών α', ᾨδὴ β', Τριῳδίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεός, ὁ πάλαι τὸν Ἰσραήλ, ἐν ἐρυθρᾷ θαλάσσῃ διαγαγών, καὶ σώσας καὶ θρέψας, καὶ ἐκ δουλείας πικρᾶς, ἐλευθερώσας Φαραώ».

Μέσον τῆς Κτίσεως, ὃν καθυπέμεινας Σταυρόν, Μεσσία Λόγε Θεοῦ, τῷ τῆς Νηστείας σήμερον μεσασμῷ, πιστῶς προσκυνοῦμεν, αἰτούμενοι κατιδεῖν, καὶ τὴν Ἀνάστασιν τὴν σήν.

Ῥάβδῳ δυνάμεως, προτυπωθείσῃ τῷ Μωσῇ, τὴν θάλασσαν τῶν παθῶν, διατεμόντες φθάσωμεν πρὸς γῆν, τῆς ἐπαγγελίας, καὶ μάννα τοῦ νοητοῦ, ἐμφορηθῶμεν δαψιλῶς.

Τὶς μὴ θρηνήσει σε; τίς μὴ πενθήσει σε ψυχή, ποθοῦσαν τὰ πονηρά, οὐκ ἐκζητοῦσαν πόθῳ τὰ ἀγαθά, δικαίου Κριτοῦ δέ, καταφρονοῦσαν ἀεί, μακροθυμοῦντος ἐπὶ σοί;
Θεοτοκίον
Σάρκα γενόμενον, ἀναλλοιώτως τὸν Χριστόν, Παρθένε κυοφορεῖς, ὃν ἐκτενῶς ἱκέτευε, σαρκικῶν παθῶν ἀπαλλάξαι, τοὺς προσκυνοῦντας Σταυρόν, ὃν καθυπέμεινε σαρκί.

Κανών β', ᾨδὴ β', Τριῳδίου
Ἦχος πλ. δ'
Ἰδετε ἴδετε ΤΟ ΑΚΟΥΤΕ
Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ τῇ Οἰκουμένῃ, τὸν Σταυρόν μου παρασχών, ὅπλον σωτηρίας, εἰς τὸ νῦν προσκυνεῖσθαι αὐτόν, ὅπως οἱ ἀσπαζόμενοι, καταργῶσι τοῦ ἐχθροῦ μηχανήματα.

Μέγας εἶ Κύριε, καὶ πολυέλεος, ὅτι δέδωκας τὸν ζωοποιόν σου, προσκυνεῖσθαι νῦν Σταυρόν, ἔνθα σου αἱ χεῖρες, καὶ οἱ πόδες ἡλώθησαν· ἐν ᾧ τὸ αἷμα ἐρρύη, τῆς ἀχράντου σου Πλευρᾶς, ζωὴν πηγάζον ἡμῖν.
Δόξα...
Ὑπερτελεστάτη Μονάς, ὑπέρθεε, τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, δι' Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης, βασιλεία, σῶσον πάντας ἡμᾶς.
Καὶ νῦν ... Θεοτοκίον
Ἄρρητον τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε· πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐν ταὐτῷ; πῶς παιδοτοκεῖς, καὶ ἀγνοεῖς πεῖραν ὅλως ἀνδρός; Ὡς εἶδεν ὁ ὑπὲρ φύσιν, ἐξ ἐμοῦ καινοπρεπῶς, Λόγος Θεοῦ γεννηθείς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Σὲ Μωσῆς ὁ μέγας, προδιετύπωσε, τὸν Σταυρὸν ἡμῖν, χεῖρας ἐκπετάσας, καὶ πορθήσας Ἀμαλήκ, σὲ ἐκτυποῦντες ἐν σκιαῖς καὶ ἀέρι, ἡμεῖς ἐκτρέπομεν καὶ νικῶμεν, τὸν ἀρχέκακον ἐχθρόν, ὑμνολογοῦντες Χριστόν.
Ὁ Εἱρμὸς
«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ πρὸ τῶν αἰώνων, γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων δίχα ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδὰμ ὡς φιλάνθρωπος».


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. δ'
Ὁ στεγάζων ἐν ὕδασι ΤΟ ΑΚΟΥΤΕ
Ὁ συσσείσας θεμέλια, πάσης τῆς γῆς ὡς Θεός, ὑψωθεὶς ἐν ξύλῳ, ἄσειστον πᾶσιν ἐδωρήσω, πιστοῖς ἔρεισμα Κύριε, τὸ σωτήριον ὅπλον τοῦ Σταυροῦ σου, ὅν περ προσκυνοῦντες, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἀπαστράπτον θεώμενοι, ὑπὲρ ἡλίου αὐγάς, τοῦ Σταυροῦ τὸ ξύλον, δεῦτε νηστείᾳ ἀστραπτόμενοι, νῦν ἀσπασώμεθα, ἀρυόμενοι χάριν φωτοφόρον, σκότος ἐκμειοῦσαν, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὕδωρ ζῶν τὸ ἁλλόμενον, εἰς αἰωνίαν ζωήν, σὺ ὑπάρχων Λόγε, αἷμα καὶ ὕδωρ, ἐκ πλευρᾶς ἐν Σταυρῷ, ἔβλυσας Δέσποτα, ἁμαρτίας χειμάρρους ἀναστέλλων. Ὅθεν δυσωπῶ σε· Ξήρανον παθῶν μου, τὰς πονηρὰς ἐκβλύσεις.
Θεοτοκίον
Νοητὸν ὡς ἁγίασμα, τὸν ἐν ἁγίοις Θεόν, ἀναπεπαυμένον, τίκτεις ἁγία, Θεομῆτορ ἁγνή, πάντα τὰ πέρατα, ἁγιάζοντα θείᾳ προσκυνήσει, σήμερον Παρθένε Ξύλου παναγίου, ἐν ᾧ σαρκὶ ἐπάγη.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. δ'
Ἄγγελοι καὶ Οὐρανοὶ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε ἴδωμεν λαοί, τὸ Ζωηφόρον Ξύλον, νῦν προκείμενον, ἐν ᾧ Χριστὸς ἐπάγη ὁ Θεὸς ἡμῶν, καὶ σὺ φόβῳ ὑμνοῦντες, τοῦτον προσκυνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τὸν τρισύνθετον Σταυρόν, ὡς τῆς Τριάδος τύπον ἀνυμνήσωμεν, καὶ προσκυνοῦντες φόβῳ ἀνακράξωμεν· Εὐλογοῦντες ὑμνοῦντες, καὶ ὑπερυψοῦντες Χριστὸν εἰς τούς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα
Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, ὡς Θεὸν τὰ τρία δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον
Μόνη ἀφθόρως κύεις, μόνη θηλάζεις βρέφος μὴ λοχεύουσα, μόνη τὸν Κτίστην τίκτεις καὶ Δεσπότην σου, εἰ καὶ δούλη καὶ μήτηρ, σὲ Παρθενομῆτορ, ὑμνοῦμεν εἰς αἰῶνας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τὸν τυφλὸν ἐκ γενετῆς, ὁ ὀμματώσας λόγῳ, πηρωθέν μου σύ, τὸ τῆς καρδίας ὄμμα, πάλιν ἄνοιξον, ἵνα βλέψω τὸ φῶς, τῶν σῶν προσταγμάτων, Χριστὲ εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
«Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. δ'
Εὐλογητὸς Κύριος ὁ Θεὸς ΤΟ ΑΚΟΥΤΕ
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ Σταυρῷ σου λύσας τὴν ἀρχαίαν ἀράν, καὶ τοῦτον ἡμῖν δωρησάμενος, κραταίωμα καὶ καταφυγήν, καὶ ἀσφαλη κρηπῖδα· δι' οὗ τοὺς ἐχθροὺς ἡμῶν, νῦν κερατιοῦμεν.

Ὅτι σειραῖς συσφίγγομαι, ἀμετρήτων μου κακῶν, καὶ τὰς τρίβους σου τὰς σωτηρίους Χριστέ, ἑκὼν ἐπιγνῶναι οὐ βούλομαι, τῷ σῷ με ἐπίστρεψον Σταυρῷ, τὴν πώρωσίν μου λύων, δι' ἄφατον ἔλεος, τῆς σῆς εὐσπλαγχνίας.

Τὴν Φαρισαίου ἔπαρσιν, μιμησάμενος κακῶς, κατηνέχθην, πτῶμα χαλεπὸν καὶ δεινόν, καὶ κεῖμαι ἐχθρῶν καταπάτημα, ἀλλ' οἴκτειρον σῶσόν με Χριστέ, σεαυτὸν δι' οἶκτον, ταπεινώσας ὕψιστε, Βασιλεῦ τῆς δόξης.
Θεοτοκίον
Αἱ γενεαί σε ἅπασαι, μακαρίζουσιν Ἁγνή· Ἰησοῦς γὰρ μόνος, ὁ τεχθεὶς ἐκ τῆς σῆς νηδύος, αὐτὸς ὡς ἐπίσταται, ἐποίησε Κόρη μετὰ σοῦ, Παρθένε μεγαλεῖα, ὃν δυσώπει σῴζεσθαι, ποίμνην καὶ λαόν σου.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. δ'
Εὐλογητὸς Κύριος ὁ Θεὸς ΤΟ ΑΚΟΥΤΕ
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ Σταυρῷ σου λύσας, τὴν ἀρχαίαν ἀράν, καὶ τοῦτον τιθεὶς ἡμῖν εἰς προσκύνησιν, αὐτὸν ἀσπαζόμενοι πιστῶς, αὐτὸν καὶ ἀνυμνοῦντες, σοῦ τὸ μέγα ἔλεος, ὑμνοῦμεν ἀπαύστως.

Τῆς Ἐκκλησίας καύχημα, σὺ εἶ τίμιε Σταυρέ, βασιλείας ὅπλον, καὶ τοῦ Κόσμου παντός, εἰρήνης βραβεῖον θεότευκτον. Σταυρὲ Ὀρθοδόξων ἡ χαρά, τῆς Οἰκουμένης φύλαξ, φύλαξον ἁγίασον, τοὺς σὲ προσκυνοῦντας.
Δόξα...
Τριὰς ἁγία δόξα σοι, ἡ Ὁμότιμος Μονάς, θεία φύσις, μία βασιλεία φρικτή. Ὁ Πατήρ, ὁ Υἱὸς σὺν τῷ Πνεύματι, τὸ φῶς τὸ ἀπρόσιτον παντί, ἡ ἄναρχος Θεότης, σῶσον τοὺς λατρεύοντας, σοὶ τῷ πάντων Κτίστῃ.
Καὶ νῦν ... Θεοτοκίον
Ἐν τῷ Σταυρῷ ὡς ἵστατο, ἡ Ἀμνάς σου Ἰησοῦ, τὸν Ποιμένα, καὶ Δεσπότην αὐτῆς, ὁρῶσα πικρῶς ἐπωδύρετο, καὶ σπλάγχνα κινοῦσα ἐπὶ σοί, Χριστὲ ἀνεκαλεῖτο. τί τὸ ξένον θέαμα; ἡ ζωὴ πῶς θνῄσκεις;
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τὸν Μανασσῆν ὡς ἔσωσας, μεταγνόντα ὁ Θεός, σῶσον κᾀμέ, δάκρυσι μετανοοῦντα πικρῶς, καὶ μὴ ἀποστρέψῃς τὸν δοῦλόν σου· ἐξέκλινα γάρ μου τὴν ψυχήν, ὡς πάλαι Ἰσραὴλ ἐκεῖνος, πάσας τὰς ἡμέρας μου, ζῶν ἐν ἀσωτίᾳ.
Ὁ Εἱρμὸς
«Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας, σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».


Ἀπόστιχα Τριῳδίου
Ἦχος πλ. δ'
Ἰδιόμελον
Τοῦ μεγαλαύχου Φαρισαίου, τὴν ἐξ οἰήσεως ἐννοοῦσα ψυχή μου κατάκρισιν, καὶ τοῦ ταπεινόφρονος Τελώνου, τὴν δι' ἐξαγορεύσεως πταισμάτων, ἐπιγνοῦσα δικαίωσιν, τοῦ μὲν ἀποθέσθαι κατεπείγου, τὴν ἐπ ἀρετῆς προπέτειαν, τοῦ δὲ προλαβέσθαι, τὴν ἐφ' οἷς ἐπλημμέλησας ἐξομολόγησιν, διεγείρου τὴν ἀταπείνωτον σεαυτῇ καρπουμένη, διὰ μετριοπαθείας ὕψωσιν, παρὰ Χριστοῦ τοῦ ἔχοντος τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Τοῦ μεγαλαύχου Φαρισαίου, τὴν ἐξ οἰήσεως ἐννοοῦσα ψυχή μου κατάκρισιν, καὶ τοῦ ταπεινόφρονος Τελώνου, τὴν δι' ἐξαγορεύσεως πταισμάτων, ἐπιγνοῦσα δικαίωσιν, τοῦ μὲν ἀποθέσθαι κατεπείγου, τὴν ἐπ ἀρετῆς προπέτειαν, τοῦ δὲ προλαβέσθαι, τὴν ἐφ' οἷς ἐπλημμέλησας ἐξομολόγησιν, διεγείρου τὴν ἀταπείνωτον σεαυτῇ καρπουμένη, διὰ μετριοπαθείας ὕψωσιν, παρὰ Χριστοῦ τοῦ ἔχοντος τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Μαρτυρικὸν
Μεγάλως ἠγωνίσασθε Μάρτυρες, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, τὸν Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ Κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
Ἡ σκέπη σου Θεοτόκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. β'
Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν. (Δίς)

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ξε'
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Εὐλογεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΕ', 1-9)

Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Γένοιτο Κύριε· Ὅτι ἔθηκας πόλιν εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια, ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε· ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς, σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιών, ὅτι ῥύσῃ αὐτοὺς ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας. Καύσων ἐν σκέπῃ νέφους, κληματίδα ἰσχυρῶν ταπεινώσει. Καὶ ποιήσει Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο πότον λιπασμάτων, πότον τρυγιῶν, πίονται ἐν εὐφροσύνῃ, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ, παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλε Κύριος ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ ἠλπίζομεν, καὶ σώσει ἡμᾶς, οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ, καὶ ἠγαλλιώμεθα, καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ξς'
Εὐλογῆσαι ἡμᾶς ὁ Θεός, ὁ Θεὸς ἡμῶν.
Στίχ. Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς.