ΤΡΙΩΔΙΟΝ
Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Τριῳδίου
Ἦχος δ'
Ἰδιόμελον
Ἀσώτως διασπείρας, τὸν πατρικόν μου πλοῦτον, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ τῇ ἀλογίᾳ ὡμοιώθην ἀνοήτοις κτήνεσι καὶ πάσης γεγύμνωμαι θείας χάριτος· διὸ ἐπιστρέψας βοῶ σοι· τῷ εὐσπλάγχνῳ καὶ οἰκτίρμονι Πατρί· Ἥμαρτον, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.
Ἦχος δ'
Ἀσώτως διασπείρας, τὸν πατρικόν μου πλοῦτον, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ τῇ ἀλογίᾳ ὡμοιώθην ἀνοήτοις κτήνεσι καὶ πάσης γεγύμνωμαι θείας χάριτος· διὸ ἐπιστρέψας βοῶ σοι· τῷ εὐσπλάγχνῳ καὶ οἰκτίρμονι Πατρί· Ἥμαρτον, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.
Ἦχος δ'
Μαρτυρικὸν
Ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα λύκοις ἀνεπίβατος, πρεσβεύσατε, καὶ ἡμᾶς συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.
Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ἠλίου αὐγάσματα, τοῦ νοητοῦ δεδειγμένοι, θεόπται Ἀπόστολοι, φωτισμὸν αἰτήσατε, ταῖς ψυχαῖς ἡμῶν, καὶ παθῶν ῥύσατε, ἀχλυώδους σκότους, καὶ ἡμέραν τὴν σωτήριον, ἰδεῖν πρεσβεύσατε, διὰ πρεσβειῶν καὶ δεήσεων, καρδίας ἐκκαθάραντες, ἃς ὁ πονηρὸς ἐτραυμάτισεν, ὅπως ἡμᾶς πίστει, σῳζόμενοι γεραίρωμεν ἀεί, τοὺς τῷ πανσόφῳ κηρύγματι, Κόσμον διασώσαντας.
Ἦχος πλ. β'
Εἰς χώραν ὁ Ἄσωτος, ἀποδημήσας κακίας, κακῶς ἐδαπάνησα, ὅν περ Πάτερ εὔσπλαγχνε, πλοῦτον δέδωκας, καὶ λιμῷ τήκομαι, ἀγαθῶν πράξεων, καὶ αἰσχύνην παραβάσεως, ἰδοὺ ἐνδέδυμαι, χάριτος ἐνθέου γυμνούμενος, καὶ κράζω σοι τὸ Ἥμαρτον· οἶδα γὰρ τὴν σὴν ἀγαθότητα, δέξαι με ὡς ἕνα, οἰκτίρμον τῶν μισθίων σου Χριστέ, τῶν Ἀποστόλων δεήσεσι, τῶν ἠγαπηκότων σε.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. β'
Ἐκ δεξιῶν τοῦ Σωτῆρος ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολοι τοῦ Σωτῆρος, φωστῆρες Οἰκουμένης, καὶ εὐεργέται καὶ σῶσται, οἱ Θεοῦ τῆς δόξης, ὡς οὐρανοὶ διηγήτορες, καὶ πεποικιλμένοι τοῖς ἄστροις τῶν θαυμάτων, καὶ τοῖς τέρασι τῶν ἰάσεων, ἐκτενῶς ὑπὲρ ἡμῶν, τὰς Ἱκετηρίας Κυρίῳ προσάγετε, εἰς ὀσμὴν ἄχραντον, τὰς εὐχὰς δεχθῆναι ἡμῶν, καὶ ἀξιωθῆναι τὸν ζωηφόρον Σταυρόν καὶ προσπτύξασθαι, καὶ βλέψαι φόβῳ ἅπαντας, αὐτοῦ τῇ προσκυνήσει, κατάπεμψον ἡμῖν τὰ ἐλέη σου, Σωτὴρ ὡς φιλάνθρωπος.

Προκείμενον Ἦχος δ' Ψαλμὸς να'
Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα.
Στίχ. τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός;
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Ζ', 6-9)

Νῶε ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Εἰσῆλθε δὲ Νῶε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ εἰς τὴν κιβωτόν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν θηρίων, καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς, δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε.

Προκείμενον Ἦχος δ' Ψαλμὸς νβ'
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ.
Στίχ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. Θ', 12-18)

Υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου, ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις τὰ κακά. Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται, ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δ' αὐτὸς διώξεται ὄρνεα πετώμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται. Διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν. Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην, ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις, προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. 'Ὃς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι λέγουσα· Ἄρτον κρυφίων ἡδέως ἄψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ πίετε. Ὁ δὲ οὐκ οἶδεν, ὅτι γηγενεῖς παρ' αὐτῇ ὄλλυνται, καὶ ἐπί, πέταυρον ᾍδου συναντᾷ. Ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, ἵνα πολὺν ζήσῃς χρόνον, προστεθήσεται δέ σοι ἔτη ζωῆς.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. β'
Ἐλπὶς τοῦ Κόσμου ἀγαθὴ ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρες κόσμου ἀπλανεῖς, Μαθηταὶ τοῦ Σωτῆρος, φωτίσατέ μου τὴν ψυχήν, ἁμαρτίᾳ τυφλώττουσαν, καὶ δείξατε θείας ἡμέρας κοινωνόν, φυλάττοντα τὰς σωτηρίους ἐντολάς, καὶ σκότους με λυτρώσατε ἐκεῖ τοῦ ἀφεγγοῦς, ὅπως ἡμᾶς δοξάζω.
Θεοτοκίον
Ἁγία Δέσποινα Χριστοῦ, τοῦ Θεοῦ ἡμῶν Μῆτερ, ὡς τῶν ἁπάντων ποιητὴν ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις Ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. β'
Ἀγγελικαὶ δυνάμεις ΤΟ ΑΚΟΥΤΕ
Κοσμολαμπεῖς φωστῆρες, θεῖοι Ἀπόστολοι, καταφωτίσατε τοὺς ὑμνῳδοὺς ὑμῶν, ἀμείβοντες τὸν χρόνον τῆς Νηστείας, ἀξίως αἰτούμενοι, πάντας θεάσασθαι, τὸ ξύλον τοῦ ζωηφόρου Σταυροῦ, καὶ ἀσπάσασθαι ἀρρύποις χείλεσι, καὶ ὀφθαλμοῖς, ἐκβοῶντας ψαλμικῶς· Κύριε δόξα σοι.
Θεοτοκίον
Ἐλπὶς τοῦ Κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβεράν, προστασίαν αἰτοῦμεν. Σπλαγχνίσθητι εἰς ἀπερίστατον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Κανών α', ᾨδὴ δ', Τριῳδίου
Ἦχος πλ. β'
Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ
Νηστείαν δάκρυα, εὐχὰς συμπάθειαν, εὐκατάνυκτον ἦθος, γνώμην ὀρθήν, βίου καθαρότητα, ἐπιδειξώμεθα πιστοί, ὅπως δόξης ἀπολαύσωμεν.

Φωστῆρες φαίνοντες, τῷ στερεώματι, τῆς σεπτῆς Ἐκκλησίας περιφανῶς, ὤφθητε Ἀπόστολοι· διὸ φωτίσατε ἡμῶν, τὰς καρδίας θείῳ Πνεύματι.

Ὡς θεῖοι ἄνθρακες, προσαναπτόμενοι, τῷ πυρὶ τῷ ἀΰλῳ τὰς ἐμπαθεῖς, ὕλας καταφλέξατε, τῶν καρδιῶν ἡμῶν σοφοί, τοῦ Θεοῦ ἡμῶν Ἀπόστολοι.
Θεοτοκίον
Λυχνία ἄσβεστος, νυμφὼν ὁλόφωτε, Σεραφὶμ ὑπερτέρα καὶ Χερουβίμ, ὄχημα Πανάμωμε, ἁμαρτιῶν με χαλεπῶν, καὶ κινδύνων ἐλευθέρωσον.

Κανών β', ᾨδὴ δ', Τριῳδίου
Ἦχος πλ. β'
Ἀκήκοεν ὁ προφήτης ΤΟ ΑΚΟΥΤΕ
Λαμπτῆρες θεοφανείας, Ἀπόστολοι τοῦ Σωτῆρος ἀναδειχθέντες, τῆς ἀγνοίας τὴν νύκτα ἐλύσατε, καὶ τὴν Ἐκκλησίαν αἰθριάσαντες φωτίζετε τὴν Οἰκουμένην ταῖς πυριφθόγγοις, θείαις διδαχαῖς ὑμῶν.

Τὸν Κόσμον διαδραμόντες, ἄλλος οὖν κατ΄ ἄλλο μέρος, εἰς μίαν πίστιν, πάντας συνηθροίσατε Ἀπόστολοι, καὶ μεταλαχόντες τὰ οὐράνια, χορεύετε, Χριστὸν ἀπαύστως ἐκδυσωποῦντες, τοῦ σωθῆναι πάντας ἡμᾶς.
Δόξα...
Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα τὸ μὲν γεννητῶς, ὅτι καὶ γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρόβλημα συνάναρχον, μίαν οὐσίαν, προσκυνουμένην, ὑπὸ πάσης κτίσεως.
Καὶ νῦν ... Θεοτοκίον
Παρθένος βρέφος τεκοῦσα, καὶ τὴν ἁγνείαν φρουροῦσα, σεμνὴ σὺ ὤφθης, τὸν Θεὸν γεννήσασα καὶ ἄνθρωπον, ἕνα τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ, τὸ θαῦμα σου Παρθενομῆτορ, ἐκπλήττει πᾶσαν, ἀκοὴν καὶ ἔννοιαν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Πρεσβείαις ὑμῶν ἁγίαις, Ἀπόστολοι τοῦ Κυρίου ἀξιωθῶμεν, τὸν ζωοποιὸν Σταυρὸν προσπτύξασθαι, ἁγνοῖς καὶ τοῖς χείλεσι καὶ ὄμμασι, προκείμενον τοῖς ἐν τῷ Κόσμῳ, καὶ ὑπὸ πάντων καταπροσκυνούμενον.
Ὁ Εἱρμὸς
«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Δόξα τῇ δυνάμει σου Κύριε».


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος β'
Ἐκ φλογὸς τοῖς ὁσίοις ΤΟ ΑΚΟΥΤΕ
Μωϋσῆν ἡ νηστεία, θεόπτην ἔδειξε, καὶ Ἠλίαν πυρίνῳ ἅρματι ἔλαβε, σπεῦσον λογισμῶν βλαβερῶν ἐγκρατεύθητι, ὅπως χαμαιζήλου, ψυχὴ ῥυσθῇς ἀπάτης.

Ὀλισθαίνων τοῖς χείρω, προσεπεκτείνομαι, καὶ τῷ μώλωπι τραῦμα, προσεπιτίθημι, ἴασαι Χριστὲ τὴν λιθώδη μου πώρωσιν, ταῖς τῶν Ἀποστόλων, Οἰκτίρμον ἱκεσίαις.

Οἱ τοῦ Κόσμου φωστῆρες, οἱ θεαυγέστατοι, τῶν παθῶν ἡμῶν νέφη, διασκεδάσατε, καὶ προσκυνητάς, τῆς λαμπρᾶς Ἀναστάσεως, δείξατε ὑμνοῦντας, τὸν Ἥλιον τῆς Δόξης.
Θεοτοκίον
Γενεαὶ γενεῶν σου Θεομακάριστε μακαρίζουσι πάλαι, ὡς προεφήτευσας· μόνη γὰρ βροτοῖς τὸν μακάριον τέτοκας, Λόγον ἀπορρήτως, ἐκ σοῦ σωματωθέντα.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος β'
Οἱ ὅσιοί σου Παῖδες ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ βυθῷ τῆς πλάνης τοὺς νηχομένους, ἀγρεύσαντες καλάμῳ τῆς πίστεως, Ἀπόστολοι Κυρίου φέρετε τούτους, εὐλογοῦντας, ὑμνοῦντας, καὶ ὑπερυψοῦντας τὸν Κύριον.

Μεγάλη ἡ ἰσχύς σου ἐν Ἀποστόλοις, ὅτι σκιαὶ καὶ σουδάρια αὐτῶν, ἰῶνται τοὺς ἀσθενοῦντας, εὐλογοῦντας, ὑμνοῦντας, καὶ ὑπερυψοῦντας τὸν Κύριον.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ Πνεῦμα ἅγιον.
Καὶ νῦν ... Θεοτοκίον
Ὃν ἔτεκες Παρθένε ἀνερμηνεύτως, διαπαντὸς ὡς φιλάνθρωπον, μὴ διαλίπῃς δυσωποῦσα, ἵνα κινδύνων σώσῃ, τοὺς εἰς σὲ καταφεύγοντας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι
Ἡ δωδεκὰς ἁγία τῶν Ἀποστόλων, τὸν τίμιον Σταυρὸν καταξίωσον, ἀκατακρίτως με προσκυνῆσαι εὐλογοῦντα, ὑμνοῦντα, καὶ ὑπερυψοῦντα τὸν Κύριον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς
«Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβὶμ ἐμιμήσαντο, τὸν Τρισάγιον ὕμνον ἀναβοῶντες. Εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος β'
Θεὸν ἀνθρώποις ἰδεῖν ΤΟ ΑΚΟΥΤΕ
Θεὲ καὶ Κύριε, πολυέλεε, τὰ τῆς ἐμῆς καρδίας, ἀποκάθαρον τραύματα, μετανοίας προσπλάττων μοι φάρμακα, ἥμαρτον, ἥμαρτόν σοι, οἴκτειρον σῶσόν με, ταῖς τῶν Ἀποστόλων σου εὐχαῖς, ὡς πολυέλεος.

Ὁρμαῖς ἀτόποις ἐξηκολούθησα, φρενοβλαβῶς καὶ ἔξω, ἐμαυτοῦ ὅλως γέγονα, ἡδονῶν τὸ τραχὺ σιτιζόμενος, καὶ τῆς σωτηριώδους καθυστερούμενος, βρώσεως ὁ ἄσωτος Χριστέ, οἴκτειρον σῶσόν με.

Ψυχὴ κακίας μὴ καθαρεύουσα, καὶ ἡδονῶν σαυτήν, φθοροποιῶν μὴ μακρύνουσα, τί ἀκαίρως ἀγάλλῃ νηστεύουσα; ταύτην γὰρ τὴν νηστείαν οὐκ ἐξελέξατο, Κύριος ὁ μόνος, τὴν ἡμῶν θέλων διόρθωσιν.
Θεοτοκίον
Φωτὶ τῷ θείῳ με φωταγώγησον, ἡ τοῦ φωτὸς Παρθένε, Θεοτόκε λοχεύτρια, καὶ ψυχῆς μου τὸν ζόφον ἀπέλασον, ὅπως σε μακαρίζω, ἣν μακαρίζουσι, πᾶσαι τῶν ἀνθρώπων γενεαί, ὡς προεφήτευσας.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος β'
Ἀσπόρου συλλήψεως ΤΟ ΑΚΟΥΤΕ
Οἱ λόγῳ ἰδιῶται, σοφοὶ τῇ γνώσει ὤφθητε, πλοκὰς τῶν λόγων, φιλοσόφων λύσαντες, ῥητόρων τὰς διπλόας, καὶ ψήφους ἀστρονόμων· διὸ Ἀπόστολοι τοῦ Χριστοῦ, μόνοι πάσης οἰκουμένης, ἀνεδείχθητε Διδάσκαλοι.

Ὁ Πέτρος ῥητορεύει, καὶ Πλάτων κατεσίγησε, διδάσκει Παῦλος, Πυθαγόρας ἔδυσε, λοιπὸν τῶν Ἀποστόλων, θεολογῶν ὁ δῆμος, τὴν τῶν Ἑλλήνων νεκρὰν φθογγήν, καταθάπτει, καὶ τὸν Κόσμον, συνεγείρει πρὸς λατρείαν Χριστοῦ.
Δόξα...
Μόνου μονογεννήτωρ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα Κυρίου Κύριον ὄντως ὂν· ὦ Τριάς μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.
Καὶ νῦν ... Θεοτοκίον
Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον; εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τὸν Σταυρὸν τὸν τίμιον, τὸ ξύλον τὸ πανάγιον, ὃ τὴν τοῦ Κόσμου, σωτηρίαν ἤνθησεν, ἰδεῖν καὶ προσκυνῆσαι, πάντες ἀξιωθῶμεν, ἁγνοῖς καὶ χείλεσι καὶ ψυχῇ ἱκεσίαις ὑμῶν πάντων, τῶν ἁγίων Ἀποστόλων Χριστοῦ.
Ὁ Εἱρμὸς
«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα ὀρθοδόξως μεγαλύνομεν».


Ἀπόστιχα τοῦ Τριῳδίου
Ἦχος πλ. β'
Ἰδιόμελον
Τῆς υἱοθεσίας ἐκπεσὼν ὁ ἄσωτος ἐγώ, δουλοπρεπῶς χοίροις συνδιαιτώμενος, καὶ μηδὲ τῆς αὐτῶν τροφῆς χορταζόμενος, ἐπανέρχομαι πρὸς σέ, τὸν Πατέρα τὸν εὔσπλαγχνον· ὅθεν ἐξῆλθον κακῶς, ὑποστρέφω καλῶς, ἐν μετανοίᾳ κραυγάζων· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου Πάτερ· Παράσχου μοι ἐν ἐπιστροφῇ τὸ μέγα ἔλεος.
Ἦχος πλ. β'
Τῆς υἱοθεσίας ἐκπεσὼν ὁ ἄσωτος ἐγώ, δουλοπρεπῶς χοίροις συνδιαιτώμενος, καὶ μηδὲ τῆς αὐτῶν τροφῆς χορταζόμενος, ἐπανέρχομαι πρὸς σέ, τὸν Πατέρα τὸν εὔσπλαγχνον· ὅθεν ἐξῆλθον κακῶς, ὑποστρέφω καλῶς, ἐν μετανοίᾳ κραυγάζων· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου Πάτερ· Παράσχου μοι ἐν ἐπιστροφῇ τὸ μέγα ἔλεος.
Ἦχος πλ. β'
Μαρτυρικὸν
Τοὺς ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ Ἁγίους ὁ Θεὸς ἡμῶν. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν βασιλείαν αὐτοῦ. Ἀλλ' αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθοισθε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος βαρὺς
Ἐὰν ἀνομίας παρατηρήσῃς Φιλάνθρωπε, ποία σωτηρίας ἐλπὶς ἡμῖν, ἀλλὰ τὴν σὴν ἐξ ὕψους βοήθειαν, ὡς οἰκτίρμων τῷ λαῷ σου, κατάπεμψον Κύριε. (Δίς)

Προκείμενον Ἦχος δ' Ψαλμὸς νγ'
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με.
Στίχ. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΑ', 10 - ΙΒ', 2)

Τάδε λέγει Κύριος. Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἱεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ, τιμή. Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει ὁ Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλῶνος, καὶ ἀπὸ Αἰθιοπίας καὶ ἀπὸ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραήλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραΐμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Καὶ ἔσται τῷ Ἰσραήλ, ὡς τῇ ἡμέρᾳ, ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρα ἐκείνη· Εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. Ἰδού, ὁ Θεός μου σωτήρ μου πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου, καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
Προκείμενον Ἦχος δ' Ψαλμὸς νδ'
Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου.
Στίχ. Πρόσχες μοι, καὶ εἰσάκουσόν μου.