ΤΡΙΩΔΙΟΝ
Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος πλ. δ'
Ἀμέτρητος ὑπάρχει ΤΟ ΑΚΟΥΤΕ
Ἀμέτρητά σοι πταίσας, ἀμετρήτους κολάσεις ἐκδέχομαι, βρυγμὸν ὀδόντων, καὶ κλαυθμὸν ἀπαράκλητον, γέενναν πυρός, καὶ σκότος καὶ τάρταρον. Κριτὰ δικαιότατε, δάκρυα οὖν μοι δώρησαι, δι' ὧν εὕρω τὴν ἄφεσιν, καὶ κακῶν μου τὴν λύσιν, νηστεύων καὶ κράζων σοι· Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.
Ἦχος πλ. δ'
Ἐμὲ τὸν πλανηθέντα, ἐπὶ ὄρη δεινῶν παραβάσεων, ζήτησον Λόγε, καὶ πρὸς σὲ ἀνακάλεσαι, ἤθη πονηρὰ ἐκ τῆς διανοίας μου, μακρὰν ἀπωθούμενος, θνήξαντα πάλιν ζώωσον, καὶ νηστείᾳ καθάρισον, ἐν κλαυθμῷ διηνεκεῖ, βοῶντα καὶ λέγοντα· Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. δ'
Τὴν ἔνδοξον ΤΟ ΑΚΟΥΤΕ
Νηστείας ἐναρξάμενοι, Ἑβδομάδος τῆς τρίτης, τὴν Τριάδα τὴν σεπτήν, εὐφημήσωμεν οἱ πιστοί, τὸ ἑξῆς περιχαρῶς διανύοντες, τῆς σαρκὸς δὲ τὰ πάθη ἀπομαράναντες, ἐκ ψυχῆς ἡμῶν, ἄνθη θεῖα δρεψώμεθα, στεφάνους πλεξάμενοι τῆς κυρίας τῶν ἡμερῶν, ἵνα πάντες τὸν Χριστόν, ὡς νικητήν, στεφανηφοροῦντες ἀνυμνήσωμεν.

Προκείμενον
Ἦχος πλ. δ'

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
Στίχ. Ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.
Στίχ. Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Ἀπόστιχα
Ἦχος πλ. δ'
Χαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλὰ Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλ' ἀνοίξας δέξαι με, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με.
Ἦχος πλ. δ'
Χαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλὰ Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλ' ἀνοίξας δέξαι με, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με.
Ἦχος πλ. δ'
Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐγκρατείας τῷ πυρὶ φλέξωμεν πάντες, τὰς φρυγανώδεις τῶν παθῶν ἐπαναστάσεις, καὶ τὴν φλόγα ἐκείνην τὴν μὴ σβεννυμένην, δακρύων νῦν κατασβέσωμεν ὀχετοῖς, βοῶντες τῷ κρῖναι μέλλοντι πᾶσαν τὴν γῆν. Σῶτερ εὔσπλαγχνε Κύριε, ἀκατακρίτους ἡμᾶς, συντήρησον, διδοὺς ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.
Θεοτοκίον
Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι, καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Τριὰς ἁγία καὶ σεπτὴ τοὺς τὴν Νηστείαν, ἐν ἑβδομάδεσι τρισὶ διανύοντας, διαφύλαξον σῴους καὶ ἀκατακρίτους, ἀξίως διευδρομῆσαι πρὸς τὸ ἑξῆς, καὶ πάσας τάς ἐντολάς σου διατελεῖν, ἵνα οὕτω προφθάσωμεν, ἀκατακρίτως ἰδεῖν, τὴν ἔνδοξον Ἀνάστασιν, ὕμνον αἶνον προσάγοντες.
Θεοτοκίον
Ἡ προστασία τῶν πιστῶν Θεοκυῆτορ, τῶν θλιβομένων ἡ χαρὰ καὶ τῶν πενθούντων, ἡ μεγίστη παράκλησις, τὸν ἐκ τῆς γαστρός σου, Παρθένε τῆς παναγίας ὑπερφυῶς, τεχθέντα ἀδιαλείπτως ὑπὲρ ἡμῶν, σὺν Ἀγγέλοις καὶ ἄρχουσι, δυσώπει ῥύσασθαι ἡμᾶς, ἐν ὥρᾳ τῆς ἐτάσεως, τῆς δεινῆς κατακρίσεως.

Κανών α', ᾨδὴ α', Τριῳδίου
Ἦχος πλ. δ'
ᾎσμα ἀναπέμψωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἔχων ὡς Θεὸς τὸ συμπαθές, μετανοοῦντα δέξαι με, τὸν δαπανήσαντα, τὸν βίον μου ἀσώτως, βοῶ σοι τό· Ἥμαρτον, κατηγόρων οὐ χρῄζω, τὴν αἰσχύνην τῶν ἔργων προσφέρων.

Βρῶσιν λελοιπὼς Ἀγγελικήν, παρωμοιώθην κτήνεσιν, ἐν τῷ σιτίζεσθαι τὴν μοχθηρὰν κακίαν, ἀλλ' οὖν ἐπιστρέφοντα, δέξαι με ὥσπερ ἕνα τῶν μισθίων, οὐράνιε Πάτερ.

Νύκτα ἡδονῶν τὴν ἐκ τρυφῆς, προσγινομένην ἅπαντες, πιστοὶ ἀφέμενοι, φωτὶ τῆς ἀληθείας, σπουδαίως προσέλθωμεν, ἵνα τῆς φωτοφόρου εὐωχίας, καταξιωθῶμεν.
Θεοτοκίον
Χαίροις ὁ πανάγιος ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγὴ τοῦ ἀθανάτου ῥείθρου, τὴν ποίμνην σου, Δέσποινα, φύλαττε ἐκ παντοίων πολεμίων, ἀπολιορκήτως.

Κανών β', ᾨδὴ α', Τριῳδίου
Ἦχος πλ. δ'
ᾌσωμεν ᾠδὴν τῷ Θεῷ ΤΟ ΑΚΟΥΤΕ
Νῦν ἐν ἑβδομάσι τρισίν, ὡς πάλαι τριήμερος ὁ Ἰσραήλ, ἁγνισθέντες ἀδελφοί, ὄρει εὐχῶν φθάσωμεν, καὶ ἐκεῖθεν θείων φωνῶν ἀκούσαντες, Χριστὸν ὑμνήσωμεν.

Ὥσπερ Σαμψὼν νηστείᾳ, δυναμωθέντες δεῦτε, ὡς ἄλλον θῆρα πατάξωμεν λαοί, τὸν τῆς γαστρὸς δαίμονα, καὶ οὐ μὴ γελάσῃ ἡ Δαλιδὰ τῶν παθῶν, ἐξαπατῶσα ἡμᾶς.
Δόξα...
Τρία μέλπω χερουβικῶς, ἁγία σε Θεότης, φῶτα καὶ φῶς, καὶ ζωήν τε καὶ ζωάς, Θεὸν τὸν γεννήσαντα, Θεὸν τὸν γεννηθέντα, Θεὸν καὶ τὸ ἐκ Πατρὸς ἐκπορευθέν, Πνεῦμα τὸ ζῶν.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἡ τῆς Εὔας χαρά· ἡ γὰρ ἐκείνης λύπη, διὰ τοῦ τόκου σου, πέπαυται Ἁγνή, χαῖρε ἀδύτου φωτός, φωτεινὴ νεφέλη, ἐξ ἧς ἀνέτειλε Χριστὸς ὁ Θεός.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Πίστει ὡς Δαυῒδ καὶ ἡμεῖς, τῇ ταπεινοφροσύνῃ, καθοπλισθέντες, ὡς ἄλλον Γολιάθ, τὸν ὑπερήφανον νοῦν, καταβεβληκότες, συνδιακόψωμεν καὶ μυριάδας παθῶν.
Ὁ Εἱρμὸς
«ᾌσωμεν ᾠδὴν τῷ Θεῷ, τῷ ἐκ πικρᾶς δουλείας, τοῦ Φαραὼ ῥυσαμένῳ Ἰσραήλ, καὶ ἐν πυρίνῳ στύλῳ, καὶ φωτὸς νεφέλη καθοδηγήσαντι, ὅτι δεδόξασται».


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. δ'
Οἱ θεορρήμονες ΤΟ ΑΚΟΥΤΕ
Ἐκδαπανήσας οὐσίαν τὴν πατρῴαν, μετὰ πορνῶν ἐξεβλήθην, τῶν προαυλίων τῆς χάριτος, ἀλλὰ δέξαι με Πάτερ, δι' ἄμετρον ἔλεος.

Ἐν φαιδροτάτῃ νηστείας φωταυγείᾳ, τῶν προσευχῶν λαμπρυνθέντες χρηματίσωμεν, ὅπως τῆς ἁμαρτίας, τὸ σκότος ἐκφύγωμεν.

Ἐκδυσωπεῖ σε χορὸς τῶν Ἀσωμάτων, τὰ Χερουβὶμ ἱκετεύει, καὶ τῶν Ἁγίων τὰ τάγματα, τὰς ψυχὰς ἡμῶν σῶσον, Χριστὲ πολυέλεε.
Θεοτοκίον
Τὸν ἀγεώργητον βότρυν συλλαβοῦσα, ἐσκοτισμένον με μέθῃ, τῆς ἁμαρτίας σωφρόνισον, Θεοτόκε Παρθένε, ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. δ'
Ὁ στεγάζων ἐν ὕδασι ΤΟ ΑΚΟΥΤΕ
Τὸ πατρῷον κειμήλιον, τὸ χρῆμα τὸ θαυμαστόν, τὴν μητέρα πάντων τῶν λατρευσάντων τῷ Δεσπότῃ Χριστῷ, δεῦτε τρυφήσωμεν, ἀδελφοὶ τὴν Νηστείαν· καὶ γὰρ αὕτη ῥώννυσι τὸ σῶμα, καὶ καταφωτίζει τὸν νοῦν, καὶ τὴν καρδίαν.

Γεδεὼν τὸν θαυμάσιον, ἐκμιμουμένη ψυχή, ἀρετὰς φέρουσα, πίστιν ἐλπίδα, καὶ ἀγάπην Χριστοῦ, ἔξελθε κτείνουσα, τὰ ἀλλόφυλα πάθη, ὡς ἐκεῖνος, σὺν τριακοσίοις, τὸ Μαδινιαῖον ἔθνος ἀποκαθαίρων.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Καὶ Τριάδα δοξάζω σε, καὶ ὡς Μονάδα ὑμνῶ, σὲ Θεότης μία, Πάτερ παντοκράτορ, καὶ μονάρχα Υἱέ, Πνεῦμα τὸ ἅγιον, καὶ πανδέσποτον κράτος, μία φύσις, μία βασιλεία, ἐν δὲ χαρακτῆρσι, τρισὶ προσκυνουμένη.
Καὶ νῦν... Σταυροθεοτοκίον
'Ἂς ἐν τόκῳ διέφυγεν, ὠδῖνας ὑπερφυῶς ἐν τῷ σῷ τιμίῳ Πάθει, ἐπέγνω ἡ τεκοῦσά σε· ἤλγει γὰρ βλέπουσα, ἐν σταυρῷ σε παγέντα ἑκουσίως, ὑπὸ Ἰουδαίων, τὸν ἐπὶ ὑδάτων, τὴν γῆν θεμελιοῦντα.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὅταν ἔλθῃς ἐν τῇ δόξῃ σου, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, σὺν ταῖς χιλιάσι, καὶ μυριάσι τῶν Δυνάμεων, τότε μου Κύριε φεῖσαι ἄνες, καὶ ῥῦσαι καταδίκης, μή με κατασχύνῃς, μή με κατακρίνῃς, πυρὶ τῷ αἰωνίῳ.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Ὁ Εἱρμὸς
«Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ, ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ Κτίστῃ, εἰς τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. δ'
Τὸν προδηλωθέντα ἐν ὄρει ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀπὸ τῆς σῆς μακρυνθέντα, Πάτερ ἀγάπης, καὶ ἐθελουσίοις ὁρμαῖς, ἡδονῶν δουλωθέντα, ἐπιστρέφοντα ὡς τὸν Ἄσωτον δέξαι· μόνος γὰρ ὑπάρχεις πολυέλεος.

Ἄκαρπος ἐδείχθην συκῇ, μόνην τὴν κακίαν γεωργῶν ὁ ἄθλιος, τὸ πῦρ μοι προξενοῦσαν. Σὺ οὖν Κύριε καρποφόρον με δεῖξον, πράξεις ἀγαθὰς καρποφοροῦντά σοι.

Νήστευσον ψυχή μου, κακίας καὶ πονηρίας, κράτησον ὀργῆς, καὶ θυμοῦ καὶ πάσης ἁμαρτίας. Ἰησοῦς γὰρ τοιαύτην θέλει νηστείαν, ὁ φιλανθρωπότατος Θεὸς ἡμῶν.
Θεοτοκίον
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. δ'
Μεγαλύνομέν σε ΤΟ ΑΚΟΥΤΕ
Καθαρὰν νηστείαν, τῶν κακῶν τὴν ἀποχήν, προσενέγκωμεν, ὡς δῶρα εὐπρόσδεκτα, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Ἐλισσαῖος πάλαι, πῶς διέτρεφε Προφήτας, μαθοῦσα ψυχή, σχεδίως ἐκτράφηθι, ἀπευχαριστοῦσα Χριστῷ.
Δόξα...
Τρισσουμένην μίαν, σὲ Θεότης ἀνυμνῶ, τοῖς προσώποις μορφήν, Πατέρα τὸν ἄναρχον, Υἱόν, καὶ Πνεῦμα τὸ ζῶν.
Καὶ νῦν... Θεοτοκίον
Θεομῆτορ Κόρη, ἡ παστὰς τοῦ οὐρανίου, Βασιλέως Χριστοῦ, σῷζε τῇ πρεσβείᾳ σου, τοὺς πόθῳ ὑμνοῦντάς σε.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Δανιὴλ τοὺς θῆρας, ἐν τῷ λάκκῳ ἡμεροῖ, ἐγκρατείας κημῷ· καὶ ἡμεῖς δαμάσωμεν, τὰ πάθη νηστεύοντες.
Ὁ Εἱρμὸς
«Μεγαλύνομέν σε, τὴν πανάμωμον Μητέρα, Χριστοῦ τοῦ Θεοῦ, ἐν ᾗ ἐπεσκίασε τὸ Πνεῦμα τὸ πανάγιον».


Ἀπόστιχα, Τριῳδίου
Ἦχος δ'
Ἰδιόμελον
Τὸν χαλεπὸν τῶν πταισμάτων μου, ῥύπον ἐνδέδυμαι, καὶ τῆς χαρᾶς τοῦ νυμφῶνος ἐκβέβλημαι οἴκτειρόν με τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, ὡς τὸν Ἄσωτον παῖδα ὁ Θεός, καὶ ἐλέησόν με.
Ἦχος δ'
Τὸν χαλεπὸν τῶν πταισμάτων μου, ῥύπον ἐνδέδυμαι, καὶ τῆς χαρᾶς τοῦ νυμφῶνος ἐκβέβλημαι οἴκτειρόν με τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, ὡς τὸν Ἄσωτον παῖδα ὁ Θεός, καὶ ἐλέησόν με.
Ἦχος δ'
Μαρτυρικὸν
Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἑνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρῷ ὁπλισάμενοι; ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχας ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος δ'
Ἡ λαμπὰς ἡ ἄσβεστος, ὁ θρόνος τῆς δικαιοσύνης, ἄχραντε Δέσποινα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος δ'
Ὅτι ἀσθενεῖς ἡμεῖς, καὶ παρειμένοι ταῖς ἁμαρτίαις, ἴασαι τὰ συντρίμματα ἡμῶν, ὁ ἰατρὸς τῶν ψυχῶν ἡμῶν, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, Φιλάνθρωπε. (Δίς)

Προκείμενον Ἦχος δ' Ψαλμὸς μα'
Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ.
Στίχ. Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Η', 13 - Θ', 7)

Κύριον τὸν Θεὸν αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμόν. Καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδὲ ὡς πέτρας πτώματι, οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κυλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ. Διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοί, καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσι, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Ἰδού, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραήλ, παρὰ Κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Καὶ ἥξει ἐφ' ἡμᾶς σκληρὸς λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε, καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα, καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδού, ἀπορία στενή, θλίψις, καὶ στενοχωρία, καὶ σκότος, ὥστε μὴ βλέπειν. Καὶ οὐκ ἀποκριθήσεται ὁ ἐν τῇ στενοχωρίᾳ ὤν, ἕως καιροῦ, τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, γῆ Νεφθαλείμ, καὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα, οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. Διότι ἀφῄρηται ὁ ζυγός, ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος, ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυΐδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.
Προκείμενον Ἦχος δ' Ψαλμὸς μβ'
Σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.
Στίχ. Κρῖνόν μοι, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου.